Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
45.1.1
Τοῦ δὲ ο- ου ἔτους Νοεμβρίῳ μηνὶ ἀπῆλθον κἀγὼ εἰς τὴν Ἁγίαν
45.1.2
Μαῦραν, παρακινήσει τῆς βασιλίσσης κυρᾶς Ἑλένης καὶ πενθε- ρᾶς τοῦ αὐθεντὸς τοῦ
45.1.3
τόπου ἐκείνου κυροῦ Λεονάρδου, ἵνα καὶ τὸν τό πον καὶ τοὺς ἐκεῖσε ἀναθεωρήσω
45.1.4
καὶ ὡς δῆθεν ἀνεψιοῦ τοῦ μακαρίτου αὐθεντός μου τοῦ βασιλέως κυροῦ
45.1.5
Κωνσταντίνου καὶ ὑπὲρ τοῦ πατρὸς αὐτοῦ παθόντος μου ζημίαν μεγίστην, ὡς
45.1.6
προεδήλωσα ἐν τῷ λη- ῳ ἔτει, ἀπολαύσω τινὸς εὐεργεσίας ἐτησίου ὡς γέρων καὶ
45.1.7
ἀσθενὴς καὶ πτωχὸς ἀπὸ τῆς αἰχμαλωσίας. Ἐπανέστρεψα δὲ τῇ κβ- ᾳ τοῦ αὐτοῦ,
45.1.8
εὐτελῆ πάν τα καὶ ἰδὼν καὶ ἀπολαύσας ἄνευ τοῦ ὑπερέχειν ἐν τῷ μπασταρδικῷ γέ
45.1.9
νει τὴν πᾶσαν ἀρχὴν αὐτοῦ· δεῖ γὰρ τοῖς ἀρχομένοις ἐξομοιοῦσθαι τοῖς ἄρχουσι. 45. 2
45.1.10
Καὶ τὸν Ἰαννουάριον τοῦ αὐτοῦ ἔτους καὶ ὁ τῆς Ἀλβανιτίας αὐθέντης Σκαντάρης
45.1.11
τέθνηκε φυσικῷ θανάτῳ· καὶ τὸ μὲν τοῦ τόπου καὶ τῆς αὐθεντίας αὐτοῦ ἔλαβεν ἡ
45.1.12
αὐθεντία τῶν Βενετιῶν, τὸ δὲ ὁ τῆς ἀδελ φῆς αὐτοῦ υἱός, Τοῦρκος ὢν καὶ εἰς τὸν
45.1.13
ἀμηρᾶν καὶ σταλεὶς παρ' ἐκεί νου. 45. 3 Ἀπὸ δὲ τοῦ ἡμίσεως ἔαρος τοῦ αὐτοῦ,
45.1.14
δηλονότι ο- ου ἔτους καὶ ὅλου τοῦ θέρους διαβιβάσαντός μου κακῶς ἀπὸ τῆς
45.1.15
συνήθους ἀσθενείας τοῦ ῥευματισμοῦ, ἀλλὰ δὴ καὶ τῶν κοσμικῶν φορεμάτων μου
45.1.16
διαλυθέντων, ἐρασοφορέσαμεν τῇ α- ῃ τοῦ Αὐγούστου μηνὸς καὶ ἀντὶ Γεώργιος Γρη
45.1.17
γορίου, ἀντὶ δὲ Ἑλένη Εὐπραξία ὠνομάσθημεν, διδόντες πρῶτον τὴν εἰς θεὸν τῆς
45.1.18
πίστεως ὁμολογίαν ἡμῶν ἔχουσαν οὕτως· 45. 4 Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ μὴ κτίσμα
45.1.19
εἶναι οὐδ' ὑπὸ χρόνον κατὰ τὸν ἄφρονα Ἄρειον, ἀλλ' ὁμοούσιον καὶ συναΐδιον τῷ
45.1.20
θεῷ καὶ πατρί, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, ποιητὴν χρόνων καὶ τῶν
45.1.21
κτισμάτων πάντων, ὕστερον δὲ σαρκωθέντα δι' ἡμᾶς ἐκ πνεύματος ἁγίου καὶ Μα
45.1.22
ρίας τῆς ἀειπαρθένου. Πιστεύω τὸ πνεῦμα ἅγιον μὴ κτίσμα εἶναι μηδὲ ἑτερούσιον
45.1.23
τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ὡς ὁ Μακεδόνιος ὁ κενὸς τῆς αὐτοῦ χάριτος ἐβλα σφήμει,
45.1.24
ἀλλὰ θεὸν ἀληθινόν, ὁμοούσιον καὶ συναΐδιον τῷ πατρὶ καὶ τῷ υἱῷ, ἐκ τοῦ πατρὸς
45.1.25
πρὸς υἱὸν ἐκπορευτῶς, ὥσπερ ὁ υἱὸς ἐξ αὐτοῦ γεν νητῶς. Πιστεύω μὴ ἄλλον εἶναι
