Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
514.1
εἶναι τοῦ ἔχοντος τὰς ἐπαγγελίας, ὁ δὲ Μωάμεθ ἐκ τοῦ Ἰσμαήλ ἐστιν, ὅστις ἐξεβλήθη μετὰ τῆς μητρὸς αὑτοῦ τῆς παιδίσκης Ἄγαρ ἐκ τοῦ οἴκου τοῦ Ἁβραάμ. Ἔτι ὁ Χριστὸς οὐδέποτε ἐποίησεν ἁμαρτίαν, λόγος γὰρ θεοῦ καὶ πνεῦμα θεοῦ οὐ δύναται πλανηθῆναι, ὁ δὲ Μαχούμετ εἰδωλολάτρης ἐγένετο καὶ φονεὺς καὶ ἅρπαξ καὶ ἀσελ γὴς καὶ πολλοῖς ἑτέροις ἁμαρτήμασιν ἔνοχος ἐγένετο, ἐφ' οἷς ὁ θεός, ὥς φασιν, αὐ τὸν συνεπάθησεν. Ἔτι ὁ Χριστὸς φρικτὰ καὶ ἐξαίσια πεποίηκε θαύματα, ὡς ἐν τῷ κεφαλαίῳ τῷ Ἐλεμαϊδᾷ μεμαρτύρηται, ὅτι ὁ Χριστὸς τυφλοὺς ἐφώτισε, λεπροὺς ἐκαθά ρισε, νεκροὺς ἀνέστησε καὶ ἄλλα πολλὰ εἰργάσατο· ὁ δὲ Μωάμεθ οὐδὲν θαῦμα πε ποίηκε κατὰ τὸ κορᾶν, ἀλλ' ἢ μόνον τῆς σελήνης, ὅπερ ἐστὶ ψεῦδος ἄντικρυς, καὶ ἕτερά τινα αἰσχρά, ἅπερ καὶ παρεσιωπήθησαν καὶ τῇ σιγῇ παρεδόθησαν διὰ τὸ δύ σφημον. Ἔτι κατὰ μὲν τὸ εὐαγγέλιον καὶ αὐτὴν τὴν ἀλήθειαν ὁ Χριστὸς ἐσταύρωται καὶ τέθνηκε καὶ ἑτάφη καὶ ἀνέστη καὶ ἀνελήφθη καὶ ἐν δεξιᾷ τοῦ πατρὸς κάθηται· κατὰ δὲ τὸ κορᾶν, ὡς δῆθεν τιμῶντες αὐτόν, λέγουσιν, ὅτι οὐκ ἀπέθανεν, ἀνελήφθη δ' ὅμως. Καὶ ἰδοὺ ὅσον ἀπὸ τῆς τοῦ εὐαγγελίου ἀληθείας καὶ τῆς τοῦ Μωάμεθ ψευ δολογίας, ὁ Χριστὸς ζῶν ἀναφαίνεται καὶ ὁμολογεῖται, ὁ δὲ Μαχούμετ οὑτοσίν, ὡς πάντες οἱ τὰ ἐκείνου φρονοῦντες ὁμολογοῦσιν, ὅτι ἀπέθανε καὶ οὐκ ἀνέστη. Καὶ τοί νυν διὰ ταῦτα πάντα τὸν Χριστὸν ἔδει προσκυνεῖν καὶ μὴ τῷ Μωάμεθ ἀκολουθεῖν. Πῶς γὰρ ἔδει πιστευθῆναι τὰ τοῦ θεοῦ λόγια ἀνθρώπῳ ὁμοίῳ κατὰ πάντα τῷ δαίμονι; Καὶ εἰ βούλει, παραβάλωμεν ἀμφοτέρους καὶ γνωσόμεθα τὰ τούτων ἰδιώματα. Ὁ διά- βολος ἐπηρμένος καὶ ἀλαζών, ὁ Μαχούμετ ἐπηρμένος καὶ ἀλαζών· τίς γὰρ μείζων τοῦ Μωάμεθ, ὃς ὑπεραναβὰς τοὺς οὐρανούς, ὡς αὐτὸς ὑπὲρ αὐτοῦ εἴρηκε, καὶ αὐτὰς πάσας τὰς ἀγγελικὰς δυνάμεις, τῷ θεῷ προσωμίλει καὶ μεσίτης τῶν ἐπταικότων ἀγγέ λων ἐγένετο, ἀλλὰ καὶ τοῦ κόσμου παντὸς προστάτης; Ὁ διάβολος ἀνθρωποκτόνος ἐστί, καὶ ὁ Μωάμεθ τοὺς μὴ πειθομένους τοῖς δόγμασιν αὑτοῦ θανάτῳ κατεδίκασεν. Ὁ διάβολος ἀπατεών ἐστι, καὶ ὁ Μωάμεθ τὰς ἡδονὰς ἐνδοὺς καὶ ὥσπερ τι δέλεαρ ἐν ἀγκίστρῳ ἐνθεὶς τοὺς ἀνοήτους πρὸς αὑτὸν ἐφελκύσατο. Ὁ διάβολος ψεύστης ἐστίν, ἀλλ' οὐ τοσοῦτον ὡς ὁ Μωάμεθ, καθὼς καὶ ἐν ὅλῳ τῷ κορᾶν τρανῶς ἀναφαίνεται. Ὁ διάβολος ὕπουλός ἐστι· καὶ τίς ἄλλος ὡς ὁ Μωάμεθ ταπείνωσιν ὑποκριθεὶς τὴν ὑψηλοφροσύνην ἠσπάσατο; Ὁ διάβολος σύμβουλός ἐστι τῶν ἀπηγορευμένων καὶ ὑπὲρ πάντας ὁ Μωάμεθ· οὐδὲν γὰρ ὑγιές, οὐδὲν ὠφείλιμον, οὐδὲν θεῷ δεκτόν, ἀλλὰ τὰ πάντα κατὰ θεοῦ καὶ τοῦ θείου νόμου ἐδίδαξεν. Ὁ διάβολος ἄθεος, καὶ κατὰ πάντα ὅμοιος αὐτῷ ὁ τῆς ἀπωλείας υἱὸς ὁ Μαχούμετ· θεὸν γὰρ προσκυνεῖ καὶ κηρύττει ὁλόσφαι ρον καὶ ψυχρότατον, θεὸν προσκυνεῖ τὸν μήτε γεννηθέντα μήτε γεννήσαντα, μὴ νοή σας ὁ δείλαιος, ὅτι σῶμα προσκυνεῖ καὶ οὐ θεόν· ἡ γὰρ σφαῖρα εἶδος σώματός ἐστι καὶ ἡ ψῦξις ποιότης σώματος. Τὸ δὲ θεὸν μήτε γεννηθέντα μήτε γεννήσαντα, οὔτε σῶμα προσκυνεῖ οὔτε θεὸν ἀσώματον καὶ ἀληθῆ, ἀλλὰ θεὸν προσκυνεῖ, ὃν ὄνειροι τῶν ἀσεβῶν διαπλάτουσι. Γελοῖον γὰρ πάντως ἐστὶ δοξάζειν τινὰ ἥλιον μὴ ἔχοντα φῶς καὶ πηγὴν ἄνευ ὕδατος καὶ νοῦν λόγον μὴ ἔχοντα· ὡς ἀπόλοιτο ὁ τοιοῦτος θεός. Ὁ δὲ παρ' ἡμῶν τῶν Χριστιανῶν θεὸς εἷς ἐστιν ὁ πρὸ πάντων καὶ ἐπὶ πάντων καὶ 516 ἐν πᾶσι καὶ ὑπὲρ τὸ πᾶν, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πιστευόμενός τε καὶ προσκυνούμενος, μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι ἀσυγχύτως ἑνουμένη καὶ ἀμερί στως διαιρουμένη, μονὰς ἡ αὐτὴ καὶ τριὰς παντοδύναμος, πατὴρ ἄναρχος οὐ μόνον ὡς ἄχρονος, ἀλλὰ καὶ ὡς κατὰ πάντα τρόπον ἀναίτιος, μόνος αἰτία καὶ ῥίζα καὶ πηγὴ τῆς ἐν υἱῷ καὶ ἁγίῳ πνεύματι θεωρουμένης θεότητος· ὃς ἵλεως γένοιτο ἡμῖν καὶ πᾶσι Χριστιανοῖς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως πρεσβείαις τῆς πανυπερευλογημένης δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων. Ἀμήν. VI. Ἐκ τοῦ δευτέρου λόγου Τίς γοῦν ἀντιλογία ἐστὶ περὶ τοῦ πλάσματος τῆς σελήνης; Ὅμως πᾶς τις ὁ ζητῶν τὴν ἀλήθειαν γνώτω, ὅτι τὰ θαύματα οὐ κατ' ἐπίδειξιν γίνονται, ἀλλὰ δι' ὠφέ λειαν ψυχικὴν ἅμα καὶ σωματικήν, ὡς ἐπὶ τοῦ Χριστοῦ, ἢ διὰ χρῆσιν, ὡς ἐπὶ τοῦ Μωϋσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ. Ἀλλὰ πῶς ἐνήργησε τὸ τῆς σελήνης τοιοῦτον ἐξαίσιον θαῦμα; Αὐτὸς γάρ ἐστιν ὁ εἰπών, ὅτι οὐκ ἦλθε διὰ θαυμάτων δοῦναι τὸν νόμον, ἀλλὰ καὶ διὰ τὸ παιδεύεσθαι ἡμᾶς κατηγορεῖ ἡμῶν· ἐγὼ δέ, φησί, τοὐναντίον ὅτι ἐπιμελούμενος ὁ πατὴρ τοῦ παιδὸς παιδεύει αὐτὸν ἀγάπης ἐνυπαρχούσης. Καὶ περὶ μὲν τῶν Ἑβραίων ἀληθῶς εἶπεν· οἱ γὰρ Ἑβραῖοι κατὰ καιροὺς ἔλαβον ὀργὴν ἀπὸ θεοῦ, ἀλλ' οὐκ ἀσυμπαθῆ· εἶχον καὶ γὰρ προφήτας διόλου καὶ ἁγιασμὸν καὶ ἱερωσύ νην, παιδεύοντος μὲν αὐτοὺς τοῦ θεοῦ σωματικῶς, ψυχικῶς δὲ οὐ κατελιμπάνοντο. Μετὰ δὲ τὸν τοῦ Κυρίου σταυρὸν καὶ τὸ πάθος ἐγένετο παντελὴς εἰς αὐτοὺς ἐγκατά λειψις ψυχῶν τε καὶ σωμάτων, λέγω τοὺς αὐθάδεις. VII. Ἐπὶ τὸ προκείμενον οὖν ἐπανέλθωμεν τῆς ἡμετέρας διηγήσεως τε καὶ ἱστορίασ. Τῷ θέρει τοῦ# 22 ξβ- ου ἔτους ἤρξατο φαίνε σθαι κομήτης ἐκ τῶν δυτικῶν μερῶν τοῦ ἀφ' ἑσπέρας ὁρίζοντος ἑκάστης, εὐθὺς μετὰ δύσιν ἡλίου, ῥομφαίᾳ τινὶ ἐοικώς, καὶ τῆς σελήνης ἐλθὼν πλησιάσας καὶ πανσέληνος ὑπάρχουσα καὶ ἐκλείψεως κατὰ τύχην γενομένης κατὰ τὴν τάξιν καὶ κύκλον τῶν οὐ ρανίων φωστήρων, ὡς ἔθος. Τινὲς δὲ τὸν κομήτην