Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1.1
Καὶ εἰς τὰς ἀρχὰς τοῦ θέρους τοῦ μγ- ου ἔτους ἀπέθανε καὶ 22. 1 ὁ
22.1.2
Ἀθηνῶν καὶ Θηβῶν αὐθέντης κὺρ Ἀντώνιος Ντελαντζιόλης καὶ ζη- τήσει τῆς
22.1.3
ἐκείνου γυναικὸς ἐστάλην ἐγὼ μετὰ ἐνόρκου ἀργυροβούλου καὶ πολλῶν
22.1.4
στρατιωτῶν, ἵνα παραλάβω τὴν Ἀθήναν καὶ ἄλλον εἰς τὸν Μορέαν αὐτῇ δώσω
22.1.5
τόπον, ὁπόσον καὶ ὁποῖον φαίνηταί μοι· προλαβόν τος δὲ τοῦ Τουραχάνη καὶ τὴν
22.1.6
Θήβαν ἀποκλείσαντος, ἣν καὶ ἀπῆρε με τά τινας ἡμέρας, ἄπρακτος ἐγύρισα ἀπὸ τὸ
22.1.7
Ἑξαμίλιον, τοῦτο παρεγγε λίαν ἔχοντος μου. 22. 2 Εἰς δὲ τὰ Στυλάρια εὑρισκομένου
22.1.8
τοῦ δεσπότου καὶ αὐθεντός μου καὶ τὰ τῆς πραγματείας κάτεργα Βενετικὰ
22.1.9
ἐκδεχομένου, ἵνα ἐμβὰς εἰς τὴν Πόλιν ἀπέλθῃ, ἰδοὺ κἀγὼ ἄπρακτος ἔφθασα. Καὶ
22.1.10
ἐμβὰς κἀγὼ ἀπερχόμε θα· καὶ εἰς τὴν Εὔριπον φθάσαντες, ἐφάνη καλὸν καὶ ἐστάλην
22.1.11
εἰς τὸν Τουραχάνην, εἰς τὴν Θήβαν εὑρισκόμενον καὶ τὴν δουλείαν τὴν περὶ τῆς
22.1.12
Ἀθήνας ἐδηλοποίησα αὐτῷ. 22. 3 Καὶ ἐπληροφόρησέ μοι μεθ' ὅρκου, ὅτι διὰ τὴν πρὸς
22.1.13
τὸν δεσπό την καὶ σὲ ἐγνωριμίαν καὶ ἀγάπην, καλῶς καὶ προθύμως ἤθελα παρα
22.1.14
χωρήσει, ἵνα πραχθῇ τοῦτο, ἂν εἶχα ἐξεύρειν τι πρὸ τοῦ ἐξελθεῖν με ἀπὸ τὸ ὁσπίτιόν
22.1.15
μου καὶ ἐλθεῖν ἐνταῦθα, ἐπεὶ ὁρισμῷ τοῦ μεγάλου αὐθεντὸς οὐδὲν ἐποίησα τοῦτο·
22.1.16
καὶ εὑρισκομένου εἰς τὸ ὁσπίτιόν μου, εἶχον πολλὰ σκε πάσματα, νῦν δὲ πλέον
22.1.17
σκέπασμά τι οὐκ ἔχω. Φιλοφρονηθεὶς δὲ φιλοτί μως παρ' ἐκείνου καὶ τοὺς υἱοὺς
22.1.18
αὐτοῦ φέροντος εἰς προσκύνησίν μου, καὶ παραδοὺς αὐτοὺς πρὸς ἐμὲ καὶ τὸν
22.1.19
αὐθέντην μου, ἐξ ὧν εἷς ἦν καὶ ὁ νῦν πολὺς καὶ μέγας Ἀμάρης, ἐπανέστρεψα
22.1.20
κἀκεῖθεν ἄπρακτος. 22. 4 Καὶ ἐπεὶ προλαβόντες οἱ ἐν τῷ Εὐρίπῳ ἐσήκωσαν τὸ
22.1.21
γεοφύριν, καὶ ἀκουσίως ἐμείναμεν εἰς τὰς ἔξω τοῦ γεοφυρίου πέτρας· διεβιβάσαμεν
