Chronicon Macario Melisseno
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Καὶ διὰ μὲν οὖν τῶν τεσσάρων ἀνέμων τὰς μεγάλας τέσσαρας βασιλείας ὁ μέγιστος διδάσκει Ζαχαρίας καὶ Δανιὴλ ὁ θεῖος, τὴν Χαλδαίων λέγω, τὴν Περσῶν καὶ τὴν τῶν Μακεδόνων καὶ Ῥωμαίων. Τὰ δὲ δύο ὄρη τὰ χαλκᾶ τὰ δύο κλίματα τῆς οἰ κουμένης εἶναί φασιν· εἰς δύο γὰρ τέμνεται, εἴς τε Ἀσίαν καὶ Εὐρώπην. Καὶ οἱ μὲν πυῤῥοὶ ἵπποι τὸ μιαίφονον τῶν Χαλδαίων σημαίνουσιν, οἱ δὲ μέλανες τὸν ἐπενεχθέν τα παρὰ Περσῶν καὶ Μήδων τοῖς Βαβυλωνίοις θάνατον, οἱ δὲ λευκοὶ τὸ σαφὲς τῆς δόξης τῶν Μακεδόνων· οὐ γὰρ ὥσπερ αἱ ἄλλαι βασιλεῖαι καὶ αὕτη. Οἱ δὲ ψαροὶ καὶ ποικίλοι τὸ ἰσχυρὸν καὶ εὔτονον τῆς τῶν Ῥωμαίων βασιλείας δηλοῦσι. Τὸ δὲ προ σταχθὲν αὐτοὺς περιοδεῦσαι τὴν γῆν διδάσκει πάλιν, ὡς διὰ τοῦ Θεοῦ πᾶσα βασιλεία συνίσταται. Φησὶ γὰρ ὁ Εὐσέβιος ὁ Παμφίλου, ἐπὶ τοῦ Αὐγούστου Ὀκταβίου Καί σαρος ἀρχὴν ἡ τετάρτη βασιλεία λαμβάνει, ἣν ὁ Δανιὴλ τέταρτον θηρίον φοβερὸν ὀνο μάζει, διατὶ τότε πρῶτος αὐτὸς ἐμονάρχησε καὶ τὸν κόσμον ὅλον σχεδὸν εἰπεῖν κα θυπέταξεν. 8. Οὗτος ἐν μιᾷ τῶν ἡμερῶν ἀπελθὼν εἰς Δελφοὺς τοὺς νῦν ὀνομαζομένους Δαύ λια, ἠρώτησε τὸ μαντεῖον, τίς μετ' αὐτὸν βασιλεύσει. Τοῦ δὲ Πυθίου μηδὲν ἀποκρι νομένου, ὁ δ' αὖθις ἠρώτησε, διὰ τί σιγᾷ τὸ μαντεῖον, τόθ' ἡ Πυθία ταῦτα ἔφη· πῶς Ἑβραῖος κέλεται μὲ θεὸς μακάρεσσι ἀνάσσων τόνδε δόμον προλιπεῖν καὶ ὁδὸν αὖθις ἱκέσθαι· ἄπελθε λοιπὸν ἐκ δόμων ἡμετέρων. Ἐλθόντος οὖν τούτου ἐν Ῥώμῃ, καὶ ἐν τῷ μέλλειν ἀποβιῶναι παρεγγύησε τοὺς ἐν τέλει αὐτοῦ χεῖρας κροτῆσαι καὶ γελάσαι ὡς ἐπὶ μίμου τελευτῆς. Τοῦτο δὲ ποιῆσαι διωρίσατο, ἀποσκοπῶν εἰς τὸν ἀνθρώπινον βίον ὡς γέλωτος ἄξιον. 9. Καὶ περὶ μὲν οὖν τῶν προειρημένων βασιλειῶν Δανιὴλ ὁ θεῖος προφήτης καὶ ὁ θεῖος Ζαχαρίας καὶ ἕτεροι, ὡς προείπομεν, τήν τε ἀνόρθωσιν καὶ κατάλυσιν καὶ τὰ συμβάντα πάντα διὰ πνεύματος ἁγίου λέγουσι. Περὶ δὲ τῆς Ἰσμαὴλ βασιλείας ὁ θεό πτης Μωσῆς ἐν τῇ Γενέσει τάδε διέξεισιν. Ὁ πατριάρχης ἡμῶν Ἁβραὰμ υἱοὺς ἐγέν- νησεν ὀκτώ, πρῶτον μὲν Ἰσμαὴλ τὸν νόθον ἐκ τῆς Ἄγαρ, δεύτερον Ἰσαὰκ ἐξ ἐπαγγελίας ἐκ τῆς γυναικὸς αὑτοῦ Σάῤῥας, ὃς καὶ εὐλογήθη παρὰ θεοῦ. Μετὰ δὲ ἀποθα νεῖν Σάῤῥαν ἔλαβε τὴν Χετοῦραν εἰς γυναῖκα, ἐξ ἧς ἐγέννησεν υἱοὺς ἕξ· τὸν Ζομ βρὰν καὶ τὸν Ἰεζαὶ καὶ τὸν Μαδάϊ, τὸν Μαδιὰμ καὶ τὸν Ἐβόει καὶ τὸν Σοῖαι. Ἀλλ' ἐπὶ τὸν Ἰσμαὴλ τὸν νόθον ἐπανέλθωμεν. Μετὰ τὸ συγγενέσθαι Ἁβραὰμ τῇ Ἄγαρ, εὑρέθη ἐν γαστρὶ ἔχουσα· καὶ ἰδοῦσα Σάῤῥα ἐζηλοτύπει αὐτῆς καὶ ὠνείδιζε τὸν Ἁβραὰμ καὶ ἔθλιβε καὶ ἐλύπει τὴν Ἄγαρ. Ἡ δὲ Ἄγαρ μὴ δυναμένη τοσοῦτον θλίβεσθαι καὶκακουχεῖσθαι ὑπὸ τῆς κυρίας ἀπέδρα· καὶ ἐν τῷ ἀποδιδράσκειν αὐτὴν ἐκ τῆς κυρίας αὐτῆς τῆς Σάῤῥας, ἀπήντησεν αὐτὴν ἄγγελος Κυρίου λέγων· Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυ ρίου· Ἰδοὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι 466 ἤκουσε Κύριος τὴν ταπείνωσίν σου. Οὗτος ἔσται ἄγροικος ἄνθρωπος καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ' αὐτόν· καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει. Καὶ πάλιν ἐπὶ κεφ. ιζʹ εἶπεν ὁ θεὸς τῷ Ἁβραὰμ περὶ τῆς Σάῤῥας τῆς γυναικὸς αὐτοῦ· Σάῤῥαν τὴν γυναῖκά σου εὐλογήσω καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον καὶ εὐλογήσω αὐτὸν καὶ ἔσται εἰς ἔθνη καὶ βασιλεῖαι ἐθνῶν ἐξ αὐ τοῦ ἔσονται. Καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον αὑτοῦ καὶ ἐγέλασε καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὑτοῦ λέγων. Εἰ τῷ ἑκατονταετεῖ υἱὸς καὶ Σάῤῥα ἐνενήκοντα ἐτῶν οὖσα τέ ξεται· εἶπε δὲ Ἁβραὰμ πρὸς τὸν θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου· Εἶπε δὲ ὁ θεὸς πρὸς Ἁβραάμ· Ναί, ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαὰκ καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώ νιον, εἶναι αὐτῷ θεὸς ὡς καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου καὶ ἰδοὺ εὐλόγησα αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεν νήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. Τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρόν. 10. Ὧδε δυνάμεθα καταλαβεῖν τὸ μέγα μυστήριον τῆς εὐσεβοῦς καὶ ὑγιοῦς ἡμῶν πίστεως καὶ ἁγίας καὶ τὴν ἀσέβειαν, ἣν ἔχουσιν οἱ Ἀγαρηνοί. Καὶ οὐκ εἶπεν αὐτῷ ὁ θεὸς ἅπαξ, ἀλλὰ καὶ δίς. Ἐν πρώτοις μὲν εἶπε· Τέξεις υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαὰκ καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Ὁ δὲ Ἁβραὰμ αἰτήσας τῷ θεῷ οὕτως ποιῆσαι καὶ τὸν Ἰσμαὴλ καὶ εὐλογῆσαι αὐτόν, ὁ δὲ θεὸς ἀποκριθεὶς εἶπεν· Ἰδοὺ εὐλόγησα αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα καὶ δώδεκα ἔθνη γεννήσει καὶ εἰς ἔθνος μέγα ἔσται· τὴν δὲ διαθήκην μου ποιήσω πρὸς Ἰσαάκ. Καὶ οὐκ ἠθέλησεν ὁ θεὸς δῶσαι καὶ ἐμπιστεῦ σαι τὴν διαθήκην αὑτοῦ τῷ Ἰσμαὴλ καὶ τῷ σπέρματι αὐτοῦ, ἀλλὰ μόνον τῷ Ἰσαὰκ καὶ τοῖς ἐξ αὐτοῦ εἰς τὸν αἰῶνα. Καὶ ἦν θαυμάσαι, τίς μὴ καταλαβεῖν τὴν ἔννοιαν τῶν τοιούτων ῥητῶν. Οἱ δὲ Ἀγαρηνοὶ βάρβαροι καὶ ἄγροικοι ὄντες, καὶ οὐκ οἴδασιν ὀρθῶς τὴν ἔννοιαν τῶν ῥητῶν καὶ κλαύσωσι, πῶς ὁ θεὸς ἐξ ἀρχῆς ἐξένωσε τὸν πα τριάρχην αὐτῶν καὶ αὐτοὺς τῆς διαθήκης αὑτοῦ καὶ τῆς χάριτος, ἀλλὰ οὗτοι κομπά ζουσι, πῶς καὶ αὐτοὶ ἀπόγονοί εἰσι τοῦ Ἁβραὰμ καὶ ὁ θεὸς εὐλόγησε καὶ τὸν Ἰσμαὴλ ὡς καὶ τὸν Ἰσαάκ. Καὶ ἐν τούτῳ πλανῶνται, ὡς καὶ ἐν πᾶσι λανθάνονται, διατὶ μὲν ὁ θεὸς εὐλόγησε τὸν Ἰσαὰκ καὶ τὴν διαθήκην αὑτοῦ ἐνεμπίστευσεν αὐτῷ, τὸν δὲ Ἰ- σμαὴλ οὐχ οὕτως, ἀλλ' εὐλόγησεν αὐτὸν ἁπλῶς καὶ πληθυνῶ αὐτὸν σφόδρα. Καὶ τὰ ἄλογα ζῶα ὁ θεὸς τετράποδα καὶ ἑρπετὰ ἰχθύας τε καὶ πετεινὰ εὐλόγησεν εἰπών· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. Τὸν δὲ Ἀδὰμ οὐ τοιούτως εὐ λόγησε μόνον αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, ἀλλὰ καὶ κα τακυριεύσῃ αὐτῆς. Καὶ πάντα ὑπὸ τὰς χεῖρας αὐτοῦ ἔδωκε, τὰ ὅσα ἐν τῇ γῇ ἐστι, κατεξουσιάζειν καὶ δεσπόζειν, ὥστε ἦν ἰδεῖν καὶ αἱ εὐλογίαι τοῦ θεοῦ διάφοροί εἰσι, καὶ οὐχὶ ὡς αὐτοὶ λέγουσι, διατὶ μὲν αἱ θεῖαι καὶ ἱεραὶ γραφαὶ καλῶς δηλοποιοῦσι τοῖς εὐφρονοῦσιν, ἑκάστου υἱοῦ τοῦ Ἁβραάμ, Ἰσαὰκ λέγω καὶ Ἰσμαήλ, πῶς διαφέρουσιν αἱ εὐλογίαι, τὰ γένη καὶ αἱ κληρονομίαι ἑνὸς ἑκάστου αὐτῶν. 