Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon Macario Melisseno
Georgius PhrantzaMeli 542 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
542.1
νόχλητοι καὶ ἀδιάσειστοι παντελῶς ἀπό τε τῆς ἀπαιτήσεως τοῦ κομμερκίου, τοῦ δια 542 βατικοῦ καὶ τοῦ ποριατικοῦ παρά τε τῶν κατὰ καιροὺς εὑρισκομένων εἰς κεφαλὴν τῶν εἰρημένων κάστρων καὶ παρὰ τῶν ἐκεῖσε τὰ δημόσια διενεργούντων, ἐφ' αἷς δ' ἂν ποιῶσι πραγματείαις ἐν ἑτέροις τόποις τῆς βασιλείας μου γεννηματικαῖς τε καὶ λοι παῖς, εἴτε κατὰ ἀνατολὴν εἴτε κατὰ δύσιν, εἴτε ἐν νήσοις εἴτε κατ' ἤπειρον, ἔν τε κάστροις καὶ πανηγύρεσιν, εἴτε ἐν ἄλλοις τόποις. Ἔτι δὲ καὶ εἰς τὰς τῆς Πελοποννήσου ἁπάσας χώρας καὶ κάστρα τῆς βασιλείας μου γινομένας πανηγύρεις ὀφείλωσι διατη ρεῖσθαι μὲν καὶ ἀπὸ τῶν κεφαλαίων πάντων ἀνώτεροι, διατηρεῖσθαι δὲ καὶ παντελῶς ἀνενόχλητοι καὶ χάριν δώσεως κομμερκίου, μηδὲ ἕνεκεν ποριατικοῦ διδόντες τὸ τυχόν. Ὅθεν ὀφείλωσι διατηρεῖν αὐτοὺς εἰς τὴν τοιαύτην ἀνενόχλησιν καὶ δεφένδευσιν οἱ εἴς τε τὸ κομμέρκιον τῆς θεομεγαλύντου Κωνσταντινουπόλεως καὶ οἱ εἰς τὰς ἄλλας πάσας σκάλας καὶ χώρας καὶ κάστρα τῆς βασιλείας μου ἐνοχοποιούμενοι κατὰ καιρούς, ἀλλὰ δὴ καὶ πάντες, ὅσοι ἐπικρατῶσι κτήματα ἢ ζευγαλατεῖα ἢ κάστρα ὁρισμῷ τῆς βα σιλείας μου, εἴτε τῆς περιποθήτου μου Αὐγούστης εἰσὶν οὗτοι, εἴτε τοῦ ἐρασμιωτάτου μου υἱοῦ τῆς βασιλείας μου βασιλέως, εἴτε τῶν προσγενῶν ἀρχόντων τῆς βασιλείας μου καὶ τῶν λοιπῶν ἀρχόντων καὶ ἀρχοντοπούλων αὐτῆς, οὐδὲ αὐτοὶ ὀφείλωσι χάριν μαγειρίας ἢ ὀψωνίου ἢ ἄλλου τινὸς ζητήματος ἀπαιτεῖν τι ἐξ αὐτῶν ἢ ἄλλο τι ἐπά γειν αὐτοῖς ἐπιτίμιον καὶ ἐπιβλαβές. Ἀλλὰ καὶ αὐτοὶ οἱ κατὰ καιρὸν μέλλοντες ἔχειν τὴν ἐνοχὴν τῆς θεοδοξάστου Κωνσταντινουπόλεως ἀφέξωνται τελείως τοῦ ἐπά γειν ἐπήρειαν αὐτοῖς καὶ ἀπαίτησιν τὴν τυχοῦσαν ἢ ὀψωνίου ἢ μαγειρίας, ἢ συγκα ταλέγειν αὐτοὺς τοὶς λοιποῖς ἐποίκοις ταύτης ἐπὶ τὰς κατὰ καιροὺς γινομένας κοι