45.1.26
τὸν υἱὸν τοῦ θεοῦ τὸν προαιώνιον, ἕτερον δὲ τὸν ἐκ τῆς παρθένου γεννηθέντα
45.1.27
Ἰησοῦν Χριστόν, ὡς ὁ ἄφρων Νεστόριος ἐβλασφήμει, ἀλλὰ τὸν ἐξ αὐτῆς γεννηθέντα
45.1.28
δύο μὲν εἶναι μετὰ τὴν ἕνωσιν φύσεις, ἕνα δὲ τῇ ὑποστάσει τῇ θεϊκῇ δηλονότι· διὸ
45.1.29
καὶ τὴν αὐτὸν τεκοῦσαν κυρίως καὶ ἀληθῶς Θεοτόκον εἶναι καὶ οὐ Χριστο τόκον
45.1.30
κατ' ἐκεῖνον τὸν ἄφρονα. Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ μετὰ τὴν ἐνανθρώπησιν μὴ εἰς
45.1.31
μίαν φύσιν τὰς δύο συνάψαι κατὰ τοὺς ἄφρονας Διόσκορον καὶ Εὐτυχῆ, οἲ τῇ
45.1.32
θεότητι τὰ πάθη προσῆπτον, ἀλλ' ἐν δύο φύσεσι καὶ μετὰ τὴν ἕνωσιν ἀσυγχύτως
45.1.33
γνωριζόμενον, καὶ μήτε προϋ πάρχειν τὰς ψυχὰς τῶν σωμάτων, μήτε τέλος εἶναι
45.1.34
κολάσεως μήτε ἀποκατάστασιν δαιμόνων κατὰ τὸν ἄφρονα Ὠριγένην. Πιστεύω τὸν
45.1.35
υἱὸν τοῦ θεοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τὴν ἐνανθρώπησιν οὐχ ἓν
45.1.36
θέλημα ἔχειν φυσικὸν καὶ μίαν ἐνέργειαν κατὰ τὸν Ῥώμης Ὁνώριον καὶ Πύῤῥον τὸν
45.1.37
ἄφρονα, ἀλλὰ δύο θελήσεις καὶ δύο ἐνεργείας, θεϊκὴν δηλαδὴ καὶ ἀνθρωπίνην
45.1.38
ἐνέργειαν καὶ θέλησιν καὶ μηδετέραν τῶν αὐτοῦ φύσεων ἀθέλητον εἶναι ᾒ
45.1.39
ἀνενέργητον. Πιστεύω τὰς εἰκονικὰς ἀνατυ πώσεις, οὐ λατρευτικῶς, ἀλλὰ σχετικῶς
45.1.40
ἀσπάζεσθαι τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ τιμᾶν, οὐ τῇ ὕλῃ τὸ σέβας, ἀλλὰ τῷ
45.1.41
πρωτοτύπῳ ἀπονέμουσαν· ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει κατὰ
45.1.42
τὸν μέγαν Βα σίλειον. Πιστεύω μήτε ἀνενέργητον εἶναι τὴν θείαν φύσιν καὶ ἐνερ
45.1.43
γειῶν οὐσιωδῶν ἔρημον, μήτε ταὐτὸν εἶναι οὐσίαν καὶ ἐνέργειαν ἐπ' ἐ κείνης, μήτε
45.1.44
κτιστὰς εἶναι ταύτας, κατὰ τοὺς ἄφρονας Βαρλαὰμ καὶ Ἀκίν δυνον, ἀλλὰ καὶ
45.1.45
ἐνεργείας θείας οὐσιώδεις καὶ ἑτέρας εἶναι ταύτας παρ' αὐτὴν τὴν οὐσίαν καὶ
45.1.46
ἀκτίστους εἶναι καὶ λεγομένας θεότητος. Ὁμο λογῶ βεβαίως τὸ πνεῦμα τὸ ἅγιον οὐκ
45.1.47
ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐκπο ρεύεσθαι ἅμα κατὰ τοὺς Ἰταλούς, ἀλλ' ἐξ αὐτῆς τῆς
45.1.48
ὑποστάσεως τοῦ πατρὸς ἑνικῶς, ὥσπερ ἀμέλει καὶ αὐτὸς ὁ υἱὸς ἐξ αὐτῆς τῆς
45.1.49
ὑποστάσεως τοῦ πατρὸς ἑνικῶς γεννᾶται, πέμπεσθαι δὲ παρὰ τοῦ πατρὸς καὶ τοῦ
45.1.50
υἱοῦ τὸ πνεῦμα, οἶον αὐτὴ ἡ χάρις καὶ ἡ δωρεὰ αὐτοῦ δίδωσιν.