Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius PhrantzaChro 17 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1.1
Βουλῆς δὲ ἀποκρύφου, μόνον εἰς ἐμὲ οὔσης παρὰ τοῦ αὐθεντός μου καὶ
17.1.2
δεσπότου, ὅτι νὰ ἀπέλθωμεν κατὰ τῆς Πάτρας· καὶ εἰ μὲν ἐπάρωμεν αὐτήν, ἰδοὺ νὰ
17.1.3
εὑρισκώμεθα εἰς τὸν Μορέαν καὶ ὁ τόπος αὐτοῦ ὁ τῆς Μαύρης δηλονότι θαλάσσης
17.1.4
δοθῇ πρὸς τὸν ἀδελφὸν αὐτοῦ τὸν βασιλέα. Εἰ δὲ οὐδὲν ἐπάρωμεν τὴν Πάτραν, νὰ
17.1.5
ὑπάγωμεν ὄπισθεν εἰς τὴν Πόλιν καὶ νὰ ἔχῃ ἐνταῦθα εἰς τὸν Μορέαν τὰ τῆς προικὸς
17.1.6
αὐτοῦ κάστρη καὶ ἐκεῖσε τὸν τόπον τοῦ τὴν Μαύρην δηλονότι θάλασσαν· τὰ δὲ
17.1.7
δοθέντα παρὰ τοῦ δεσπότου κάστρα πάλιν νὰ δοθῶσιν, ἔνθα ὁ βασι λεὺς διακρίνει.
17.1.8
Παρηκολούθησε καὶ τοῦτο, ὅπερ ἦτον ἀπὸ μέρος βεβαίω σις τῆς ἀποκρύφου μελέτης.
17.2.1
Ἀπὸ τῆς Βοστίτζας διερχόμενοι διὰ τῆς ὁδοῦ τῆς Πάτρας, ἵνα εἰς τὴν
17.2.2
Γλαρέντζαν καὶ τὸ Χλουμοῦτζιν ἀπέλθωμεν, ἔνθα καὶ ἡ βασίλισ σα, ἐστάλη
17.2.3
Ἀνδρόνικος Λάσκαρις ὁ Παδιάτης εἰς τοὺς ἐν τῇ Πάτρᾳ ἄρχοντας διά τινας δουλείας·
17.2.4
κἀκεῖσε προσμείναντος, συνέτυχον αὐτῷ ἰδίως καὶ ἱερεὺς καὶ λαϊκοὶ περὶ τοῦ, ἂν
17.2.5
θέλῃ ὁ αὐθέντης αὐτοῦ, ἔχουσι τρόπον, ὅτι νὰ ποιήσουν νὰ ἐπάρῃ τὴν Πάτραν.
17.2.6
Ἐλθόντος δὲ τοῦ Λάσ καρι καὶ εἰπόντος μετὰ τῶν ἄλλων καὶ τὰ τῶν Πατρηνῶν
17.2.7
ἀπόκρυφα ἀπε πέμφθη ὡς ἀδύνατα καὶ περισσὰ καὶ ἀκούσαντος καὶ λέγοντος. 17. 3
17.2.8
Σταλεὶς οὖν εἰς κεφαλὴν εἰς τὴν Ἀνδροῦσαν ὁ αὐτὸς Λάσκαρις, ἔτι δὲ καὶ οἱ ἄλλοι
17.2.9
ἄρχοντες εἰς τὰ ἐκεῖσε κάστρη κεφαλάδες, ἀλλὰ δὴ καὶ ὁ πρῶτος τῶν ἀρχόντων τοῦ
17.2.10
ὁσπητίου αὐτοῦ ὁ Λάσκαρις Ἀλέξιος εἶχε λαβεῖν εἰς κεφαλάτικον τὴν Βοστίτζαν καὶ
17.2.11
ἐναπέμεινεν ἐκεῖσε. 17. 4 Διερχόμενοι, ὡς δεδήλωκα, τοῦ δεσπότου καὶ αὐθεντός
17.2.12
μου μετ' ἐμοῦ καὶ μόνου ἐνεργοῦντος τὸ περὶ τῆς Πάτρας, εὑρισκομένων εἰς τὴν
17.2.13
Γλαρέντζαν, ἐγράψαμεν πολλάκις πρὸς οὓς συνέτυχον περὶ τούτου τὸν Παδιάτην
17.2.14
καὶ ἀντέγραψάν μας καὶ πολλάκις, πλὴν ἔκρινον τὸ παρ' ἡμῶν ἀδύνατον, ὡς καὶ ὁ
17.2.15
καιρὸς ἔδειξεν. 17. 5 Τέλος ἐστήσαμεν, ἵνα ἀπέλθωμεν καὶ νυκτὸς οὔσης εὐρεθῶμεν
17.2.16
