Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
586.1
7. Τὸν δὲ ῥηθέντα ναυάρχην Νικόλαον δὰ Κανάλην πιάσας, στεί λαντες ἕτερον ναυάρχην τοὔνομα Μοκενίκον, τὸν δέ ποτε ναυάρχην Νι κόλαον καὶ τὸν υἱὸν αὐτοῦ καὶ γραμματικόν, ἐπεὶ ἐπίασεν ὁ εἰρημένος Μοκενίκος τὸ γένος, τοὔνομα δὲ Θωμᾶς, ἔθηκεν αὐτοὺς χειροπέδαις σιδηραῖς καὶ δεσμεύσας ἀπέστιλεν εἰς Ἑνετίαν πρὸς τὴν αὐθεντίαν, ἤτοι ἀριστοκρατείαν αὐτῶν ἐν τῇ ἀρχῇ τοῦ φθινοπώρου τοῦ# 22 οθ- ου ἔτους. 8. Ἐν ᾧ δὴ χρόνῳ καὶ ὁ δεσπότης κὺρ Δημήτριος τέθνηκεν ἐν Ἀνδριανουπόλει μοναχὸς γεγονώς, ὃς ἐπωνομάσθη Δαβίδ. Καὶ πρὸ τῆς θανῆς αὐτοῦ ὀλίγῳ χρόνῳ ἀπέθανεν ἡ θυγάτηρ αὐτοῦ ἡ ἀμήρισσα· ἡ δὲ γυνὴ αὐτοῦ ἡ βασίλισσα τέθνηκε μετά τινα ὀλίγον καιρὸν τῆς θα νῆς αὐτοῦ. 9. Τῇ δὲ κ- ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ# 22 π- ου ἔτους περιέπεσα ἐν ἀσθενείᾳ τοσαύτῃ, ὥστε καὶ ἐγεγόνειν τέλειος μοναχὸς τοῦ μεγάλου σχή ματος μὴ ἐννοήσας τὸ τυχόν. 10. Περὶ δὲ τὸ φθινόπωρον τοῦ# 22 πα- ου ἔτους ἐπαναστρέφων ἐκ τοῦ τῆς Φραγκίας ῥηγὸς καὶ τοῦ δουκὸς τῆς Βυργυντίας ὁ καρδινάλις κὺρ Βησσαρίων, ἀπεσταλμένος ὢν παρὰ τῆς ἐκκλησίας πρὸς τὸ εἰρηνεῦσαι αὐτούς, καὶ καθ' ὁδὸν τῇ ιε- ῃ τοῦ Νοεμβρίου τέθνηκε· τὸ δὲ σῶμα, ἤτοι λείψανον αὐτοῦ20, ἐκόμισαν εἰς τὴν Ῥώμην μετὰ πλείστης τιμῆς καὶ ἔθαψαν αὐτὸν ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ὅπου δὴ καὶ προκατέμενε καὶ τὸν τάφον αὐτοῦ προητοίμασαν πλησίον τοῦ τάφου τῆς ἁγίας Εὐγε νείας τῆς ὁσιομάρτυρος. 11. Περὶ δὲ τὸ ἔαρ τοῦ αὐτοῦ ἔτους ἐξῆλθε καὶ ὁ Ζουχασάνης κατὰ τοῦ τόπου τοῦ ἀμηρᾶ. Μεεμέτη καὶ διέδραμε τόπους τινὰς αὐτοῦ εἰς τὴν Ἀνατολήν, ἤτοι τὴν Ἀσίαν. Ἐξελθὼν δὲ καὶ ὁ ἀμηρᾶς ἀπὸ τῆς Κωνσταντινουπόλεως ἀπῆλθε κατ' ἐκείνου μετὰ πάσης τῆς δυνάμεως αὑ τοῦ· καὶ ἐν τῇ ἀρχῇ πλησιάσαντες ἡττήθη τὸ τοῦ ἀμηρᾶ στρατόπεδον παρὰ τοῦ Ζουχασάνη, ὅπερ κατ' ἐκείνου ἐξῆλθεν. Ἐκεῖ δὲ ἀπεκτάνθη ὁ μπεηλάρμπεϊς ὁ Παλαιολόγος ὅ ποτε υἱὸς Παλαιολόγου Θωμᾶ τοῦ Γίδου ἐκείνου, μπεηλάρμπεϊς ὢν τῆς Δύσεως καὶ πολλοὶ ἄλλοι τῶν ἐν τῇ Δύ σει ἀρχόντων καὶ ἡγεμόνων. Εἶτα ἐξελθόντος κατὰ πρόσωπον τοῦ ἀμηρᾶ, ἐνικήθη καὶ ἐπιστρέψας ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ πόλιν, ὁμοίως καὶ ὁ ἀμηρᾶς εἰς κωνσταντινούπολιν. 