ξιφοειδῆ ὁρῶντες καὶ ἐκ τῶν ἑσπε ρίων κινούμενον καὶ πρὸς ἀνατολὰς πορείαν ποιοῦντα καὶ τῆς σελήνης πλησιάσαντα καὶ τὸ σκότος τῆς ἐκλίψεως ἰδόντες ἐνόμιζον, ὅτι ὁ κομήτης ὁ ξιφοειδὴς οὕτως δηλοῖ καὶ εἰς σκότωσιν τῆς σελήνης, ὅτι μέλλουσιν ὁμοφωνῆσαι οἱ τῶν ἑσπερίων αὐθέντες Χριστιανοὶ ἐλθεῖν κατὰ τῶν Τουρκῶν καὶ αὐτοὺς νικήσωσιν. Οἱ Τοῦρκοι δὲ θεωροῦν τες καὶ αὐτοὶ εἰς φόβον οὐκ ὀλίγον καὶ λογισμοὺς συνέπεσον· ἀλλὰ καὶ αἱ νύκτες ἐκεῖναι πανσέληνοι οὖσαι, οὐ διέλιπον ἀστραπαὶ καὶ βρονταὶ καθ' ἑκάστην ἑσπέραν ἄχρι καὶ τῆς δευτέρας φυλακῆς τῆς νυκτός. Τῷ δὲ πρωῒ σεισμοί τινες ἐλαφροὶ ἐγί νοντο ἐπὶ ἡμέρας δέκα καὶ ὀκτώ· καὶ καύσων ἐν ἐκείναις ταῖς ἡμέραις οὐκ ὀλίγος ἦν. Ἀλλὰ μέρος τι περὶ τῆς φύσεως τῶν κομητῶν καὶ ἀστρα πῶν καὶ βρόντων καὶ ἄρκων, ἤγουν κεραυνῶν, καὶ σεισμοῦ καὶ στοιχέων διηγησώμεθα· καὶ ὅσον τὸ κατὰ δύναμιν δηλώσω πρὸς ὑμᾶς. Ἄκουσον οὖν. 518 VIII. Περὶ κομητῶν Κομῆται λέγονται τὰ φαινόμενα ἀπὸ γῆς πρὸς οὐρανὸν ἐκκεχυνομένα, ἅπερ λέ γουσί τινες ἄστρα· ἀλλ' οὐκ οἴδασι τί λέγουσιν. Ἕτεροι λέγουσιν, ὅτι δαίμονές εἰσιν, οὐκ εἰδότες καὶ αὐτοί, τί λέγουσι, καὶ σφαλερῶς βλασφημοῦσιν. Ἀλλ' οὔτε ἄστρα εἰσίν, οὔτε δαιμονικὰ πνεύματα· τὰ γὰρ δαιμόνια οὔκ εἰσι λαμπρά, ἀλλὰ ἐζοφωμένα καὶ ἀφανῆ τῆς ἀνθρωπίνης ὄψεως. Διὰ τοῦτο οἱ ταῦτα λαλοῦντες φληναφοῦσιν ἁμαρ τάνοντες. Εἰ δὲ πάλιν, ἐὰν ἄστρα εἰσί, καὶ πάντοτε ἀπὸ αἰῶνος πίπτοντα ἦσαν, ἔμενε γὰρ ὁ οὐρανὸς ἄναστρος. Διὰ τοῦτο οὔτε ἄστρα εἰσὶν οὔτε πονηρὰ πνεύματα, ἀλλὰ κομῆταί εἰσιν. Οἱ γὰρ κομῆται τοιουτοτρόπως γίνονται. Τῶν ἀνέμων ἐπὶ τῆς γῆς καὶ ἐν τῷ αἰθέρι εἰσερχομένων, τὸ λεπτόμενον ἐπιφέρουσι τῆς γῆς ὑλοειδὲς πρὸς τὸ οὐ ράνιον πῦρ καὶ βιαζομένη ὑπὸ τῶν ἀνέμων ἡ ὕλη οὐ κατέρχεται, ἕως οὗ σιγήσῃ ὁ ἄνεμος. Καὶ τότε ἐκπίπτουσιν ὑλομανούντων τῶν ἀνέμων, ἐκκεχυνομένων λαυροει δῶς, ὡς ὑπὸ τοῦ πυρὸς τοῦ ἄνωθεν κατακαιόμενος ὁ ἄνεμος σὺν τῇ ὕλῃ λαυροειδὴς γίνεται· καὶ οὕτω γίνονται αἱ κομῆται. Ἅμα δὲ τῷ κρύει ἐκπέσῃ πεπυρακτωμένος ἄ νεμος, γίνεται πάλιν χλυὸς καὶ σμίγεται τῷ ὁμοίῳ αὐτοῦ ἀέρι. IX. Περὶ ἀστραπῶν καὶ βροντῶν Η ἀστραπὴ οὐκ ἐν ἑτέρῳ τρόπῳ γίνεται, εἰ μὴ συναλλαττομένων τῶν ἀνέμων καὶ τῶν νεφελῶν συγκρουομένων, ὡς βιαζομένων ὑπὸ τῶν ἀνέμων, γίνεται κτύπος ἐν δὲ τῷ κτύπῳ συγκέχυται τὸ πῦρ παρὰ τοῦ οὐρανίου πυρός. Πρότερα δὲ ἡ βροντὴ τῆς ἀστραπῆς γίνεται· ἡμεῖς δὲ ὀξύτερον ἔχοντες τὴν ὅρασιν, διὰ τοῦτο πρῶτον θεω ροῦμεν τὴν ἀστραπήν, μετὰ δὲ ταῦτα ἀκούομεν τὴν βροντήν, διότι βραδύτερον τὴν ἀκοὴν ἔχομεν. Βλέπε, ἐν παραδείγματι ὑποδείξω σοι· ἀπέχοντός σού τινος πόῤῥωθεν κόπτοντος ξύλον, βλέπεις αὐτοῦ τὴν ἀξίνην συγκρουομένην, καὶ οὕτω μετὰ μικρὸν τὸν