Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius PhrantzaChro 40 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
40.1.1
Καὶ τὸν Μάϊον τοῦ αὐτοῦ ἔτους, ἰδοὺ καὶ ὁ ἀμηρᾶς ἦλθεν κατ'
40.1.2
ἀμφοτέρων. Ἀπελθόντος δ' αὐτοῦ ἐξ ὀρθοῦ εἰς τὸν Μυζηθρᾶν, ἐπεὶ ἐκεῖ εὑρίσκετο ὁ
40.1.3
δεσπότης, διὰ τὸ εὑρίσκεσθαι τὸν ἀδελφὸν καὶ ἐχθρὸν αὐτοῦ εἰς τὴν Καλαμάταν καὶ
40.1.4
πολεμίζοντος τὴν Μαντίνειαν, κατῆλθε καὶ ἀκουσίως ἑκουσίως καὶ ἐδουλώθη εἰς
40.1.5
αὐτόν. Λαβὼν δὲ ὁ ἀμηρᾶς καὶ αὐτὸν καὶ τὸν Μυζηθρᾶν καὶ φυλακὴν περιθεὶς εἶπε
40.1.6
πρὸς τὸν δεσπότην· Σὺ μέν, ὦ δέσποτα, ἐπεὶ οὕτως ἦλθον εἰς σε τὰ πράγματα, τὸν
40.1.7
τόπον τοῦτον πλέον οὐδὲν ἠμπορεῖ νὰ τὸν ἄρχῃς· ἀλλ' ἐπεὶ πατέραν σε ἐστήσαμεν
40.1.8
ἔχειν καὶ τὸ κορίτζι σου ἐστήσαμεν λαβεῖν εἰς γυναῖκα μας, τὸν τόπον τοῦτον δὸς
40.1.9
ἡμῖν. Σὺ δὲ καὶ τὸ κορίτζι σου ἔλθετε μεθ' ἡμῶν καὶ θέλομέν σας δώσειν ἕτερον
40.1.10
κόσμον, εἰς τὸ νὰ ἔχετε νὰ ζῆτε. 40. 2 Ἅπερ στέρξας καὶ ἀκουσίως ἔπεμψε καὶ
40.1.11
ἄρχοντας αὐτοῦ καὶ Τούρκους, ἵνα καὶ τὴν γυναῖκαν αὐτοῦ τὴν βασίλισσαν καὶ τὴν
40.1.12
θυγατέ ραν λάβωσι καὶ φέρωσιν, ἀλλὰ δὴ καὶ τὴν Μονεμβασίαν παραδώσωσιν,
40.1.13
ἐκεῖσε γὰρ αὗται εὑρίσκοντο. Ὧν τὸ μὲν ἐγένετο, ἐξῆλθον γὰρ καὶ ἦλθον ἑκουσίως,
40.1.14
ἔνθα ἦσαν ὅ τε ἀμηρᾶς καὶ ὁ δεσπότης. 40. 3 Οἱ δὲ Μονεμβασιῶται καὶ ὁ εἰς κεφαλὴν
40.1.15
εὑρισκόμενος Μανουὴλ ὁ Παλαιολόγος κρατήσαντες τὸ κάστρον δεδώκασιν αὐτὸ τῷ
40.1.16
δεσπότῃ κὺρ Θωμᾶ μετὰ ταῦτα καὶ αὐτὸς τάχα τῷ πάπᾳ. 40. 4 Ὁ δ' ἀμηρᾶς τὴν μὲν
40.1.17
βασίλισσαν καὶ τὴν αὐτῆς θυγατέραν οἰκο νομήσας ἔστειλεν ἔξω μετά τινας τῶν
40.1.18
αὑτοῦ καὶ αὐτῆς, τὸν δὲ δεσπότην ἦγε καὶ ἔφερε μεθ' ἑαυτοῦ. 40. 5 Ἐλθόντες οὖν εἰς
40.1.19
τὴν Βορδώνιαν καὶ τὸ Καστρίτζι, οἱ μὲν εἰς τὴν Βορδώνιαν γενναῖοι ἄρχοντες αὐτῆς
40.1.20
φοβηθέντες ἔφυγον ἀφέντες αὐ τήν, οἱ δὲ εἰς τὸ Καστρίτζι τάχα μέχρι τινὸς
40.1.21
ἀντισταθέντες καὶ πολεμή σαντες, τέλος προσεκύνησαν καὶ κατελθόντες
40.1.22
στεφανωθῆναι ὑπὲρ τῶν ἀνδραγαθημάτων αὐτῶν, οὓς μὲν αὐτῶν ἐκαρατόμησεν,