12. Περὶ δὲ τὸ τέλος τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους παρέλαβεν ἡ γερουσία τῶν Ἑνετῶν, ἤτοι ἡ αὐθεντία, κάστρον τι τὸ λεγό- μενον στροβόλιν τὸ πλησίον Κερκύρας. 588 13. Τῇ δὲ ζ- ῃ τοῦ Νοεμβρίου μηνὸς τοῦ# 22 πβ- ου ἔτους τέθνηκεν ἐν τῇ Ἁγίᾳ Μαύρᾳ ἡ βασίλισσα κυρὰ Ἑλένη ἡ Παλαιολογῖνα, μοναχὴ γενομένη καὶ Ὑπομονὴ μετονομασθεῖσα διὰ τοῦ μεγάλου σχή- ματοσ, καὶ ὁ σὺν ἡμῖν ἱερομόναχος καὶ πνευματικὸς πατὴρ κὺρ Ἱερό- θεος, ὁ διὰ τοῦ μεγάλου σχήματος μετονομασθεὶς Ἰωσήφ, ὃς ἦν ἐκ νεό- τητος μεθ' ἡμῶν καὶ σχολίτης καὶ φίλος μέχρι καὶ τοῦ τέλους αὑτοῦ. 14. Τῷ δὲ θέρει τοῦ# 22 πγ- ου ἔτους ὁ τῶν ἀσεβῶν ἄρχων στόλον ἀποστείλας κατὰ τὰ ἀνωτερικὰ μέρη τοῦ Εὐξείνου Πόντου20, πα- ρέλαβε τὸ μέγα πτολίεθρον τὸν Καφᾶν λεγόμενον τῆς Χεῤῥονήσου τῆς ἐν τῷ Ταυρικῷ20. 15. Τῷ δὲ θέρει τοῦ# 22 πδ- ου ἔτους ἀπῆλθε κατὰ τῆς Βλαχίας μετὰ πάσης τῆς δυνάμεως αὑτοῦ· τῷ δὲ Σεπτεμβρίῳ τοῦ# 22 πε- ου ἔτους ἐπέστρεψεν ἐκ τῆς Βλαχίας μᾶλλον ἡττηθεὶς ἢ ἡττήσας καὶ τὸν μὲν μπεηλέρμπεϊν ἀφῆκεν ἐν τῇ Σοφίᾳ πόλει, αὐτὸς δὲ ἦλθεν εἰς Ἀνδρια- νούπολιν. 16. Τοῦ δ' αὐτοῦ ἔτους τῇ πρώτῃ τοῦ Ὀκτωμβρίου μηνὸς ἐπῆλθέ μοι ῥευματισμὸς εἴς τε τὴν κεφαλὴν καὶ τὰ γόνατα· καὶ ἐξῆλθέ μου τοῦ στόματος καὶ ῥινὸς καὶ ὠτίων τοσοῦτος χυμός, ὥστε ἀπελπίσθην παρὰ πάντων· καὶ τρὶς τῶν ἀχράντων μυστηρίων μετέλαβον, ὅπερ καὶ εἴθε μοι ἐπῆλθεν ὁ θάνατος, ἡ θεραπεία πάντων τῶν ἐν ἐμοὶ δυσχερῶν, γέρους τε καὶ ἀσθενείας καὶ τῆς ἐνδείας· οὐ μόνον γὰρ τῶν πολλῶν καλῶν καὶ συνήθων τῶν ἐκ νεότητος ὑστερημένος ἤμην, ἀλλὰ καὶ αὐτῶν τῶν ἀναγ- καίων τῆς καθημερινῆς τροφῆς. 17. Οἶμαι, ὅτι ἡ ὑπομονὴ τῶν τοιούτων καὶ εὐχαριστία εἰς θεόν, θεοῦ χάριτι, αἰτία μέλλει εἶναι εἰς τὸ συγχωρῆσαί μοι πολλὰ τῶν ὡς πρὸς αὐτὸν ἔπταισα· οὐδὲ γὰρ γέγονεν ἐν τῷ βίῳ ἁμάρτημα, οὐδὲ πρᾶ- ξις, οὔτε ἄλλη πᾶσα κακία, ἣν ἐγὼ οὐκ ἐπλημμέλησα ὁ ἀνάξιος καὶ ἄθλιος, κατὰ νοῦν καὶ λόγον καὶ προαίρεσιν, θέσει τε καὶ γνώμῃ καὶ πράξει ἐξαμαρτήσας ὡς οὐδεὶς ἄλλος πώποτε. Ὅμως λυτρωθεὶς τοῦ θα- νάτου κωφὸς ἐναπέμεινα ἐκ τῆς τοιαύτης ἀσθενείας μέχρι πολλοῦ, ὡς οὐδὲ τὰ πλησίον μου σημαντήρια ἤκουον. 18. Καὶ ἵνα εἰς τὴν ἄνω πρόνοιαν ἀπαλλαγῶ μετὰ παρελθεῖν τὰς ἐναπολειφθείσας μοι τοιαύτας ἡμέρας τῆς ζωῆς ἐπελθόντος μου τοῦ θα- νάτου, τῆς ἀναπαύσεως τῶν ἀνδρῶν, ὡς ὁ θεῖος Ἰὼβ προσηγόρευσεν, ἐδεήθην οὕτως τοῦ θεοῦ. Ἀλλ' εἴ με, σῶτερ, ἀνάγκη παθεῖν, τὶς γὰρ οἶδε τὸ βάθος τῶν σῶν κριμάτων, τῆς μὲν σῆς φιλανθρωπίας οἱονεί μου τὰ πάθη βδελυττομένης, τῆς δὲ δικαιοσύνης δρώσης τὸ ἑαυτῆς· εἰς γοῦν τὸν ἐκδεχόμενον λῆξιν τόνδε χρόνον δοῦναι δίκην ἐμοὶ παράσχου, ἀλλὰ μὴ εἰς τὸν μέλλοντα τὸν ἀπέραντον, ἔνθα οὐκ ἔστι πραγμάτων ἀπο 590 κατάστασις. Ἐνταῦθα τοίνυν ἀνακαθάρας, ἅπασι χρησάμενος τοῖς εἰς τοῦτο φέρουσιν, οὕτω τῶν τῇδε μεταστήσας ἀξίωσόν με τοῦ μὴ τῶν σῶν ἐκπεσεῖν με οἰκτιρμῶν ἐν τῇ δευτέρᾳ τε καὶ φρικτῇ παρουσίᾳ σου. 19. Τῷ δὲ θέρει τοῦ αὐτοῦ ἔτους# 22 πε- ου ὁ ἀμηρᾶς ἀποστείλας πλεῖστον στρατόπεδον κατὰ τοῦ Ναυπάκτου, ἵνα παραλάβῃ αὐτόν, εἶτα εἰς τὴν Ἁγίαν Μαύραν ἐπέλθῃ, ὅθεν βοηθείᾳ θεοῦ, οὔτε τὸν Ναύπακτον παρέλαβε τῷ αὐτῷ ἔτει, οὔτε κατὰ τῆς Ἁγίας Μαύρας ἦλθεν, ἀλλ' ὑπέστρεψεν ἄπρακτος. 20 Τέλος τοῦ παρόντος ἱστορικοῦ, ἤτοι χρονικοῦ βιβλίου παρ' ἐμοῦ τοῦ συγ- γραφέως πονηθὲν αἰτήσει τινῶν εὐγενῶν Κερκυραίων, παρακαλούντων με, ἵνα μὴ σιωπῇ παραλείψω, ἃ οἶδα ὀφθαλμοφανῶς καὶ ἤκουσα καὶ ἀνέγνωκα. Καὶ οὕτως ἔγραψα ἰδιοχείρως καὶ ἀπέδωκα ἀνὰ χεῖρας τοῦ εὐλαβεστάτου ἱερέως κὺρ Ἀντωνίου. Καὶ οἱ ἀναγινώσκοντες εὔχεσθέ μοι διὰ τὸν Κύριον, εἰ ἔλαθα τι· τὸ γῆρας γὰρ τὸ ἐμὸν καὶ ἡ δεινὴ ἀσθένεια οὐκ εἴασέ με καλῶς διορθῶσαι καὶ τὸ παρὸν πρωτότυπον μεταγρά- ψαι καί, εἰ ἀντίστοιχα ἔλειπον ἢ συλλαβαὶ ἢ λέξεις ἢ λόγοι, ἢ καὶ καλλιγραφίᾳ ἀκῤ- ῥιβῶς διορθῶσαι. Ἐγράφη οὖν ἐν ἔτει τῷ ἀπὸ τῆς κτίσεως,# 22 π- ῳ Μαρτίῳ μηνὸς κθ- ῃ, ἰνδικτιῶνος ἑνδεκάτης. Τέλος καὶ τῷ θεῷ δόξα.