Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius PhrantzaChro 16 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1.1
Ἐρχόμενοι δὲ εἰς τὸν Μορέαν, τοῦ μὲν ὑπῆρχον τελείως ὑποχείριος, ὡς
16.1.2
προεῖπον, πρὸς δὲ τὸν ἀγάπῃ καὶ ἐλπίδι προσαπέβλεπον. Ἀποσωθέντες οὖν εἰς τὸν
16.1.3
Μορέαν καὶ κατὰ τοῦ τόπου παντός, οὗ ἐντὸς τοῦ Μορέως ἐκράτει δεσπότης ὁ
16.1.4
Κάρουλος, ἀπελθόντες πάντες οἱ αὐθέν ται καὶ ἀδελφοί, τέλος, ἐπεὶ οὔτε οὗτοι ἦσαν
16.1.5
τεθαῤῥηκότες, ὅτι θέλουν δολώσειν εἰς ἑαυτοὺς ὅλον τὸν τόπον, ὃν εἶχεν ὁ
16.1.6
Κάρουλος, οὔτε πά λιν ἐκεῖνος, ὅτι νὰ δυνηθῇ νὰ φυλάξῃ τὸν ἐπίλοιπον τόπον, ὁποῦ
16.1.7
ἀπέ μεινεν αὐτόν, ἀπήρασι γὰρ οἱ αὐθένται ἡμῶν τινὰ τῶν αὐτοῦ, ἐφά νη καλόν, ἵνα
16.1.8
ὁ δεσπότης κὺρ Κωνσταντῖνος ἐπάρῃ τὴν ἀνεψιὰν αὐτοῦ δὴ τοῦ Καρούλου δεσπότου
16.1.9
εἰς νόμιμον γυναῖκα καὶ τὰ κάστρη, ὅσα δὴ καὶ εἶχεν εἰς τὸν Μορέαν, λάβῃ εἰς
16.1.10
προῖκαν αὐτῆς. Οὗ δὴ γενομένου τελείου τῇ α- ῃ Μαΐου τοῦ αὐτοῦ ἔτους, σταλεὶς ἐγὼ
16.1.11
παρέλαβον τὴν Γλα ρέντζαν, καὶ ἄλλοι τὰ ἄλλα. 16. 2 Καὶ ἐπαναστρέψαντες εἰς τὸν
16.1.12
Μυζηθρᾶν ἐνεργεῖτο τὸ τῆς καλο γερικῆς τοῦ δεσπότου κυροῦ Θεοδώρου. 16. 3 Διὰ
16.1.13
δὲ τὸ νὰ ἐπάρουν, ἂν ἠμπορέσουν, τὴν Πάτραν, ἀναγκαῖον καὶ χρήσιμον τόπον, καὶ
16.1.14
διὰ τὸ νὰ μηδὲν εὑρίσκωνται εἰς τὸν Μυζη θρᾶν οἱ ἀδελφοὶ τοῦ ἀδελφοῦ αὐτῶν
16.1.15
βουλομένου γενέσθαι καλόγερον, ἐξελθόντες τῇ α- ῃ Ἰουλίου τοῦ αὐτοῦ ἔτους,
16.1.16
ἦλθον κατὰ τῆς Πάτρας οἱ τρεῖς τῶν ἀδελφῶν. Καὶ περὶ τοὺς μύλους αὐτῆς
16.1.17
σκηνώσαντες, ἐκεῖσε καὶ τὴν ἀνεψιὰν τοῦ δεσπότου Καρούλου ἔφερον, κυρὰν
16.1.18
Θεοδώραν· καὶ ἐκεῖσε αὐτὴν καὶ ὁ δεσπότης κὺρ Κωνσταντῖνος τὴν εὐλογήθη. 16. 4
16.1.19
Εἰς δὲ τὴν Πάτραν οὐδὲν ἐκατορθώθη τι πρὸς ἅλωσιν, ἀλλ' ἦν μᾶλλον καὶ αἴτιον, ὅτι
16.1.20
καὶ ὅπερ ὁ ἀδελφὸς αὐτῶν κὺρ Θεόδωρος ὁ δε σπότης εἰς τὸν Μυζηθρᾶν ἔστησεν,
16.1.21
ἵνα ποιήσῃ, ἀθετήσῃ, ὅπερ ἦν αἴτιον πολλῶν κακῶν. 16. 5 Ὡς οὖν εἰς τὰ τῆς Πάτρας
16.1.22
τι συμπέρασμα χρηστὸν οὐδὲν ἐκατορ θοῦτο, ἀλλ' ἢ μόνον τρία καστελλόπουλα
