Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1.1
Τὸ δὲ φθινόπωρον τοῦ οζ- ου ἔτους ἀπῆλθεν ἡ βασίλισ σα κυρὰ Ἑλένη ἡ
46.1.2
Παλαιολογῖνα, ἡ τοῦ δεσπότου Σερβίας γυνή, εἰς τὴν αὐθεντίαν τῆς Βενετίας,
46.1.3
ἐγκαλοῦσα τοὺς τὸν βίον αὐτῆς κλέψαντας εἰς τοὺς Κορυφούς. 46. 2 Καὶ τὸ ἔαρ τοῦ
46.1.4
αὐτοῦ ἔτους ἐγένοντο σεισμοὶ πολλοὶ καὶ μεγά λοι εἴς τε τὴν Ἁγίαν Μαύραν καὶ τὴν
46.1.5
Κεφαλωνίαν καὶ τὴν Ζάκυνθον καὶ ἐχάλασαν πολλὰ τῶν αὐτῶν· τὸ δὲ τῆς
46.1.6
Κεφαλωνίας κάστρον τελείως ἅπαν ἐχάλασε καὶ πολλοὶ τῶν ἀνθρώπων τεθνήκασι.
46.3.1
Τὸ δὲ θέρος τοῦ αὐτοῦ ἔτους ἀπῆλθεν ὁ τῶν Βενετικῶν κατέργων καπετάνιος
46.3.2
Νικολὸ ντὲ Καναλίας καὶ ἠχμαλώτευσε τὴν μεγάλην Αἶνον· καὶ ἐπιστρέψας καὶ
46.3.3
ἐλθὼν εἰς τὸν Μορέαν, ἔκτισε τὴν Βοστίτζαν τῷ τοῦ θέρους καιρῷ τοῦ αὐτοῦ ἔτους.
46.4.1
Τὸν δὲ χειμῶνα τοῦ οη- ου ἔτους Ἰαννουαρίῳ κε- ῃ ἔπεσεν εἰς τὸ καθόλον νησὶν
46.4.2
χιὼν τοσαύτη, ὅσην οὐδὲν εἶδον οἱ τῶν Κορυφῶν ἄν θρωποι ἄλλοτε, ὥστε καὶ
46.4.3
ἀλώπεκας καὶ λαγωοὺς διὰ τῶν οἰκείων χειρῶν θηρεύειν, ἀλλὰ δὴ καὶ εἰς τὸν τῆς
46.4.4
δύσεως τόπον, ἀλλὰ καὶ εἰς τὸν τῆς ἀνατολῆς πολλῷ γε μᾶλλον. 46. 5 Περὶ δὲ τὸ
46.4.5
τέλος τοῦ ἔαρος ἐκστρατεύσας κατὰ τοῦ Εὐρίπου ὁ τῶν ἀσεβῶν ἄρχων ἦλθεν εἰς
46.4.6
αὐτὸν περὶ τὸ τέλος τοῦ Ἰουνίου μηνός. Τὸ δὲ ἁρμάτωμα αὐτοῦ τὸ διὰ θαλάσσης,
46.4.7
πρὸ τοῦ ἐξελθεῖν ἅπαν τὸ εὑρι σκόμενον εἰς τὴν Καλλιούπολιν, ἀπελθὸν εἰς τὴν
46.4.8
Λῆμνον ἀπῆρε τὸν Κότζινον καὶ τὰ εἰς ἅπαν τὸ νησὶν εὑρισκόμενα χωρία ἄνευ τοῦ
46.4.9
Παλαιον κάστρου καὶ τῆς σκάλας καὶ ὑπέστρεψεν. 46. 6 Ἐπελθὸν δὲ τὸ τῆς Πόλεως
46.4.10
καὶ Νικομηδείας καὶ ὅποθεν ἂν ἦν, ὁμοῦ ἐξῆλθον καὶ ἦλθε καὶ αὐτὸ εἰς τὸν Εὔριπον,
46.4.11
ὁποῖον ἰδὼν ὁ ἐξάρ χων τοῦ ἅρματος τῶν Βενετικῶν ἀνεχώρησεν, ἴσως καλῶς
46.4.12
ποιήσας, κα κῶς δέ, ὅτι οὐκ ἦλθε βαλλεῖν δύναμιν εἰς τὸν Εὔριπον. Ἐρχόμενον δὲ τὸ
46.4.13
τοῦ ἀμηρᾶ ἁρμάτωμα καθ' ὁδὸν ἀπῆρε τὴν Ἴμβρον. Εἶτα ἦλθεν εἰς τὸν Εὔριπον, καθ'
46.4.14
ὃν δὴ μῆνα καὶ ὁ ἀμηρᾶς· καὶ πολεμήσαντες σφο- δρῶς ἀπό τε τῆς γῆς καὶ θαλάσσης,
46.4.15
τῇ ιβ- ῃ τοῦ Ἰουλίου μηνὸς ἀπῆραν τὸ κάστρον πολέμῳ. Καὶ τούτου γενομένου πάντα
46.4.16
