Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius PhrantzaChro 18 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Ἐνταῦθα δ' ἐστι προσῆκον διηγήσασθαι καὶ περὶ τῆς ὁσιωτάτης
18.1.2
Θωμαΐδος. Αὕτη γένους χρησίμου ὑπάρχουσα ἐν τῇ Ἀνατο λῇ, ἀπορφανισθεῖσα,
18.1.3
φέροντες εἰς τὴν Κωνσταντινούπολιν οἱ συγγενεῖς αὐτῆς, δεδώκασι τῇ ἀδελφῇ τῶν
18.1.4
τριῶν ἀρχιερέων καὶ ἀδελφῶν, τῶν Καβα σιλαίων, καὶ μητρὶ τοῦ σοφωτάτου
18.1.5
Καβασίλα Νικολάου. 18. 2 Ἡ δὲ ταύτην ἔχουσα καὶ παιδεύουσα μετὰ καιρόν τινα
18.1.6
ἀπῆλθεν εἰς τὴν Θεσσαλονίκην, Νείλου του Καβάσιλα καὶ ἀδελφοῦ αὐτῆς ἀρχιε ρέως
18.1.7
ἐκεῖσε ὄντος, καὶ εἰς τὴν μονὴν τῆς ἁγίας Θεοδώρας ᾤκησαν μετὰ Παλαιολογίνας,
18.1.8
γυναικὸς ἐναρέτου καὶ λογίας, περὶ ἧς πολλοὺς καὶ πολ λάκις ἤκουσα παρὰ τοῦ
18.1.9
ἀοιδίμου βασιλέως κυροῦ Μανουὴλ ἐπαίνους· καὶ πολλοὺς κανόνας εἴς τε τὸν ἅγιον
18.1.10
Δημήτριον καὶ τὴν ἁγίαν Θεοδώ ραν καὶ ἄλλους ἁγίους ἀνέγνωσα ἐκείνης ποιήματα,
18.1.11
ἔχουσαι σὺν αὐταῖς καὶ τὴν ὁσίαν Θωμαΐδα καὶ παιδεύουσαι εἴς τε ἀρετὴν καὶ λόγον.
18.3.1
Ὡς δὲ ἦλθεν τὸ τέλος αὐτῶν, κατέλιπον αὐτὴν πάντα τὰ αὑτῶν, ἀλλὰ δὴ καὶ
18.3.2
τοῦ Κυπριανοῦ γυνήν, ἥτις ἀγανακτήσασα τὸ σκληρὸν τοῦ ἀνδρὸς αὑτῆς ἀπελθοῦσα
18.3.3
εἰς τὰς ῥηθείσας μοναχὰς καλογραία γέγονεν· ἐπεὶ δὲ περὶ τὸ τέλος αὐτῶν ἐγένετο,
18.3.4
πάλιν εἰς τὴν κληρονόμον ἐκείνων καὶ τοῦ βίου ὅπως δήποτε καὶ τῆς ἀρέτης
18.3.5
ὑπετάγη· καὶ καλῶς διήνυσε τὸν τῆς ὑποταγῆς δρόμον μέχρι θανάτου, Κυπριανοῦ δὲ
18.3.6
γυνὴν λέγω, τοῦ ἐλθόντος εἰς τὴν Κωνσταντινούπολιν καὶ τὴν μονὴν κτίσαντος τὴν
18.3.7
εἰς ὄνομα τῶν ἁγίων Θεοδώρων, ἐπονομαζομένην δὲ τοῦ Κυπριανοῦ. 18. 4 Τῶν δὲ
18.3.8
ἀσεβῶν τὴν Θεσσαλονίκην παραλαβόντων, ἐξελθοῦσα ἡ ὁσία Θωμαῒς μετὰ καὶ τῆς
18.3.9
ὑπτακτικῆς αὐτῆς τῆς Κυπριανῆς ἦλθεν εἰς τὴν Λῆμνον, ἵνα ἀπ' ἐκεῖσε πάλιν εἰς τὴν
18.3.10
Κωνσταντινούπολιν. Ἐν ᾗ Λήμ νῳ ὁ πάππος μου εὑρισκόμενος μετὰ τῆς γυναικὸς
18.3.11
αὑτοῦ καὶ τῶν παί δων, ἰδοῦσα αὐτὴν καὶ τὴν αὐτῆς ἀρετὴν καὶ τὸν λόγον ἡ πρώτη
18.3.12
τῶν τριῶν θυγατέρων αὐτοῦ, τῆς κυρίως πρώτης θυγατρὸς αὐτοῦ εἰς τὴν
18.3.13
Θεσσαλονίκην ἀπομεινάσης μετὰ καὶ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν παίδων
18.3.14
καταλείψασα γονεῖς καὶ ἀδελφὰς καὶ ἀδελφοὺς καὶ τὸν ὃν ἐμνηστεύ σατο εἰς ἄνδρα,
18.3.15