κτύπον ἀκούεις. X. Περὶ τί ἐστιν ἀστραπή; Ἄνωθεν πρὸς τὸν αἰθέρα ἡπλωμένον ὑπάρχει τὸ πῦρ ἐν ὅλῳ τῷ προσώπῳ τοῦ οὐρανοῦ· αὐτὸ γάρ ἐστι τὸ τέταρτον στοιχεῖον καὶ ἰσομερεῖ τῶν ἑτέρων τριῶν, ὡς μὴ ἰσαζομένων ὁ κόσμος ἀπώλετο ἄν· οἶδε γὰρ ὁ δημιουργός, πῶς παρεσκεύασεν αὐτά. XI. Περὶ κεραυνοῦ Ὁ μὲν κεραυνὸς οὕτω γίνεται. Συγκρουομένων τῶν νεφελῶν γίνεται, ὥσπερ προείπομεν, κτύπος καὶ μετὰ τὸν κτύπον γίνεται πῦρ. Τὸ δὲ πῦρ ἐκεῖνο ἐὰν τύχῃ καὶ συνουσιάσῃ μετὰ κομήτου, οὐ χλιάνει ὡς οἱ κομῆται, ἀλλὰ ἐπὶ γῆς ἐπεισέρχεται καὶ 520 φθείρει, θανατοῖ καὶ ἀπειλεῖ, ἀλλ' οὐ καίει, ὡς λέγουσί τινες. Καὶ οὕτως γίνεται ὁ κεραυνός, ὅνπερ ἡμεῖς λέγομεν ἀρκόν. XII. Περὶ τοῦ σεισμοῦ Περὶ δὲ τοῦ σεισμοῦ ἄκουσον καὶ ὅσον κατὰ δύναμιν δηλώσω ὑμῖν, ἵνα μετὰ κα θαρᾶς ἀποδείξεως ἐπὶ τοῦτο τὸ τοῦ θεοῦ μέγα μυστήριον ἐπιδεῖξαι οὐ δύναμαι, ὅτι τῶν τοῦ θεοῦ κριμάτων καὶ προνοίας αὐτοῦ καὶ βάθος καὶ ὕψος τῆς αὐτοῦ σοφίας ἐξιχνιάσαι ἀνθρωπίνη οὐ δύναται γλῶσσα, ἀλλ' οὐδὲ γνώσει ἐπ' αὐτὰ συνιεῖ, οὐδ' αὐτὸς ὁ θαυμάσιος Παῦλος ἰσχύει ἐξιχνιᾶν τὰς ὁδοὺς Κυρίου· ἀλλ' ὡς εὔσπλαγχνος ὢν οἰκτίρμων καὶ πολυέλεος καὶ πᾶσαν σοφίαν καὶ σύνεσιν φιλανθρώπως τῷ τοῦ αὐ τοῦ ἐχαρίσατο πλάσματι, οὕτω γνωρίζει ἡμῖν, ὅτι πᾶσα κτίσις κινεῖται, ὡς προείπομεν, ὑπὸ τεσσάρων στοιχέων. Τὰ μὲν δύο εἰσὶν εὐφερῆ ὡς ἐλαφρότερα κουφιζόμενα ἐν τῷ αἰθέρι, ἀλλ' οὔτε ἄνωθεν ἐκλείπουσιν οὔτε κάτωθεν· ἀλλ' ὅπου οὔκ εἰσιν οὐδὲ ἵστανται, λέγουσιν, οὐ φθάνουσιν, ἀλλὰ καὶ ἐκεῖθεν καὶ δυνάμει αὐτῶν ἐνεργοῦσιν. Ἐν δὲ τῷ οὐρανῷ οὐκ ἔστι γῆ· ἀλλ' ὁ κονιορτὸς αὐτῆς λαυροειδὴς γίνεται σὺν τῷ ἀέρι καὶ ἐκκέχυται πεπυρακτωμένος καὶ ἐμφανὴς τῷ κόσμῳ τῷ κάτω φαίνεται. Ἐν δὲ τῇ γῆ οὐκ ἔστι πῦρ· ἀλλὰ τοῦ πυρὸς αἱ δυνάμεις πολλάκις ἐπὶ γῆς ἐνεργοῦσι. Οὗτως οὐδὲ ἐν τῷ οὐρανῷ ὕδωρ, ἀλλὰ καὶ αἱ νεφέλαι αὐτὸ πρὸς οὐρανοὺς ἀνάγουσι. Γέγραπται, ὅτι καὶ ὑπεράνω τῶν οὐρανῶν ὕδωρ ὑπάρχει· ἄλλο γὰρ τὸ ὑπερκόσμιον καὶ ἄλλο τὸ ἐν κόσμῳ φαινόμενον. Τοιουτοτρόπως ὁ ἀὴρ ἰσχυρόν ἐστι στοιχεῖον καὶ ἄνωθεν καὶ κάτωθεν ἐνεργεῖ πολλάκις καὶ σημεῖα καὶ τέρατα ποιεῖ. Ἐξ ἐσχάτου τῆς γῆς ἀνάγει νεφέλας σὺν ὕδατι πρὸς οὐρανούς, ἀστραπὰς ποιεῖ, βροντὰς τρανοτάτας καὶ φοβεράς, ὥστε καὶ οἱ οὐρανοὶ σείονται καὶ ἠχοῦσι· καὶ ἐν τῷ πυρὶ συνενοῦται καὶ κεραυνοὺς ποιεῖ διὰ πυρός. Καὶ πάντας ὁ ἀὴρ ἐκθροεῖ καὶ ταράττει· τὴν θάλασσαν μετατίθει καὶ ἐκ βυθοῦ ἀμετρήτου συνταράττει καὶ πάντα κυμαίνει ἐν ἐξουσίᾳ πολλῇ· περικυ κλοῖ τὴν γῆν· αὐτὸ γὰρ τὸ στοιχεῖον ἰσχυρότερον πάντων καὶ πολεμικὸν ὑπάρχει. Διὰ τοῦτο καὶ ὑπ' αὐτοῦ ὁ σεισμὸς γίνεται καὶ πᾶσα ἡ κτίσις κινεῖται· ἡ γὰρ γῆ, ὡς εἴρηται, οὐ βαστάζεται ὑπ' οὐδενός. XIII. Περὶ στοιχέων