νωφελεῖς ἴσως χρείας συγκροτήσεσιν, ἢ ἰδίως ὅλως ἀπαιτεῖν τούτους τῆς τοιαύτης συγκροτήσεως ἕνεκα· ἀλλ' οὐδὲ εἰς ἃς ἔχωσιν οὗτοι ὑποθέσεις, ἢ μετ' ἀλλήλων ἢ μεθ' ἑτέρων τινῶν, κριθήσωνται παρ' αὐτῶν, ἀλλ' ἐν τῷ σεκρέτῳ τῆς βασιλείας μου. Τῇ γοῦν ἰσχύϊ καὶ δυνάμει τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου τὰ κατὰ μέρος περὶ αὐτῆς διορίζεται, ἀπολαύσωσι ταύτης κατὰ τὸ ἴσον καὶ ὅμοιον τρόπον καὶ οἱ ἐξ ὀσφύος παῖδες καὶ ἀπόγονοι τούτων, μέχρι ἂν ἡ τοῦ γένους αὐτῶν διαρκῇ σειρά. Εἰς γὰρ τὴν περὶ τούτων ἁπάντων βεβαίωσιν ἀσφαλείας ἐγένετο καὶ ἐπεβραβεύ θη καὶ ἐπιχορηγήθη αὐτοῖς ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου, ἀπο λυθεὶς κατὰ μῆνα Νοέμβριον τῆς ἐνισταμένης ἰνδικτιῶνος ιε- ης, ʹ ωκε- ου ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. Ἀνδρόνικος ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ Ῥωμαίων, Δούκας Ἄγγελος Κομνηνὸς ὁ Παλαιολόγος. Τὸ παρὸν ἴσον ἀντιβληθὲν καὶ εὑρεθὲν κατὰ πάντα ἰσάζον τῷ πρωτοτύπῳ, καὶ ἐγράφη δι' ἀσφάλειαν. xviii. λοιπὸν κρατοῦντος τοῦ δεσπότου κὺρ Θω μᾶ τὴν Μονεμβασίαν παρὰ τῶν Μονεμβασιώτων αὐ τῷ δεδομένην, ὁ ἀμηρᾶς τὴν μὲν βασίλισσαν καὶ τὴν αὐτῆς θυγα τέρα, τὴν ἑαυτοῦ γυναῖκα, οἰκονομήσας ἔστειλεν εἰς Κωνσταντι νούπολιν μετά τινων τῶν αὐτοῦ καὶ τῶν αὐτῆς, τὸν δὲ δεσπότην εἶχε μεθ' ἑαυτοῦ. 2. Ἐλθόντος οὖν τοῦ ἀμηρᾶ ἐν τῇ Βορδονίᾳ, οἱ ἐκεῖσε γενναῖοι ἄρχοντες φοβηθέντες ἔφυγον ἀφέντες αὐτήν. Οἱ δὲ ἐν τῷ Καστρίτζι τά χα μέχρι τινὸς ἀντισταθέντες καὶ πολεμήσαντες, τέλος προσεκύνησαν 544 μετὰ συνηβάσεως, ἵνα μὴ ἀθετήσῃ τὰ ἑαυτῶν ἤθη καὶ νόμιμα· ὃς ὑπὲρ ταῦτα καὶ ἄλλας πλείστας χάριτας αὐτοῖς ἐπηγγείλατο. Καὶ κατελθόντες στεφθῆναι ὑπὲρ τῶν ἀν δραγαθημάτων αὐτῶν κατ' ἔθος, οὓς μὲν αὐτῶν ἐκαρατόμησεν, οὓς δὲ ὀβελοῖς ἀπέκτεινε, τὸν δὲ Προινοκοκκᾶν λεπίσας ἐτελείωσεν· ἄξιον τέ λος τῶν ἐργασιῶν καὶ πράξεων ἀπέλαυσαν. 