40.1.23
οὓς δὲ εἰς πάλους ἐκάθισε, τὸν δὲ Προινοκοκοκᾶν ἐκδείρας ἐτελείωσεν, ἄξιον τέλος
40.1.24
τῶν ἐργασιῶν καὶ πράξεων ἀπολαύσαντος. 40. 6 Ἐλθόντος δ' αὐτοῦ δὴ τοῦ ἀμηρᾶ
40.1.25
καὶ εἰς τὰ περὶ τὸ Λεοντάρι καὶ αὐτὸ τὸ Λεοντάρι καὶ εὑρὼν αὐτὸ ἔρημον ἀνθρώπων,
40.1.26
αὐτὸ μὲν ἀπῆ ρε. Εἰς δὲ τὸ Γαρδίκι, ἔνθα οἱ ἄνθρωποι ὡς ἰσχυρότερον ἀπῆλθον φυ
40.1.27
λαχθησόμενοι, ἀπελθὼν ἐπολεμήθη μέχρι τινὸς παρὰ τῶν Λεονταριτῶν. Τέλος δὲ
40.1.28
ἐδουλώθησαν καὶ ἐγένοντο πάντες παρανάλωμα μαχαίρας σὺν γυναιξὶ καὶ παισί.
40.7.1
Τοῦτο ἂν καὶ οἴ ποτε ἀρχηγοὶ αὐτῶν Μποχαλαῖοι ἔπαθον, εἰ μὴ φθάσας ὁ
40.7.2
μπεϊλαρμπεῒς Μαχουμούτης ἐξεζήτησεν αὐτούς, τῆς γυναικὸς Μανουὴλ τοῦ
40.7.3
Μποχάλη δισεξαδέλφης οὔσης αὐτοῦ, εἰ καὶ κακὰ ἀνταπέ δωκεν αὐτῷ ἀντὶ τούτου.
40.7.4
Διδοὺς γὰρ αὐτοῖς ἀνθρώπους, ἵνα μετὰ ἀνέ σεως καὶ ἀναπαύσεως ἀπέρχωνται τὴν
40.7.5
ὁδὸν τὴν φέρουσαν εἰς τὸν ἔξω τόπον, διερχόμενοι περὶ τὸν Ποντικὸν εὑρόντες
40.7.6
πλεύσιμον καὶ δολίως ἀποκτείναντες τοὺς ἀπάγοντας ἀνθρώπους τοῦ μπεϊλαρμπεΐ,
40.7.7
ἐμβάντες ἔφυ γον εἰς Κέρκυραν· καὶ αὐτοὶ μὲν ἠλευθερώθησαν τῆς δουλείας ὁπωσδή
40.7.8
ποτε. 40. 8 Ὁ δὲ πενθερὸς μὲν Μανουὴλ τοῦ Μποχάλη Γεώργιος ὁ Παλαιο λόγος,
40.7.9
πρωτεξάδελφος δέ, ὡς προεδηλώσαμεν, τῆς μητρὸς τοῦ μπεϊλαρ μπεΐ, βληθεὶς εἰς
40.7.10
σίδηρα ἤγετο. Αὐτὸς γάρ, ὡς προείπομεν, φυγὼν ἀπὸ τὸ Λεοντάρι μετὰ καὶ τοῦ
40.7.11
γαμβροῦ αὐτοῦ, ἀπῆλθεν εἰς τὸν Μυζηθρᾶν καὶ τὴν δουλοσύνην τοῦ δεσπότου
40.7.12
κυροῦ Δημητρίου. Πολέμου δὲ γεγο νότος περὶ τὴν Βορδώνιαν καὶ τὴν Τρίπην,
40.7.13
κακῶς λαβωθεὶς ἑάλω· καὶ ἀπήγαγον αὐτὸν δέσμιον εἰς τόν ποτε αὐθέντην αὐτοῦ
40.7.14
τὸν δεσπότην κὺρ Θωμᾶν. Ὡς δὲ ἰάθη ἀπὸ τοῦ λαβώματος, περιωρισμένου δὲ ὄντος
40.7.15
καὶ φυλαττομένου ὁπωσδήποτε περὶ τὸ Δυῤῥάχιον, ἀπατήσας τοὺς φυλάσσον τας
40.7.16
ἔφυγε· καὶ πάλιν εὑρίσκετο εἴς τε τὸν δεσπότην κὺρ Δημήτριον καὶ εἰς τὸ Ἀνάπλι τὸν
40.7.17
πλείονα καιρόν, τῆς γυναικὸς αὐτοῦ καὶ τῶν παίδων εὑρισκομένων εἰς τὰ Βενέτικα.