τῶν δ- ων Ὁ μὲν ἀὴρ πρωτόκτιστον πάντων ὑπάρχει στοιχεῖον, ὑπὸ δὲ τοῦ ἀέρος τὸ ὕδωρ γεννᾶται. Καὶ ὄντος ἀέρος, ὅμως ἐξερχομένου ἐκ τοῦ στόματος σου ἀέρος, ὑποπί πτει ὑπὸ τὴν σὴν πολιὰν δροσία, ὡς ὑπὸ τεσσάρων στοιχέων καὶ ὁ ἄνθρωπος συνηρ 522 μοσμένος ὑπάρχει καὶ πᾶσα ἡ κτίσις. Τὸ δὲ ὕδωρ χοῦν ἀποτελεῖ· εἰ βούλῃ, τοῦτο ὄψῃ ἀληθῶς· Λάβε ὕδωρ ἀπὸ βροχῆς καθαρὸν ἐν ὑελίῳ ὑδρίᾳ καὶ ἄφες αὐτὸ τὸ ὕ δωρ, ἔως οὗ ἐκλείπῃ, καὶ εὑρεῖς χοῦν, ὡς εἴπομεν. Τὸ δὲ χοῦν γεννᾶ λίθον καὶ σί δηρον καὶ πῦρ ἀποτελεῖ. Ἐνταῦθα εἴπομεν τὴν τῶν στοιχείων καὶ ἄλλων τινὰ διή γησιν ἐν συνόψει· τὰ νῦν τὰ τῆς ἡμετέρας ἱστορίας αὖθις ἁψώμεθα. χιῃ. Τῷ αὐτῷ δὴ φθινοπώρῳ, τοῦ# 22 ξβ- ου ἔτους δηλονότι, τε λέως ἐπανέστησαν οἱ τῆς Πελοποννήσου Ἀλβανῖται κατὰ τῶν δεσπο τῶν καὶ αὐθέντων αὐτῶν· καὶ τὸν Καντακουζηνὸν Μανουὴλ δεσπότην τάχα πεποιήκασι, περὶ οὗ οὐκ οἶδα τί εἰπεῖν, πόθεν καὶ διὰ τί οὕτως ἐπε χειρίσθη. 2. Τῷ δὲ Δεκεμβρίῳ τοῦ αὐτοῦ ἔτους ἐλθόντος πάλιν τοῦ Ἀμάρη, υἱοῦ Τουραχάνη, μετὰ στρατοπέδου εἰς βοήθειαν τῶν δεσποτῶν αἰτήσει αὐτῶν καί, μικρόν τι κακώσαντες τοὺς Ἀλβανίτας καὶ τὸν αἰχμάλωτον αὑτοῦ ἀδελφὸν χάριν λαβών, ἐπανέστρεψεν. 3. Ἐν ᾧ δὴ χρόνῳ καὶ μηνὶ ἀνεῖλεν αὐτοχειρίᾳ τὸν φίλτατόν μου υἱὸν Ἰωάννην ὁ ἀσεβέστατος καὶ ἀπηνέστατος ἀμηρᾶς, ὃς δῆθεν ἐβού λετο τὴν ἀθέμιτον σοδομίαν πρᾶξαι κατὰ τοῦ παιδὸσ χρόνων ὄντος δεκατεσσάρων καὶ μηνῶν ὀκτὼ παρὰ ἡμέραν μίαν· κατὰ δὲ φρόνησιν καὶ ἡλικίαν ὡσὰν πλειόνων ἐτῶν ἦν. Οἴ μοι, οἴ μοι τῷ δυ στυχεῖ καὶ ἀθλίῳ γενέτῃ! 4. Τῷ αὐτῷ δὴ Δεκεμβρίῳ ἀπῆλθον κἀγὼ εἰς τὸ Λεοντάριν καὶ τὸν δεσπότην τὸν κὺρ Θωμᾶν τὸν πορφυρογέννητον προσεκύνησα· καὶ εἰς τὴν δουλοσύνην αὑτοῦ προσεδέξατό με καὶ τὸ χωρίον τὴν Κερτέζην εὐηρ γέτησέ μοι ἀργυροβούλλῳ. Καὶ πρὸς τοὺς δεσπότας Σερβίας τὸν συμπέ θερον καὶ γαμβρὸν αὑτοῦ ἡτοίμασεν ἀπελθεῖν με τῷ ἔαρι τοῦ αὐτοῦ ἔτους διὰ πολλὰς καὶ ἀναγκαίας δουλείας ὠφελίμους ἀνὰ τούτων. Καὶ ἑτοι μασθεὶσ παρεγενόμην εἰς Μεθώνην, ἵνα διὰ πλευσίμου ἐκεῖθεν ἀπέλ θω εἰς Ἐπίδαυρον τῆς Ἰλλυρίας κἀκεῖθεν εἰς τὴν Σερβίαν· καὶ ἐσκόπτην τῆς ὁδοῦ διὰ τὴν γενομένην σύγχεσιν ἐν τῇ Πελοποννήσῳ ἕνεκεν τῆς φυγῆς τοῦ γυναικαδελφοῦ τοῦ δεσπότου κὺρ Θωμᾶ, υἱοῦ Κεντηρίωνος τοῦ πριγκίπου, ἀπὸ τῆς τοῦ Χλουμουτζίου φυλακῆς. Ἐν τῷδε τῷ τοῦ και ροῦ διαλείμματι ὁ ἀμηρᾶς ἐπῆλθεν κατὰ τῆς Σερβίας καὶ τὸν Ὁμόβρυδον παρέλαβεν. 