εἰς τόπον πλησίον τοῦ τέλους ἀμπελίων αὐτῶν δὴ τῶν πατρηνῶν εἰς Τρεῖς
17.2.17
Ἐκκλησίας ὀνομαζόμενον, ἐπεὶ καὶ ἦσαν παλαιόθεν· ἐκεῖσε δὲ εὑρεθῶσι καὶ
17.2.18
οἱ ἄνθρωποι καὶ δηλώσωσιν εἰς πλάτος τὰ διὰ γραφῆς· καὶ εἰ μὲν δυνατά εἰσι, νὰ
17.2.19
ἐνεργηθῶσιν, εἰ δ' οὖν, νὰ ἀπέλθωμεν φανε ρῶς καὶ νὰ ἀποκλείσωμεν τὸ κάστρον
17.2.20
καὶ ὡς φέρῃ τὸ φέρον. 17. 6 Καὶ ἰδοὺ ἐγράψαμεν ὁρισμοὺς εἰς πάντας τοὺς ἐν τῇ
17.2.21
περιοχῇ τῆς Ἀνδρούσης, ὅτι τῇ ιε- ῃ τοῦ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἵνα ἔλθωσι
17.2.22
μετ' ἀρμάτων καὶ τῶν πλειόνων ἀνθρώπων τῆς ἀρχῆς ἑνὸς ἑκάστου αὐ τῶν, ἵνα
17.2.23
μετὰ πρέποντος διέλθῃ τὸν τόπον τοῦ πριγκίπου καὶ ἀπέλθῃ εἰς τὰ περὶ Ἀνδροῦσαν ὁ
17.2.24
νέος αὐθέντης τοῦ τόπου ἐκείνου· ὁμοίως ἐμηνύ θη καὶ Λάσκαρις ἀπὸ τὴν Βοστίτζαν.
17.7.1
Ἐλθόντες δέ, ὡς ἐκαβαλλικεύσαμεν καὶ οὐδὲν ἐπιάσαμεν τὴν πε ρὶ τὸν
17.7.2
Ἀλφειὸν ὁδόν, ἀλλὰ τὴν ἀριστεράν, ἐθαύμαζον καὶ πρὸς ἀλλή λους ἔλεγον
17.7.3
ἐρωτῶντες· Ποῦ ἀπερχόμεθα; Ἐλθόντες δὲ περὶ τὸν συμ φωνηθέντα τόπον περὶ
17.7.4
ὥραν ἀλεκτροφωνίας καὶ εὑρόντες καὶ τοὺς ἀν θρώπους καὶ ἰδόντες αὐτοὺς καὶ
17.7.5
ἀπράκτους καὶ ἄπρακτα λέγοντες, ἀπε πέμψαμεν. Ἐξημερωθέντες δ' ἐκεῖσε,
17.7.6
βουλευόμενοι τί ἄρα νὰ πραχθῇ· τὸ φωσσάτον νὰ πηλαλήσῃ νὰ αἰχμαλωτίσῃ τοὺς
17.7.7
εὑρισκομένους ἔξωθεν ἀνθρώπους καὶ πᾶσαν τῶν Ἑβραίων οἴκησιν, ὡς ἐφάνη
17.7.8
ἄπρακτον διὰ πολ λὰ αἴτια, ἰδοὺ καὶ ἀπὸ τὸ κάστρον ἰδόντες ἡμᾶς καὶ ἀπορήσαντες,
17.7.9
τί ἄρα καὶ ἔνι, οὐδὲ γὰρ προενόησαν τὸ τυχόν, ἀπέστειλαν ἕνα τῶν ἀρχόντων καὶ
17.7.10
ἕνα κανόνικα Μάρκον ὀνομαζόμενον μετὰ καὶ δραγομά νου καὶ ἀνθρώπων, ἵνα
17.7.11
μάθωσι, τίς ἔνι καὶ διὰ τί; Ὡς δὲ εἶδον, τίς ἔνι, καὶ ἤκουσαν, ὅτι ἤλθομεν ἢ νὰ μᾶς
17.7.12
δώσητε τὸ κάστρον ἢ νὰ τὸ ἐπά ρωμεν, μεθ' οἵου τρόπου ἐμπορέσωμεν,
17.7.13
ἐπιστρέψαντες καὶ μετὰ σπου δῆς καὶ κρούσαντες λάρμα συνήχθησαν βίᾳ πάντες οἱ
17.7.14
ἐκτὸς ἐντός. Ἡμεῖς δ' ἐπὶ τὴν αὔριον, ἡ τῶν Βαΐων καὶ ἑορτὴ τυχοῦσα, τεμόντες
17.7.15
πάντες βαΐα μυρσίνης, τοῦ τόπου πλῆθος ἔχοντος, καὶ φέροντες ἀνὰ χεῖρας,
17.7.16
ἐλθόντες ἐπέσαμεν περὶ τὰς πόρτας τοῦ κάστρου. 17. 8 Ὡς δ' ἐκείμεθα τῇ κ- ῃ τοῦ
17.7.17
