Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius PhrantzaChro 39 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1.1
Τὸν δὲ Ἰαννουάριον μῆνα τοῦ αὐτοῦ ἔτους καὶ ὁ καλὸς κἀγαθὸς
39.1.2
Λουκάνης Νικηφόρος, ἢ μᾶλλον Μορεοφθόρος, καὶ τῶν πρώ των καὶ πιστῶν
39.1.3
ἀρχόντων τοῦ δεσπότου κὺρ Δημητρίου λογιζόμενος, καί τινες ἄλλοι Ἀλβανιτῶν καὶ
39.1.4
Μοραϊτῶν, οὓς καὶ αὐτὸς πλέον τὸ εἰς κακίαν ἐκείνων πρόχειρον ᾠκονόμησεν,
39.1.5
ἔπεισαν τὸν δεσπότην κὺρ Θωμᾶν, ἵνα καὶ κατὰ τοῦ ἀμηρᾶ καὶ κατὰ τοῦ ἀδελφοῦ
39.1.6
αὑτοῦ ἐπανάστασιν ποιήσῃ καὶ φάγῃ τοὺς ὅρκους ὡς λάχανα, οὓς πρὸ ὀλίγου μετ'
39.1.7
αὐτοὺς ἐποίησεν· καὶ ταύτα, τοῦ ἄλλου ἀγαθοῦ ἀνδρὸς Ἀσάνη Ματθαίου πρὸ ὀλίγου
39.1.8
ἀπελ θόντος καὶ ὄντος εἰς τὸν ἀμηρᾶν ἀποκρισιαρίου διὰ τὴν δουλείαν δῆθεν τοῦ
39.1.9
συνοικεσίου τῆς ἀνεψιᾶς αὐτοῦ. 39. 2 Ἐξελθόντος οὖν τοῦ δεσπότου κυροῦ Θωμᾶ εἰς
39.1.10
τὰς ἀρχὰς τοῦ Φευρουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπὸ τὴν Ἀρκαδίαν καὶ
39.1.11
ἑνωθέντος μετὰ τῶν ἐργαζομένων τὰ κατ' αὐτοῦ ἢ καὶ τὰ κατ' αὐτῶν, ὡς ὁ λόγος
39.1.12
προιὼν δηλώσει, ἀπῆραν ἀπὸ μὲν τοὺς Τούρκους τὰ Καλάβρυτα καὶ μό νων ἐκ τῶν
39.1.13
κάστρων, ὧν ἐθαῤῥοῦσαν λαβεῖν, ἐξ ὧν ἐκρατοῦσαν οἱ Τοῦρ κοι, ἀπὸ δὲ τοῦ τόπου
39.1.14
τοῦ δεσπότου κυροῦ Δημητρίου, ἅπερ αὐτοὶ οἱ ἐρ γάται τῶν κακῶν ἐκρατοῦσαν ὡς
39.1.15
κεφαλατίκια, ἤγουν Καρύταιναν, Βορδό νιαν, Καστρίτζαν καὶ ἕτερά τινα· καὶ οὕτως,
39.1.16
ἵνα πάλιν ἔχωσιν αὐτοὶ ταῦτα ὡς αὐθένται αὐτῶν, οὐχ ὡς κεφαλάδες. 39. 3
39.1.17
Ἐκατόρθωσαν δὲ οὐδὲν ἄλλο οἱ φρόνιμοι καὶ πρακτικοὶ καὶ γεν ναῖοι ἄρχοντες, ἢ
39.1.18
μόνον ὅτι ἀπῆραν κατ' αὐτῶν θεὸν τὸν τοῦ παντὸς ποιητήν, αὐθέντην ἐπὶ γῆς
39.1.19
ἰσχυρότερον καὶ ἀδελφὸν καὶ αὐθέντην ἐντὸς τοῦ τόπου, οὐκ ἐνθυμηθέντες οἱ
39.1.20
ἄθλιοι οὔτε τοῦ ἀψευδοῦς τὸ λόγιον, ὅτι πᾶσα οἰκία μερισθεῖσα καθ' ἑαυτὴν
39.1.21
ἐρημοῦται οὔτε τὸν παροιμιώδη λό γον τὸν πρὸς τοὺς δύο οὐδ' Ἡρακλῆς, ἀλλ'
39.1.22
ἐπανέστησαν καὶ πρὸς τρεῖς καὶ τοιούτους. 39. 4 Καὶ τούτων οὕτως προβάντων,