468 11. Ἐν δὲ τῷ κεφ. τῷ κ- ῷ καὶ κα- ῳ τάδε φησὶ περὶ τοῦ Ἰσμαήλ. Εἶπε δὲ τῷ Ἁβραὰμ ἡ Σάῤῥα· Ἔκβαλε τὴν παιδίσκην ταύτην μετὰ τοῦ υἱοῦ αὐτῆς· οὐ γὰρ κλη- ρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Ἀβραὰμ περὶ υἱοῦ αὐτοῦ Ἰσμαήλ. Εἶπε δὲ ὁ θεὸς τῷ Ἁβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ τῆς παιδίσκης. Πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σού ἐστιν. Ἀνέστη δὲ Ἁβραὰμ τῷ πρωῒ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκε τῇ Ἄγαρκαὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον αὐτῆς καὶ τὸ παιδίον, καὶ ἀπέστειλεν αὐτήν. Ἀπελθοῦσα δὲ ἐπλανᾶτο τὴν ἔρημον κατὰ τὸ φρέαρ τοῦ ὅρκου· ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ καὶ ἐκ τῆς δίψης ἐλειποθύμει ὁ Ἰσμαήλ. Καὶ ἔῤῥιψε τὸ παιδίον καὶ ἔκκλαυσεν. Εἰσή κουσε δὲ ὁ θεὸς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν. Καὶ ἐκάλεσεν ἄγγελος θεοῦ τὴν Ἄγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ· Τί ἔστιν, Ἄγαρ; μὴ φοβοῦ, ἐπακήκοε γὰρ ὁ θεὸς τὴν φωνὴν τοῦ παιδίου σου ἐκ τοῦ τόπου, οὗ ἐστιν. Ἀνάστηθι καὶ λάβε τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό. Καὶ ἀνέῳ ξεν ὁ θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ εἶδε φρέαρ ὕδατος ζῶντος· καὶ ἐπορεύθη καὶ ἔμπλησε τὸν ἀσκὸν τοῦ ὕδατος καὶ ἐπότισε τὸ παιδίον. Καὶ ἦν ὁ θεὸς μετὰ τοῦ παι δίου· καὶ ηὐξύνθη καὶ ἐκατώκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαραῇ· ἐγένετο δὲ τοξότης δυ νατός. 12. Ὧδε δυνάμεθα καταλαβεῖν τὸν Ἰσμαήλ· καθὼς ἐπηγγείλατο ὁ θεὸς τῷ Ἁβραάμ, εἰς μέγα ἔθνος εἶναι ἐποίησε, καὶ βασιλεῖς μεγάλοι ἐξ αὐτοῦ γεγόνασι· καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας θεωροῦμεν εἶναι καὶ αἱ χεῖρες πάντων ἐπ' αὐτόν, τουτέ στι τῆς πίστεως καὶ ἐνεκατῴκησαν ἐπὶ πρόσωπον ἡμῶν πάντων καὶ οἱ ἐκ τούτου το ξόται ἄριστοί εἰσι λίαν. Πλὴν τῆς διαθήκης αὑτοῦ ὁ θεὸς ἐστέρησεν αὐτόν, ὥστε, καθώς φησιν ἡ θεία γραφὴ καὶ ἦν ὡρισμένον ἐκ πολλοῦ ἄνωθεν, δι' ὧν κριμάτων οἶδεν ὁ θεός, τοιούτως γενέσθαι. Ἦν γὰρ ἀνάγκη λοιπόν, ἵνα πέρας λάβωσι τὰ ὅσα ὁ θεόπτης Μωσῆς ἔφησε, καὶ οὐχὶ ὅτι οὐκ ἐφρονοῦσαν ὀρθῶς Ῥωμαῖοί τε καὶ Σέρβοι καὶ Βούλγαροι, καθὼς λέγουσιν οἱ κατηγοροῦντες ἡμᾶς καὶ ὀνειδίζουσιν· ἐὰν δὲ πά λιν καὶ ὑπὸ ἁμαρτιῶν ἡμεῖς ἐπαιδεύθημεν, καὶ ὑμεῖς οἱ Ἰταλοὶ μὴ ἀμερίμνως μείνατε, ἀλλὰ τὰς χεῖρας ἐπὶ τὸ στῆθος ὑμῶν βάλετε καὶ κατὰ νοῦν ἐνθυμήθητε καὶ κατηγο ροῦντες ἡμᾶς παύσατε.