Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
47.1.1
Περὶ δὲ τὸ ἔαρ τοῦ αὐτοῦ ἔτους ἐξῆλθε καὶ ὁ Ζουχασά- νης κατὰ τοῦ
47.1.2
τόπου ἀμηρᾶ τοῦ Μεχεμέτη καὶ διέδραμε τόπους αὐτοῦ εἰς τὴν Ἀνατολήν· καὶ
47.1.3
ἐξῆλθε οὕτως ὁ ἀμηρᾶς ἀπὸ τῆς Κωνσταντινουπό- λεως καὶ ἀπῆλθε κατ' ἐκείνου
47.1.4
μετὰ πάσης τῆς δυνάμεως αὑτοῦ. Καὶ πλη- σιάσαντες εἰς τὴν ἀρχὴν ἐνίκησεν ἐκεῖνος
47.1.5
φωσάτον τοῦ ἀμηρᾶ, ὅπερ ἐξῆλθεν ἔμπροσθεν κατ' ἐκείνου· ἐν ᾧ ἐσκότωσε καὶ τὸν
47.1.6
μπεϊλαρπεῒν τῆς Δύσεως, υἱὸν τοῦ ποτε Παλαιολόγου Θωμᾶ τοῦ Γίδου ἐκείνου καὶ
47.1.7
πολλοὺς ἄλλους τῶν ὄντων εἰς τὴν Δύσιν ἀρχόντων καὶ κεφαλάδων. Εἶτα
47.1.8
ἀπελθόντος καὶ κατὰ πρόσωπον τοῦ ἀμηρᾶ ἐνικήθη καὶ ἐπιστρέψας ἀπῆλθεν εἰς τὸν
47.1.9
τόπον αὑτοῦ· ὁμοίως καὶ ὁ ἀμηρᾶς ἐπιστρέψας ἦλθεν εἰς τὴν Πόλιν. 47. 2 Περὶ δὲ τὸ
47.1.10
τέλος τοῦ Ἰουλίου τοῦ αὐτοῦ ἔτους ἀπῆρεν καὶ ἡ αὐθεντία τῶν Βενετίκων τὸ
47.1.11
πλησίον τῶν Κορυφῶν καστέλιν Στροφύλιν ὀνομαζόμενον. 47. 3 Τῇ δὲ ζ- ῃ τοῦ
47.1.12
Νοεμβρίου μηνὸς τοῦ πβ- ου ἔτους τέθνηκεν εἰς τὴν Ἁγίαν Μαύραν καὶ ἡ βασίλισσα
47.1.13
κυρὰ ἡ Παλαιολογῖνα, καὶ μοναχὴ γενομένη καὶ Ὑπομονὴ μετονομασθεῖσα. 47. 4 Τῇ
47.1.14
δὲ θ- ῃ τοῦ Δεκεμβρίου μηνὸς τέθνηκε καὶ ὁ μεθ' ἡμῶν εὑρισκόμενος ἱερομόναχος
47.1.15
καὶ πνευματικὸς κὺρ Ἱερόθεος, ὁ καὶ διὰ τοῦ μεγάλου σχήματος μετονομασθεὶς
47.1.16
Ἰωσήφ, ὃς ἦν ἐκ νεότητος μεθ' ἡμῶν καὶ συσχολίτης καὶ φίλος μέχρι καὶ τοῦ τέλους
47.1.17
αὑτοῦ. 47. 5 Τὸ δὲ θέρος τοῦ πγ- ου ἔτους ποιήσας ὁ τῶν ἀσεβῶν ἄρχων ἁρμά- τωμα
47.1.18
μέγα καὶ πέμψας αὐτὸ εἰς τὰ ἄνω μέρη τῆς Μαύρης Θαλάσσης ἀ- πῆρε τὸ μέγα
47.1.19
κάστρον, τὸν Καφᾶν γεγόμενον. 47. 6 Τὸ δὲ θέρος τοῦ πδ- ου ἔτους ἀπῆλθε κατὰ
47.1.20
Βλαχίας μετὰ πάσης τῆς δυνάμεως αὑτοῦ τὸν δὲ Σεπτέβριον τοῦ πε- ου ἔτους
47.1.21
ἐπέστρεψε πλέον νικηθεὶς ἢ νικήσας. Καὶ τὸν μὲν μπεϊλερπεῒν ἀφῆκεν εἰς τὴν
47.1.22
Σοφίαν, αὐ- τὸς δὲ ἦλθεν εἰς τὴν Ἀνδριανούπολιν· καὶ ποιήσας ἡμέρας τινὰς ἐξελθὼν ἦλθεν εἰς τὴν Κωνσταντινούπολιν.