39.1.23
πρῶτον μὲν θεὸς παρεῖδεν αὐτοὺς καὶ τὶ ἔπραττον, οὐκ ἐγίνωσκον, ἀλλ' ὡς τοὺς
39.1.24
ἰχθύας τοὺς μέσον τῆς σα γήνης ὄντας, οἱ ἀγνωοῦσιν, ὅτι πάντες ὁμοῦ ἕλκονται εἰς
39.1.25
γῆν, ἐκεῖνοι δέ, ἕως τοῦτο γένηται, διώκουν καὶ διώκονται καὶ ἁλίσκονται καὶ φθεί
39.1.26
ρονται οἱ ἐλάττονες ὑπὸ τῶν μεγαλωτέρων, οὕτω καὶ οὗτοι. 39. 5 Ὁ μὲν γὰρ
39.1.27
δεσπότης κὺρ Θωμᾶς παρέπιπτε καὶ ἐπολιόρκει τὰ τοῦ ἀδελφοῦ αὑτοῦ, Καλαμάταν
39.1.28
καὶ Μαντίνειαν καὶ συνεργοὺς εὗρε πρω τοστράτορα τὸν ἄριστον, πρωτοστράτορα
39.1.29
τὸν Σεβαστόπουλον Νικόλαον, μεσάζοντα καὶ σύγγαμβρον τοῦ ἀδελφοῦ αὑτοῦ καὶ
39.1.30
τὸν περιπόθητον γυ ναικοθεῖον, τὸν πλέον Κυδωνίδην ᾒ Τζαμπλάκωνα. 39. 6 Ὁ δὲ
39.1.31
δεσπότης κὺρ Δημήτριος πάλιν τὸ Λεοντάρι καὶ τὰ αὐτοῦ καὶ τὸ Πίδημα διὰ τοῦ
39.1.32
Παλαιολόγου Γεωργίου, περιποθήτου ἐξαδέλφου καὶ μεσάζοντος τοῦ δεσπότου
39.1.33
κυροῦ Θωμᾶ καὶ τοῦ γαμβροῦ αὐτοῦ Μπο χάλη Μανουήλ, εἰ καὶ ὁ μὲν τάχα ἀπῆρε
39.1.34
τὴν Καλαμάταν καὶ τὸ Λεῦ κτρον καὶ πολὺ τοῦ τῆς Μάνης ζυγοῦ. 39. 7 Τοῦ δὲ
39.1.35
δεσπότου κυροῦ Δημητρίου ἐρχομένου ἐμβῆναι ἐν τῷ Λεονταρίῳ, ὡς ἔμαθε τοῦτο ὁ
39.1.36
ἀδελφὸς αὐτοῦ, ἔδραμε καὶ προλαβὼν ἐσέ βη ἐν αὐτῷ· καὶ ἀπέμεινεν ἄπρακτος ὁ
39.1.37
δεσπότης κὺρ Δημήτριος, τοῦ Πα λαιολόγου καὶ τῶν Μποχαλέων φυγόντων μόνον
39.1.38
καὶ ἀπελθόντων εἰς αὐ τὸν εἰς τὸν Μυζηθρᾶν ἐπαναστρέψαντα. 39. 8 Ἔτι δὲ καὶ τὸ
39.1.39
κάκιστον καὶ ἀφελέστατον γένος τῶν Ἀλβανιτῶν, καιροῦ λαβόμενον τῆς
39.1.40
ὑπολήψεως καὶ ἁρπακτικῆς αὐτῶν γνώμης ἁρμο δίου, τί οὐκ ἔπραξαν ᾒ τί οὐκ
39.1.41
εἰργάσαντο κακόν; Ἀπιστοῦντες γὰρ δὶς τοῦ σαββάτου, ἀπὸ τὸν ἕνα τῶν αὐθεντῶν
39.1.42
εἰς τὸν ἄλλον ἀπήρχοντο· καὶ κάστρα, ὡς ἡ ἐκείνων γλῶσσα, εἰς κεφαλατίκια
39.1.43
ἀπῄτουν, εἰ δ' οὖν, εἰς τὸν ἄλλον ἀπήρχοντο καὶ οἱ ἄλλοι πρὸς τὸν ἕτερον τῶν
39.1.44
δεσποτῶν ὁμοίως. Διὰ μέσου οὖν, εἴ τι ἆρα καὶ εὕρισκον τῶν ἀθλίων τάχα
39.1.45
Ῥωμαίων, ἀλλὰ δὴ καὶ τῶν Ἀλβανιτῶν καὶ συγγενῶν πολλάκις καὶ οἰκείων αὐτῶν,
39.1.46
