Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1.1
Τῇ γὰρ ιδ- ῃ τοῦ Ὀκτωβρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐστά λην ἐγὼ εἴς τε
30.1.2
τὸν τῆς Ἰβηρίας μέπεν, ἤγουν βασιλέα Γεώργιον, καὶ τὸν βασιλέα Τραπεζοῦντος κὺρ
30.1.3
Ἰωάννην τὸν Κομνηνὸν μετὰ χαρίτων ἀξιο λόγων καὶ παρασκευῆς ὅτι πολλῆς καὶ
30.1.4
καλῆς, μετὰ ἀρχοντοπούλων καὶ στρατιωτῶν καὶ ἱερομονάχων καὶ ψαλτῶν καὶ
30.1.5
ἰατρῶν καὶ τεχνιτῶν κρα τούντων καὶ ὄργανον· οἳ καὶ ἤκουον ὄνομα μὲν αὐτό, τὶ δέ
30.1.6
ἐστιν, οὐκ εἶδον καὶ ἐπιθυμοῦσαν ἰδεῖν καὶ ἀκοῦσαι οἱ Ἴβηρες. καὶ διὰ τοῦτο καὶ
30.1.7
συνέτρεχον ἐκ τῶν περάτων αὐτῆς δὴ τῆς Ἰβηρίας, ἵνα ἀκούσωσιν αὐτοῦ. 30. 2
30.1.8
Ἀπῆλθον δὲ διὰ συμπεθέριον, ὅπου ἄρα με φανῇ ἐκ τῶν δύο γενῶν. Ἐδέησεν οὖν,
30.1.9
ἵνα διὰ τὸ ἀναίτιόν μου πλέον δηλώσω τῷ αὐθέν τῃ μου τῷ βασιλεῖ τὰ καλὰ
30.1.10
ἀμφοτέρων τῶν μερῶν καὶ τὰ ἐναντία· καὶ πάλιν, ὡσὰν ὁρίσει. Καὶ ἔστειλα γραφὰς
30.1.11
μετὰ ἀνθρώπων, καὶ πάλιν ἄλ λους ὁ αὐθέντης μου ἀπολογησάμενος· καὶ ἐρχόμενοι
30.1.12
περὶ τὴν Ἀμισὸν ἐναυάγησαν. Καὶ ἕως οὗ νὰ μάθῃ τοῦτο ὁ αὐθέντης μου ὁ βασιλεὺς
30.1.13
νὰ στείλῃ ἄλλους, διεβίβασα εἰς τὰ μέρη ἐκεῖνα χρόνους βʹ παρὰ ἡμέρας λʹ. 30. 3
30.1.14
Εὑρισκομένου μου οὖν ἐκεῖσε τῇ κγ- ῃ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους τέθνηκεν ἡ ἐν
30.1.15
μακαρίᾳ τῇ λήξει γενομένη ἀοίδιμος καὶ ἁγία δέ σποινα, ἡ διὰ τοῦ θείου καὶ
30.1.16
ἀγγελικοῦ σχήματος μετονομασθεῖσα Ὑπο μονὴ μοναχή· καὶ ἐτάφη εἰς τὴν μονὴν
30.1.17
τοῦ Παντοκράτορος πλησίον τοῦ μακαρίτου καὶ ἀοιδίμου βασιλέως καὶ ἀνδρὸς
30.1.18
αὐτῆς. 30. 4 Καὶ τὸν Φευρουάριον τοῦ νθ- ου ἔτους ἀπέθανεν ὁ ἀμηρᾶς ὁ Μου ράτης.
