Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
572.1
νῦν δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ καὶ ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ ὢν τοῖς κόλποις τοῦ πατρὸς καὶ ὁ ἦν ἀπ' ἀρχῆς. Ἀπόστολος· ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, δι' οὗ καὶ τοὺς αἰῶνας ἐ ποίησε. Παροιμιῶν· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων τῶν βουνῶν γεν νᾷ με. Εὐαγγελίου· ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω καὶ ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον. φῶς ἐκ φωτόσ· εὐαγγελίου· ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς καὶ ἦν τὸ φῶς ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Δαβίδ· ἐν τῷ φωτί σου ὀψώμεθα φῶς. Παῦλος· ὃς ὢν ἀπαύγασμα τῆς δόξης. θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ20· τοῦ ἠγαπημένου· οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χρι στῷ. Εὐαγγελίου· ἐγώ εἰμι ἡ ἀλήθεια. Παῦλος· κατὰ τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. γεννηθέντα· Παροιμιῶν· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Εὐαγγέλιον· ἐγὼ εἰς τοῦτο ἐλήλυθα καὶ εἰς τοῦτο γεγέννημαι. Ὁ ἠγαπημένος· ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. οὐ ποιηθέντα· γεγήννεται γάρ, οὐ πεποίηται μετὰ τῶν κτισμάτων, ὅτι αὐ τὸς πάντων ποιητής. Παῦλος· δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Τῆς σοφίας· ὁ ποιή σας τὰ πάντα ἐν λόγῳ σου. ὁμοούσιον τῷ πατρί20· εὐαγγελίου· ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν καὶ οὐκ οἴδατε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ καὶ ὁ ἑωρακώς με ἑώρακε τὸν πατέρα. Παύλου· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ καὶ ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. δι' οὗ τὰ πάντα ἐγένετο· Παύλου· δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε καὶ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάν τα ἐν αὐτῷ συνέστηκεν. Εὐαγγελίου· πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγέ νετο οὐδὲ ἕν, ὃ γέγονε. Παροιμιῶν· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Τοῦτο δὲ τὴν ἐν τῷ πατρὶ μαρτυρεῖ τῆς ζώσης σοφίας αὐτοῦ πρὸ αἰώνων καὶ ἀκίνητον ἵδρυσιν, ὡς καὶ τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργον αὐτοῦ τὴν ἐνανθρώ πησιν προσημαίνει, δι' ἧς τὰ μεγάλα ἔργα τῆς σωτηρίας ἡμῶν κατειργάσατο ὕστερον· ὡς καὶ τὸ ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν τὰ ἑξῆς ἔργα δηλῶνκαὶ τὸ πάντα ἐν σοφίᾳ ἐποίησας καὶ τὸ ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου. Τὸ δὲ Κύ ριος ἔκτισέ με φησὶ καὶ ἀντὶ τοῦ κτίζειν καὶ δημιουργεῖν τὰ ἔργα αὐτοῦ δι' ἐμοῦ τῆς σοφίας αὐτοῦ εὐδόκησε. Καὶ ὁ Δαβὶδ τοῦτο μαρτυρεῖ· τῷ λόγῳ Κυρίου οἱ οὐ ρανοὶ ἐστερεώθησαν. Καθαρωτέρως καὶ τὴν διὰ σαρκὸς αὐτοῦ ἐπιφάνειαν τὸ Κύ ριος ἔκτισέ με διδάσκει, ὡς ἔφημεν. τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπουσ· Παύλου· τὰ γὰρ πάντα δι' ἡμᾶς καὶ εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τὶς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο καὶ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν καὶ ἐπεὶ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. 