Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-phrantza" aria-label="More works by Georgius Phrantza">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Καὶ τὸν μὲν Λεοντάριν τὸ τυχὸν οὐκ ἐποίησαν, ἀλλ' ἦν εἰς τὴν κατούναν
8.1.2
αὑτοῦ, καὶ τάχα θαυμάζων, πῶς οὐδὲν παρακαλεῖται αὐ τὸν ὁ αὐθέντης, ἵνα καὶ τὰς
8.1.3
δουλείας αὐτοῦ ἀκούσῃ. Τούτου μαθόντος τὸν θάνατον αὐτοῦ κατ' αὐτὴν δὴ σχεδὸν
8.1.4
τὴν ὥραν, ἐπειδὴ δὲ τὰς στράτας ἔκλεισαν κρυφίως τὰς φερούσας εἰς τὴν Πόλιν, καὶ
8.1.5
πολλοὺς γραμματοκο μιστὰς ἀποστείλας ὁ Λεοντάρις, οὐδὲν τοὺς ἀφῆκαν νὰ
8.1.6
διέλθουν. Καὶ ἡμέραι παρῆλθον, ἰδοὺ ἀπὸ τούτου τὸ κατὰ τῆς Πόλεως ἀπεκαλύφθη
8.1.7
μυ στήριον· καὶ θροῦς μέγας ἐγένετο καὶ βουλὴ καὶ μελέτη· καὶ πολλοὺς ἐλέγχους ὁ
8.1.8
ἅγιος ἔλαβε βασιλεὺς παρὰ τῶν βουλευόντων, ἵνα πιάσῃ αὐτόν, εἰς τὴν μονὴν τῆς
8.1.9
Περιβλέπτου δι' αἰτίαν θανατικοῦ εὑρισ κομένου. 8. 2 Μόλις οὖν ποτὲ δι' ἄλλης ὁδοῦ
8.1.10
τῆς εἰς Μεσέμβριαν ἀπαγούσης στείλας ὁ Λεοντάρις ἄνθρωπον καὶ ἀπ' ἐκεῖ διὰ
8.1.11
θαλάσσης ἐλθόντος, ἔφε ρε γραφήν, ὅτι ὁ ἀμηρᾶς ἀπέθανε· καὶ ἐγένετο τοῦτο δὴ τὸ
8.1.12
Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. 8. 3 Καὶ ἰδοὺ ἔπεσον εἰς
8.1.13
ἑτέραν φροντίδα καὶ βουλὴν καὶ μελέτην, πότερον νὰ ἔχωσι τὸν υἱὸν αὐτοῦ τὸν
8.1.14
Μουράτην ἀγάπην καὶ νὰ παρα χωρήσωσιν εἶναι αὐτὸν αὐθέντην, ὡς καὶ τὰ
8.1.15
ὁρκωμοτικὰ αὐτῶν διελάμ βανον, ἢ νὰ φέρωσι τὸν Μουσταφᾶν ἀπὸ τοῦ Μυζηθρᾶ
8.1.16
καὶ ποιήσωσιν αὐτὸν αὐθέντην εἰς τὴν Δύσιν καὶ ὁ Μουράτης ἔνι εἰς τὴν Ἀνατολὴν
8.1.17
αὐθέντης. Τοῦ μὲν ἁγίου βασιλέως καὶ πατρὸς τὸ πρῶτον βουλευομένου καὶ
8.1.18
κρίνοντος δίκαιον ἐκ πολλῶν αἰτιῶν, τοῦ δὲ υἱοῦ αὐτοῦ καὶ τοῦ Καντα κουζηνοῦ
8.1.19
Δημητρίου, ὅτι νὰ ποιήσουν τὸ δεύτερον, καὶ ὅτι δίδῃ τους καὶ τὴν Καλλίπολιν,
8.1.20
μόλις δέ ποτε οἱονεὶ ὡς κατὰ παραχώρησιν δέδωκεν ἐξουσίαν ὁ ἅγιος βασιλεὺς τῷ
8.1.21
υἱῷ αὑτοῦ· Ὡς θέλεις, ἐπειπών, ποίη σον· ἐγὼ γάρ εἰμι, υἱέ μου, καὶ γέρων καὶ
8.1.22
ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ
8.1.23
ποίησον, ὡς θέλεις.