3. Ἐλθόντος δ' αὐτοῦ δὴ τοῦ ἀμηρᾶ καὶ εἰς τὰ περὶ τὸ Λεοντάριν καὶ εὑρὼν αὐτὸ ἔρημον ἀνθρώπων, παρέλαβεν αὐτὸ διὰ τὸ τοὺς ἀν θρώπους φυγεῖν. Ἐν δὲ τῷ Γαρδίκι ὡς ἰσχυρότερον αὐτοῦ εἰσῆλ θον φυλαχθῆναι· ἔνθα πάλιν ὁ ἀμηρᾶς παρεγένετο πολιορκῶν καὶ αὐτὸ μέχρι τινός. Τέλος δὲ ἐδουλώθησαν μετὰ συνθήκης καὶ ὅρκου ἐπαγγειλάμενος αὐτοῖς, ἵνα μηδένα αὐτῶν ἐνοχλή σῃ ἢ θανατώσῃ ἢ αἰχμαλωτίσῃ· αὐτὸς δὲ τοὺς ὅρκους ἀθετήσας καὶ τῇ μνησικακίᾳ καὶ ὀργῇ κινούμενος ἔν τινι πεδίῳ μικρῷ συνάξας αὐτούς, πάντας δεσμεύ σασ, παρανάλωμα μαχαίρας σὺν γυναιξὶ καὶ παισὶ πεποίηκε. 4. Τοιουτοτρόπως καὶ οἵ ποτε προεστοὶ αὐτῶν οἱ Μπουχαλαῖοι ἔπα θον ἂν, εἰ μὴ ἔφθασεν ὁ μπερλεμπέης Μαχουμούτης· ἐξεζήτησεν αὐτοὺς διὰ τὸ τὴν γυναῖκα Μανουὴλ Μπουχάλη δυσεξαδέλφην εἶναι αὐτοῦ. Οἳ καὶ κακὰ ἀνταπέδωκαν αὐτῷ ἀντὶ τούτων· δοὺς γὰρ αὐτοῖς ἀνθρώπους, ἵνα μετὰ ἀνέσεως καὶ ἀναπαύσεως ἀπέρχωνται τὴν ὁδὸν τὴν φέρουσαν εἰς τὸν ἔξω τόπον, διερχόμενοι περὶ τὸν Ποντικόν, εὑρόντες πλεύσιμον καὶ δολίως ἀποκτείναντες τοὺς ἀπαγόντας αὐτοὺς ἀνθρώπους τοῦ μπερ λαμπέη καὶ ἐμβάντες εἰς τὸ πλεύσιμον, ἔφυγον εἰς Κέρκυραν κἀκεῖ θεν πάλιν εἰς Νεάπολιν· καὶ αὐτοὶ μὲν ἠλευθερώθησαν τῆς δου λείας ὁπωσδήποτε. 5. Ὁ δὲ πενθερὸς μὲν Μανουὴλ τοῦ Μπουχάλη, Γεώργιος ὁ Παλαιο λόγος, πρωτεξάδελφος δέ, ὡς προεδηλώσαμεν τῆς μητρὸς τοῦ μπερλεμπέη, βληθεὶς εἰς σίδηρα ἤγετο. Αὐτὸς γάρ, ὡς προείπομεν, φυγὼν ἐκ τοῦ Λεον ταρίου μετὰ καὶ τοῦ γαμβροῦ αὐτοῦ ἀπῆλθεν εἰς τὴν Σπάρτην εἰς δουλωσύνην τοῦ δεσπότου κὺρ Δημητρίου· πολέμου δὲ γεγονότος περὶ τὴν Βορδονίαν καὶ τὴν Τρίπην, κακῶς τρωθεὶς ἑάλω· καὶ ἀπήγαγον αὐτὸν δέ σμιον πρὸς τόν ποτε αὐθέντην αὐτοῦ τὸν δεσπότην κὺρ Θωμᾶν. Ὡς δὲ ἰάθη ἀπὸ τοῦ τραύματος, περιωρισμένου δὲ ὄντος καὶ φυλαττομένου ὁπω σδήποτε περὶ τὸ Δυῤῥάχιον, ἀπατήσας τοὺς φυλάσσοντας ἔφυγε καὶ πά λιν προσέρχεται τῷ δεσπότῃ κὺρ Δημητρίῳ· καὶ ἐν τῷ Ναυπλίῳ τὸν πλείο να καιρὸν διέτριβε διὰ τὸ τὴν γυναῖκα καὶ τὰ παιδία ὑπάρχειν ἐν τοῖς τῶν Ἑνετῶν. 