Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
Καὶ τῷ κη- ῳ ἔτει ἦλθεν ὁ ἀμηρᾶς ὁ καὶ Κυρίτζης καὶ Με χεμέτης, ἵνα ἀπὸ
7.1.2
τῆς Πόλεως περάσῃ εἰς τὴν Ἀνατολήν· καὶ προμαθόν τες ὡς ἐν μυστηρίῳ ἀπὸ τῶν
7.1.3
ἐκείνου, ὅτι ὑπάγει, ἵνα τὰ τῆς Ἀνατολῆς διορθώσῃ, καὶ, ὡσὰν ἐπιστρέψῃ, ἔχει
7.1.4
σκοπὸν καὶ μελέτην ἐλθεῖν κατὰ τῆς Πόλεως, πάντες οἱ τοῦ βασιλέως τοῦ ἁγίου
7.1.5
ἐμπιστευθέντες τὸ μυστήριον, ἄρχοντες καὶ τῶν ἱερωμένων παρώτρυνον καὶ
7.1.6
ἐβουλεύοντο τῷ ἁγίῳ βα σιλεῖ, ἵνα πιάσῃ αὐτόν. Ἐκεῖνος δὲ οὐ κατεπείσθη ποτέ,
7.1.7
λέγων. Οὐκ ἀθετῶ τὸν ὅρκον, ὃν πρὸς ἐκεῖνον ἐποιησάμην, ἂν ἐβεβαιούμην καὶ ἔτι,
7.1.8
ὅτι, καὶ ἂν ἔλθῃ, μέλλει αἰχμαλωτεύσειν ἡμᾶς· εἰ δὲ πάλιν ἐκεῖνος ἀθε τήσῃ τοὺς
7.1.9
ὅρκους του, ἀπέμεινεν εἰς τὸν θεὸν τὸν πολλὰ πλεῖον δυνά μενον ἐκείνου. 7. 2 Διὰ
7.1.10
ταύτην δὴ τὴν αἰτίαν οὐδέ τινα τῶν υἱῶν αὐτοῦ ἔστειλεν εἰς συνάντησιν αὐτοῦ δὴ
7.1.11
τοῦ ἀσεβοῦς, ἀλλὰ μόνους τὸν ἄριστον ἄνδρα Δημή τριον τὸν Λεοντάριν, Ἰσάκιον
7.1.12
τὸν Ἀσάνην καὶ Μανουὴλ πρωτοστράτορα τὸν Καντακουζηνὸν μετὰ πολλῶν
7.1.13
ἀρχοντοπούλων καὶ στρατιωτῶν καὶ δώρων· οἳ καὶ συνήντησαν αὐτῷ περὶ τὰ
7.1.14
Κουτουλοῦ καὶ ἦλθον μετ' ἐκεί νου ἕως εἰς τὸ Διπλοκιόνιον, ὅλην δηλονότι τὴν
7.1.15
ὁδὸν ὁμιλῶν μετὰ τοῦ Λεοντάρι. 7. 3 Ἐκεῖσε δὲ εἰς τὸ Διπλοκιόνιον εὑρεθέντες καὶ ὁ
7.1.16
βασιλεὺς ὁ ἅγιος καὶ οἱ υἱοὶ αὐτοῦ μετὰ ἑνὸς κατέργου, ἵνα περάσῃ ἐκεῖνον, καὶ
7.1.17
ἐμβὰς εἰς αὐτό, εἰς τὴν θάλασσαν μέσον ἐχαιρετήθησαν πρὸς ἀλλήλους ἀπὸ τὰ
7.1.18
κάτεργα καὶ ὁμιλοῦντες ἀπῆλθον μέχρι εἰς τὸν πέρα τόπον τῆς Ἀνατο λῆς, ὅπερ νῦν
7.1.19
Σκουτάριον ὀνομάζεται, πρότερον δὲ Χρυσόπολις. Καὶ ἐκεῖνος μὲν ἐξελθὼν ἀπὸ τοῦ
7.1.20
κατέργου ἀνέβη εἰς τένδας, ἃς αὐτῷ προη τοίμασαν. Οἱ δὲ βασιλεῖς μετὰ τῶν
7.1.21
κατέργων τρώγοντες καὶ πίνοντες καὶ ἀποστολὰς τροφίμους πρὸς ἀλλήλους
7.1.22
ἀποστέλλοντες, περὶ τὸν ἑσπερι νὸν ἐκεῖνος μὲν καβαλικεύσας ἀπῆλθε τὴν ὁδὸν τὴν
7.1.23
περὶ τὴν Νικομή δειαν φέρουσαν, οἱ δὲ βασιλεῖς ἐπανέστρεψαν οἴκαδε. 7. 4 Τὸ δὲ ἔαρ
7.1.24
τοῦ αὐτοῦ ἔτους ἐπαναστρέψαντος εἰς τὴν Δύσιν διὰ τῆς ὁδοῦ τῆς Καλλιπόλεως,
7.1.25
ἀπῆλθεν εἰς τὴν Ἀνδριανούπολιν. Ὁ δὲ ἅγιος βασιλεὺς ἑτοιμάσας τὸν Λεοντάριν
7.1.26
Δημήτριον ἔστειλε πρὸς ἐκεῖνον, ἵνα καὶ περὶ τῶν προμελετωμένων μάθῃ καὶ
7.1.27
προμηνύσῃ καὶ ἐκεῖνον ἐλέγξῃ διὰ τῆς καλῆς ἀγάπης καὶ τιμῆς, ἧς πρὸς ἐκεῖνον
7.1.28
ἐπεδείξαντο, καὶ διὰ τοῦ περάματος καὶ διὰ τοῦ τοιούτου ἀποκρισιαρίου, τοῦ
7.1.29
προσώπου λέγω καὶ τῶν δώρων, ὧν προσεκόμιζεν. Εἶδεν οὖν αὐτὸν ὁ ἀμηρᾶς μετὰ
7.1.30
τιμῆς καὶ ἀγάπης ὅτι πλείστης καὶ τέλος εἶπε πρὸς αὐτόν· «Ἔχω ἡμέρας, ὅτι οὐχ
7.1.31
ὑγιῶς ἔχω· ἀμὴ θέλω γενεῖν καλὰ καὶ θέλομεν φάγειν καὶ πιεῖν ὁμοῦ καὶ
7.1.32
ὁμιλήσειν». Ἐκεῖνος δὲ μετὰ τρεῖς ἡμέρας ἀπέθανε.