Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 109 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
109.1.1
ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ δʹ Θηβαίων ἐβασίλευσε δʹ Διαβιὴς υἱὸς Ἀθώθεως ἔτη
109.2.1
οὗτος ἑρμη νεύεται φιλέταιρος· τοῦ δὲ κόσμου ἦν ἔτος γνγʹ. εʹ Θηβαίων ἐβασίλευσε εʹ Πεμφὼς υἱὸς Ἀθώθους, ὅ ἐστιν Ἡρακλείδης, ἔτη ιηʹ· τοῦ δὲ κόσμου ἦν ἔτος γοβʹ. ςʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ςʹ Τοιγαράμαχος Μομχειρὶ Μεμ φίτης ἔτη οθʹ. οὗτος ἑρμηνεύεται τῆς ἀνδρὸς περισσομελής· τοῦ δὲ κόσμου ἦν ἔτος γζʹ. ζʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ζʹ Στοῖχος υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἄρης ἀναίσθητος, ἔτη ςʹ· τοῦ δὲ κόσμου ἦν ἔτος γρξθʹ. ηʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ηʹ Γοσορμίης, ὅ ἐστιν† αἰτήσι παν τός†, ἔτη λʹ· τοῦ δὲ κόσμου ἦν ἔτος γροεʹ. θʹ Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν θʹ Μάρης υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἡλιό δωρος, ἔτη κςʹ· τοῦ δὲ κόσμου ἦν ἔτος γσεʹ. ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων πρῶτος ἐβασίλευσε Βῆλος ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσιςʹ. Ἀσσυρίων βʹ ἐβασίλευσε Νίνος ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
109.3.1
Ἀσσυρίων γʹ ἐβασίλευσε Σεμίραμις ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτκγʹ. Ἀσσυρίων δʹ ἐβασίλευσεν Νινύας ἔτη ληʹ, ὁ καὶ Ζάμης, υἱὸς Νίνου καὶ Σεμιράμεως, ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτξεʹ. Σικυωνίων βασιλεῖς πῶς καὶ πόθεν ἤρξαντο Αἱ
109.4.1
Ἕλλησιν ἀρχαιολογίαι πᾶσαι μὲν ἀσύμφωνοι φέρονται παρὰ τοῖς συλλεξαμένοις αὐτὰς ἱστορικοῖς, ἐξαιρέτως δὲ αἱ πρὸ τῆς πρώτης ὀλυμπιάδος. τούτων πρώτη καὶ πάντων παλαιοτάτη ἀνεγράφη ἡ Σικυω νίων ἀρχή, ἧς πρῶτος ἡγήσατο Αἰγιαλεύς, ἀφ' οὗ καὶ Αἰγιάλεια ἡ νῦν Πελοπόννησος τὸ πρὶν ἐκαλεῖτο. 110 Σικυωνίων βασιλεῖς ἔτη Ϡξζʹ καὶ ἱερεῖς ςʹ Τῷ γσλθʹ ἔτει τοῦ κόσμου, οςʹ τοῦ Ναχὼρ ἡ Σικυωνίων βασιλεία ἤρξατο ἀπὸ πρώτου βασιλέως Αἰγιαλέως ἕως κςʹ βασιλέως Ζευξίππου ἐπὶ ἔτη διαρκέσασα Ϡξζʹ. μεθ' οὓς ἄρχοντες ἱερεῖς ςʹ ἔτη λγʹ. ὁμοῦ τὰ πάντα τῆς Σικυωνίων ἀρχῆς ἔτη α, ὡς Ἀπολλόδωρος καὶ ἕτεροι, ἐν οἷς καὶ Εὐσέβιος, ἔγραψαν. ἔστιν οὖν ἀπὸ γσλθʹ κοσμικοῦ ἔτους ἕως δσληʹ, ὡς ὑπόκειται. Κάστορος περὶ τῆς βασιλείας τῶν Σικυωνίων Παρατίθεμεν δὲ καὶ τοὺς Σικυῶνος βασιλεύσαντας, ἀρχομένους μὲν ἀπὸ Αἰγιαλέως τοῦ πρώτου βασιλεύσαντος, λήγοντας δὲ ἐπὶ Ζεύξιππον. οἱ μὲν οὖν βασιλεῖς κατέσχον ἐτῶν χρόνον Ϡνθʹ. μετὰ δὲ τοὺς βασιλεῖς κατεστάθησαν ἱερεῖς τοῦ Καρνίου ςʹ. οὗτοι δ' ἱεράτευσαν ἔτη λγʹ. μεθ' οὓς κατεστάθη ἱερεὺς Χαρίδημος, ὃς καὶ οὐχ ὑπομείνας τὴν δαπάνην ἔφυγε. Πάντων μὲν Ἑλλήνων παλαιότατοι τοῖς χρόνοις ἀναγράφονται Σικυώ νιοι καὶ βασιλεῖς οἱ Σικυῶνος ἡγησάμενοι, ὧν πρῶτος ἦρξεν Αἰγιαλεὺς κατὰ Βῆλον καὶ Νῖνον γεγονὼς τοὺς πρώτους Ἀσσυρίων βασιλεῦσαι τῆς Ἀσίας μνημονευομένους, ἐξ οὗ Αἰγιάλεια τὸ πρὶν ἡ νῦν Πελοπόννησος ἐκαλεῖτο. συγχρονίζειν δὲ τῷ Ναχὼρ καὶ τῷ Θάρα πατρὶ τοῦ Ἀβραὰμ ὁ ἀκριβὴς καὶ καθ' ἡμᾶς ἀποδείκνυσι λόγος. Σικυωνίων πρῶτος ἐβασίλευσεν Αἰγιαλεὺς ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσλθʹ. Σικυώνιοι ἐλέγοντο ἀπὸ Σικυῶνος πόλεως πρώτης ἐν Πελοποννήσῳ. ΚΟΣΜΟΥ ΕΤΗ Γενεὰ καʹ Ἀβραὰμ ἔτη ρʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτιγʹ. Ἀβραὰμ Χαλδαῖος ὢν τῷ γένει τὴν πρώτην ἡλικίαν παρὰ Χαλδαίοις ἐτράφη καὶ τῆς παρ' αὐτοῖς ἀστρολογίας καὶ λοιπῆς μετέσχε σοφίας. 111 θεοφιλὴς δὲ ὢν καὶ τοῖς κτίσμασι τὸν νοῦν ἑαυτοῦ μὴ καταδεξάμενος ἐᾶσαι ἐνδιατρίβειν, ἀλλ' ἐπὶ τὸν γενεσιουργὸν ἐκ τῆς τῶν κτισμάτων ἀν αχθεὶς καλλονῆς θείας ἐλλάμψεως ἠξιώθη, ἔτι διατρίβων ἐν τῇ πατρίδι, ὥς φησιν ἐν ταῖς πράξεσιν ὁ πρωτομάρτυς, καθὼς καὶ προσεσήμανται. Ἰστέον δὲ ὅτι οἱ Χαλδαῖοι ἀπὸ τοῦ Σὴμ κατάγονται, ἐξ ὧν ὁ Ἀβραάμ. Τὸν κατὰ μητέρα πάππον τοῦ Ἀβραὰμ ἡ λεπτὴ Γένεσίς φησιν ὅτι Ἀβραὰμ ἐκαλεῖτο, ἡ δὲ Σάρρα ἀδελφὴ ὁμοπατρία τοῦ Ἀβραὰμ ὑπῆρχε. Πρῶτος Ἀβραὰμ δημιουργὸν τὸν τῶν ὅλων θεὸν ἀνεκήρυξε. Πρῶτος Ἀβραὰμ ἐκύκλου τὸ θυσιαστήριον κλάδοις φοινίκων καὶ ἐλαιῶν. Ἐπὶ Ἀβραὰμ πρῶτος ὠνόμασται ἄγγελος ἐν τῇ θείᾳ γραφῇ. Παρ' αὐτοῦ Αἰγύπτιοι τὴν τῶν ἀστέρων θέσιν καὶ κίνησιν ἔμαθον καὶ τὴν ἀριθμητικὴν ἐπιστήμην. Τῷ ιδʹ ἔτει αὐτοῦ ὁ Ἀβραὰμ ἐπιγνοὺς τὸν τῶν ὅλων θεὸν προσεκύνει, τὰ δὲ εἴδωλα τοῦ πατρὸς συντρίψας κατέκαυσε σὺν τῷ οἴκῳ. συγκατεκαύθη δὲ αὐτοῖς καὶ Ἀρρὰν ὁ ἀδελφὸς Ἀβραὰμ σβέσαι τὸ πῦρ σπουδάζων. ἐνουθέτει δὲ καὶ τὸν πατέρα αὐτοῦ ἀποστῆναι τῆς εἰδωλολατρείας καὶ εἰδω λοποιίας, ὥς φησιν ὁ Ἰώσηππος. Τούτοις τοῖς χρόνοις ἤκμαζε Μελχισεδὲκ ὁ πρῶτος ἀρχιερεὺς καὶ πρῶ τος βασιλεὺς Σαλὴμ ἐν τῇ θείᾳ γραφῇ καταγγελλόμενος, παρθένος καὶ ἀγενεαλόγητος ἐν τοῖς λογίοις φερόμενος, καὶ ἐν ἄρτῳ καὶ οἴνῳ τὴν ἀν αίμακτον θυσίαν τοῦ ἀμήτορος ἄνωθεν καὶ ἀπάτορος κάτωθεν Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν προτυπῶν· καθ' ἣν εὐλογήσας τὸν Ἀβραὰμ κυριωτέραν τῆς ἐν νόμῳ λατρείας τὴν καθ' ἡμᾶς ἐν πνεύματι καὶ ἀληθείᾳ ἀπέφηνε, κρείττων ἐν ἀνθρώποις μόνος φανεὶς τοῦ πατριάρχου Ἀβραάμ, εἴπερ ἀναμφιλέκτως κατὰ τὸν θεῖον ἀπόστολον καὶ τὴν ἀλήθειαν τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται καὶ ἀποδεκατοῦται. 