αὐτοῦ μηνὸς Μαρτίου μετὰ τὴν τοῦ μεγάλου Σαββάτου ἀκολουθίαν, ὡς ἐφάγομεν,
17.7.18
ἐκαθήμεθα εἰς τὴν τοῦ αὐ θεντὸς ἡμῶν τένταν, ὁμιλοῦντες περισσά. Ἄφνω δὲ
17.7.19
ἐξεπόρτησαν ἀπὸ τῆς Πόρτας τῆς Ἑβραϊκῆς ἢ τοῦ Ζευγαλατίου, καὶ οὕτως γὰρ
17.7.20
ὠνομά ζετο, καβαλλάριοι ὀλίγοι καί, διωχθέντες ὡς ἐφάνησαν, ἀπῆλθον καὶ
17.7.21
ἐσέβησαν εἰς τὴν τοῦ Ἀγιαλοῦ Πόρταν, ἐκεῖσε κατασκευαστικῶς πάντες οἱ τοῦ
17.7.22
κάστρου ὑπάρχοντες μετὰ τζαγρῶν καὶ τοξαρίων καὶ σκολόπων. Τοῦ δὲ δεσπότου
17.7.23
κἀμοῦ εὑρεθέντων ἔμπροσθεν εἰς τὸν διωγμὸν τῶν κα βαλλαρίων, διὰ τὸ εὑρεθῆναι
17.7.24
κατὰ τύχην τὰ ἄλογα ἡμῶν ἕτοιμα πλη σίον τοῦ γεφυρίου τῆς ὁδοῦ τῆς ἀπερχομένης
17.7.25
εἰς τὸν ἅγιον Ἀνδρέαν, τὶς τῶν Πατρηνῶν ἐτόξευσεν οὕτως τὸ τοῦ δεσπότου ἄλογον,
17.7.26
ὅτι εὐθὺς ἔπεσε· καὶ δραμόντες, ἵνα ἢ σκοτώσωσιν ἢ πιάσωσιν αὐτόν, εὑρέθην ἐγὼ
17.7.27
ὑπέρμαχος καὶ ἐκεῖνος μὲν θεοῦ βοηθείᾳ ἀποπλακεὶς ἀπὸ τὸ ἄλογον ἔ φυγε πεζός.
17.9.1
Ἐγὼ δὲ καὶ δέδωκα καὶ ἕνα καὶ ἐπίασα, υἱὸν Σταματέλλου, ἀλλὰ καὶ δεδώκασί
17.9.2
με, καὶ ἐμὲ καὶ τὸ ἄλογόν μου τοσαῦτα, ὅτι ἀδυνατῆσαν ἔπεσε καὶ ἐπλάκωσέ με,
17.9.3
ἄλογον ἄριστον, ὅπερ ὁ ἀμηρᾶς δέδωκε τῷ Ἀ σάνῃ Ἰσαακίῳ, ὅταν ἐσυνήντησαν
17.9.4
ἐκείνῳ· ὁ δ' Ἀσάνης τῷ γαμβρῷ αὐ- τοῦ τῷ Φιλανθρωπηνῷ Γεωργίῳ κἀκεῖνος τῷ
17.9.5
ἀνεψιῷ αὐτοῦ τῷ Κομνηνῷ τῷ τοῦ πρωτοστράτορος τοῦ Καντακουζηνοῦ γαμβρῷ·
17.9.6
καὶ φεύγοντος μετ' αὐτοῦ, ἵνα εἰς τὸν Γαλατᾶν ἀπέλθῃ, φθάσας ὁ ἀδελφός μου
17.9.7
ἐπίασεν αὐ τὸν καὶ εὐεργετήθη ὁ ἀδελφός μου τὸ ἄλογον αὐτοῦ παρὰ τοῦ βασιλέως·
17.9.8
ἐγὼ δὲ πάλιν ἀπῆρα τοῦτο παρ' ἐκείνου, ἐρχόμενος εἰς τὸν Μορέαν. 17. 10 Πιάσαντές
17.9.9
με οὖν, μετὰ πολλῶν λαβωμάτων ἀπαγαγόντες με, ἔβαλόν με εἰς τὸν κουλᾶν εἰς
17.9.10
ὁσπήτιον σκοτεινόν, ἔχον μύρμηκας καὶ σιταρόψιρας καὶ ποντικοὺς διὰ τὸ εἶναι ἐν
17.9.11
αὐτῷ πρὸ τοῦ σιτηρέσιον· ἔβαλόν με καὶ σίδηρα μονοκάνονα καὶ εἰς τὸν ἀριστερὸν
17.9.12
πόδα ἅλυσον στερεὰν εἰς τζόπον μέγαν καρφωμένην. Καὶ ἐκοιτώμην ἐν τῇ τοιαύτῃ
17.9.13
φυλακῇ πικρῶς διαβιβάζων ἀπό τε τῶν λαβωμάτων καὶ τῶν σιδήρων καὶ τοῦ ξηροῦ
17.9.14
κοιτασμοῦ καὶ τῶν ἄλλων, ὁποῦ εἶχεν, ὡς ἐδηλώσαμεν, τὸ ὁσπήτιον κακῶν.

Intertext edge

Open linked passage

Note