16.1.23
ὁποῦ ἀπῆραν, ποιήσαντες εἰ ρήνην μετὰ τῶν ἐν τῷ κάστρῳ καὶ ὅτι νὰ δίδουν καὶ
16.1.24
κατ' ἔτος πρὸς τὸν δεσπότην κὺρ Κωνσταντῖνον φλωρία φʹ, ἐγερθέντες ἀπῆλθον, ὁ
16.1.25
μὲν βα σιλεὺς δι' ἄλλης ὁδοῦ εἰς τὸν Μυζηθρᾶν, ὁ δὲ δεσπότης κὺρ Κωνσταν τῖνος δι'
16.1.26
ἄλλης εἰς τὸ Χλουμοῦτζιν μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ βασι λίσσης. 16. 6 Μετὰ δέ
16.1.27
τινα καιρὸν ὀλίγον, ἐπεὶ ὁ βασιλεὺς ἤθελεν ἵνα ἀπέλθῃ ὄπισθεν εἰς τὸ ὁσπήτιον
16.1.28
αὑτοῦ, μηνυθεὶς καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπῆλθεν εἰς τὸν Μυζηθρᾶν ἀπὸ τὸ
16.1.29
Χλουμοῦτζιν. Κἀκεῖσε διαβιβάσαντες ἀμφό τεροι οἱ δὴ ἀδελφοὶ ἡμέρας ὀλίγας, τῷ
16.1.30
Ὀκτωβρίῳ μηνὶ τοῦ λζ- ου ἔτους ἐκαβαλλίκευσαν ὁμοῦ καὶ ἀπῆλθον μέχρι καὶ τῆς
16.1.31
Κορίνθου. Καὶ ὁ μὲν βασιλεὺς ἐμβὰς εἰς τὰ κάτεργα ἀπέπλευσεν εἰς τὴν
16.1.32
Κωνσταντινούπολιν, ὁ δὲ δεσπότης κὺρ Θεόδωρος ἀπῆλθεν ὄπισθεν τὴν αὐτὴν ὁδὸν
16.1.33
τὴν φέ ρουσαν εἰς τὸν Μυζηθρᾶν· καὶ ὁ κὺρ Θωμᾶς ὁ αὐθεντόπουλος, μετ' αὐ τοῦ
16.1.34
μέχρι τινός, ἀπῆλθεν εἰς τὰ Καλάβρυτα. 16. 7 Ἡμεῖς δὲ μετὰ τοῦ αὐθεντὸς ἡμῶν
16.1.35
κυροῦ Κωνσταντίνου τοῦ δεσ πότου διὰ τῆς ἄλλης ὁδοῦ ἤλθομεν εἰς τὴν Βοστίτζαν.
16.1.36
Καὶ γὰρ εἰ καὶ καλόγερος οὐ ἐγένετο ὁ δεσπότης κὺρ Θεόδωρος, ἵνα ἀπομείνῃ ἅπας ὁ
16.1.37
τόπος αὐτοῦ εἰς τὸν κὺρ Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτοῦ, ἀλλ' οὖν καὶ οὕτως
16.1.38
δέδωκε πρὸς αὐτὸν τὴν Βοστίτζαν, καὶ εἰς τὸ ἄλλο μέρος, ὅσα δὴ ἦρχεν ὁ
16.1.39
Φραγγόπουλος πρωτοστράτωρ, Ἀνδροῦσαν λέγω καὶ Καλαμάταν καὶ Πήδημα καὶ
16.1.40
Μάνην καὶ Νησὶν καὶ Σπιτάλιν καὶ Γρεμ πένιν καὶ Ἀετὸν καὶ Λωῒ καὶ Νεόκαστρον
16.1.41
καὶ Ἀρχάγγελον καὶ ἕτερα πολλά· ἃ καὶ σταλεὶς ἐγὼ παρέλαβον ταῦτα παρὰ τοῦ
16.1.42
ῥηθέντος πρωτοστράτορος. 16. 8 Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Μαρτίῳ δ- ῃ, τέθνηκεν ὁ
16.1.43
δεσπότης κὺρ Ἀνδρόνικος, ὁ διὰ τοῦ θείου σχήματος μετονομασθεὶς Ἀκάκιος· καὶ
16.1.44
ἐτάφη ἐν τῇ τοῦ Παντοκράτορος μονῇ, ἐν ᾗ καὶ κατέμενε.

Intertext edge

Open linked passage

Note