Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius PhrantzaChro 5 · pg-scrape-grcMore by Georgius Phrantza
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Ἐν δὲ τῷ χειμῶνι τοῦ αὐτοῦ δὴ ἔτους θανατικοῦ γενομένου ἐν τῇ Μαύρῃ
5.1.2
Θαλάσσῃ καὶ φαμελικῶς εὑρισκομένων εἰς κάστρον ἓν τῶν ἐκεῖσε κεφαλατεύοντες ὁ
5.1.3
γαμβρός μου Γρηγόριος ὁ Παλαιολόγος ὁ Μα μωνᾶς, ἀνὴρ ἄριστος υἱὸς μεγάλου
5.1.4
δουκὸς τοῦ Μαρωνᾶ καὶ αὐθέντη ποτὲ τῆς Μονεμβασίας καὶ τῶν περὶ αὐτήν· ἔτι δὲ
5.1.5
καὶ ἡ ἀδελφή μου καὶ γυ νὴ αὐτοῦ καὶ παιδὶ ἓν αὐτῶν θῆλυ, ἀπέθανε πρῶτον τὸ
5.1.6
παιδὶ καὶ εἰς ζʹ ἡμέρας τοῦ παιδὸς ὁ πατὴρ αὐτοῦ καὶ εἰς ἑπτὰ ἡμέρας τοῦ πατρὸς ἡ
5.1.7
μή τηρ αὐτοῦ, ἔτι δὲ καὶ ἓξ τῶν ὑποχειρίων αὐτῶν, ἀνδρῶν τε καὶ γυναικῶν,
5.1.8
ἐναπολειφθέντων δὲ δύο καὶ μόνον τῶν αὐτῶν. Ἐλθόντες ἐν τῇ Πόλει εἶπον ἐν μιᾷ
5.1.9
φωνῇ ταῦτα τοὺς ἀθλίους μου γενέτας, οἳ καὶ ἀλλοτρόπως ἀπέθανον ἀκούσαντες
5.1.10
τοῦτο, εἰ καὶ οὐκ ἀπέθανον ὡς τελέως ἀπὸ τούτου, μετέπειτα καὶ ἀσθενῶς· ὅπερ ἦν
5.1.11
καὶ αἴτιον τοῦ μὴ ἐλθεῖν τὸν γενήσαντά με εἰς τὸν Μορέαν μετὰ τοῦ αὐθεντοπούλου
5.1.12
κὺρ Θωμᾶ εἰς τάξιν τατᾶ αὐτοῦ, καὶ ἐμοῦ μετ' αὐτοῦ εἰς ὑπηρεσίαν ἐπιτραπεζίου καὶ
5.1.13
κελλιώτου αὐτοῦ, ὡς ὡρίσθημεν παρὰ τοῦ ἁγίου βασιλέως, τοῦ πατρὸς τοῦ ῥηθέντος
5.1.14
αὐθεντοπούλου· καὶ ἡτοιμαζόμεθα, καὶ ἀπὸ τοῦ ὅτι ὁ μὲν ἐμοῦ πρῶτος ἀδελφὸς ἦν
5.1.15
εἰς τὸν Μορέαν μετὰ τοῦ βασιλέως. Ὁ δὲ μετ' ἐμὲ ἕτερος, ὡς ἐπῆλθεν ὁ θάνατος τοῦ
5.1.16
ἀδελφοῦ, ἀφεὶς καὶ πατέρα καὶ μητέρα καὶ ἀδελφούς, εἰς τὴν τοῦ Χαρσιανίτου
5.1.17
λεγομένην μονήν, ἐν ᾗ ἦν καὶ ὁ κατ' ἀλήθειαν διδάσκαλος κὺρ Ἰωσήφ, γέγονε
5.1.18
καλόγερος. 5. 2 Τοῦ δ' αὐτοῦ θανατικοῦ γενομένου περὶ τὸ ἔαρ καὶ τὸ θέρος καὶ εἰς
5.1.19
τὴν Πόλιν, ἐν μηνὶ Αὐγούστῳ ἀπέθανε καὶ ἡ δέσποινα κυρὰ Ἄννα ἡ ἀπὸ τῆς
5.1.20
Ῥωσσίας λοιμώθει νόσῳ καὶ ἐτάφη ἐν τῇ τοῦ Λιβὸς μονῇ. 6. 1 Καὶ εἰς τὰς ἀρχὰς τοῦ
5.1.21
κ- ου ἔτους ἐστάλη καὶ εἰς τὸν Μο ρέαν παρὰ τοῦ ἁγίου βασιλέως καὶ πατρὸς αὐτοῦ
5.1.22
καὶ ὁ αὐθεντόπουλος κὺρ Θωμᾶς· ἐν ᾧ δὴ χρόνῳ ἐπανέστρεψεν εἰς τὴν Πόλιν καὶ ὁ
5.1.23
βασιλεὺς κὺρ Ἰωάννης. Καὶ ἐμὲ ὁ βασιλεὺς ὁ ἅγιος καὶ πατὴρ αὐτοῦ εἰς τὸ κελ λίον
5.1.24
αὑτοῦ προσηγάγετο Μαρτίῳ ιζ- ῃ, ὑπάρχοντός μου χρόνων ι ʹʹ, ἐκεί νου δὲ τοῦ ἁγίου
5.1.25
ξθ ʹʹ.

Intertext edge

Open linked passage

Note