Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius PhrantzaChro 19 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Ἐμοῦ δὲ κειμένου ἐν φυλακῇ ἡμέρας μʹ, ὡς ἦλθεν ἡ μνή μη τοῦ
19.1.2
ἐλευθερωτοῦ τῶν αἰχμαλώτων, τοῦ μεγαλομάρτυρος δηλονότι Γεωργίου, ἐδεήθην
19.1.3
αὐτοῦ, ὡς κἀγὼ Γεώργιος καὶ παιδιόθεν δοῦλος αὐ τοῦ· καὶ ἀφυπνισθεὶς ἔδοξέ μοι,
19.1.4
ὅτι εὑρέθην εἰς τὸν περικαλλῆ ναὸν τὸν εἰς τὸ ὄνομα αὐτοῦ τῶν Μαγγάνων
19.1.5
ἐπονομαζόμενον, εἰς τὴν φιάλην ἱστά μενος καὶ φορῶν καὶ τὰ σίδηρα. Διερχομένου
19.1.6
τοῦ βασιλέως, τάχα ἵνα εἰς τὴν ἀκολουθίαν τῆς ἐκκλησίας ἀπέλθῃ, ἐδεήθην αὐτοῦ,
19.1.7
ἵνα με ἐλευθε ρώσουν ἀπὸ τὰ σίδηρα· καὶ ὁ μὲν βασιλεὺς διέβη ἐντὸς τῆς ἐκκλησίας,
19.1.8
ἄρχων δέ τις νέος ἐπιστρέψας πρὸς ἐμὲ λέγει μοι· Ὥρισεν ὁ αὐθέντης ἡμῶν ὁ
19.1.9
βασιλεύς, ἵνα σε ἐκβάλουν ἀπὸ τὰ σίδηρα· ἐζήτησέ το γὰρ καὶ ἡ κυρία ἡμῶν
19.1.10
δέσποινα. 19. 2 Καὶ περὶ τὴν αὐγὴν αὐτὴν τῆς νυκτὸς ἐν ὥρᾳ ἀσυνήθει, ἰδοὺ οἱ τοῦ
19.1.11
κουλᾶ ἄρχοντες καὶ ἕτεροι μετὰ σιδηρικῶν καὶ ἐκβάλλουσί με ἅπαν τα τὰ σίδηρα·
19.1.12
καὶ ἐξαιτιῶντας καὶ λέγουσιν, οὐχ ὅτι ἐχθρωδῶς ἔχουσι, καλῶς οὐδέν με τρέφουσιν,
19.1.13
ἀλλ' ὅτι οὐκ ἔχουσιν. Καὶ μετὰ δύο ἡμέρας ἐλθόντες πάλιν ζητοῦσί με καὶ δέομαι τοῦ
19.1.14
αὐθεντός μου διὰ γραφῆς, ὅτι νὰ ἐνδώσῃ νὰ ἐξέλθουν ἄρχοντες νὰ συντύχουν πρὸς
19.1.15
συμβίβασιν, ὅπερ καὶ γέγονε. 19. 3 Καὶ συμβιβασθέντες δεδώκασιν αὐτῷ τὸ
19.1.16
Σαραβάλε οὕτως, ὅτι νὰ σηκωθῷ νὰ ἀπέλθῃ εἰς τὸ ὁσπήτιον αὐτοῦ τὴν Γλαρέντζαν·
19.1.17
καὶ μέχρις ὅλου Μαΐου εἰ μὲν ἔλθῃ ὁ μητροπολίτης καὶ αὐθέντης αὐτῶν, ποιήσει
19.1.18
ἐκεῖνος, ὡς θέλει, εἰ δ' οὖν, νὰ δώσωσιν τὸ κάστρον. Καὶ γεγονότων· ὅρκων καὶ
19.1.19
παραλαβόντος καὶ τὸ Σαραβάλε, τῇ ε- ῃ Μαΐου ἐκαβαλλίκευ σε καὶ ἀπῆλθε μέχρι τῆς
19.1.20
Σκλαβίτζας καὶ τοῦ Ῥιόλου τὰ ὅρια. 19. 4 Δι' ἐμὲ δὲ ἐπαφῆκεν Ἰωάννην τὸν