40.9.1
Τοῦ οὖν ἀμηρᾶ, ὡς δεδηλώκαμεν, δουλώσαντος τὸ Λεοντάρι καὶ τὰ περὶ αὐτό,
40.9.2
ἐδούλωσεν ἔτι δὲ καὶ τὸν Ἅγιον Γεώργιον. Ταῦτα γὰρ ἰδόν τος τοῦ Κροκοντύλου, ἢ
40.9.3
μᾶλλον Κροκοδείλου εἰπεῖν οἰκειότερον, προ σεκύνησε καὶ αὐτὸς τὸν ἀμηρᾶν καὶ τὸ
40.9.4
κάστρον καὶ τοὺς δύο υἱοὺς αὐτοῦ αὐτῷ δέδωκεν. Αὐτὸς δὲ ἔλαβε χάριν τούτων τοῦ
40.9.5
Λωΐ, ἢ μᾶλλον τοῦ ἐ λωῒ ἐλωΐ, τουτέστι, θεέ μου, θεέ μου, ἵνα τὶ μὴ καὶ αὐτὸν
40.9.6
προεγκατέ λιπες, τῶν προλεχθέντων κακῶν πρωτεργάτην; 40. 10 Τούτων οὖν ἐκεῖσε
40.9.7
γενομένων, ἢ μᾶλλον γινομένων, ὁ δεσπό της κὺρ Θωμᾶς, ἀφεὶς τὴν Καλαμάταν καὶ
40.9.8
περάσας εἰς τὰ περὶ τὴν Κό σμεναν καὶ τὸ Πεταλίδι, ἦλθε καὶ ἐσέβη εἰς τὸν Ἀβαρῖνον
40.9.9
κἀκεῖθεν εἰς τὸ Μαράθι, προγενέστερον τῆς βασιλίσσης καταλειψάσης τὴν Ἀρκαδίαν
40.9.10
κἀκεῖσε ἀπελθούσης μετὰ καὶ τῶν παίδων αὐτῆς καὶ τῶν εὑρισκομέ νων ἐκεῖσε εἰς
40.9.11
τὴν Ἀρκαδίαν ἀρχόντων. 40. 11 Ὡς δὲ ὁ ἀμηρᾶς ἀπῆρεν αὐτά, ἀλλὰ δὴ καὶ τὴν
40.9.12
Καρύταιναν παρὰ τοῦ Σγουρομάλλη Παλαιολόγου καὶ γυναικαδέλφου τοῦ μεγάλου
40.9.13
Λουκάνη, ὃς προαπέθανεν εἰς ἀπόπατον διαβιβάσας τὴν ψυχὴν ἁμ' ἐγκά τοις,
40.9.14
κατῆλθεν εἰς τὰ περὶ τὴν Ἀνδροῦσαν καὶ λαβὼν αὐτὴν καὶ τὰ περὶ αὐτὴν πάντα
40.9.15
ἀπῆλθε θεάσασθαι τὴν Κορώνην, εἰτ' ἀπ' ἐκεῖσε διέβη καὶ εἶδε καὶ τὴν Μεθώνην,
40.9.16
εἶτα εἰς τὴν Πύλον καὶ τὸν Ἀβαρῖνον. 40. 12 Καθ' ἣν ἡμέραν καὶ ὁ δεσπότης κὺρ
40.9.17
Θωμᾶς ἐξῆλθε, προητοί μασε γάρ τινα πλοιάρια· καὶ ἦλθεν ἐν τῳ Πόρτῳ Λόγγῳ
40.9.18
ὀνομαζομένῳ, ἵνα ἀπ' ἐκεῖσε καιροῦ λαβόμενος εἰς τὴν Κέρκυραν ἀπέλθῃ, ὃ δὴ καὶ
40.9.19
γέ γονε. Καὶ τῇ κη- ῃ τοῦ Ἰουλίου μηνὸς ἀπεσώθη ἐκεῖσε, ἤγουν τοὺς Κορ φούς, ὡς
40.9.20