πάντα διηρπάζοντο καὶ ἠφάνιζον. Ἐγένοντο δὲ τοιαῦτα καὶ τοσαῦτα, ὅτι τὶς ἀξίως
39.1.47
αὐτὰ θρηνήσειεν; 39. 9 Ἀλλὰ δὴ καὶ αὐτοὶ οἱ Τοῦρκοι, οἱ εἰς τὴν Κόρινθον καὶ τὸ
39.1.48
Μουχλὶν καὶ τὴν Πάτραν εὑρισκόμενοι, καιροῦ λαβόντες δικαίου, τοὺς μὲν
39.1.49
αἰχμαλώτιζον, τοὺς δὲ ἀπέκτεινον, τοὺς δ' αὐθέντας καὶ τοὺς ἄρχον τας κατεγέλων,
39.1.50
βλέποντες καθ' ἑαυτῶν τὰ ξίφη ὠθοῦντας. 39. 10 Ταύτας δὴ τὰς ἐργασίας κἀμοῦ
39.1.51
ἐννοήσαντος, εὑρισκομένου μου εἰς τὴν Ἀρκαδίαν, ἔνθα δὴ καὶ ἐπράττοντο, καὶ τὰ
39.1.52
αὐτῶν συμπεράσματα σκοπήσαντος, πρὸ τοῦ ἐξελθεῖν τὸν δεσπότην ἀπὸ τῆς
39.1.53
Ἀρκαδίας, ἐξῆλθον κἀγώ, πλάσας αἰτίας τινάς, καὶ ἀπῆλθον εἰς τὴν Πίδασον, ἣν
39.1.54
Μεθώνη καλεῖται, περὶ τὸ τέλος τοῦ Δεκεμβρίου μηνὸς τοῦ αὐτοῦ ἔτους. Ἀλλὰ δὴ
39.1.55
καὶ ὁ χρήσιμος ἄρχων ἀπό τε γνώσεως καὶ πράξεως Γεώργιος ὁ Ῥα ούλ, καὶ αὐτὸς
39.1.56
ἀφεὶς καὶ αὐθέντην καὶ τὰ πλείω τῶν αὑτοῦ, ἦλθε καὶ αὐ τὸς ἐν τῇ Μεθώνῃ. 39. 11
39.1.57
Καὶ καθήμενοι ἀμφότεροι ἐν λιμένι ἐκαραδοκοῦμεν καθ' ὥραν τὸ τῆς τοιαύτης
39.1.58
τρικυμίας τέλος, εἰ καὶ τοῦ θεοῦ μακροθυμήσαντος ἐμάκρυ νεν, ἵνα οἱ ἀσύνετοί ποτε
39.1.59
συνήσωσι καὶ οἱ μωροί ποτε φρονήσωσι καὶ ὁμόνοα καὶ εἰρήνη γένηται μέσον
39.1.60
αὐτῶν· καὶ τοῦ θεοῦ δεηθῶσιν, ἔτι δὲ καὶ τοῦ ἀμηρᾶ, καὶ ἐλεήσει μὲν αὐτοὺς ὡς
39.1.61
ἐλεήμων θεός, προστάξει δὲ καὶ τὸν δήμιον αὐτοῦ ἀμηρᾶν καὶ ἀφήσει αὐτοὺς ζῆσαι
39.1.62
πλείονα χρόνον. Τόπον γὰρ καὶ τάξιν ἔχει καὶ αὐτὸς εἰς θεόν, οἵαν οἱ αὐτοῦ δήμιοι
39.1.63
πρὸς αὐτόν, οἴτινες πληροῦσι μὲν τῷ θελήματι καὶ τῇ προστάξει αὐτοῦ, εἰσὶ δὲ
39.1.64
μισητοὶ καὶ ἀποτρόπαιοι. 39. 12 Καὶ τούτων δὴ τῶν προῤῥηθέντων κακῶν εἰς τὸν
39.1.65
ἅπαντα τοῦ Μορέως ἀθλίου τόπον γινομένων, ἐλθόντος καὶ φωσάτου μερικοῦ
39.1.66
ἔξωθεν, κατέδραμον τὸν τόπον ἅπαντα, ἵνα, ἅπερ κακὰ παρέλιπον οἱ οἰκήτορες καὶ
39.1.67
κύριοι καὶ αὐθένται καὶ ἄρχοντες, οὐκ ἀπὸ προαιρέσεως, ἀλλ' ἀπὸ ἀδυναμίας,
39.1.68
πράξωσιν αὐτοί, τοῦ μὲν ἑνὸς τῶν δεσποτῶν ἐχθροὶ ὄντες, τοῦ δ' ἄλλου τάχα φίλοι.
