Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
44.1.1
Τῇ κθ- ῃ τοῦ Μαρτίου μηνὸς τοῦ οε- ου ἔτους ἐν ᾗ καὶ τὸ ἡμέτερον μέγα
44.1.2
πάσχα γέγονεν, ἐναπέψυξεν ὁ τῶν κακῶν πάντων τοῦ Μορέως αἴτιος Ματθαῖος ὁ
44.1.3
Ἀσάνης· καὶ ἰδοὺ καὶ τὸ τοῦ Δαβὶδ μελῴ- δημα καὶ ἔτι πεπλήρωται τὸ ἀναστήτω ὁ
44.1.4
θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ
44.1.5
οἱ μισοῦντες αὐ τόν. 44. 2 Καὶ τούτου γενομένου, ὡς ἠκούσαμεν παρά τινων, ἄπεμψε
44.1.6
καὶ ὁ δεσπότης τὴν τοῦ ἀμηρᾶ πρὸς αὐτὸν πρόσοδον καὶ τὸ χρέος τῆς δου λείας εἰς
44.1.7
τὰ φωσάτα, εἰπόντος· Ἐγώ εἰμι γέρων καὶ ἀσθενής· ὁ ἐκπλη ρῶν τὴν δουλοσύνην
44.1.8
ἀπέθανε. Λοιπὸν ἡ πολλὴ πρόσοδος ἂς δοθῇ, ὅπου ὁρίσῃς· ἐμοὶ δὲ ἂς δοθῇ, ὅσον νὰ
44.1.9
ζῶ, καθήμενος ἐνταῦθα μετά τινων ὀλίγων. Ἀπελογήσατο ὁ ἀμηρᾶς· Καλῶς λέγει·
44.1.10
καὶ ἂς χωρίσῃ τοὺς θέλει. Καὶ ἐχώρισε· καὶ δέδωκε πρὸς αὐτὸν ἄσπρα ʹν, ἵνα ἔχῃ
44.1.11
αὐτὰς ἀπὸ τὸ κουμέρκι τοῦ ἀλεύρου, τοὺς δὲ πλείονας τῶν ὑποχειρίων αὐτοῦ
44.1.12
περιορίσας ἀπῆρεν, ἵνα εὑρίσκωνται εἰς τὴν Πόλιν. Ἄλλοι δὲ εἶπον ἄλ λως
44.1.13
γεγονέναι καὶ μέλλομεν μαθεῖν καὶ διηγήσεσθεν. 44. 3 Τοῦ δ' αὐτοῦ χρόνου τὸ θέρος
44.1.14
ἐγεγόνει τοσαύτη λοιμώδης νόσος εἴς τε τὴν Κωνσταντινούπολιν καὶ τὴν
44.1.15
Ἀνδριανούπολιν καὶ τὴν Καλλί πολιν καὶ τὰ πέριξ αὐτῶν κάστρη καὶ κωμοπόλεις
44.1.16
καὶ χώρας, οἵα οὐ γέγονε παρόπισθε χρόνους πολλούς. Τεθνήκασι γάρ, ὡς λέγουσι,
44.1.17
μυριά δες πολλαὶ ἀνθρώπων, οὐ χιλιάδες, σὺν αὐτοῖς δὲ καὶ ἡ τοῦ δεσπότου
44.1.18
θυγάτηρ .