546 χιχ. Τοῦ οὖν ἀμηρᾶ δουλώσαντος, ὡς δεδηλώκαμεν τὸ Λεοντάριν καὶ τὰ περὶ αὐτό, ἔτι δὲ καὶ τὸν Ἅγιον Γεώργιον, ταῦτα γὰρ ἰδὼν ὁ Κροκόντυλος ἢ μᾶλλον εἰπεῖν Κροκόδειλος οἰκειότερον, προσεκύνησε καὶ αὐτὸς τὸν ἀμηρᾶν, τὸ δὲ τοῦ Ἁγίου Γεωργίου κάστρον καὶ τοὺς δύο υἱοὺς αὐτοῦ δέδωκεν αὐτῷ. Αὐτὸς δὲ ἔλαβε χάριν τούτων τὸ ἐλωῒ ἢ μᾶλ λον εἰπεῖν τὸ ἠλὶ καὶ τὰ ἑξῆσ, τοῦτ' ἔστι θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες, ὡς εἰπεῖν μᾶλλον ἵνα τί μὴ καὶ αὐτὸν ἐγκατέλιπες τῶν προλεχθέντων κακῶν πρωτεργάτην. 2. Τούτων οὖν ἐκεῖσε γινομένων, ὁ δεσπότης κὺρ Θωμᾶς ἀφεὶς τὴν Καλαμάταν καὶ περάσας εἰς τὰ περὶ τὴν Κόσμαιναν καὶ τὸ Πεταλίδιν, εἰσελθὼν εἰς τὸν Ἀβαρῖνον κἀκεῖθεν εἰς τὸ Μαράθιν, προγενέστερος τῆς βασιλίσσης καταλειψάσης τὴν Ἀρκαδίαν κἀκεῖσε ἀπελθούσης μετὰ τῶν παιδίων αὐτῆς καὶ τῶν εὑρισκομένων ἐν τῇ Ἀρκαδίᾳ ἀρχόντων. 3. Ὡς δὲ ὁ ἀμηρᾶς παρέλαβεν αὐτά, ἀλλὰ δὴ καὶ τὴν Καρύταιναν παρὰ τοῦ Σγουρομάλλη Παλαιολόγου καὶ γυναικαδελφοῦ τοῦ μεγάλου Λουκάνη, ὃς προαπέθανεν εἰς ἀπόπατον διαβιβάσας τὴν ψυχήν, ὥς πο τε ὁ Ἄρειος ἔπαθεν, ἅμ' ἐγκάτοις, κατῆλθε περάσας εἰς τὰ περὶ τὴν Ἀνδροῦσαν καὶ Ἰθώμην. Καὶ λαβὼν αὐτὴν καὶ τὰ περὶ αὐτὴν πάντα, ἀπῆλθε θεάσασθαι καὶ τὴν Κορώνην· εἰτ' ἐκεῖθεν διέβη καὶ εἶδε καὶ τὴν Μεθώνην, εἶτα εἰς τὸν Πύλον, τὸν καὶ Ἀβαρῖνον. 4. Καθ' ἣν ἡμέραν καὶ ὁ δεσπότης κὺρ Θωμᾶς ἐξῆλθε τῆς Πελο ποννήσου· προητοίμασε γάρ τινα πλοιάρια καὶ ἐλθὼν ἐν τῷ λιμένι τῷ παρ' Ἰταλοῖσ καλουμένῳ Πόρτῳ Λόγκῳ, ἵνα ἐκεῖθεν εὐπλώϊμον και ρὸν εὑρὼν εἰς Κέρκυραν ἀπέλθῃ, ὃ δὴ γέγονε. Καὶ τῇ κη- ῃ τοῦ Ἰουλίου μηνὸς ἀπεσώθη εἰς Κέρκυραν. 