Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius PhrantzaChro 38 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
38.1.1
Μαΐῳ ιε- ῃ τοῦ αὐτοῦ ἔτους ὁ ἀμηρᾶς εἰς τὸν Μορέαν ἦλθε καὶ εἰς τὴν
38.1.2
Κόρινθον καταλύσας φωσάτον, εἶχε ταύτην ἀποκλει σμένην, αὐτὸς δὲ ἐλθὼν ἔπεσεν
38.1.3
εἰς τὴν μέσην τοῦ τόπου· καὶ πάντα τὰ ἐκεῖσε, τὰ μὲν ἠχμαλώτευσε, τὰ δὲ κατέκαυσε
38.1.4
καὶ ἠφάνισεν, ἐξαιρέτως δὲ τὴν Ἄκωβαν, τὸν Ἀετὸν καὶ Πενταχώρια. Καὶ ἐξελθὼν
38.1.5
ἐκεῖσε ἦλθε καὶ ἔπεσεν εἰς τὸ Μουχλίν, ὃ δὴ καὶ δέδωκε πρὸς αὐτὸν ὁ καλὸς κἀγα
38.1.6
θὸς Ἀσάνης Δημήτριος. 38. 2 Τὸν Ἰούλιον τοῦ αὐτοῦ ἔτους καὶ ἀπ' ἐκεῖ πάλιν
38.1.7
ἐπιστρέψας ὁ ἀμηρᾶς ἦλθε καὶ ἔπεσεν εἰς τὴν Κόρινθον, ἣν δὴ καὶ δεδώκασι πρὸς
38.1.8
αὐτὸν οἱ γενναῖοι ἄρχοντες ὁ Ἀσάνης Ματθαῖος καὶ ὁ Λουκάνης Νικη φόρος ἐν μηνὶ
38.1.9
Αὐγούστῳ- ῃ, ὧν ὁ μὲν εἷς ἦν κεφαλὴ εἰς αὐτήν, ὡς μὴ ὤφελεν, ὁ δὲ Ἀσάνης
38.1.10
δραμὼν ἦλθεν εἰς αὐτὴν πρότερον, ἵνα ἢ καλ λίω φυλαχθῇ ἢ συντομωτέρως δοθῇ,
38.1.11
οὐκ οἶδα, εἰ καὶ δῆλον ἐκ τῶν πραγ μάτων. 38. 3 Δεδωκότες οὖν τὴν κεφαλὴν τοῦ
38.1.12
σώματος τοῦ Μορέως τὴν Κό ρινθον, τάχα καὶ ὁρκωμοτικὰ ἀγάπης πεποιήκασι, καὶ
38.1.13
οὕτως ὅτι καὶ ὁ δεσπότης κὺρ Θωμᾶς τὴν Πάτραν δώσῃ μετὰ τῆς περιοχῆς αὐτῆς, ἔτι
38.1.14
δὲ καὶ τὰ Καλάβρυτα καὶ τὸ Γρεβενὸν καὶ ἁπλῶς πάντα, ὅσα ὁ μακαρίτης βασιλεὺς
38.1.15
κὺρ Κωνσταντῖνος δεσπότης ὢν καὶ εἰς τὸν Μορέαν εὑρισκό μενος εἶχεν. 38. 4 Ἅπερ
38.1.16
δὴ ἀκούσας ὁ αὐθέντης καὶ κύριος αὐτῶν, ἦν γὰρ εὑρι σκόμενος εἰς τὴν Μαντίνειαν
38.1.17
πανοικί, δραμὼν εἰς τὰ περὶ τῆς Τρί πης βουνά, ἔνθα δὴ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἦν καὶ
38.1.18
οἱ ῥηθέντες καταστάται τῶν τοιούτων ἀξιεπαίνων ἔργων ἦλθον, οὐ βουλευσάμενος
38.1.19
οὐδ' ἀναβο λὴν τὴν οἱανοῦν ποιήσας, ἀλλὰ πέμψας τὸν αὑτοῦ ὄντως μέγαν πριμική
38.1.20
ριον τὸν Λάζαρον, πάντα τῷ ἀμηρᾶ παραδέδωκεν ὡς λάχανα κήπου. Τὴν αὐτὴν
38.1.21
σχεδὸν ἡμέραν καὶ ὁ ἀμηρᾶς, ἐπεὶ ἦν ἀναγκαζόμενος ἐξελθεῖν διά τινα αἴτια,
38.1.22
καταλείψας Ἀμάρην, τὸν τοῦ Τουραχάνη υἱόν, ἵνα αὐτὰ λά βῃ, ἐξῆλθε τοῦ Μορέως.
38.5.1
Τὸν δ' Ὀκτώβριον τοῦ ξζ- ου ἔτους ἀποκρισιάρην ὁ ἀμηρᾶς ἐστείλην εἰς τὸν
38.5.2
δεσπότην κὺρ Δημήτριον, ἵνα τὴν θυγατέραν αὑτοῦ εἰς γυναῖκαν πέμψῃ αὐτῷ δὴ τῷ
38.5.3
ἀμηρᾷ· εἰ δ' οὖν, μάχη μέσον αὐτῶν ἔσται. 38. 6 Ὃς δὴ ἀποκρισιάρης καὶ εἰς τὸν
38.5.4
δεσπότην κὺρ Θωμᾶν ἐλθών, εἰς τὸν Ποντικὸν εὑρισκόμενον, ὅρκους αὐτοῦ ἀπῆρεν
38.5.5
ἀγάπης καὶ τὰ μὴ φθάσαντα δοθῆναι κάστρη εἰς τὸν αὐθέντην αὐτοῦ καὶ ἀπῆλθεν.

Intertext edge

Open linked passage

Note