Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1.1
Καὶ τῇ κζ- ῃ Νοεμβρίου τοῦ αὐτοῦ ἔτους διέβη ὁ βασιλεὺς κὺρ Ἰωάννης
23.1.2
μετὰ τοῦ πατριάρχου καὶ τοῦ δεσπότου κυροῦ Δημητρίου καὶ πολλῶν ἀρχόντων τῆς
23.1.3
συγκλήτου καὶ τῆς ἐκκλησίας καὶ πάντων σχεδὸν τῶν μητροπολιτῶν καὶ ἐπισκόπων
23.1.4
διὰ τὴν μελετηθεῖσαν, ὡς μὴ ὤφελε, σύνοδον. 23. 2 Καὶ οὐ λέγω τοῦτο διὰ τὰ τῆς
23.1.5
ἐκκλησίας δόγματα, ταῦτα γὰρ παρ' ἄλλοις ἐδόθησαν κρίνεσθαι ἐμοὶ δ' ἀρκεῖ ἡ
23.1.6
πατρική μου διαδοχὴ τῆς πίστεως, καὶ ὅτι οὐδέποτε παρά τινος τῶν τοῦ μέρους
23.1.7
ἐκείνου ἤκουσα, ὅτι τὸ ἡμῶν κακόν, ἀλλὰ καλὸν καὶ ἀρχαῖον, καὶ τὸ ἐκείνων οὐ
23.1.8
κακόν, ἀλλὰ καλόν. 23. 3 Καὶ νὰ εἴπω, ὡς ἐν παραδείγματι, ὅτι τὴν Μέσην ὁδὸν τῆς
23.1.9
πόλεως, τὴν πλατείαν καὶ εὐρύχωρον, διέρχομαι πολλοὺς χρόνους μετά τινων, δι' ἧς
23.1.10
ἐκαταντῶμεν εἰς τὴν Ἁγίαν Σοφίαν. Εἶτα μετά τινας καιροὺς εὑρέθη παρά τινων καὶ
23.1.11
ἄλλη ὁδὸς καταντῶσα, ὡς λέγουσι, καὶ αὕτη ἐκεῖ· καὶ νά με παροτρύνωσιν, ὅτι ἐλθὲ
23.1.12
καὶ διὰ τῆς ὁδοῦ ταύτης ἧς εὕρομεν· καὶ γάρ, εἰ καὶ ἔστιν αὕτη, ὁποῦ ἀπέρχῃ, καλὴ
23.1.13
καὶ ἀρχαία καὶ ἡμῖν ἀρχῆ θεν σὺν ὑμῖν γνωστὴ καὶ διερχομένη, ἀλλὰ καὶ αὕτη, ἣν
23.1.14
εὕρομεν νῦν, καλή ἐστιν. Ἐγὼ δὲ νὰ ἀκούω παρὰ μὲν τῶν, ὅτι καλή ἐστι, παρὰ δὲ
23.1.15
τῶν, ὅτι οὐ καλή, διὰ τὶ νὰ μηδὲν εἴπω· Μετ' εἰρήνης καὶ ἀγάπης ἀπέρ χεσθε καλῶς
23.1.16
εἰς τὴν Ἁγίαν Σοφίαν, ὁπόθεν βούλεσθε· ἐγὼ δὲ πάλιν θέ λω διέρχεσθαι διὰ τῆς
23.1.17
ὁδοῦ, ἣν καὶ μεθ' ὑμῶν πολύν τινα χρόνον διηρ χόμην καὶ καλὴν αὐτὴν καὶ παρ'
23.1.18
ὑμῶν καὶ τῶν προγόνων μου μαρτυρου μένην καὶ διερχομένην. 23. 4 Οὐ διὰ ταύτην
23.1.19
οὖν τὴν αἰτίαν εἶπον τὸ ὡς μὴ ὤφελεν, ἤθελα γὰρ νὰ εἶχε γενεῖν καλῶς ἑνώσει τῶν
23.1.20
ἐκκλησιῶν καὶ νά με ἔλιπεν ὁ εἷς τῶν ὀφθαλμῶν μου, ἀλλὰ διὰ τὸ ὅτι ἦν καὶ αὕτη ἡ
23.1.21
τῆς συνόδου δουλεία αἰτία μία καὶ πρώτη καὶ μεγάλη εἰς τὸ νὰ γένηται ἡ κατὰ τῆς
23.1.22
Πόλεως τῶν ἀσεβῶν ἔφοδος καὶ ἀπὸ ταύτην πάλιν ἡ πολιορκία καὶ ἡ αἰχμαλω σία
23.1.23
