Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1.1
Ἐγὼ δὲ ὡς ἤκουσα τοῦτο καὶ ὅτι ἡ γυνὴ τοῦ ἀμηρᾶ, ἡ θυγάτηρ δεσπότου
31.1.2
Σερβίας, ἐντίμως καὶ καλῶς ἐπανέστρεψεν εἰς τοὺς γονεῖς αὑτῆς, ἐπεὶ ἐγὼ ἔμελλον
31.1.3
μεῖναι εἰς τὴν Τραπεζοῦντα διὰ αἴτια πολ λά, πλεύσιμον δὲ ἀπερχόμενον εἰς τὴν
31.1.4
Πόλιν, ἔστελλον καὶ ἄλογα καὶ παιδία δύο, ἅτινα ὁ βασιλεὺς Ἰβηρίας ἀπελθῶν περὶ
31.1.5
τὸ Σαμαχὶν ἐκρού σευσε καὶ ἔστειλέ μοι χάριν, καὶ ἄλλα τινά, ἃ καὶ ἐχαρίσθημεν καὶ
31.1.6
ἐκ τησάμεθα ἀλλοτρόπως· καθίσας ἔγραψα πρὸς τὸν αὐθέντην μου τὸν βα σιλέα, ὅσα
31.1.7
καὶ εἰς τὴν Ἰβηρίαν ἔπραξα καὶ ὅσα εἰς τὴν Τραπεζοῦντα ὑποπτεύω, ὅτι μέλλω
31.1.8
πράξειν, καὶ τὴν αἰτίαν τῆς ἐκεῖσε προσμονῆς. 31. 2 Ἔγραψα καὶ ἑτέραν ἀναφοράν,
31.1.9
περὶ ὧν μέλλω δηλώσειν· καὶ δοὺς τὰς γραφὰς ἑνὶ τῶν σὺν ἐμοὶ ἀρχοντοπούλων
31.1.10
ἔστειλα αὐτὸν παραγγείλας, ὅτι τὴν μὲν μίαν δὸς τῷ αὐθέντῃ ἡμῶν βασιλεῖ, ὡσὰν
31.1.11
προσκυνήσῃς αὐτῷ· καὶ διὰ στόματος πάντα καθ' ἡμᾶς ἀνάφερε· ἐπὶ δὲ τὴν αὔριον
31.1.12
δὸς τὴν ἑτέραν. 31. 3 Ἔγραφε δὲ οὕτως· Ἐγὼ ἔμαθον τὸν θάνατον τοῦ ἀμηρᾶ, φθάσας ἐνταῦθα εἰς τὴν Τραπεζοῦντα, παρὰ τοῦ βασιλέως· ἔμαθον καὶ τῆς ἐξαδέλφης
31.1.13
αὐτοῦ τῆς ἀμηρίσσας ἐπαναστροφὴν εἰς τὴν πατρίδα καὶ τοὺς γονεῖς αὐτῆς. Λοιπὸν
31.1.14
συλλογισάμενος, φαίνεταί μοι κάλλιον καὶ ὠφέλι μον εἰς πολλὰ τὸ ἐκείνης, ἂν τὸ
31.1.15
εὕρῃς νὰ τὸ πράξῃς παρὰ τὰ ἐνταῦθα. 31. 4 Τέσσαρα γὰρ μόνον εὑρίσκω τὰ
31.1.16
προσιστάμενα· τὸ ἔλαττον τοῦ γένους, τῆς ἐκκλησίας διὰ τὴν συγγένειαν, τὸ ὅτι
31.1.17
εἶχεν ἄνδρα καὶ δ- ον ὅτι ἔνι χρόνου πλείονος καὶ ἔνι λογισμός, μήποτε ἐλθόντος
31.1.18
καιροῦ τοῦ τεκεῖν παιδίον κινδυνεύσῃ, ὡς οἱ φυσικοὶ γράφουσιν, ὅτι ὡς ἐπὶ τὸ πλεῖ
31.1.19
στον ἐπισυμβαίνει. 31. 5 Λοιπὸν περὶ τοῦ πρώτου λέγω, ὅτι οὐδὲν ἔνι παράδοξον,
31.1.20
ἐπεὶ οὐδὲν ἔνι ἐλάττονος γένους τῆς κυρίας μου καὶ ἀοιδίμου μητρός σου· περὶ τοῦ
31.1.21
δευτέρου, καὶ ἂν ὅλως ἐλπίζωμεν, ὅτι τὸ τῆς Τραπεζοῦντος, ἂν γένηται, θέλει
31.1.22
συγχωρήσει αὐτὸ ἡ ἐκκλησία, δοθέντων χρημάτων εἴς τε τὰς ἐκκλησίας καὶ εἰς τοὺς
31.1.23
πτωχούς, πολλῷ μᾶλλον θέλει συγχωρή σει τὸ τοῦ δεσπότου Σερβίας, ὁποῦ τὸν
31.1.24
ἐντρέπονται καὶ χρεωστοῦσι το σαύτας χάριτας καὶ ἡ ἐκκλησία καὶ ἱερομόναχοι καὶ
31.1.25
μοναχοὶ καὶ μονα χαὶ καὶ πτωχοί. 31. 6 Περὶ δὲ τοῦ τρίτου καὶ οὐδὲν ἔνι παράδοξον,
31.1.26
ἐπεὶ καὶ ἡ δέσποι να κυρὰ Εὐδοκία ἄνδρα προεῖχε Τοῦρκον καὶ μικροῦ καὶ ὀλίγου
31.1.27
τόπου αὐθέντην καὶ παιδία μετ' ἐκεῖνον ἐποίησεν· ἀπῆρε δὲ αὐτὴν εἰς γυναῖκαν ὁ
31.1.28
πάππος σου. Αὕτη δὲ ἦν τοιούτου μεγάλου αὐθεντὸς γυνὴ καὶ οὐδὲ κἂν μετ' ἐκεῖνον,
31.1.29
ὡς ἠκούομεν, ἔμεινε. Περὶ δὲ τοῦ δ- ου, καὶ τοῦτο ἂς ἔνι εἰς θεὸν καὶ ὡσὰν τοῦτο
31.1.30
εὐδοκήσῃ. 31. 7 Ἐπεὶ δὲ καὶ εἰς τὰ ἄλλα πάντα θέλει εἶσθεν συμφερώτερον καὶ οἱ
31.1.31
γονεῖς περιχαρῶς θέλουν δέξεσθεν τοῦτο, στεῖλέ τινα ἢ τῶν τοῦ ὁσπι τίου σου ἢ τῶν
31.1.32
μοναχῶν καὶ ἂς ἴδῃ τὶ περὶ τούτου· καὶ μηδὲν γένηται ἀναβολή, ἀλλὰ πρᾶξαι αὐτό.