5. Εὑρόντες δὲ καὶ ἡμεῖς πλεύσιμον ἀπαγόμενον ἐκεῖσε, ἐμβάντες τῇ ια- ῃ Ἰουλίου διὰ τὸ ἐπιγενέσθαι καὶ μετὰ τῶν ἄλλων κακῶν θανατι κὸν ἐν τῇ Μεθώνῃ, τῇ β- ᾳ τοῦ Αὐγούστου ἀπεσώθημεν εἰ Κέρκυραν, ἔχοντες τὸν σκοπόν, ἵνα ἀπέλθωμεν εἰς τὴν Κρήτην ἣ εἰς τὴν περὶ τὴν Θεσσαλονίκην Βεῤῥοίαν διὰ τὸ εἶναι κἀκεῖσε καλλίστην μονὴν εἰς ὄνο μα τοῦ ἁγίου Νικολάου, ἥνπερ ὁ τῆς μητρός μου πατὴρ ἀνήγειρεν ἐκ βάθρων. Τοῦ δὲ Ῥαοὺλ Γεωργίου καὶ τοῦ γαμβροῦ αὐτοῦ καὶ θυγατρὸς προαπελθόντων, ἐπαρώτρυναν καὶ τὸν ἀνεψιὸν αὐτοῦ τόν ποτε μελλογαμβρόν μου Νικόλαον τὸν Μελισσηνόν, αὐ τὸς δὲ πάλιν ἐμέ· ἔτι δὲ καὶ τοῦ δεσπότου μετὰ καὶ τῶν ἄλλων ἐκεῖσε παραγενομένου, ἀπήλθομεν χἠμεῖς προσμεῖναι ἐκεῖ, ἕως οὗ ἴδωμεν τὸ μέλλον. 6. Τοῦ δ' ἀμηρᾶ λαβόντος τὴν Ἀρκαδίαν κἀκεῖθεν διερχομένου εἰς τὰ κάτω μέρη τῆς Πελοποννήσου καὶ λαβόντος πάντα τὰ ἐκεῖσε, ἀλλὰ 548 δὴ καὶ τὸ ἰσχυρότερον Χλουμούτζιν καὶ Σανταμέριν, ἃ ἐκέκτηντό τινες τὸ ἐπίκλην μπεηλερμπεΐδες, καὶ αὐτοὶ φοβούμενοι εἴασαν πάντα κωφὰ καὶ ἀπῆλθον καὶ αὐτοὶ εἰς Κέρκυραν. Ὁ δὲ ἦλθε μέχρι καὶ Πάτρας κἀκεῖσε προσέμεινε. Καὶ τὰ Καλάβρυτα λαβών, ἔνθα ὁ ἡγεμονεύων οὔτε τοῖς δεσπόταις οὔτε τῷ ἀμηρᾷ ἐφύλαττε πίστιν, ἀλλ' οὐδ' εἰς θεόν, ὡς νομίζω, αὐτὸς μὲν ὁ ἀμηρᾶς ἔδωκε δίκην ἀξίαν αὐτῷ· ἐλέπισεν αὐτόν, οἱ δ' αὐτοῦ πάντες οἱ μὲν ἀπετμήθησαν τὰς κεφαλάς, οἱ δὲ αἰχμάλωτοι ἀπήχθησαν. Τὸ δὲ ἄστυ ὁ ἀμηρᾶς καλῶς ἀσφαλισάμενος καὶ παντὶ τό πῳ20 ἀφηρώσας, ἐγερθεὶς ἀπὸ τῆς Πάτρας διέβη εἰς τὰ περὶ τὸ Σαλμενί κον καὶ Λίστραιναν καὶ Βοστίτζαν· καὶ τὴν μὲν Βοστίτζαν καὶ Λίστραι ναν ἔλαβε, τὸ δὲ Σαλμενίκον ἐκράτησε μέχρι τινός τις Παλαιολόγος λε γόμενος τὸ ἐπίκλην Γραίτζας. 7. Τοῦ δὲ δεσπότου, ὡς εἴπομεν, πανοικὶ ἐλθόντος εἰς Κέρκυραν, προσῆλθον αὐτῷ καὶ γράμματα ἀπὸ τοῦ πράκτορος τοῦ Ἀγγελοκάστρου διαλαμβάνοντα οὕτως, ὅτι τῷ ἀμηρᾷ ὄρεξις ἦν προσελθεῖν αὐτῷ τις τῶν τοῦ δεσπότου ἀρχόντων καὶ γενήσηται συμβίβασις καὶ ἀγάπη ἀμφοτέ ροις καὶ δοθῇ παρ' αὐτοῦ τόπος μετά τινων συμφωνιῶν τῷ δεσπότῃ πρὸς τὸ ζῆν. Συνδιασκεψάμενος οὖν σὺν τοῖς αὑτοῦ ὁ δεσπότης, ἔδοξεν αὐτῷ καλὸν εἶναι, ἵνα ὁ μὲν Ῥάλησ Γεώργιος ἀπέλθῃ πρὸς τὸν ἀμηρᾶν, ὁ δὲ γαμβρὸς αὐτοῦ Ῥαοὺλ Γεώργιοσ ἀπέλθῃ πρὸς τὸν πάπαν, ἵνα ὁ μὲν καὶ ταῦτα καὶ τὴν εἰς Κέρκυραν τοῦ δεσπότου πλημμέλειαν δηλώ σῃ τῷ πάπᾳ, ὁ δὲ ἴδῃ καὶ μάθῃ, τί ὁ τοῦ ἀμηρᾶ σκοπὸς ὁ τοῦ λόγου. Οἳ καὶ ἀπῆλθον, ὁ μὲν τῇ θ- ῃ, ὁ δὲ τῇ ια- ῃ Αὐγούστου. 