καὶ τοιαύτη καὶ τοσαύτη συμφορὰ ἡμῶν. 23. 5 Καὶ ἀκούσατε λόγους ἀληθεῖς, τὴν
23.1.24
αὐτοαλήθειαν προβαλομένου μου μάρτυρα. Εἶπεν ὁ ἀοίδιμος βασιλεὺς πρὸς τὸν υἱὸν
23.1.25
αὑτοῦ, τὸν βα σιλέα κὺρ Ἰωάννην, μόνος πρὸς μόνον, ἱσταμένου καὶ ἐμοῦ μόνου
23.1.26
ἔμπρο σθεν αὐτῶν, ἐμπεσόντος λόγου περὶ τῆς συνόδου· Υἱέ μου, βεβαίως καὶ
23.1.27
ἀληθῶς ἐπιστάμεθα ἐκ μέσης τῆς καρδίας δὴ τῶν ἀσεβῶν, ὅτι πολλὰ τοὺς φοβεῖ, μὴ
23.1.28
συμφωνήσωμεν καὶ ἑνωθῶμεν μὲ τοὺς Φράγκους· ἔχουν το γάρ, ὅτι, ἂν τοῦτο
23.1.29
γένηται, θέλει γενεῖν μέγα τι κακὸν εἰς αὐτοὺς παρὰ τῶν τῆς Δύσεως Χριστιανῶν δι'
23.1.30
ἡμᾶς. 23. 6 Λοιπὸν τὸ περὶ τῆς συνόδου, μελέτα μὲν αὐτὸ καὶ ἀνακάτωνε, καὶ μάλισθ'
23.1.31
ὅταν ἔχῃς χρείαν τινα φοβῆσαι τοὺς ἀσεβεῖς· τὸ δὲ νὰ ποιή σῃς, αὐτήν, μηδὲν
23.1.32
ἐπιχειρισθῇς αὐτό, διότι οὐδὲν βλέπω τοὺς ἡμετέρους, ὅτι εἰσὶν ἁρμόδιοι πρὸς τὸ
23.1.33
εὑρεῖν τινα τρόπον ἑνώσεως καὶ εἰρήνης καὶ ὁμονοίας, ἀλλ' ὅτι νὰ τοὺς ἐπιστρέψουν
23.1.34
εἰς τὸ νά ἐσμεν ὡς ἀρχῆθεν. Τούτου δὲ ἀδύνατον ὄντος σχεδόν, φοβοῦμαι μὴ καὶ
23.1.35
χεῖρον σχίσμα γέ νηται· καὶ ἰδοὺ ἀπεσκεπάσθημεν εἰς τοὺς ἀσεβεῖς. 23. 7 Τοῦ δὲ
23.1.36
βασιλέως, ὡς ἔδοξε, μὴ δεξαμένου τὸν λόγον τοῦ πατρὸς αὑτοῦ, μηδὲν εἰπών,
23.1.37
ἀναστὰς ἀπῆλθε. Καὶ μικρὸν σύννους γεγονὼς ὁ μακαρίτης καὶ ἀοίδιμος πατὴρ
23.1.38
αὐτοῦ, ἐμβλέψας πρὸς ἐμὲ ὁρίζει· Ὁ βα σιλεὺς ὁ υἱός μου ἔνι μὲν ἁρμοδίως βασιλεῖ,
23.1.39
οὐ τοῦ παρόντος δὲ καιροῦ. Βλέπει γὰρ καὶ φρονεῖ μεγάλα καὶ τοιαῦτα, οἷα οἱ καιροὶ
23.1.40
ἔχρῃζον τῆς εὐημερίας τῶν προγόνων ἡμῶν· ἄμη σήμερον, ὡσὰν παρακολουθοῦσιν
23.1.41
εἰς ἡμᾶς τὰ πράγματα, οὐ βασιλέα θέλει ἡ ἡμῶν ἀρχή, ἀλλ' οἰκονόμον· καὶ
23.1.42
φοβοῦμαι, μήποτε ἐκ τῶν ἐνθυμημάτων καὶ ἐπιχειρημάτων αὐτοῦ γέ νηται
23.1.43
χαλασμὸς τοῦ ὁσπιτίου τούτου. Προεῖδον γὰρ καὶ τὰς ἐνθυμή σεις αὐτοῦ καὶ τὰ
23.1.44
ἐδόξαζε κατορθῶσαι μὲ τὸν Μουσταφᾶν, καὶ εἶδον καὶ τὰ τέλη τῶν κατορθωμάτων,
23.1.45
εἰς τι κίνδυνον μᾶς ἔφερον. 23. 8 Ἕτερον βεβαιοῦν τήν ποτε βουλὴν τοῦ ἀοιδίμου
23.1.46
πατρὸς αὐτοῦ. Ὡς ἐστάθη, ἵνα ἀπέλθῃ εἰς τὴν σύνοδον, ἐστάλη εἰς τὸν ἀμηρᾶν ἀπο