31.8.1
Ἀποσωθέντων οὖν τῶν γραμματοκομιστῶν ἐν τῇ Πόλει τῇ κη- ῃ Μαΐου, τοῦ δὲ
31.8.2
βασιλέως ὄντος εἰς χοιροκυνήγιον, ὡς ἐλαλήθη, ὅτι ἦλ θον οἱ εἰς τὴν Ἰβηρίαν,
31.8.3
σχολάσας ἦλθεν οἴκοθεν, χαίρων διὰ τὴν τῆς Σερβίας δουλείαν, ὡς παρακατιὼν ὁ
31.8.4
λόγος δηλώσει. 31. 9 Ἔτυχε δὲ ὅτι τὴν αὐτὴν δὴ τῆς κη- ης ἑσπέραν φαίνεταί μοι καθ'
31.8.5
ὕπνους, ὅτι ἔφθασα εἰς τὴν Πόλιν καὶ πεσόντος μου ἀσπάσασθαι τοὺς βασιλέως
31.8.6
πόδας, οὐκ ἀφῆκέ με, ἀλλ' ἐπιλαβὼν ἐφίλησέ με τοὺς ὀφθαλ μούς· καὶ ἔξυπνος
31.8.7
γενόμενος λέγω τοὺς περὶ ἐμὲ ὑπνοῦντας· Τὸ καὶ τὸ νῦν ἔδοξέ μοι καθ' ὕπνους καὶ
31.8.8
ἐνθυμεῖσθε τὴν ἡμέραν. 31. 10 Ὁ γοῦν αὐθέντης μου καὶ βασιλεὺς εἰδώς, ὅτι οὐκ
31.8.9
ἦλθον ἐγώ, ἀλλ' ἀπὸ τῶν σὺν ἐμοί, καὶ τὴν πρώτην γραφὴν ἀνέγνωσε, περίλυπος
31.8.10
ἐγένετο καὶ ἐδυσφόρει καὶ τὴν ἐμὴν κατηγόρει βραδύτηταν. Ὡς δ' ἐπὶ τὴν αὔριον
31.8.11
τὴν ἄλλην γραφὴν ἀνέγνω, ἰδοὺ ἀπέμεινεν ἀρκετός, ὡς εἰ ἠρχόμην κἀγώ. Καὶ εὐθὺς
31.8.12
οἰκονομήσας Μανουὴλ τὸν Παλαιολόγον, τὸν ἀνεψιὸν Καντακουζηνῆς τῆς
31.8.13
πρωτοστρατορίσσας, ἔστειλεν εἰς τὴν Σερ βίαν καὶ ἐδοκιμάσθη τὸ περὶ τούτου· καὶ
31.8.14
ἤκουσαν οἱ γονεῖς αὐτῆς ἡδέως τὸν λόγον καὶ ἑτοίμως εἶχον καὶ πρὸς τὸ ἔργον.
31.11.1
Ἀλλ' εὑρέθη, ὅτι ἡ ἀμήρισσα ἐδεήθη τοῦ θεοῦ καὶ ἔταξεν, ἵνα, εἰ διά τινος
31.11.2
τρόπου ἐλευθερώσῃ αὐτὴν ἀπὸ τὸ ὁσπίτιον τοῦ τάχα ἀνδρὸς αὐτῆς, ἄνδρα ἕτερον εἰς
31.11.3
ὅλην αὑτῆς τὴν ζωὴν νὰ μηδὲ ἐπάρῃ, ἀλλὰ νὰ μένῃ ἐλευθέρα καὶ κατὰ τὸ δυνατὸν
31.11.4
θεραπεύουσα τὸν τὴν ἐλευθερίαν αὐτῇ δεδωκότα. Ἐναπέμεινεν οὖν διὰ ταύτην
31.11.5
αἰτίαν τὸ περὶ τούτου ἀρ γόν. 31. 12 Τὸν δ' αὐτοῦ τοῦ ἔτους Αὔγουστον διέβη ἀπὸ τῆς
31.11.6
Πόλεως ὡς φυγὰς καὶ ὁ πατριάρχης κὺρ Γρηγόριος.