8. Θανατικοῦ δ' ἐπιγενομένου καὶ εἰς τὴν Κερκύρων πόλιν, ὁ δε σπότης καὶ ἡμεῖς ἀπήλθομεν ἐν τοῖς περιχωρίοις, ἐκδεχόμενοι καὶ τὰ τῶν πρεσβύτων ἀποτελέσματα. 9. Ὁ μὲν οὖν Ῥάλης Ἰωάννησ διελθὼν διὰ τοῦ Ἀγγελοκάστροἔφθασε τὸν ἀμηρᾶν εἰς τὰ περὶ τὴν Βεῤῥοίαν· καὶ εὐθὺς προστάξαντος αὐτοῦ, ὅ τε Ῥάλησ καὶ οἱ σὺν αὐτῷ πάντες ἐδεσμεύθησαν καὶ οἱ πόδες αὐτῶν ἠσφαλίσθησαν σιδήροις. Διαβιβάσαντες οὖν οὕτως δέσμιοι, μετά τινας ὁδοὺς ἡμερῶν εἰς τοὺς περὶ τοῦ Μαύρου Ὄρους βουνοὺς ἠλευθέρωσεν αὐτοὺς εἰπών, ὅτι ἐγὼ ἐκδεχόμην πλησίον τῆς Πελοποννήσου εὑρισκομέ νου μου ἐλθεῖν τὸν δεσπότην· ἢ στείλῃ τὸν υἱὸν αὐτοῦ μετὰ ἀρχόντων καὶ γένηται χάρις πρὸς αὐτὸν καὶ κάθηται καὶ ζῇ. Ἐπεὶ οὖν οὐδὲν γέγονε, πάλιν λέγομεν, γενηθήτω, εἰ θέλει, καὶ ἀπελθόντος σου ἐλθέτω ὁ δεσπότης, ἢ ἐξαποστειλάτω ἕνα τῶν παίδων αὑτοῦ, ᾧ καὶ ποιήσομεν χρηστά. 10. Ἐπιστρέψαντος δὲ τοῦ Ῥαοὺλ ἀπράκτου τῷ Ὀκτωμβρίῳ τοῦ# 22 ξθ- ου ἔτους καὶ τῇ ι- ῃ Νοεμβρίου ἐμβὰς ἔν τινι τῶν Κερκυραίων 550 πλοίων ὁ δεσπότης κὺρ Θωμᾶς μετὰ τῶν πλειόνων ἀρχόντων αὐτοῦ διέ βη εἰς τὸν Ἀγκῶνα, ἵνα ἐκεῖθεν πρός τε τὸν πάπαν καὶ τὸν δοῦκα Με διολάνων καὶ ἀλλαχοῦ ἀπέλθῃ, εἰς Κέρκυραν καταλείψας τήν τε βασί λισσαν καὶ τὰ παιδία αὑτοῦ καί τινας τῶν ἀρχόντων αὑτοῦ οἰκειακοὺς καὶ οἰκέτας τῶν αὐτῷ ἑπομένων. Οὗ δὴ κἀμὲ πολλὰ διορισαμένου καὶ ζητήσαντος ἵνα ἢ σὺν αὐτῷ ἀπέλθω, ἢ ἐν Κερκύρᾳ μετὰ τῆς βασιλίσσης μείνω, ἄρχων τοῦ ὁσπιτίου αὐτῆς, ἐγὼ δὲ διά τε τὸ ἔλεος τοῦ τὰ πάντα καλῶς οἰκονομοῦντος θεοῦ, διά τε τὴν λύπην ὧν ἐγέννησα, διά τε τὴν ἀταξίαν πάντων τῶν τοῦ οἴκου αὐτῶν ἀνήκοος ἐγενόμην εἰς τὰ ἀμφότερα, ἀλλ' ἐπιμείναντός μου καὶ ἑτέρῳ καιρῷ ἐν τῷδε τῷ χωρίῳ ὀνόματι Μο λυβατινά, ἐν ᾧ ἦμεν, ὅτε καὶ ὁ δεσπότης ἦν ἐν τῷ Χλομῷ διὰ τὸν φό βον τοῦ θανατικοῦ, ὡς δεδήλωται. 