5. Καὶ ἀπῆλθον ἐγὼ διὰ θαλάσσης εἰς τὴν Πάτραν καὶ ἐκεῖθεν διὰ τῆς Βοστίτζας διελθὼν πέραν εἰς Αἰτωλίαν, καὶ τῇ πρώτῃ Σεπτεμβρίου τοῦ# 22 ξγ- ου ἔτους ἔφθασα εἰς τὴν Αἶνον, ἵνα καιρόν τινα ἐκεῖσε δια βιβάσω ἀποκρύφως, ἕως οὗ ὁ ἀμηρᾶς διὰ τοῦ τῆς Σοφίας μέρους ἐπα ναστρέψῃ εἰς Ἀνδριανούπολιν καὶ ἐλεύσωμαι κἀγώ, ἵνα τοὺς οἰκείους μου αἰχμαλωτισθέντας ἐξαγοράσω. Καὶ ἐλθόντος τοῦ ἀμηρᾶ ἐν τῇ Ἀν 524 δριανουπόλει παρεγενόμην κἀγὼ ἐκεῖσε καὶ παρὰ τοῦ πρώτου ἱπποκόμου τοῦ ἀμηρᾶ τοὔνομα Ἰβραὴμ τζελεπὴ20 ἐξηγόρασα τὴν ἐμὴν σύ νευνον, οὐκ αὐτὴν μόνην, ἀλλὰ καὶ τὴν μετ' αὐτῆς Χρυσοβεργίναν· καὶ ἐν τῇ Πάτρᾳ τῷ Φεβρουαρίῳ μηνὶ μετ' αὐτῶν ἐπανέστρεψα, πολλὰ κα κοπάθησας καὶ καταναλώσας ἐν τῇδε τῇ ἀποδημίᾳ. 6. Καὶ ὅτε ἐγὼ εἰς Ἀνδριανούπολιν διέτριβον, τῷ Ὀκτωμβρίῳ δὴ μηνὶ ἦλθεν ὁ Τουραχάνης μετὰ τῶν υἱῶν αὑτοῦ καὶ πολλῶν στρατοπέδων εἰς βοήθειαν τῶν αὐθέντων καὶ δεσποτῶν καὶ τοὺς Ἀλβανίτας παντέλως ἐδούλωσαν, τούς ποτε ἀφηνιάσαντας, καὶ τὸν ψευδοδεσπότην αὐτῶν ἐδιώξαν. 7. Ἐν ᾧ δὴ χρόνῳ καὶ τῇ β- ᾳ Ἰαννουαρίου μηνὸς ἐγεννήθη τῷ δεσπότῃ κὺρ Θωμᾷ ὁ κὺρ Μανουὴλ ὁ Παλαιολόγος. 8. Καὶ τῷ Σεπτεμβρίῳ μηνὶ τοῦ# 22 ξδ- ου ἔτους ἀπέθανε Θάμαρ ἡ καλή μου θυγάτηρ αἰχμάλωτος οὖσα ἐν τῷ τοῦ ἀμηρᾶ σαῤῥαγίῳ λοι μώδει νόσῳ, οὖσα ἐτῶν ιδ- ων καὶ μηνῶν πέντε. Ἥν ποτε διὰ προστάγματος τοῦ ἀοιδίμου βασι λέως κὺρ Κωνσταντίνου τοῦ αὐθεντός μου ἐδεδώκειν εἰς σύνευνον τῷ κληρονόμῳ καὶ αὐθέντῃ τῆς Αἴνου καὶ τῆς Ἰθώμης καὶ τῶν περὶ αὐτήν, ὡς προέφην ἐντοῖς πρώην βιβλίοισ. Ἔγωγε ὁ ἄθλιος οὐκ οἶδα τὸν τούτης θάνατον· οἴ μοι, οἴ μοι τῷ ἀθλίῳ γενέτῃ! Καὶ τῇ κε- ῃ τοῦ Ὀκτωμβρίῳ ἀπεστάλην πρέσβυς πρὸς τὴν τῶν Ἑνετῶν ἀριστοκρατίαν, δουκὸς ὄντος ἔτι αὐτοῦ τοῦ Φραγκίσκου Φού σκαρι, ὑφ' ὧν εὐηργετήθην διὰ χρημάτων τε καὶ γραμμάτων. Καὶ τῇ- ῃ τοῦ Ἀπριλλίου ἐπανέστρεψα εἰς τὴν Πάτραν, θεοῦ καὶ μόνον βοηθείᾳ ἀλύξαμεν τὸ τῆς θαλάσσης κακόν, ὅπερ καθ' ὁδὸν ἡμᾶς εὗρε. 9. Τῷ δὲ Ἰουνίῳ τοῦ αὐτοῦ ἔτους παρέλαβεν ὁ ἀμηρᾶς τὴν Ἀθη- νῶν πόλιν. 10. Καὶ τῷ Ἰουλίου ἀπελθόντος τοῦ ἀμηρᾶ εἰς Ἄλβαν καὶ σχεδὸν ἁλώσας τὸ πλέον μέρος αὐτῆς, τέλει κακῶς ἐδιώχθη παρὰ τῶν ἐλθόντων εἰς βοήθειαν τοῦ Ἰάγκου δηλονότι καὶ Καπιστριανοῦ καὶ ἑτέρων ἐξοχω τάτων ἀνδρῶν· ὃς ἡττηθεὶς φεύγων ᾤχετο καὶ ὁ χρήσιμος ἐκεῖνος μπεηλέρμπεϊς ἀπέθανεν. XV. Καὶ τῷ# 22 ξε- ῳ ἔτει ὁ τοῦ τῆς Οὐγκρίας στρατοπέδου ἄρχων καὶ κυβερνήτης Ἰάγκος ἐτελεύτησεν, ἀλλὰ δὴ καὶ ὁ Καπιστριανός, ἔτι δὲ καὶ ὁ τῆς Σερβίας ἄρχων καὶ δεσπότης Γεώργιος ὁ Βοῦλκος ἐτελεύ τησε. Καὶ Μαΐῳ βʹ τοῦ αὐτοῦ ἔτους καὶ ἡ βασίλισσα ἡ γυνὴ αὐτοῦ ἀπέ θανεν· ἐν ᾗ σχεδὸν ἡμέρᾳ καὶ ὥρᾳ διέβη πρὸς τὸν ἀμηρᾶν ἡ θυγάτηρ 526 αὐτῆς ἡ ἀμήρισσα μετὰ τοῦ τυφλοῦ τοῦ πρώτου αὐτῆς ἀδελφοῦ καὶ τοῦ θείου αὐτῆς Θωμᾶ τοῦ Καντακουζηνοῦ, ἄρασα μεθ' ἑαυτῆς ἅπαντα τὸν βίον, ἤτοι περιουσίαν καὶ ὕπαρξιν κινητήν, φοβούμενοι διὰ τὸν βίον τῆς μητρὸς τὸν ἀδελφὸν καὶ τὴν νύμφην αὐτῶν. 