Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
48.1.1
Τοῦ δ' αὐτοῦ χρόνου τῇ α- ῃ τοῦ Ὀκτωβρίου μηνὸς ἐπῆλ- θεν ἐμοὶ
48.1.2
ῥευματισμὸς εἴς τε τὴν κεφαλὴν καὶ τὰ γόνατα καὶ ἐξῆλθεν ἀπὸ τοῦ στόματός μου
48.1.3
καὶ τῆς ῥινὸς καὶ τῶν ὠτίων τοσαύτη ὑγρασία, ὅτι ἀπέλπισάν με· καὶ τρὶς τῶν
48.1.4
ἀχράντων μυστηρίων με ἐκοινώνησαν τὸν ἀνάξιον, ὅπερ καὶ εἴθε μοι ἐπῆλθεν ὁ
48.1.5
θάνατος, ἡ θεραπεία πάντων τῶν ἐν ἐμοὶ δυσχερῶν, καὶ τοῦ γέρους λέγω καὶ τῆς
48.1.6
ἀσθενείας καὶ τῆς ἐνδείας οὐ τῶν πολλῶν καλῶν καὶ συνήθων ἀπὸ νεότητος, ἀλλὰ
48.1.7
καὶ σχεδὸν τῶν ἀναγκαίων, εἰ μὴ ὅτι ἡ ὑπομονὴ τῶν τοιούτων καὶ εὐχαριστία πρὸς
48.1.8
θεόν, θεοῦ χάριτι, αἰτία μέλλει εἶναι εἰς τὸ συγχωρῆσαι αὐτὸν πολλὰ τῶν ὧν πρὸς
48.1.9
αὐτὸν ἔπταισα. οὐ γὰρ γέγονεν ἐν τῷ βίῳ ἁμάρτημα, οὐδὲ πρᾶξις, οὐδὲ κακία, ἣν ἐγὼ
48.1.10
οὐκ ἐπλημμέλησα ὁ ἄθλιος κατὰ νοῦν καὶ λόγον καὶ προαίρεσιν, καὶ θέσει καὶ
48.1.11
γνώμῃ καὶ πράξει ἐξαμαρτήσας ὡς ἄλλος οὐδεὶς πώποτε. 48. 2 Ὅμως λυτρωθεὶς τοῦ
48.1.12
θανάτου ἀπέμεινα κωφὸς μέχρι πολλοῦ, ὡς οὐδὲ τὰ πλησίον μου σήμανδρα ἀκούειν,
48.1.13
ἔτι δὲ καὶ κατάκοιτος ἀπὸ τῶν ποδῶν τὰς ὀδύνας· ἀπέμεινε δὲ εἰς τὴν ἄνω πρόνοιαν,
48.1.14
ἢ νὰ ἀπαλλαγῶ τῶν τοιούτων, ἡμερῶν παρελθουσῶν, ἢ ἐπελθόντος μοι τοῦ
48.1.15
θανάτου καὶ τῆς ἀναπαύσεως τῶν ἀνδρῶν, ὡς ὁ θεῖος Ἰὼβ προηγόρευσεν. 48. 3 Ἀλλ'
48.1.16
ἐγὼ δέομαι τοῦ θεοῦ οὕτως· Ἀλλ' εἴ με, σῶτερ, ἀνάγκη παθεῖν, τὶς γὰρ οἷδε τὸ βάθος
48.1.17
τῶν σῶν κριμάτων; τῆς μὲν σῆς φι- λανθρωπίας οἱονεί μου τὰ πάθη βδελυττομένης,
48.1.18
τῆς δ' αὖ δικαιοσύνης δρώσης τὸ ἑαυτῆς, εἰς γοῦν τὸν ἐκδεχόμενον λῆξιν τόνδε
48.1.19
χρόνον τὸ δοῦ- ναι δίκην ἐμοὶ παράσχου, ἀλλὰ μὴ εἰς τὸν μέλλοντα τὸν ἀπέραντον,
48.1.20
ἔνθα οὐκ ἔστι μεταπσεῖσθαι τὰ πράγματα. Ἐνταῦθά με τοίνυν ἀνακαθάρας, ἅπασι
48.1.21
χρησάμενος τοῖς εἰς τοῦτο φέρουσιν, οὕτω τῶν τῇδε μεταστήσαις ἄξιον τοῦ μὴ τῶν
48.1.22
σῶν ἐκπεσεῖν οἰκτιρμῶν ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ παρου- σίᾳ σου. 48. 4 Τὸ δὲ θέρος
48.1.23
τοῦ αὐτοῦ ἔτους πε- ου ἔστειλε πολὺ φωσάτον κατὰ τοῦ
48.1.24
Ναυπάκτου, ἵνα ἐπάρῃ αὐτόν, εἶτα εἰς τὴν Ἁ- γίαν Μαύραν ἔλθῃ, ὅπερ βοηθείᾳ θεοῦ
48.1.25
οὔτε τὸν Ναύπακτον ἀπῆρεν, οὔτε κατὰ τῆς ἁγίας Μαύρας ἦλθεν, ἀλλ' ὑπέστρεψεν
48.1.26
ἄπρακτος .