ἀπελθοῦσα γέγονε καλογραία καὶ ἐν ὑποταγῇ αὐτῆς δὴ τῆς ὁσίας. Ἐκεῖθεν δὲ
18.3.16
ἐξελθοῦσαι καὶ ἐλθοῦσαι αἱ τρεῖς καὶ μόνον ἐν τῇ Κωνσταντίνου κατήντησαν ἀρχὴν
18.3.17
ἐν τῇ μονῇ τῇ ἐπονομαζομένῃ τῆς Κλέραινας. 18. 5 Διαδοθεῖσα δὲ ἡ ἀρετὴ αὐτῆς δὴ
18.3.18
τῆς ὁσίας καὶ ἡ εἰς τὴν θείαν γραφὴν ἐμπειρία εἴς τε τὸν βασιλέα καὶ τὸν πατριάρχην
18.3.19
καὶ πάντας τοὺς τῆς πόλεως, ὁ μὲν βασιλεὺς ἐγύρευσεν, ἵνα καὶ λάβῃ μοναστήριον,
18.3.20
οἷον ἔνι μεγαλώτερον καὶ πολυεισοδώτερον, ὁ δὲ πατριάρχης τὸ δοῦναι αὐτὴν
18.3.21
ἔνταλμα πνευματικῆς ἐξουσίας εἰς τὰς βουλομένας τῆς πόλεως γυναῖκας, οἱ δὲ τῆς
18.3.22
πόλεως ὅτι καὶ νὰ προσέρχωνται καὶ νὰ βλέπουν καὶ νὰ θε ραπεύουν εἰς τὰς πρὸς
18.3.23
χρείαν αὐτῶν· οὐδὲ γὰρ ἦν ἐν ἐκείναις οὔτε χρυ σίον, οὔτε ἀργύριον, οὐκ ἄλλοτι, εἰ
18.3.24
μὴ τὸ ἐργόχειρον καὶ ἡ τοῦ θεοῦ διὰ τῶν ἀρχόντων προμήθεια. 18. 6 Λαβοῦσα δὲ
18.3.25
μικρόν τι κάθισμα, συνέδραμον εἰς ὑποταγὴν τοσαῦ ται, ὅσαι οὐκ ἂν ἐχώρησαν εἴς τε
18.3.26
τὴν τοῦ Λιβὸς μονὴν καὶ τῆς Κυρα μάρθας, ἡ δὲ οὐ πλείους ἢ δύο καὶ δέκα
18.3.27
προσελάβετο. Καὶ ἦσαν τοιαῦ ται εἴς τε ἀκτημοσύνην καὶ ὑπακοὴν καὶ σωφροσύνην
18.3.28
καὶ πᾶν εἴ τι εἰς θεὸν εὐαπόδεκτον, ὅτι κατέλιπον οἱ τῆς πόλεως λέγειν ἡ ἁγία, ἀλλ'
18.3.29
αἱ ἅγιαι. καὶ αὐτὸ δὴ τὸ ὄνομα εἶχον εἰς αὐτὰς ἁγίας. Καὶ τὸ μὲν τῶν καλογραιῶν τὸ
18.3.30
κοινὸν τῆς τροφῆς καὶ φορεμάτων καὶ τὸ μὴ ἔχειν τι ἴδιον καὶ τὸ μὴ ποιῆσαι τὸ
18.3.31
μικρότερον, ἢ πρὸς κοινὸν ἢ πρὸς ἰδίαν χρείαν, εἰ μὴ μετὰ συγχωρήσεως, καὶ τὸ
18.3.32
ἀνυπόδητον καὶ ὀλιγότροφον καὶ τὸ χαμαὶ κεῖσθαι καὶ ἐν εὐτελεῖ καί τ' ἄλλα, ὅσα
18.3.33
τῆς ἀρετῆς εἰσιν ἐκμαρ τύρια, τῶν περισσῶν ἐστι διηγῆσθαι. Ὁμοίως δὴ πάλιν καὶ
18.3.34
τῆς αὐτῶν ὁσίας καὶ πνευματικῆς μητρός, τῆς εἰς ἐκείνην συνδρομῆς καὶ θεωρίας
18.3.35
βασιλέως καὶ δεσποινῶν καὶ ἀρχόντων καὶ ἀρχοντισσῶν, αἱ μὲν δι' ἐξο μολόγησιν,
18.3.36
αἱ δὲ δι' εὐχὴν καὶ θεωρίαν, τίς ἂν ἀκριβῶς καὶ ταῦτα καὶ τὴν ἐκείνης ἀρετὴν
18.3.37
δυνηθείη ἀκριβῶς διηγήσασθεν; 18. 7 Ἓν δὲ καὶ μόνον διηγησάμενοι δείξομεν
18.3.38
πάντα ἀληθῆ. Τῷ ῥη θέντι μεγάλῳ Σαββάτῳ, ᾧπερ μοι συμβέβηκεν, ἅπερ
18.3.39
διηγησάμην, καθη μένης μετὰ τελετὴν τῆς λειτουργίας ἐν τῇ ἐκκλησίᾳ καὶ σὺν αὐτῇ
18.3.40
πᾶσαι αἱ καλογραῖαι αὐτῆς καὶ προσμένουσαι, ἵνα μικρόν τι καὶ ἀπογεύσωνται διὰ
