Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
Τὸν δὲ Ὀκτώβριον τοῦ αὐτοῦ ἔτους ἐξῆλθεν ἀπὸ τῆς Γλαρέντζας ἡ
28.1.2
θυγάτηρ κυροῦ Θωμᾶ τοῦ δεσπότου κυρὰ Ἑλένη, ἵνα ἀπέλ- θῃ εἰς τὴν Σερβίαν καὶ
28.1.3
Λάζαρον τὸν υἱὸν κυροῦ Γιούργη δεσπότου ἄν δρα λάβῃ· ὅπερ καὶ ἐγένετο. 28. 2 Καὶ
28.1.4
διὰ τοῦτο καὶ δεσπότην καὶ αὐτὸν δὴ τὸν Λάζαρον ὁ βασι λεὺς κὺρ Ἰωάννης διὰ τοῦ
28.1.5
Φιλανθρωπινοῦ Γεωργίου τετίμηκε. 28. 3 Τῇ δὲ κζ- ῃ τοῦ Νοεμβρίου μηνὸς τοῦ αὐτοῦ
28.1.6
ἔτους ἦλθεν ὁ ἀμη ρᾶς κατὰ Ἑξαμιλίου καὶ τῆ ι- ῃ Δεκεμβρίου ἀπῆρεν αὐτὸ καὶ τὸ
28.1.7
ἐχά λασε· καὶ ἀπελθόντος αὐτοῦ καὶ ἕως εἰς τὴν Πάτραν, τὴν χώραν καὶ τὴν μόνην
28.1.8
ἀπῆρε καὶ κατέκαυσε καὶ ἠφάνισε. 28. 4 Καὶ τὸν Αὔγουστον τοῦ αὐτοῦ ἔτους ἐστάλην
28.1.9
πάλιν ἐγὼ εἰς τὴν Πόλιν καὶ δι' ἄλλας μὲν δουλείας καὶ διὰ τὴν εἰς τὴν
28.1.10
Τραπεζοῦνταν καὶ τὴν Γοτθίαν συνοικεσίου διὰ τοῦ αὐθεντός μου δουλείαν, ἐπεὶ
28.1.11
προεσύν τυχαν ἀπ' ἐκεῖσε, εἰς ἃ μέρη καὶ ἱερομόναχον τὸν Ἰσίδωρον, τὸν ὕστε ρον
28.1.12
χρηματίσαντα καὶ Ἀθηνῶν, καὶ ἀνθρώπους μου ἔστειλα καὶ ἔγραψα. 28. 5 Καὶ
28.1.13
προσμένοντός μου ἐκεῖ, τὸν Ἰούνιον τοῦ ν- ου ἔτους ἀπέ θανεν ἀπὸ λοιμώδους
28.1.14
νοσήματος εἰς τὴν Σηλυμβρίαν ὁ δεσπότης κὺρ Θεόδωρος· καὶ φέροντες αὐτὸν εἰς
28.1.15
τὴν Πόλιν ἔθαψαν ἐν τῇ τοῦ Παντο κράτορος μονῇ. 28. 6 Καὶ τῇ ιε- ῃ τοῦ Αὐγούστου
28.1.16
μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπέθανεν ἐμοὶ ὁ υἱὸς Ἀλέξιος, ζήσας χρόνους εʹ καὶ μῆνας
28.1.17
ιαʹ, θάνατος καὶ σφό δρα μου καθήψατο, οὐκ εἰδότος μου τοῦ ἀθλίου τὰ μέλλοντά
28.1.18
μοι συμ βήσεσθαι λυπηρότερα. 28. 7 Καὶ τῇ λα- ῃ τοῦ Ὀκτωβρίου μηνὸς τοῦ νζ- ου
28.1.19
ἔτους ἀπέθανε καὶ ὁ βασιλεὺς κὺρ Ἰωάννης χρονῶν ὑπάρχων ν ʹ καὶ μηνῶν ιʹ καὶ
28.1.20
ἡμε ρῶν ιεʹ. Καὶ ἐτάφη τῇ α- ῃ Νοεμβρίου εἰς τὴν μονὴν τοῦ Παντοκρά τορος,
28.1.21
αὐτοκρατορήσας χρόνους κγʹ καὶ μῆνας γʹ καὶ ἡμέρας ιʹ.