2. Καὶ τῷ αὐτῷ ἔτει# 22 ξ- ῳ μηνὶ Νοεμβρίῳ ἀπέθανε καὶ αὐτὸς ὁ δεσπότης Λάζαρος· καὶ ὁ ἀμηρᾶς Μεεμέτησ τὸν αὐτοῦ μπεηλάρμπεϊν ἀπέστειλεν, ἵνα, εἰ δυνατὸν ἦν, μετ' εἰρήνης τὸ Σμεντόροβον καὶ πᾶσαν δὴ τὴν Σερβίαν μετ' εἰρήνης λάβῃ καὶ ἄλλον ἀντ' αὐτῶν δώσῃ τῇ γυναικὶ καὶ τοῖς τέκνοις αὐτοῦ δὴ τοῦ Λαζάρου, ὅπερ καὶ οὐ κατώρ θωσε τότε, εἰ μὴ μόνον τὸ Περιστέριν παρέλαβε προδοσίᾳ, κατὰ δέ τινα καιρὸν καὶ τὸ Σμεντόροβον καὶ τὸν ἄλλον τόπον καὶ τῇ βασιλίσσῃ ἔδω κε τάχα τινὰ κάστρη, ἅπερ ὁ ἀμηρᾶς ἐν τῇ Μποσθείᾳ κέκτητο. 3. Μαΐῳ δὲ ιε- ῃ τοῦ αὐτοῦ ἔτους ὁ ἀμηρᾶς παραγέγονεν εἰς τὴν Πελοπόννησον καὶ τὴν Κόρινθον καταλείψας στρατῷ περιεκύκλωσεν αὐ τὴν πολιορκῶν· αὐτὸς δὲ ἐλθὼν ἐν τῷ μέσῳ τοῦ τόπου καὶ πάντα τὰ ἐκεῖ σε, τὰ μὲν ᾐχμαλώτευσε, τὰ δὲ ἠφάνισε καὶ ἐνέπρησεν, ἐξαιρέτως δὲ τὴν Ἄκωβαν, τὸν Ἀετὸν καὶ τὰ Πενταχωρία. Κἀκεῖθεν ἐξελθὼν κατὰ τοῦ Μοχλίου ἐπέδραμεν, ὃ δὴ καὶ ὁ τότε ἐκεῖσε ἠγεμονεύων, ὀλίγον ἀντι σταθείς, εἶτα ἔδωκεν αὐτὸ μετ' εἰρήνης τῷ ἀμηρᾷ ὁ καλοκᾳγαθὸς Ἀσά νης Δημήτριος. 4. Καὶ τῷ Ἰουλίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους κἀκεῖθεν πάλιν ἐπιστρέψας ὁ ἀμηρᾶς εἰς Κόρινθον ἔπεσεν, ἣν δὴ καὶ δεδώκασιν αὐτῷ οἱ γενναῖοι ἄρχοντες ἄνευ ἀντιλογίας τινός, ὁ Ἀσάνης Ματθαῖος λέγω, ὁ γυναι καδελφὸς τοῦ δεσπότου κὺρ Δημητρίου, υἱὸς δὲ Παύ λου τοῦ Ἀσάνη, τὸ παλαιὸν καὶ νέον κακόν, καὶ ὁ Λουκάνης Νικηφόρος. Ὃ γέγονεν ἐν μηνὶ Αὐγούστῳ τῇ- ῃ. Ὧν ὁ μὲνεἷς ἡγεμόνευεν ἐν αὐτῇ, ὃς οὐδὲν ὤφελεν, ὁ δὲ Ἀσάνης ἦν ἀπεσταλ μένος σπουδῇ παρὰ τοῦ δεσπότου ἐν αὐτῇ, ὅπως χρηστοτέρως φυλάξῃ τὴν πόλιν· κἀκεῖνος δὲ συντομωτέρως παρέδωκεν αὐτήν. Οὐκ οἴδασιν, εἰ καὶ τὴν Κόρινθον ἔδωσαν, δῆλόν ἐστι κατὰ τὰ πράγματα, ὅτι ὥσπερ κεφαλὴ ἐν τῷ σώματι, τοιουτοτρόπως καὶ ἐν τῇ Πελοποννήσῳ ἥδε ἡ πόλις εἶχε. 5. Τάχα καὶ ὁρκωμοτικὰ εἰρήνης πεποιήκασι μετὰ καταστάσεως, ὅτι καὶ ὁ δεσπότης ὁ κὺρ Θωμᾶς τὴν Πάτραν δώσῃ μετὰ καὶ τῆς πε ριοχῆς αὐτῶν, ἔτι δὲ καὶ τὰ Καλάβρυτα καὶ ἁπλῶς πάντα, ὅσα ὁ μακα 528 ρίτης ὁ βασιλεὺς κὺρ Κωνσταντῖνος δεσπότης ὢν ἐν τῇ Πελοποννήσῳ εἶχεν. Ἅπερ δὴ ὡς ἤκουσεν ὁ δεσπότης κὺρ Θωμᾶς, ὁ αὐθέντης καὶ κύριος αὐτῶν, ἐν τῇ Μαντινείᾳ διαβιβάζων πανοικί, ἐλθὼν εἰς τὰ περὶ τῆς Τρύπης βουνά, ἔνθα δὴ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἦν καὶ οἱ ῥηθέντες καταστάται τῶν τοιούτων ἀξιεπαίνων ἔργων ἦλθον, καὶ ἄνευ συμβουλῆς ἢ ἀντιῤῥήσεως μὴ ποιήσας ἀναβολὴν οὐδεμίαν, ἀπέστειλε τὸν αὐτοῦ μέ γαν πριμικήριον τὸν Λάζαρον καὶ πάντα τὰ ῥηθέντα ἄστεα τῷ ἀμηρᾷ πα ρέδωκεν ὡς λάχανα κήπου. Τῇ δ' αὐτῇ σχεδὸν ἡμέρᾳ, ἐπεὶ ὁ ἀμηρᾶς ἦν ἀναγκαζόμενος ἐξελθεῖν τῆς Πελοποννήσου διά τινα αἰτίαν, καταλείψας Ἀμάρην, τὸν τοῦ Τουραχάνη υἱόν, ἵνα αὐτὰ λάβῃ ἀντὶ τοῦ ἀμηρᾶ, ὁ δ' ἐκεῖθεν