23.1.47
κρισιάρης Ἀνδρόνικος ὁ Ἴαγρος, δηλῶσαι τοῦτο πρὸς ἐκεῖνον ὡς τάχα φίλον καὶ
23.1.48
ἀδελφόν. Κἀκεῖνος ἀπελογήσατο, ὅτι οὐδέν μοι φαίνεται κα λὸν νὰ ὑπάγῃ νὰ
23.1.49
κοπιάσῃ τοσοῦτον καὶ νὰ ἐξοδιάσῃ καὶ τὶ νὰ κερδί σῃ; Ἰδοὺ ἐγώ, καὶ ἐὰν ἔχῃ χρείαν
23.1.50
καὶ ἄσπρων δι' ἔξοδον καὶ εἰσόδημα καὶ ἄλλο τι πρὸς θεραπείαν αὐτοῦ, ἕτοιμός εἰμι
23.1.51
νὰ τὸν θεραπεύσω. Καὶ ἐγένετο πολὺς λόγος καὶ βουλή, πότερον νὰ γένηται τὸ τοῦ
23.1.52
ἀμηρᾶ, ἢ νὰ ἀπέλθωσιν εἰς τὴν σύνοδον. Καὶ ἐγένετο, ὅπερ ἤθελεν ὁ βασιλεὺς ἢ
23.1.53
μᾶλλον ἡ κακὴ τύχη. 23. 9 Ἐξελθόντος οὖν τοῦ βασιλέως ἀπὸ τῆς πόλεως καὶ
23.1.54
ἀπερχομέ νου, ἐβουλεύσατο ὁ ἀμηρᾶς, ὅτι νὰ ποιήσῃ μάχην τὴν Πόλιν καὶ νὰ πέμψῃ
23.1.55
φωσάτον κατ' αὐτῆς· οὐ τοσοῦτον, ὅτι νὰ ἐπάρῃ αὐτήν, ὅσον ἵνα ποιήσῃ τὸν βασιλέα
23.1.56
νὰ ἐπιστρέψῃ. 23. 10 Καὶ τοῦτο ἐβεβαιώθη καὶ ἐστάθη παρὰ πάντων τῶν αὐτοῦ ἄνευ
23.1.57
μόνου τοῦ Χαλὶλ πασία, ὅστις ἀντέστη λέγων, ὅτι μᾶλλον μὲν οὖν αἴτιον θέλει
23.1.58
εἶσθεν, ἐὰν ποιήσῃς μάχην τὴν Πόλιν, ἵνα ὁ βασιλεὺς εἴπῃ τοὺς Φράγκους ἀπὸ
23.1.59
ἀνάγκης, ὅτι ὅπερ λέγετε, στέργω το. Καὶ ἰδοὺ ἐγένετο, ὅπερ φοβούμεθα· ἀμὴ ἄφες
23.1.60
το καὶ ἰδὲ τὸ τὶ θέλει πράξειν. Καὶ εἰ μὲν ὁμονοήσουν, σὺ ἀγάπην ἔχεις μετ' ἐκείνους
23.1.61
καὶ ὅρκους· εἰς τὸ ἔμπροσθεν πάλιν, ὡς ἂν βλέπῃς, θέλεις πράττειν. Εἰ δὲ μᾶλλον
23.1.62
οὐδὲν ὁμονοήσουν, τότε μᾶλλον ἐξέβη ὁ λογισμὸς καὶ μὲ πλέον θάῤῥος ποίη σον τὸ
23.1.63
θέλεις. Καὶ αὕτη ἡ βουλὴ τὸν μὲν ἀμηρᾶν τοῦ σκοποῦ ἐκώλυσεν. 23. 11 Πρὸ δὲ τοῦ
23.1.64
Χαλὶλ πασία τὴν βουλὴν δόντος τοῦ καιροῦ μαθεῖν ἡμᾶς, ἀλλὰ τὴν ἄλλων, ὁ
23.1.65
αὐθέντης μου ὁ δεσπότης καὶ οἱ ἄρχοντες ἐξώρ θωσαν τὸν Παλαιολόγον Θωμᾶν καὶ
23.1.66
πρὸς τὸν βασιλέα ἀπέστειλαν. Καὶ λογισμὸς καὶ τρικυμία τοῖς ἐν τῇ Πόλει περιέπεσεν
23.1.67
ὅτι πλείστη, ἕως οὗ πάλιν ἐμάθομεν τὴν ἰσχύσασαν βουλὴν τοῦ Χαλὶλ πασία. 23. 12
23.1.68
Καὶ ἰδοὺ ἐκμαρτυρία τοῦ ὡς μὴ ὤφελε γενέσθαι τὴν σύνοδον. Ἀφίημι γὰρ τὰ ἀλλά, ἃ
23.1.69
παρηκολούθησαν ἀπὸ τούτου.