18.3.41
τὴν τοῦ ἀντιδώρου μετάληψιν, εἶτα εἰς τὰς Πράξεις τῶν Ἀποστόλων τεθῆναι
18.3.42
ἀνάγνωσιν, λέγει ἡ ὁσία· Καλογραῖαι, ἐγείρεσθε· Αἱ δέ· Τί ἐστί σοι χρεία, κυρία ἡμῶν
18.3.43
ἁγία; Ἡ δέ· Τῷ κυρίῳ Γεωργίῳ προσῆλθε πειρασμός· καὶ ἵνα δεηθῶμεν τῆς θεοτόκου
18.3.44
ὑπὲρ ἐκείνου. Τὸ δὲ ἀκού σασαι πᾶσαι, ἐξαιρέτως δὲ αἱ τῆς μητρός μου ἀδελφαί, καὶ
18.3.45
γὰρ ἑτέρα ἀδελφὴ καὶ ὑστέρα γέγονε κἀκείνη καλογραία καὶ ὑποτακτικὴ αὐτῆς
18.3.46
καλή, προσέδραμον μετὰ δακρύων· Τί ἐστι τοῦτο, κυρία ἡμῶν ἁγία; Ἡ δὲ πρὸς αὐτάς·
18.3.47
Μὴ θροεῖσθε· ὁ θεὸς ὁ συγχωρήσας τὸν πειρασμὸν θέλει χορηγήσει καὶ τὴν βοήθειαν
18.3.48
καὶ διάλυσιν αὐτοῦ δὴ τοῦ πειρασμοῦ. Καὶ σταθεῖσαι ἔψαλλον τὴν εἰς τὴν θεοτόκον
18.3.49
παράκλησιν μετὰ δακρύων. Τούτου τί κρεῖττον ἐκμαρτύριον τῆς εἰς θεὸν ἐκείνης
18.3.50
ἀρετῆς καὶ οἰκειώ σεως; 18. 8 Ζήσασα οὖν οὕτω καλῶς καὶ πολλὰ ἐκμαρτύρια τῆς
18.3.51
ἀρετῆς αὐτῆς ἐνδείξας ὁ θεός, τέλος καὶ ὁ θάνατος αὐτῆς τίμιος ἐναντίον Κυρίου καὶ
18.3.52
τῶν ἀνθρώπων προέβη. Ἡμέρας γάρ τινας ἀσθενήσασα μικρὸν καὶ πά σας κοινῶς
18.3.53
νουθετήσασα καὶ καταλείψασα εἰς τὴν ὑποταγὴν τῆς μητρός μου ἀδελφῆς, ἡ καὶ
18.3.54
πρώτη εἰς ἀρετὴν καὶ ὑποταγὴν αὐτῆς ἦν, καὶ πάντα τὰ τοῦ κελλίου αὐτῶν ἐκείνης
18.3.55
διοικούσης, εἶτα ὡς ἔνθους γενομένη ἐκά θητο, τοὺς μὲν ὀφθαλμοὺς ἔχουσα
18.3.56
κεκλεισμένους, τὸ δὲ στόμα ἀεὶ κινοῦ σα πρὸς ὕμνους καὶ εὐχαριστίας πρὸς θεόν,
18.3.57
μήτε τι προσλαμβάνουσα τρο φίμου ἢ ποτίμου, μήτε ὁμιλοῦσα τὸ τυχόν, ἄνευ τοῦ
18.3.58
καθ' ἡμέραν ἐρχο μένου τοῦ ἱερέως εἰς τὸ μεταλαβεῖν αὐτὴν τῶν θείων μυστηρίων·
18.3.59
τότε καὶ τὰς χεῖρας καὶ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν αἴρουσα καὶ συγχώρη σιν
18.3.60
αἰτοῦσα μετελάμβανεν. Ἀλλὰ καὶ τοῦ βασιλέως κυροῦ Ἰωάννου καὶ τῶν δεσποινῶν,
18.3.61
καὶ ἄλλοτε πολλάκις εἰς ἐκείνην ἀπελθόντων, ἀλλὰ δὴ καὶ τότε διὰ τελευταίαν
18.3.62
εὐχήν, καὶ ἀρχόντων καὶ ἀρχοντισσῶν καὶ ἐκ κρίτων καὶ ἱερομονάχων καὶ μοναχῶν,
18.3.63
ἀνένευε καὶ συγχώρησιν καὶ εὐ χὴν ἐχορήγει· καὶ οὕτως διαρκέσασα ἡμέρας ἑπτὰ
18.3.64
πρὸς κύριον ἐξεδή μησεν. Καὶ ἐτάφη φιλοτίμως συνδραμόντων σχεδὸν πάντων
18.3.65
ἱερέων καὶ ἱερομονάχων ἀκλήτως καὶ ἀρχόντων καὶ ἀρχοντισσῶν. Καὶ ταῦτα μὲν
18.3.66
οὕτως καὶ ἀληθῶς.

Intertext edge

Open linked passage

Note