τὰ περὶ αὐτὸν νησίδρια καὶ καστέλλια ἐδουλώθησαν ἑκουσίως ἀκουσίως. Ὁ δὲ
46.4.17
ἀμηρᾶς προσκαρ- τερήσας μικρόν τι περὶ τὰς ἀρχὰς τοῦ Αὐγούστου ἐξῆλθε καὶ
46.4.18
ἀπῆλθεν εἰς τὴν Κωνσταντινούπολιν. 46. 7 Τὸν δὲ μπεϊλαρμπεῒν αὐτοῦ ἐπαφῆκε καὶ
46.4.19
ἦλθεν εἰς τὸν Μορέαν· ἦλθε δὲ τὸ δεξιὸν μέρος παρὰ θάλασσαν καὶ διερχόμενος, οἱ
46.4.20
περὶ τὴν Βοστίτζαν, οἱ μὲν ἀφέντες αὐτὴν ἔφυγον, οἱ δὲ προσεκύνησαν καὶ παρέδωκαν αὐτῷ ταύτην. Διερχόμενος δὲ παρέμπροσθεν, ὁμοίως ἐποίησαν καὶ οἱ ἐν τῷ
46.4.21
Βουμέρῳ καὶ τῇ Ὠλαίνᾳ καὶ τῷ Χελιδόνι καὶ οἱ ἐν τῷ Ποντι- κῷ· ὅπερ ὡς εἶναι εἰς
46.4.22
τὸν αἰγιαλόν, ἐχάλασαν μέχρι καὶ θεμηλίων, τὰ δὲ ἄλλα ἔχουσι. Διελθόντος δὲ
46.4.23
αὐτοῦ μέχρι καὶ τοῦ Πριγκιπάτου, ἐπιστρέ- ψας ἐξῆλθε τοῦ Μορέως. 46. 8 Τὸν δὲ
46.4.24
ῥηθέντα καπετάνιον Νικολὸ ντὲ Καναλία, στείλαντες ἕτε- ρον καπετάνιον τὸν
46.4.25
Θωμᾶν Μουτζενίγον, ἐπίασαν αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸν γραμματικὸν καὶ
46.4.26
σιδήροις δεσμεύσαντες ἔστειλαν εἰς τὸν αὐθέντην αὐτῶν, εἰς τὴν ἀρχὴν τοῦ
46.4.27
φθινοπώρου τοῦ οθ- ου ἔτους. 46. 9 Ἐν ᾧ δὴ χρόνῳ τῇ... τοῦ... μηνὸς καὶ ὁ εἰς τὴν
46.4.28
Ἀνδριανούπο- λιν δεσπότης κὺρ Δημήτριος τέθνηκε, γεγονὼς καὶ καλόγηρος καὶ
46.4.29
Δαβὶδ ἐπονομασθείς, πρὸ αὐτοῦ χρονῶν ὀλίγων ἀποθανούσης τῆς θυγατρὸς αὐ- τοῦ·
46.4.30
ἔτι δὲ καὶ ἡ γυνὴ αὐτοῦ ἡ βασίλισσα τέθνηκε μετά τινα καιρὸν ὀλί- γον τοῦ θανάτου
46.4.31
αὐτοῦ. 46. 10 Τῇ δὲ κ- ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ π- οῦ ἔτους περιέπεσον ἐγὼ εἰς
46.4.32
ἀσθένειαν τοιαύτην, ὥστε καὶ ἐποίησάν με καὶ τέλειον καλόγηρον καὶ
46.4.33
μεγαλόσχημον, μὴ ἐννοήσαντος μου τὸ τυχόν. 46. 11 Περὶ δὲ τὸ φθινόπωρον τοῦ παου ἔτους ἐπαναστρέφοντος ἀπὸ τὸν ῥῆγαν τῆς Φράντζας καὶ τὸν δοῦκαν τῆς
46.4.34
Μπεργωνίας, ὁ καρδηνάλιος κὺρ Βησσαρίων, ἀπεστάλη γὰρ ἀπὸ τὴν ἐκκλησίαν πρὸς
46.4.35
τὸ εἰρηνεῦσαι αὐτούς, καθ' ὁδὸν τῇ ιε- ῃ Νοεμβρίου ἀπέθανε· καὶ φέροντες αὐτὸν εἰς
46.4.36
τὴν Ῥώμην μετὰ τιμῆς ὅτι πλείστης ἔθαψαν εἰς τὸν ναὸν τῶν ἁγίων ἀπο- στόλων,
46.4.37
ἔνθα δὴ καὶ προκατέμενε καὶ τὸν τάφον αὐτοῦ προετοίμασε πλη- σίον τοῦ τάφου τῆς
46.4.38
ἁγίας ὁσιομάρτηρος Εὐγενείας.