30.1.19
Καὶ τοῦτο οὐκ ἀκούσαντός μου εἰς τὴν Ἰβηρίαν, ὡς ἦλθον εἰς τὴν Τραπεζοῦντα λέγει
30.1.20
μοι ὁ βασιλεύς Ἄρχον ἀποκρισιάρη, νά σε εἴπωμεν καλὰ μαντάτα, μόνον νὰ μᾶς
30.1.21
δώσῃς τὰ συγχαρίκια. Καὶ ἀνα στὰς προσεκύνησα εἰπών· Νὰ ποιήσῃ ὁ θεὸς
30.1.22
πολυχρόνιον τὴν βασι λείαν σου, ὁποῦ πᾶσι τρόποις εὐεργετεῖς ἡμῖν καὶ θέλεις
30.1.23
εὐεργετήσειν καὶ νῦν τὰ καλὰ μαντάτα. Ἀμὴ ἡμεῖς τὶ ἄξιον ἔχομεν νὰ ἀποδώσωμεν
30.1.24
τῇ βασιλείᾳ σου; Καὶ λέγει μοι τὸν θάνατον τοῦ ἀμηρᾶ καὶ ὅτι ἐγένετο καὶ ὁ υἱὸς
30.1.25
αὐτοῦ αὐθέντης καὶ δέδωκε πολλὰ τὸν βασιλέα καὶ ἔστερξεν, ἵνα ἔχῃ καὶ τὴν
30.1.26
ἀγάπην, ἣν μετὰ τοῦ πατρός του εἶχε τὸ ὁσπίτιον ἐκεῖνο. 30. 5 Καὶ ἀκούσας τοῦτο
30.1.27
ἐγενόμην ἄφωνος καὶ οὕτως ὀδυνηθείς, ὥσπερ νὰ μὲ ἔλεγεν θάνατον τῶν ἐμῶν
30.1.28
φιλτάτων· καὶ μέχρι τινὸς καταφιάσας λέγω· Δέσποτά μου, τοῦτο οὐ χαριὲν
30.1.29
μαντάτον, ἀλλὰ καὶ ὀδυνὸν λίαν. Καὶ λέγει· Πῶς καλέ; Καὶ εἶπον· Διότι ἐκεῖνος ἦν
30.1.30
γέρων καὶ τὸ κατὰ τῆς Πόλεως ἀπεπειράσθη αὐτῷ καὶ πλέον οὐδὲν ἤθελεν
30.1.31
ἐπιχειρισθεῖν τοιοῦτόν τι, ἀλλ' ἤθελε μόνον τὴν ἀγάπην καὶ εἰρήνην· ἀμὴ οὗτος,
30.1.32
ὁποῦ ἐγένετο νῦν αὐθέντης, ἔνι νέος καὶ παιδιόθεν ἐχθρὸς τῶν Χριστιανῶν, νὰ
30.1.33
ὑβρίζῃ καὶ νὰ ἐπαπειλῆται, ὅτι θέλει ποιήσειν τὰ καὶ τὰ κατὰ τῶν Χριστιανῶν. 30. 6
30.1.34
Καὶ ἡ Πόλις, ἤπερ ἄλλοτε ἔνι ἀπὸ τὴν ἀσθένειαν τοῦ αὐθεντός μου τοῦ βασιλέως,
30.1.35
τοῦ γαμβροῦ σου, ἠπορημένη καὶ χρέος εἰς τὰ εἰσο δήματα ἐκείνης πολὺ καὶ ἀπορία
30.1.36
εἰς πάντα. Καὶ ὁ αὐθέντης μου ὁ βα σιλεὺς νέος αὐθέντης καὶ θέλει καιρὸν
30.1.37
εἰρηνικόν, νὰ ἐξοικονομήσῃ τὰ ἐκείνης· καὶ ἂν παραχωρήσῃ ὁ θεὸς νὰ νικηθῇ ἀπὸ
30.1.38
τῆς νεότητος αὐτοῦ καὶ κακίας καὶ νὰ ὁρμήσῃ κατὰ τῆς Πόλεως, οὐκ οἶδα, τὶ νὰ
30.1.39
γένηται; Ναί, ἂν εἶχεν εὐδοκήσειν ὁ θεός, νὰ ἀπέθνησκεν οὗτος, ὁ υἱὸς αὐτοῦ, ἰδοὺ
30.1.40
εὐφρόσυνος κατὰ ἀλήθειαν ἀγγελία, ἐπεὶ ἄλλον οὐκ εἶχε καὶ ἀπὸ τῆς λύπης ἤθελε
30.1.41
γενεῖν καὶ ἀσθενέστερος καὶ ὀλιγοχρονιώτερος· καὶ μέ σον τούτου ἤθελεν
30.1.42
ἀναῤῥωσθῆναι καὶ τὸ ὁσπίτιον ἐκεῖνο καί, ἀποθανόν τος ἐκείνου, ἤθελεν ὑπάγειν εἰς
30.1.43
προτίμησιν μεγάλην. Καὶ λέγει μοι· Σὺ ἦσαι καὶ τῶν φρονίμων καὶ τῶν πρώτων
30.1.44
ἀρχόντων τοῦ ὁσπιτίου ἐκεί νου καὶ θέλεις γινώσκειν καὶ εἰς τὰ τοιαῦτα καλίω·
30.1.45
ὅμως ὁ θεὸς δυνα τὸς ἔνι νὰ τὸ ποιήσῃ διὰ καλόν. Καὶ εἶπον· Οὕτως ἔνι, ὡς ὁρίζεις.
30.1.46
Καὶ ἀπέμεινεν εἰς ἐκεῖνον.