22.1.22
οὖν τοιαύτην νύκταν ἀπό τε κρύους, κθ- ῃ ἦν τοῦ Αὐγούστου, ἀπό τε πείνας, ἀπό τε
22.1.23
ξηρότητος τῶν πετρῶν, ἀπό τε φόβου καὶ κλεπτῶν τῶν ἀπὸ τοῦ φωσάτου τοῦ
22.1.24
Τουραχάνη διὰ τὰ ξένα ἄλογα, ἃ ἀπὸ τοὺς ἐν τῷ κάστρῳ ἐδανεισάμεθα, ὅτι παροιμία
22.1.25
ἐγένετο ἐπὶ κακῷ τοῖς μετ' ἐμοῦ τότε οὖσιν εἰς τὸν μετέπειτα χρόνον. 22. 5
22.1.26
Ἀναβάντες οὖν εἰς τὰ κάτεργα ἐπὶ τὴν αὔριον, τῇ κγ- ῃ τοῦ Σεπ τεβρίου μηνὸς τοῦ
22.1.27
μδ- ου ἔτους εἰς τὴν Κωνσταντινούπολιν ἐφθάσαμεν. 22. 6 Καὶ τῇ κε- ῃ Μαρτίου τοῦ
22.1.28
αὐτοῦ ἔτους ἦλθεν εἰς τὴν Πόλιν καὶ ἡ τοῦ Παρασπονδύλου μεγάλου δουκὸς
22.1.29
θυγατέρα Ζωὴ μετὰ κατέργου βα σιλικοῦ, ὁποῦ ἐστάλη μετὰ Παλαιολόγον τὸν
22.1.30
Μανουήλ, ἵνα φέρωσιν αὐτήν· ἣν δὴ καὶ μετά τινας ἡμέρας εὐλογήθη αὐτὴν ὁ
22.1.31
δεσπότης κὺρ Δημήτριος. 22. 7 Μεθ' οὗ δὴ κατέργου ἦλθεν εἰς τὴν Πόλιν καὶ ὁ
22.1.32
δεσπότης κὺρ Θεόδωρος, ἵνα ἐκεῖνος εἰς τὴν πόλιν εὑρίσκεται καὶ διάδοχος, ὡς
22.1.33
δεύτερος ἀδελφός, τῆς βασιλείας. Ὃ καὶ βασιλεὺς ἔστεργε μὲν ἀκουσίως, ἐπεὶ τὸν
22.1.34
κὺρ Κωνσταντῖνον τὸν αὐθέντην μου, πολλάκις με ἐπληροφόρησε καὶ ἐνόρκως ὡς
22.1.35
ἐν μυστηρίῳ, ἠγάπα καὶ ἤθελεν, ὡς καὶ ὁ λόγος προιὼν δηλώσει. 22. 8 Ἐπεὶ δὲ οὕτως
22.1.36
παρηκολούθησεν, ἐσπούδαζεν, ἵνα εἰς τὸν Μορέαν τοὺς τρῖς ἄλλου ἀδελφοὺς
22.1.37
ἐγκατοικίσῃ. Ὁ γοῦν αὐθέντης μου πάλιν ὁ δεσπότης κὺρ Κωνσταντῖνος μετὰ τοῦ
22.1.38
ἀδελφοῦ αὐτοῦ κυροῦ Θωμᾶ τοῦ δεσπότου, ἦν γὰρ εἰς τὴν πόλιν μεθ' ἡμῶν ὁ πρῶτος
22.1.39
ἄρχων τοῦ ὀσπι τίου ἐκείνου Ῥαοὺλ Μιχαὴλ ὁ Ἰσῆς, ἐσπούδαζον, ἵνα οἱ δύο μὲν σὺν
22.1.40
τῷ βασιλεῖ εὑρίσκωνται εἰς τὴν πόλιν, οὗτοι δὲ οἱ δύο αὐθένται εἰς τὸν Μορέαν. 22. 9
22.1.41
Διὰ ταύτην δὴ τὴν αἰτίαν καὶ τὸν Ἰούνιον τοῦ αὐτοῦ ἔτους διέβη ἀπὸ τῆς Πόλεως εἰς
22.1.42