574 καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν· Ἡσαΐου· οὐκ ἄγγελος, οὐ πρέ σβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς. Παύλου· περὶ ἧς σωτηρίας ἐξεζήτησαν. Εὐαγγελίου· οὐκ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον καὶ ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ καὶ ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστὶ καὶ οὗ τός ἐστιν ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός. κατελθόντα ἐκ τῶν οὐρανῶν· Παύλου ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς. Εὐαγγελίου· ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Παύλου· ὁ γὰρ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρ θένου20· Ἡσαΐου· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν. Εὐαγγελίου καὶ πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Μὴ φοβοῦ, Μαριάμ· ἰδοὺ συλλή ψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν· πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπι σκιάζει σοι· καὶ πρὸς τὸν Ἰωσήφ· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Παῦλος· ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὑτοῦ γεννώμενον ἐκ γυναικὸς καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. καὶ ἐνανθρωπήσαντα· Παῦλος· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ εἷς θεὸς καὶ πατὴρ πάντων, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. Εὐαγγέλιον· ὅτι υἱὸς ἀνθρώπου ἐστί, μὴ θαυμάζετε τοῦτο καὶ ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὑτοῦ. σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου20· Παῦλος· παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Κυρίου Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν. Εὐαγγελίου· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον. Παύλου· καὶ ὅτι ἐσταυρώθη καὶ ὅτι ἐτά φη καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς. καὶ παθόντα καὶ ταφέντα· Μωϋσέως· καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου. Ἡσαΐου· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας. Δαβίδ· ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος. Ζαχαρίου· τὶ αἱ πληγαὶ αὗται ἀναμέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ ἃς ἐπλήγην ἐν τῷ οἴκῳ ἀγα πητῷ μου. Εὐαγγελίου· ὅτι ἔδει οὕτως παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ. Εὐαγγελίου· καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐτύλιξεν αὐτὸ σινδόνι κα θαρᾷ καὶ ἔθηκεν αὐτὸ ἐν μνημείῳ καινῷ, ὃ ἦν λελατομημένον ἐκ πέτρας καὶ ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν· ἦν δὲ ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη, κῆπος καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη. καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάσ· εὐαγγελίου· ἀναστὰς ὁ Ἰησοῦς πρωῒ τῇ πρώτῃ σαββάτων καὶ τρίτην ἡμέραν ἄγει σήμερον, ἀφ' οὗ ταῦτα ἐγένετο καὶ ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν μαθη 576 τῶν καὶ λέγει εἰρήνη ὑμῖν καὶ μνήσθητι, Κύριε, ὡς ἐλάλησεν ἡμῖν ἐν τῇ Γαλιλαίᾳ λέγων, ὅτι δεῖ τὸν υἱὸν ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δε ξιῶν τοῦ πατρόσ· εὐαγγελίου· ὁ μὲν οὖν κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελή φθη εἰς τοὺς οὐρανοὺς καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς· διέστη ἀπ' αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νε κρούσ· Πράξεων· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗ τος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν οὗτος ἐλεύσεται πάλιν, ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀνερχόμενον εἰς τὸν οὐρανόν. Εὐαγγελίου· καὶ τότε ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Πράξεων· οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆ ναι αὐτὸν ἐκ νεκρῶν· καὶ πάλιν παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Δανιήλ ἐθεώρουν, ἕως οὗ θρόνοι ἐτέθησαν καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθισε καὶ ἰδοῦ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ νεφελῶν ἐρχόμενος καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθα σε καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ ἐξουσία. οὗ τῆς βασιλείας οὐκ ἔσται τέλοσ· Δανιήλ· καὶ ἡ βασιλεία αὐτοῦ αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑποληφθήσεται. Εὐαγγελίου· Καὶ βα σιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Τὸ ἐφεξῆς ἐντεῦθεν τοῦ ἱεροῦ συμβόλου ἡ δευτέρα ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἀπήρτισεν. καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον· εὐαγγελίου· βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Ὅταν ἔλθῃ ὁ παράκλη τος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου. Δαβίδ· τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. τὸ κύριον· Παῦλος· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν Ὅτι δὲ πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία καὶ ἵνα τί ἐψεύσω τὸ πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώ ποις, ἀλλὰ θεῷ. τὸ ζωοποιοῦν· εὐαγγελίου· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφε λεῖ οὐδέν. Δαβίδ· ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Μωϋσῆς· καὶ ἐνέπνευσεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοῆν ζωῆς. Ἐζεκιήλ· υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὸ πνεῦμα· καὶ ἦλθεν ἐπ' αὐτὰ καὶ ἔζη σαν. τὸ ἐκτοῦ πατρὸς ἐκπορευόμενον· εὐαγγελίου· ὅταν ἔλθῃ ὁ παρά κλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρα νοὺς καὶ τὸ πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ' αὐτόν. Παῦλος· καὶ ἡμεῖς δὲ 578 οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ θεοῦ. Δαβίδ· τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Πέτρος ἐκ τῶν Πράξεων· τὴν ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος ὁ υἱὸς λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεε τοῦτο, ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. Παῦλος πρὸς Τῖτον· ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξα ζόμενον· εὐαγγέλιον· βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ οὐδεὶς γινώσκει τὰ τοῦ οὐρανοῦ εἰ μὴ τὸ πνεῦμα τὸ κατοικοῦν ἐν αὐτῷ καὶ τὰ τοῦ θεοῦ οὐδεὶς εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ. Καὶ ἐν τῷ Ἡσαΐᾳ καὶ Ἐζεκιὴλ οἱ ἄγγελοι· ἅγιος, ἅγιος, ἅγιος Κύριος σαββαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ, δηλονότι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τοῦ μόνου ἐν τριάδι θεοῦ. τὸ λαλῆσαν διὰ τῶν προφητῶν· Ζαχαρίου· καθὼς ἐλάλησε διὰ στό ματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν. Τῆς θεοτόκου· καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐ τοῦ ἕως αἰῶνος. Πράξεων· τοῦτο πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρ τιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν καὶ ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος πάντων τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ. Εὐαγγελίου· εἶπε Δα βὶδ ἐν πνεύματι ἁγίῳ· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου. Πράξεων· καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος, οὗ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαν τες πνεύματος ἁγίου καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παῤῥησίας. Τῆς Ἐξό δου· καὶ ἐπλήθησαν πνεύματος ἁγίου καὶ προεφήτευον ἐν τῇ παρεμβολῇ. εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν· ὡς καθολικαὶ ἐπιστολαὶ αἱ ἑπτὰ ὡς εἰς πάντας πιστοὺς γραφεῖσαι κοινῶς, οὕτω καὶ καθολικὴ ἐκκλησία ἡ πάντων ὀρθοδόξων γέγραπται. Παύλου· ὁ ποιήσας τὰ ἀμφό τερα ἕν, εἷς κύριος, μία πίστις, ἓν βάπτισμα καὶ ἀδελφοὶ ἅγιοι καὶ ἐποικοδομηθέν τες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ τοῦ Χρι στοῦ καὶ μέλη ἐκ μέρους· καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀπο στόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους καὶ ἵνα οἰκοδομῆται ἡ ἐκκλη σία καὶ ὑμεῖς ἐστὲ ναὸς θεοῦ ζῶντος καὶ εἰς καταρτισμὸν τῆς ἐκκλησίας καὶ ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας. ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· Παύλου· ὁμολό γησον τὴν καλὴ ὁμολογίαν καὶ καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εὐαγγελίου· βα πτίζοντες αὐτοὺς εἰς ἄφεσιν ἁμαρτιῶν· βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. 580 προσδοκῶ ἀνάστασιν νεκρῶν· Πράξεων· περὶ ἐλπίδος καὶ ἀνα στάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ἡσαΐου· ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις. Πράξεων· ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἐκδέχεται. Εὐαγγελίου· ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται. καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνοσ· Εὐαγγελίου· ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Πράξεων· διαλεγομέ νου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσε σθαι. Ἡσαΐου· πατὴρ τοῦ μέλλοντος αἰῶνος. Εὐαγγελίου· ἐγὼ ζῶ καὶ ὁ τρώγων με ζήσεται δι' ἐμέ καὶ ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Ἀμήν· τὸ δὲ ἀμὴν παντὸς τοῦ ἱεροῦ συμβόλου ἐστὶ βεβαιωτικὸν καὶ σφραγὶς καὶ οἷόν τις κλεῖς ἀποκλείουσα τοὺς ἔξωθεν καὶ φυλάττουσα ὡς ταμείῳ τινὶ καλλί στῳ τῆς ἐκκλησίας τὸν τῆς πίστεως θησαυρόν, ἵνα μή τίς τι ἐκ τούτου ἀφέληται ἢ νόθον τι ἐπεισάγῃ. Αὐτὸ τὸ θεῖον καὶ ἱερώτατον καὶ τέλειον πάντοθεν τῆς εὐσεβείας ἡμῶν ση μεῖον, ὁμολογίαν τῶν πατέρων, τὸν ὅρον τῆς ἀληθοῦς πίστεως, ἐνστερνιζόμενοι καὶ ἀσπαζόμενοι ταῖς ψυχαῖς καὶ τῇ γλώττῃ καὶ χείλεσι μετὰ παῤῥησίας ὁμολογοῦντες τὴν ἀσινῆ ἐν αὐταῖς καὶ ἀκίβδηλον καὶ ἀπαράθραυστον πάντῃ ὡς θεοφορήτων καὶ θεο δοξάστων καὶ θεοκινήτων πατέρων ἱερὰν παραθήκην μέχρι τέλους φυλάξωμεν, ἵνα ταῖς πρεσβείαις τῶν ἐκθεμένων αὐτὸ καὶ φυλαξάντων ἁγίων καὶ τῶν πρὸ αὐτῶν, ἐξ ὧν τὴν γνῶσιν οὗτοι τοῦ συμβόλου παρέλαβον, καὶ πάντων ὁμοῦ τῶν ἁγίων, τῶν ἱερῶν ἀγγέλων λιταῖς καὶ τῆς τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ Ἰησοῦ Χριστοῦ ἀεὶ παρθένου μητρός, τῆς μόνης παναγίας καὶ ἀληθῶς θεομήτορος, ὡς δῶρον καθαρὸν τὴν καλὴν ταύτην ὁμολογίαν προσενεγκότες τῇ τριάδι, τῆς τε αἰωνίου ἐλευθερωθῶμεν κολάσεως καὶ τῆς διαιωνιζούσης σὺν Χριστῷ ἀπολαύσωμεν θείας αὐτοῦ τοῦ Χριστοῦ βασιλείας καὶ δόξης καὶ ἀπολαύσεως, αἰωνίως αὐτὸν τὸν Χριστὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος δοξάζοντες σὺν τῷ προαιωνίῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ πνεύματος. Ἀμήν. Ἐπακολουθῶν οὖν ἐγὼ τῇ ὁμολογίᾳ ὡς χρὴ ποιεῖν τοὺς τὸ μοναχικὸν σχῆμα λαμβάνοντας εἶπον οὕτως ἔτι. Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ μὴ κτίσμα εἶναι, οὐδ' ὑπὸ χρόνον κατὰ τὸν ἄφρονα Ἄρειον, ἀλλ' ὁμοούσιον καὶ συναΐδιον τῷ θεῷ καὶ πατρί, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, ποιητὴν χρόνων καὶ τῶν κτισμάτων πάντων, ὕστερον δὲ σαρκωθέντα δι' ἡμᾶς ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου. Πιστεύω τὸ πνεῦμα τὸ ἅγιον μὴ κτίσμα εἶναι μηδὲ ἑτερούσιον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ὡς ὁ Μακεδόνιος ὁ κενὸς τῆς αὐτοῦ χάριτος ἐβλα 582 σφήμει, ἀλλὰ θεὸν ἀληθινὸν ὁμοούσιον καὶ συναΐδων τῷ πατρὶ καὶ τῷ υἱῷ, ἐκ τοῦ πατρὸς προιὸν ἐκπορευτῶς, ὥσπερ ὁ υἱὸς ἐξ αὐτοῦ γεννητῶς. Πιστεύω μὴ ἄλλον εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸν προαιώνιον, ἕτερον δὲ τὸν ἐκ τῆς παρθένου γεννηθέντα Ἰησοῦν Χριστόν, ὡς ὁ ἄφρων Νε στόριος ἐβλασφήμει, ἀλλὰ τὸν ἐξ αὐτῆς γεννηθέντα δύο μὲν εἶναι μετὰ τὴν ἕνωσιν φύσεις, ἕνα δὲ τῇ ὑποστάσει τῇ θεϊκῇ δηλονότι, διὸ καὶ τὴν αὐτὸν τεκοῦσαν κυρίως καὶ ἀληθῶς θεοτόκον εἶναι καὶ οὐ Χριστοτόκον κατ' ἐκεῖνον τὸν ἄφρονα. Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ μετὰ τὴν ἐνανθρώπησιν καὶ ἕνωσιν μὴ εἰς μίαν φύσιν τὰς δύο συνάψαι κατὰ τοὺς ἄφρονας Διόσκορον καὶ Εὐτυχῆ, οἳ τῇ θειότητι τὰ πάθη προσῆπτον, ἀλλ' ἐν δύο φύσεσι μετὰ τὴν ἕνωσιν ἀσυγχύτως γνωριζόμενον· καὶ ἔτι μήτε τέλος εἶναι κολάσεως μήτε ἀποκατάστασιν δαιμόνων κατὰ τὸν ἄφρονα Ὠριγένην. Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τὴν ἐνανθρώπησιν οὐχ ἓν θέλημα ἔχειν φυσικὸν καὶ μίαν ἐνέργειαν κατὰ τὸν Ῥώμης Ὁνόριον καὶ Πύῤῥον τὸν ἄφρονα, ἀλλὰ δύο θελήσεις καὶ δύο ἐνεργείας, θεϊκὴν δηλαδὴ καὶ ἀνθρωπίνην ἐνέργειαν καὶ θέλησιν καὶ μηδετέραν τῶν φύσεων ἀθέλητον εἶναι ἢ ἀνενέργητον. Πιστεύω εἰς τὰς εἰκονικὰς ἀνατυπώσεις, ἤγουν εἰς τὸν χαρα κτῆρα τὸν ἐν εἰκόνι περιγραπτὸν τοῦ Κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς πανά γνου καὶ θεοτόκου αὐτοῦ μητρὸς καὶ πάντων τῶν ἁ γίων, σχετικῶς οὐ λατρευτικῶς, προσκυνουμένας οὐ θεοποι ουμένασ, ἀσπάζεσθαί τε καὶ τιμᾶν τὴν ἐκκλησίαν τοῦ θεοῦ, οὐ τῇ ὕλῃ τὸ σέβας, ἀλλὰ τῷ πρωτοτύπῳ ἀπονέμουσαν· ἡ γὰρ τιμὴ τῆς εἰκό νος εἰς τὸ πρωτότυπον διαβαίνει κατὰ τὸν μέγαν Βασίλειον, ὡς ἀντί τυπος οὖσα τῶν πρωτοτύπων. Πιστεύω μήτε ἀνενέργητον εἶναι τὴν θείαν φύσιν καὶ ἐνεργειῶν οὐσιωδῶν ἔρημον, μήτε αὐτὸν εἶναι οὐσίαν καὶ ἐνέργεια ἐπ' ἐκείνης, μή τε κτιστὰς εἶναι ταύτας κατὰ τοὺς ἄφρονας Βαρλαὰμ καὶ Ἀκίνδυνον, ἀλλὰ καὶ ἐνεργείας θείας οὐσιώδεις καὶ ἑτέρας εἶναι ταύτας παρ' αὐτὴν τὴν οὐσίαν καὶ ἀκτίστους εἶναι καὶ λεγομένας θεότητας. Ὁμολογῶ βεβαίως τὸ πνεῦμα ἅγιον οὐκ ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι ἅμα κατὰ τοὺς Ἰταλούς, ἀλλ' ἐξ αὐτῆς τῆς ὑποστά σεως τοῦ πατρὸς ἑνικῶς, ὥσπερ ἀμέλει καὶ αὐτὸς ὁ υἱὸς ἐξ αὐτῆς τῆς ὑποστάσεως τοῦ πατρὸς ἑνικῶς γεννᾶται, πέμπεσθαι παρὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα, οἷον αὐτὴ ἡ χάρις καὶ ἡ δωρεὰ αὐτοῦ δίδωσι. XXIII. Καὶ οὕτως τῷ φθινοπώρῳ τοῦ# 22 οζ- ου ἔτους ἀπῆλθεν ἡ βασίλισσα κυρὰ Ἑλένη ἡ Παλαιολογῖνα, τοῦ δεσπότου τῆς Σερβίας γυ νή, πρὸς τὴν αὐθεντίαν τῶν Ἑνετῶν, ἐγκαλοῦσα τοὺς κλέψαντας τὸν βίον αὐτῆς ἐν Κερκύραις. 584 2. Καὶ τῷ ἔαρι τοῦ αὐτοῦ ἔτους ἐγένοντο σεισμοὶ πολλοὶ καὶ με γάλοι εἴς τε τὴν Ἁγίαν Μαύραν καὶ Κεφαληνίαν καὶ Ζάκυνθον· καὶ πολλοὶ οἰκοδομαὶ ἐχάλασαν τῶν ἐν αὐταῖς ταῖς πόλεσι κώμαις τε καὶ τό ποις οἰκούντων, ἄστεα τε καὶ τείχη. Τὸ δὲ τῆς Κεφαληνίας πτολίεθρον παντελῶς ἐχαλάσθη καὶ πολλοὶ τῶν ἀνθρώπων τεθνήκασι.