διέβη. XVI. Τῷ δ' Ὀκτωμβρίῳ μηνὶ τοῦ# 22 ξζ- ου ἔτους ὁ ἀμηρᾶς ἀπο στείλας πρέσβυν πρὸς τὸν δεσπότην κὺρ Δημήτριον, αἰτῶν τὴν θυγα τέρα αὐτοῦ εἰς γυναῖκα, ἣν ἔσχεν ἐκ τῆς αὐτοῦ συζύγου, τῆς τοῦ Παύλου τοῦ Ἀσάνη θυγατρός, τοῦ πατρὸς Ματθαί ου20, εἰ δ' οὔ, μάχη ἀνὰ αὐτῶν ἔσεται. Ὁ δὲ περὶ τούτου συνοικεσίου πρέ σβυς ἐλθὼν καὶ πρὸς τὸν δεσπότην κὺρ Θωμᾶν, εἰς τὸν Ποντικὸν εὑρι σκόμενον, τοὺς ὅρκους τῆς ἀγάπης ἀπετέλεσε καὶ τὰ μὴ φθάσαντα ἄστεα δωθῆναι τῷ αὐθέντῃ αὐτοῦ ἔσχε κατὰ τὰς συμφωνίας, ὡς εἰρήκαμεν, καὶ ἀπῆλθε. 2. Τὸν δὲ Ἰαννουάριον μῆνα τοῦ αὐτοῦ ἔτους καὶ ὁ καλοκἀγαθὸς Λουκάνης Νικηφόρος ἢ μᾶλλον εἰπεῖν Πελοποννισιοφθόρος, λογιζόμε νος εἶναι τῶν πρώτων καὶ πιστῶν ἀρχόντων τοῦ δεσπότου κὺρ Δημη τρίου, καί τινες ἄλλοι σὺν αὐτῷ τῶν Ἀλβανιτῶν καὶ Πελοποννησιωτῶν, μὴ λογιζόμενοι, ὅτι, ἃ ἐπιμελοῦντο πρᾶξαι, εἰς κακίαν αὐτῶν πρόχειρον ᾠκονόμουν, ἔπεισαν τὸν δεσπότην κὺρ Θωμᾶν, ἵνα μάχην ἐγείρῃ κατὰ τοῦ ἀδελφοῦ αὑτοῦ καὶ κατὰ τοῦ ἀμηρᾶ ἐπανάστασιν ποιήσῃ καὶ φάγῃ τοὺς ὅρκους ὡς λάχανα, οὓς πρὸ ὀλίγου μετ' αὐτῶν ἐποίησεν. Καὶ ὁ ἄλ λος ἀγαθὸς ἀνὴρ Ἀσάνης ὁ Ματθαῖος διὰ τὸ πρὸς τὸν ἀμηρᾶν εἶναι ἀπε σταλμένος περὶ τοῦ εἰρημένου συνοικεσίου τοῦ ἀνὰ τῆς τούτου ἀνεψιᾶς καὶ τοῦ ἀμηρᾶ ταῦτα οὐκ ἐγίνωσκεν. 3. Ἐξελθόντος οὖν τοῦ δεσπότου κὺρ Θωμᾶ εἰς τὰς ἀρχὰς τοῦ Φε βρουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπὸ τῆς Ἀρκαδίας καὶ ἑνωθέντος μετὰ τῶν ἐργαζομένων κατ' αὐτοῦ ἢ καὶ μᾶλλον εἰπεῖν τὰ κατ' αὐτῶν, ὡς ὁ λόγος προϊὼν δηλώσει, παρέλαβον ἀπὸ μὲν τῶν Τουρκῶν τὰ Καλάβρυτα καὶ μόνον ἐκ τῶν ἄστεων, ὧν ἤλπιζον λαβεῖν, ἃ οἱ Τοῦρκοι κέκτηντο, ἀπὸ δὲ τοῦ δεσπότου κὺρ Δημητρίου, ἅπερ αὐτοὶ οἱ ἐργάται τῶν κακῶν ἡγεμόνευον, Καρύταιναν λέγω καὶ Ἅγιον Γεώργιον, Βορδόνιαν, Καστρίτζαν καὶ ἕτερά τινα, ἵνα αὖθις ἔχωσιν αὐτά, οὐχ ὡς πρώην ἐκυ βέρνουν, ἀλλ' ὡς αὐθένται ἴδιοι. Ἐκατώρθωσαν οὐδὲν ἄλλο οἱ φρόνιμοι καὶ 530 πρακτικοὶ καὶ γενναῖοι ἄρχοντες ἢ μόνον ὅτι ἔσχον κατ' αὐτῶν θεὸν τὸν τοῦ παντὸς ποιητὴν καὶ αὐθέντην τῶν ἐπὶ γῆς ἰσχυρότερον. Καὶ οὕτως τὸ σκάνδαλον ἐποίησαν ἀνὰ τῶν ἀδελφῶν καὶ αὐθέντων αὑτῶν, οὐκ ἐνθυμηθέντες οἱ ἄθλιοι τοῦ ἀψευδοῦς λογίου, ὅτι πᾶσα βασιλεία διαμερισθεῖσα καθ' ἑαυτὴν ἐρημοῦται, οὔτε τοῦ παροιμιώδους λόγου του πρὸς τοὺς δύο οὐδ' Ἡρακλῆς, ἀλλ' ἐπανέστησαν καὶ πρὸς τοὺς τρεῖς. Καὶ τούτων οὕτως προβάντων, πρῶτον μὲν ὁ θεὸς παρεῖδεν αὐ τούς· καὶ τί ἔπραττον, οὐκ ἐγίνωσκον, ἀλλ' ὡς τοὺς ἰχθύας τοὺς ἔσω τῆς σαγήνης ὄντας καὶ ἀγνοοῦντας, ὅτι πάντες μέλλουσιν ἕλκεσθαι εἰς γῆν, ἐν ὅσῳ ἕως τοῦτο γένηται, ἀλλήλως διώκονται καὶ ἁλίσκονται καὶ φθεί ρονται οἱ ἐλάττονες ὑπὸ τῶν μειζοτέρων, οὕτως καὶ οὗτοι.