τὸν Μορέαν ὁ δεσπότης κὺρ Κωνσταντῖνος ὡς φυγὰς μετὰ γαλιώτου καὶ ἐγὼ
22.1.43
ἐστάλην παρ' αὐτοῦ εἰς τὸν ἀμηρᾶν διὰ ταύτην δὴ τὴν δουλείαν, ἵνα αὐτὸν ὑπὲρ
22.1.44
ἑαυτὸν ἔχωσι. Καὶ ἀπῆλθον καὶ καλῶς ᾠκονόμησα τὰ ἀνατεθειμένα· καὶ διὰ τῆς
22.1.45
στερεᾶς εἰς τὸν Μορέαν ἔφ θασα. 22. 10 Εὗρον δὲ τοὺς ἀδελφοὺς καὶ αὐθέντας
22.1.46
ἔχοντας ὄχλησιν μάχης με γάλης. Καὶ γὰρ ὄπισθεν τοῦ κυριοῦ Κωνσταντίνου καὶ
22.1.47
αὐθεντός μου στα λεὶς μετὰ κατέργου καὶ ὁ κὺρ Θεόδωρος ἐμάχετο τοῖς δυσὶν
22.1.48
ἀδελφοῖς αὑτοῦ, ὡς καὶ φωσάτων συναχθέντων ἐπ' ἀμφοτέροις τοῖς μέρεσι καὶ πο
22.1.49
λέμου μερικοῦ μέσον αὐτῶν γεγονότος. 22. 11 Τῷ με- ῳ ἔτει καὶ ἀποκρισιαρίων
22.1.50
ἀποσταλέντων παρὰ τοῦ βασι λέως, ἦσαν δὲ ὁ καλὸς κἀγαθὸς Διονύσιος
22.1.51
ἱερομόναχος, ὁ χρηματί σας καὶ μητροπολίτης Σάρδεων, καὶ Δισύπατος Γεώργιος,
22.1.52
τὴν μάχην ἀπὸ μέρους κατεπράϋναν. Τέλος δὲ πάλιν ἄλλων ἐλθόντων
22.1.53
ἀποκρισιαρίων τοῦ βασιλέως, Γρηγορίου ἱερομονάχου καὶ πνευματικοῦ, τοῦ χρηματί
22.1.54
σαντος ὕστερον καὶ πατριάρχου Κωνσταντινουπόλεως, καὶ αὐτοῦ δὴ πά λιν
22.1.55
Γεωργίου τοῦ Δισυπάτου, συνεβίβασαν, ἵνα ὁ μὲν αὐθέντης μου δε σπότης κὺρ
22.1.56
Κωνσταντῖνος ἀπέλθῃ καὶ ἔνι εἰς τὴν πόλιν, ὁ δὲ κὺρ Θεό δωρος καὶ κὺρ Θωμᾶς οἱ
22.1.57
δεσπόται εἰς τὸν Μορέαν. 22. 12 Καὶ τῇ ε- ῃ Σεπτεβρίου τοῦ μ- ου ἔτους διέβημεν ἀπὸ
22.1.58
τὴς Πάτρας διὰ τῆς στερεᾶς εἰς τὸν Εὔριπον μετὰ τοῦ αὐθεντός μου λέγω, καὶ ἐσέ
22.1.59
βημεν εἰς κάτεργον Βενέτικον ἀπὸ τὸ καστέλλιον τῆς Εὐρίπου τὴν Κά ρυστον. Ἐν ᾧ
22.1.60
δὴ κατέργῳ ἦν καὶ ὅ ποτε μὲν ἐν τῇ Πάτρᾳ κανόνικος Μάρκος, ὅταν ἀπήλθομεν κατ'
22.1.61
αὐτῆς, γεγονὼς δὲ λεγάτος παρὰ τοῦ πάπα Εὐγενίου τοῦ συγγενοῦς αὐτοῦ καὶ παρ'
22.1.62
ἐκείνου καὶ ἀποκρισιάριος εἰς τὸν βασιλέα. Καὶ τῇ κδ- ῃ τοῦ αὐτοῦ μηνὸς Σεπτεβρίου
22.1.63
ἀπεσώθημεν εἰς τὴν Πόλιν.