39.13.1
Ὃν δὴ δεσπότην καὶ ἐχθρὸν αὐτῶν κὺρ Θωμᾶν εἰς τὰ περὶ τὸ Λεοντάριν
39.13.2
εὑρόντες καὶ διώξαντες κακῶς εἰσέβαλον εἰς τὸ κάστρον, πολ λοὺς τῶν αὐτοῦ καὶ
39.13.3
σκοτώσαντες καὶ αἰχμαλωτίσαντες· ἔπειτα φέροντες τὸ κατουνοτόπιον, ἤτοι τὰς
39.13.4
τένδας αὐτῶν, πλησίον τῶν ὁσπιτίων τοῦ Λεονταρίου ἔθηκαν. Εἶτα ἐξελθόντες
39.13.5
ἀπῆλθον εἰς τὰ περὶ τὸν Μυζηθρᾶν καὶ τὸν φίλον αὐτῶν δεσπότην· καὶ ἀπ' ἐκεῖ
39.13.6
διέβησαν νικηταὶ καὶ μετὰ πολλοῦ κέρδους ζώων τε καὶ ἀνθρώπων. 39. 14 Μόλις
39.13.7
οὖν ποτε ἐννοήσαντες οἱ αὐθένται καὶ ἀδελφοὶ τὸ κακὸν τῆς ἑαυτῶν μάχης καὶ
39.13.8
συναχθέντες εἰς τὸ Καστρίτζιν, ἐποίησαν τάχα ὅρκους εἰρήνης. Καὶ τοῦ
39.13.9
Λακεδαιμονίας μετὰ τοῦ σάκκου αὐτοῦ λειτουρ γήσαντος, ὁπόταν τοὺς Χριστιανοὺς
39.13.10
μετὰ φόβου θεοῦ καὶ πίστεως προ σελθεῖν ἐπιβοῶσιν οἱ ἱερεῖς, προσελθόντες οἱ
39.13.11
αὐθένται καὶ ἀδελφοὶ καὶ ὀμόσαντες, ἔμεινεν, ὡς ἠκούσαμεν, ὁ δεσπότης κὺρ
39.13.12
Δημήτριος ἐν τοῖς συμπεφωνημένοις μέχρι τινός. 39. 15 Καὶ πάλιν ἦν ὁ αὐτός, ὡς
39.13.13
οὐδενὸς καινοῦ γεγονότος, ᾢ τῆς ἀνοχῆς καὶ μακροθυμίας σου, Χριστὲ βασιλεῦ, καὶ
39.13.14
εἰς αὐτὸν καὶ τοὺς αἰτίους· καὶ ἤρξαντο πάλιν τὰ κακὰ καὶ ἔτι τῶν χθὲς τοιούτων
39.13.15
φρικτῶν ὅρκων λυθέντων· καὶ ἔπραττεν ὁ καθεὶς κατὰ τοῦ ἑτέρου τὸ ἠδύνατο, τὰς
39.13.16
ἐλπίδας ἔχοντες, ὁ μὲν εἰς τὴν φιλίαν τοῦ ἀμηρᾶ καὶ βοήθειαν καὶ τὴν ἀδικίαν, ὁποῦ
39.13.17
ἠδικήθη εἴς τε τοὺς ὑποχειρίους αὐτοῦ καὶ τὰ κάστρα, ὁ δὲ εἰς τὴν ἐπιορκίαν τοῦ
39.13.18
ἄλλου καὶ εἰς τὸ κατὰ τῶν ἀσεβῶν τάχα μά χεσθαι. Τούτων οὖν οὕτω κακῶς
39.13.19
πραττομένων διέβη καὶ ὁ χειμὼν τοῦ ξη- ου ἔτους.

Intertext edge

Open linked passage

Note