19.1.21
Ῥωσατᾶν, ἵνα με ἐπάρῃ· σω- ζομένου γὰρ τοῦ ἐλευθερωθῆναί με ἕξουσι τὸ βέβαιον
19.1.22
τὰ πραχθέντα. Καὶ ἐλευθερωθεὶς ἡμιθνὴς δὲ μόλις ἀπέσωσα, ἔνθα καὶ ὁ αὐθέντης
19.1.23
μου, ὃς ἰδών με μετὰ χαρᾶς ὅτι πολλῆς, καὶ λύπης, τὸ μὲν ὅτι ἤμην οὕτως ἡ μιθνής,
19.1.24
τὸ δὲ ὅτι ἠλευθερώθην, καὶ ὁρίσας πολλοὺς λόγους πρὸς ἔπαι νον, καὶ παραμυθίαν
19.1.25
μου, ὡς ἀπῆλθον εἰς τὴν κατούναν μου, ἔφερόν με εὐεργεσίαν αὐτοῦ ταμπάριον
19.1.26
διπλὸν χαμουχᾶν πράσινον ἀπὸ τὴν Λούκκαν ἀξιόλογον, μετὰ καὶ πρασίνης τζόχας
19.1.27
καὶ καλῆς ἐνδεδυμένον, σκούφιαν Θεσσαλονικαίαν μετὰ χρυσοκοκκίνου χασδίου
19.1.28
ἐνδεδυμένην, καβάδι χρε μεζῆν χαμουχᾶν μετὰ βαρέου καταράχου ἐνδεδυμένον,
19.1.29
κουρτζουβάκιν χα μουχᾶν χρυσὸν προύσινον καὶ φωτᾶν προύσινον καὶ σπαθὶν
19.1.30
ἐγκεκοσμη μένον. 19. 5 Ἐπὶ τὴν αὔριον ἀπελθόντες εἰς τὴν Γλαρέντζαν, ἰδοὺ καὶ
19.1.31
ἄρχων τοῦ ἀμηρᾶ μετά τινας ὀλίγας ἡμέρας, λέγων ὅτι ἡ Πάτρα δίδει με χα ράτζι καὶ
19.1.32
διαβαίνει ἰδική μου· σηκώθησαι οὖν ἀπ' αὐτῆς καὶ μηδὲν πο λιορκῇς αὐτήν· εἰ δ' οὖν,
19.1.33
θέλομεν πέμψειν φωσάτον κατά σου. Ὁ δ' αὐθέντης μου πάλιν εἶπε πρὸς αὐτόν·
19.1.34
Ἡμεῖς ἠκούσαμεν, ὅτι θέλουν νὰ δώσουν αὐτὴν τοὺς Καταλάνους· οὐδὲν οὖν ἐφάνη
19.1.35
πρέπον ἐχθροὺς καὶ τοῦ ἀδελφοῦ μου τοῦ μεγάλου ἀμηρᾶ καὶ ἡμῶν νὰ τοὺς
19.1.36
ἀφήσωμεν νὰ ἐπάρωσι τοιοῦτον κάστρον εἰς τὴν μέσην τοῦ τόπου μας. Διὰ τοῦτο ἀ
19.1.37
πήλθομεν ἐκεῖ· καὶ ἐξετάσαντες τὸ πρᾶγμα, ἐστήσαμεν νὰ μηδὲν γένη ται. Καὶ ἰδού,
19.1.38
ὡς βλέπεις, ἐσηκώθημεν καὶ ἤλθομεν εἰς τὸ ὁσπίτιον ἡ μῶν· εἰς ὀλίγας οὖν ἡμέρας
19.1.39
ἔχω σκοπὸν νὰ στέλλω τοῦτον δὴ τὸν ἄρ χοντα εἰς τὸν ἀδελφόν μου τὸν μέγαν
19.1.40
ἀμηρᾶν, δεικνὺς ἐμέ, καὶ θέλει δηλώσειν καὶ τοὺς πλείονας ἡμῶν λόγους. Ὁ δὲ
19.1.41
Τοῦρκος ἀκούσας τούτους λόγους, ἔτι δὲ καὶ φιλοφρονηθεὶς καλῶς, ἀπῆλθε χαίρων.