νῦν ὀνομάζεται ἡ Κέρκυρα. 40. 13 Ἑυρόντος δὲ κἀμοῦ πλευσίμου ἀπαγομένου ἐκεῖσε,
40.9.21
ἐμβὰς τῇ ια- ῃ Ἰουλίου διὰ τὸ ἐπιγενέσθαι μετὰ τῶν ἄλλων καὶ θανατικοῦ ἐν τῇ
40.9.22
Μεθώνῃ, τῇ β- ᾳ τοῦ Αὐγούστου ἀπεσώθημεν, ἔχοντός μου τὸν σκοπόν, ἵνα εἰς τὴν
40.9.23
Κρήτην ἀπέλθω ἢ εἰς τὴν περὶ τὴν Θεσσαλονίκην Βέῤῥοιαν, διὰ τὸ ἔχειν με ἐκεῖ
40.9.24
καλλίστην μονὴν εἰς ὄνομα τοῦ ἁγίου Νικολάου, ἥνπερ τῆς μητρός μου ὁ πατὴρ
40.9.25
ἀνήγειρεν ἐκ βάθρων. Τοῦ δὲ Ῥαοὺλ Γεωργίου καὶ τοῦ γαμβροῦ καὶ τῆς θυγατρὸς
40.9.26
αὐτοῦ ἀπελθόντων, ἔτι δὲ καὶ τοῦ δεσπότου μετὰ καὶ τῶν ἄλλων πάντων, μετέπειτα
40.9.27
καὶ ἐμὲ παρώ τρυνον καὶ ἐβουλεύοντο ἐκεῖσε ἀπελθεῖν, ἀπῆλθον κἀγώ. 40. 14 Τοῦ δὲ
40.9.28
ἀμηρᾶ λαβόντος τὴν Ἀρκαδίαν καὶ ἀπ' ἐκεῖσε διερχο μένου εἰς τὰ κάτω μέρη τοῦ
40.9.29
Μορέως καὶ λαμβάνοντος πάντα τὰ ἐκεῖσε, ἀλλὰ δὴ καὶ τὸ ἰσχυρότατον Χλουμοῦτζι
40.9.30
καὶ Σανταμέρι τῶν μπεϊλαρμπε ΐδων ὁποῦ εἶχον αὐτά, ταῦτα ἀφέντων κούφων καὶ
40.9.31
ἀπελθόντων καὶ αὐτῶν εἰς Κορφούς, ἦλθε μέχρι καὶ τῆς Πάτρας κἀκεῖσε προσέμεινε.
40.15.1
Καὶ τὰ Καλάβρυτα λαβόντος παρὰ τοῦ οὐτ' εἰς δεσπότας, οὐτ' εἰς ἀμηρᾶν
40.15.2
πιστοῦ Δόξα, ἀλλ' οὐδ' εἰς θεὸν νομίζω, αὐτὸς μὲν ἔδωκεν δίκην ἀξίαν ἐκδαρείς, οἱ
40.15.3
δ' αὐτοῦ πάντες, οἱ μὲν ἀπετμήθησαν τὰς κε φαλάς, οἱ δὲ αἰχμάλωτοι ἀπήχθησαν.
40.16.1
Τὸ δὲ κάστρον ὁ ἀμηρᾶς καλῶς ἀσφαλισάμενος καὶ παντὶ τρό πῳ ἀφηρώσας,
40.16.2
ἐγειρθεὶς ἀπὸ τὴν Πάτραν διέβη εἰς τὰ περὶ τὸ Σαλμενί κον καὶ Λίστραιναν καὶ
40.16.3
Βοστίτζαν, ὧν τὴν μὲν Βοστίτζαν καὶ Λίστραιναν ἔλαβε, τὸ δὲ Σαλμενίκον ἐκράτησε
40.16.4
μέχρι τινὸς Παλαιολόγος ὁ τὸ ἐπί κλην Γρέτζα.

Intertext edge

Open linked passage

Note