11. Καὶ μετὰ καιρὸν δὲ κάθισμα εὑρὼν τὸ εἰς ὄνομα τοῦ ἁγίου Ἠ λίου πλησίον τοῦ ἄστεως, ἀπελθόντος μου ἐκεῖσε κατῴκησα Σεπτεμβρίου ἕκτῃ τοῦ# 22 ο- ου ἔτους· κατέμενον μετὰ τῶν ἐμῶν καὶ μόνον ἐδεόμην τοῦ θεοῦ, ἵνα ἡμᾶς ἐλεήσῃ καὶ ἐξοικονομήσῃ ὑπὸ τῆς αὑτοῦ φιλανθρω πίας καὶ ἀγαθότητος. Διαβιβάσαντός μου οὖν ἐκεῖσε μῆνας πέντε καὶ πρός τινα καιρὸν οὐδὲν ἐνοήσαμεν ἀναπαυθῆναι μετὰ τῶν ἐχόντων τὸ τοιοῦτο κάθισμα· καὶ διὰ τὸ ἕξειν ἡμᾶς πλείονα τὸν πολυπλασιασμὸν τοῦ καλοκαγαθοῦ φίλου καὶ πνευματικοῦ πατρὸς Δωροθεοῦ, εὑρισκομένου αὐτοῦ εἰς τὴν μονὴν τῶν ἁγίων ἀποστόλων Ἰάσωνος καὶ Σωσιπάτρου, εὑρόντες καὶ ἡμεῖς ἀπὸ τῆς τάξεως τῶν τριάκοντα δύο ἱερέων τοῦ ἁγίου Νικολάου κάθισμα τὸ ἐπονομαζόμενον τοῦ Ταρχανιώτου, παρελάβομεν αὐτὸν Μαρτίου ιε- ῃ τοῦ# 22 ο- ου ἔτους· κατέμενον μετὰ τῶν ἐμῶν δηλονότι. 12. Ὁ δεσπότης κὺρ Θωμᾶς φθάσας εἰς τὸν Ἀγκῶνα κἀκεῖθεν εἰς τὴν Ῥώμην οὐδὲν ἄλλο κατώρθωσεν, εἰ μὴ ὅτι ἔδωκε τῷ πάπᾳ Πίῳ δευ τέρῳ ἐν τῷ β- ῳ ἔτει τῆς ἀρχιερωσύνης αὐτοῦ20 τὴν κεφαλὴν τοῦ λειψάνου τοῦ ἁγίου20 ἀποστόλου καὶ πρωτοκλήτου Ἀνδρέου· κἀκεῖνος αὐτῷ πρὸς τὸ μόλις ζῆν μετὰ τῶν αὐτοῦ ἐδωρήσατο τὴν μόνην καὶ ἀναγκαίαν τροφήν. 13. Ὡς οὖν εἶδον οἱ ὄντες μετ' αὐτοῦ ἄρχοντες καὶ οἱ ἄλλοι οἱ ἐν Κερκύρᾳ ἀπομείναντες ἤκουσαν μὴ εἶναι οὐδεμίαν ἐλπίδα βοηθείας, διεσκορπίσθησαν, οἱ μὲν ἔνθεν, οἱ δὲ κἀκεῖθεν, κλαίοντες τὴν δυστυχίαν αὑτῶν. Τότε δὲ καὶ ὁ ἀγαπημένος μοι ὑπὲρ υἱόν, ὅ ποτε μελλόγαμβρός μου Νικόλαος ὁ Μελισσηνός, ὁ τοῦ μεγάλου πρωτο στράτορος υἱὸς τοῦ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, εὑρὼν νῆαν ἐμπορικὴν Κρῆτα τοῦ Σο φολέου ὀνομαζομένου, ἐρχομένην ἐκ τῆς Ἑνετίας, ἐμβὰς ἐν αὐτῇ διέβη εἰς πόλιν Κυδωνίας ἐν τῇ Κρήτῃ τοῦ Ἀπριλλίου ια- ῃ# 22 ο- ου ἔτους, κλαύσαντες καὶ θρηνήσαν τες πρότερον ἡμεῖς περὶ τῆς στηρήσεως αὐτοῦ διὰ τὸ εἶναι αὐτὸν λιὰν καλὸν πρός με. Ἐκεῖ δὲ γυναικὶ συζευχθεὶς πρεσβύτερος ἐγένετο, καθὼς ὕστερον ἔμαθα καὶ ἐκ τῶν χειρῶν αὐτοῦ γράμματα ἔλαβον. 