19.6.1
Ἐκείνου δὲ ἀπελθόντος, ὥρισεν ἐμέ· Ἰδοὺ προετοίμαζε τὰ πρὸς χρείαν τῆς ὁδοῦ,
19.6.2
μὴ εἰδότος μου πρότερον τὸ τυχόν. Ἐγὼ δ' ἀνέφερον αὐτῷ ὅτι μόνον νὰ δώσῃ ὁ θεὸς
19.6.3
νὰ μηδὲν ἔλθῃ ὁ μητροπολίτης καὶ νὰ δώσουν ἡμᾶς τὸ κάστρον, καὶ ἐγὼ νὰ
19.6.4
ἀῤῥωσθῶ τί ποτε πλέον· ἀμὴ πάντα θέλω τὰ ἕξειν ἕτοιμα εἰς ἐκπλήρωσιν τῆς
19.6.5
ἀποδοχῆς σου. 19. 7 Τῆς δὲ προθεσμίας ἐλθούσης καὶ τοῦ μητροπολίτου οὐκ
19.6.6
ἐλθόντος, τῇ α- ῃ τοῦ Ἰουνίου μηνὸς τοῦ αὐτοῦ ἔτους, καβαλλικεύσαντες ἀπερχόμε
19.6.7
θα εἰς τὴν Πάτραν. Ἐν αὐταῖς οὖν ἡμέραις καὶ ὁ αὐθεντόπουλος κὺρ Θωμᾶς τὸ τοῦ
19.6.8
πρίγκιπος κεντυρίωνος κάστρον τὴν Χαλαντρίτζαν τοῦ καὶ μετέπειτα γεγονότος
19.6.9
πενθεροῦ αὐτοῦ ἐπολιόρκει. Ὡς δὲ διήρχετο ὁ αὐθέντης μου καὶ οἱ ἀδελφοὶ αὐτοῦ
19.6.10
τὴν ὁδὸν τὴν φέρουσαν εἰς τὴν Πά τραν, κατελθὼν καὶ οὗτος δὴ ὁ ἀδελφὸς αὐτοῦ
19.6.11
ἔμειναν ὁμοῦ εἰς τὴν Κα μενίτζαν. 19. 8 Ὡς δὲ ἔμαθε τοῦτο καὶ ὁ εἰς τὴν
19.6.12
Χαλαντρίτζαν τοῦ πρίγκιπος εὑρισκόμενος ἄρχων, ὁ Ἰωαννοῦτζος Μπαλότας,
19.6.13
αἰτήσας ἀφίρωσιν, ἵνα ἔλθῃ καὶ προσκυνήσῃ ἀμφοτέρους τοὺς αὐθέντας· ἦλθε· καὶ
19.6.14
ἐξελθόντος εὐθὺς ἐκβαλὼν τὰς τοῦ κάστρου κλεῖς δέδωκε ταύτας τῷ αὐθέντῃ μου
19.6.15
τῷ δεσπότῃ, εἰπών· Τοῦτο ἔνι κάστρον ἰδίως τοῦ αὐθέντη μου καὶ συγγάμ βρου τῆς
19.6.16
βασιλείας σου· καὶ γὰρ ὁ τοῦ πρίγκιπος υἱὸς προαπῆρεν εἰς νόμιμον γυναῖκα τὴν
19.6.17
ἀδελφὴν τῆς βασιλίσσης κυρᾶς Θεοδώρας· καὶ ὥρισέ μοι, ἵνα παραδώσω τοῦτο
19.6.18
αὐτήν. Ὁ δὲ ἀπεκρίθη αὐτῷ· Οὕτως ἔχει, ὅτι συγγενοῦς μοῦ ἐστιν ὁ τόπος, ἀλλ' οὐ
19.6.19
γνησιεστέρου τοῦ ἀδελ φοῦ μου· λοιπὸν προγενέστερον ἂν εἶχε ποιήσειν τοῦτο καὶ ὁ
19.6.20
ἀδελφός μου, ὡς εἰς ἐμόν, οὐδὲν ἤθελεν ἐπιχειρήσειν τι, καὶ ἐγὼ εἰρηνικῶς ἤθελα
19.6.21
εἴχειν αὐτὸ καὶ ὁ αὐθέντης σου ἀλλοτρόπως· ἀμὴ νῦν ἂν τὸ ἐπάρω, ἀναγ κάζει νὰ
19.6.22
διαφερώμεθα μετὰ τὸν ἀδελφόν μου· καὶ οὐδὲν τυχένει διὰ πολύ τι, πολλῷ μᾶλλον
19.6.23
διὰ τοσοῦτον· ἀλλ' ἄπελθε ἐν αὐτῷ καί, ὡς δύνασαι, ποίει. 19. 9 Ὡς δὲ ταῦτα
19.6.24