552 14. τοῦ δὲ δεσπότου κὺρ Θωμᾶ20 διαβιβάσαντος καιρόν τινα ἐν τῇ Ῥώμῃ ἔδοξεν αὐτῷ ἐπαναστραφῆναι πρὸς τὴν αὐθεντίαν τῶν Ἑ- νετῶν καὶ πάλιν ἐκεῖθεν εἰς τὸν Ἀγκῶνα, τῆς θυγατρὸς αὐτοῦ βασιλίσ σης τῆς Σερβίας ἐκεῖθεν ἀπελθούσης· καὶ διατρίψασα ἡμέρας τινὰς εἰς ἐπίσκεψιν αὐτῆς ἐκεῖνος μὲν ἐδιέβη πάλιν εἰς Ῥώμην, ἡ δὲ βασίλισσα διελθοῦσα ἀπῆλθεν εἰς Ἐπίδαυρον τὸν Ἰλλυρικόν. Ἡ δὲ μήτηρ αὐτῆςἡ βασίλισσα κακῶς διάγουσα ἐν Κερκύρᾳ, ἐλεηθεῖσα ὑπὸ τοῦ θεοῦ τῷ αὐτῷ ἑβδομικοστῷ ἔτει Αὐγούστῳ κ- ῃ ἀπέθανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ, Ἰάσωνος λέγω καὶ Σωσιπάτρου. 15. Ὁ δὲ τῶν ἀσεβῶν ἔξαρχος τῷ αὐτῷ δὴ ἔτει ἀπελθὼν κατὰ τοῦ Σφεντιάρη παρέλαβε τὴν ἐκείνου περιβόητον πόλιν Σινώπιον ὀνομαζο μένην, ὃ δὴ κἀγὼ ἐθεασάμην· οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸν ἄλλον ἅπαν τα αὐτοῦ τόπον παρέλαβεν, ἔτι καὶ τὴν Κερασοῦντα καὶ τὴν Τραπεζοῦν τα ἀπὸ τῶν χειρῶν Δαβὶδ τοῦ Κομνηνοῦ τοῦ ἐκεῖσε τότε βασιλεύοντος καὶ ἅπασαν τὴν περίχωρον αὐτῶν, τοῦ βασιλέως Τραπεζοῦντος λέγω καὶ πάντων σχεδὸν τῶν ἐκεῖσε ἀτύχων καὶ ἀνωφελεστάτων αὐθέν των καὶ ἀρχόντων, οὓς ἐξελὼν ἐκεῖθεν κατῴκισεν αὐτοὺς ἐν τῇ Ἀνδρια νουπόλει, ἔνθα δὴ καὶ ὁ τῆς Πελοποννήσου20 αὐθέντης ἦν ὁ δε σπότης κὺρ Δημήτριοσ, ᾧ καὶ δέδωκεν ἔχειν εἰς ζωάρκειαν αὐ τοῦ καὶ τῶν αὐτοῦ τὴν μεγάλην Αἶνον, τὴν Λῆμνον, τὴν Ἴμβρον καὶ τὴν Σαμοθράκην. Τῷ δὲ τῆς Τραπεζοῦντος βασιλεῖ τῷ Κομνηνῷ κὺρ Δαβὶδ χωρία τινὰ δώσας ἐπὶ τὸ Μαῦρον Ὄρος κατώκισεν αὐτόν· ὃν δὴ καὶ μετά τινος χρό νου μικροῦ παραδρομήν, εὐρὼν τάχα κατ' αὐτοῦ αἰτίαν τινὰ οὐκ ἀληθῆ, πάντα τὰ ἐαυτοῦ ὑπάρχοντα ἀφείλετο κἀκεῖνον πνιγμῷ ἐτελείωσε. 16. Τῷ δὲ ἔαρι τοῦ αὐτοῦ ἔτους διέβη ὁ ἀμηρᾶς εἰς τὴν Μεγάλην Βλαχίαν καὶ ἐδιόρθωσε τὰ κατ' αὐτὴν ἐκεῖσε ἐνεργούμενα.

Intertext edge

Open linked passage

Note