ἤκουσεν, ἐζήτησεν, ἵνα καλῶς ἐμβῇ εἰς τὸ κάστρον αὑτοῦ. Ὡρίσθην δ' ἐγὼ καὶ ἀπῆρα
19.6.25
αὐτὸν μετὰ στρατιωτῶν καὶ ἀπερ χόμην. Καὶ περὶ τὸ κάστρον εὑρεθεὶς Ῥαοὺλ ὁ
19.6.26
Θωμᾶς ἐνόμισεν εὐκό λον εἶναι, ἵνα ἐπάρῃ αὐτὸν ἀπ' ἐμοῦ. Καὶ εἰς κίνδυνον ἦλθε
19.6.27
τοῦ γενέσ θαι μέσον τῶν ἀδελφῶν μέγα τι μάχιμον καὶ λυπηρόν, ὅμως οὖν θεοῦ εὐ
19.6.28
δοκήσαντος, ἐκεῖνον μὲν καλῶς ἀπεκατέστησα εἰς τὸ κάστρον αὐτοῦ καὶ ἐγὼ καλῶς
19.6.29
ἐπιστρέψας εὗρον τὸν αὐθέντην μου ἐν τῷ τοῦ ἁγίου Ἀν δρέου τοῦ πρωτοκλήτου
19.6.30
ναῷ καὶ τάφῳ ἀποσωθέντα τῇ δ- ῃ τοῦ Ἰουνίου ἀργά. 19. 10 Τῇ δὲ ε- ῃ πρωῒ τοῦ
19.6.31
αὐτοῦ, ἡμέρᾳ τῆς ἑβδομάδος α- ῃ, ἐξελθόν τες οἱ τοῦ κάστρου ἔκκριτοι καὶ πᾶς ὁ λαὸς
19.6.32
καὶ ἐλθόντες μέχρι καὶ τοῦ ῥηθέντος ναοῦ τοῦ ἁγίου, τῷ δεσπότῃ καὶ αὐθέντῃ μου
19.6.33
προσεκύνησαν καὶ τὰς κλεῖς τοῦ κάστρου δεδώκασι. Καὶ καβαλλικεύσαντες μετὰ
19.6.34
πλείσ της ὅτι χαρᾶς καὶ τοῦ ἑνὸς μέρους καὶ τοῦ ἄλλου, ἐσέβημεν εἰς τὸ κάστρον καὶ
19.6.35
μέχρι τῶν εἰς τὸν ναὸν τοῦ ἁγίου Νικολάου ὁσπιτίων ἀ πήλθομεν, τῆς μὲν ὁδοῦ
19.6.36
πάσης κατεστρωμένης πάντων ἀνθέων καὶ εὐκοσ μίας καὶ ἀπὸ τὰ ἐκ δεξιῶν καὶ
19.6.37
ἀριστερῶν ὁσπίτια πάντων ῥαινομένων διὰ ῥοδοσταγμάτων καὶ ῥόδων καὶ
19.6.38
τριακονταφύλλων, ἀπὸ δ' ἄνωθεν τοῦ κουλᾶ διὰ σκευῶν καὶ τζαγρῶν κακῶς
19.6.39
δεξιουμένων ἡμῶν, εἰ καὶ οὐδέν τι ἔβλαψαν· οἱ γὰρ τοῦ μητροπολίτου κρατήσαντες
19.6.40
τὸν κουλᾶν, ἔτι δὲ καὶ τὰ αὐθεντικὰ πλησίον αὐτοῦ ὁσπίτια καὶ σιταρχήσαντες καὶ
19.6.41
ἀφιρώ σαντες, κατέσχον ἐλπίζοντες [ὅτι] ἐλθόντος τοῦ μητροπολίτου διὰ τούτου
19.6.42
ἕξειν πάλιν, ἅπερ καὶ πρότερον εἶχον. 19. 11 Ἡμῶν δὲ ἐπὶ τὴν αὔριον συναχθέντων
19.6.43
ἐν τῷ τοῦ ἁγίου Νικο λάου ναῷ καὶ παντὸς τοῦ τῆς χώρας λαοῦ, δεδώκασι ὅρκον, ὅτι
19.6.44
νὰ ὦσι πιστοὶ δοῦλοι τοῦ αὐθεντὸς ἡμῶν τοῦ δεσπότου. Καὶ ἐμὲ εἰς κεφαλὴν αὑτῶν
19.6.45
ἐζήτησαν· ἤκουσαν δὲ ὅτι καὶ διὸ καὶ πλέον τούτου τὸν χρεω στοῦμεν καὶ διὰ τὴν
19.6.46
ὑμῶν αἴτησιν θέλει εἶσθεν αὐτὸς εἰς κεφαλὴν ὑ μῶν.

Intertext edge

Open linked passage

Note