112 Ἀρχὴ τοῦ μαʹ Ἰωβηλαίου παρ' Ἑβραίοισ Ἰωβὴλ δὲ παρ' αὐτοῖς ἡ πεντηκονταετηρίς, ὡς εἶναι ἀπὸ Ἀδὰμ κατ' αὐ τοὺς ἐπὶ μεʹ ἔτος Ἀβραὰμ ἔτη βνʹ. Ὁ ἄγγελος ὁ λαλῶν τῷ Μωυσῇ εἶπεν αὐτῷ ὅτι «τὸν Ἀβραὰμ ἐγὼ ἐδίδαξα τὴν Ἑβραΐδα γλῶσσαν κατὰ τὴν ἀπ' ἀρχῆς κτίσεως λαλεῖν τὰ πάτρια πάντα», ὡς ἐν λεπτῇ κεῖται Γενέσει. Τῷ γτογʹ ἔτει τοῦ κόσμου, Ἀβραὰμ δὲ ξαʹ ἐνεπύρισεν Ἀβραὰμ τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ, καὶ συγκατεκαύθη αὐτοῖς Ἀρρὰν θέλων σβέσαι τὸ πῦρ ἐν νυκτί. καὶ ἐξῆλθε Θάρα σὺν Ἀβραὰμ τοῦ ἐλθεῖν εἰς γῆν Χαναάν, καὶ μεταγνοὺς ᾤκησεν ἐν Χαρρὰν εἰδωλομανῶν ἕως θανάτου αὐτοῦ. Τούτῳ τῷ γτπζʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν οεʹ ἔτος Ἀβραάμ, ἐξῆλθεν ἐκ Χαρρὰν κατὰ θεῖον χρησμόν, καὶ ἦλθεν εἰς Συχέμ, καὶ ᾠκοδόμησε θυσιαστήριον ἀνὰ μέσον Βαιθὴλ καὶ Ἀγγαῒ τῷ οςʹ ἔτει αὐτοῦ. Τῷ γτζγʹ ἔτει τοῦ κόσμου, παʹ Ἀβραάμ, κατῆλθεν εἰς Αἴγυπτον μετὰ Σάρρας τῷ ζʹ ἔτει τῆς παροικίας αὐτοῦ, ὥς τινες. Ἀφρικανοῦ περὶ Ἀβραάμ Ἔνθεν ἄρχεται τῶν Ἑβραίων ἡ προσωνυμία. Ἑβραῖοι γὰρ οἱ Περάται ἑρμηνεύονται, διαπεράσαντος Εὐφράτην Ἀβραάμ, καὶ οὐχ, ὡς οἴονταί τι νες, ἀπὸ Ἕβερ τοῦ προειρημένου. συνάγεται τοίνυν εἰς τὴν ἐπίβασιν τῆς κατηγγελμένης γῆς Ἀβραὰμ ἀπὸ μὲν τοῦ κατακλυσμοῦ καὶ Νῶε γενεῶν ιʹ ἔτη αιεʹ, ἀπὸ δὲ Ἀδὰμ γενεῶν κʹ ἔτη γσοζʹ. Λείπεται πρὸς τὴν προκειμένην ἀκριβῆ χρονολογίαν ἡ παρὰ τῷ Ἀφρι κανῷ χρόνοις ριʹ ἐκ τῶν ρλʹ ἐτῶν τοῦ δευτέρου Καϊνᾶν. τὰ γὰρ ἄλλα κʹ ἐκ τῶν αὐτῶν ρλʹ ἡ ἀπὸ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν τῶν βσξβʹ ἐτῶν 113 παραύξησις προαφήρπασε, προστεθέντων αὐτῶν τοῖς τοῦ Μαθουσάλα χρόνοις. Εὐσέβιος τὰ υλʹ ἔτη ἀπὸ τοῦ εʹ καὶ οʹ ἔτους Ἀβραάμ, ἤτοι ἀπὸ τοῦ πρώτου ἔτους τῆς παροικίας αὐτοῦ εἰς γῆν Χαναάν, ἕως τοῦ παʹ ἔτους Μωυσέως καὶ ἀπ' Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ ἀπαριθμεῖ. Ἡ δὲ βίβλος τῆς Γενέσεως τὴν θείαν ἀπόφασιν περὶ τούτου μετὰ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον καὶ τὸν πρὸς τοὺς βασιλεῖς πόλεμον καὶ τὰς εὐλο γίας τοῦ Μελχισεδὲκ ὑπογράφει, καθὼς ἔξεστι μαθεῖν ἀκριβῶς ἐντυγχά νοντι τῷ βουλομένῳ. Ἀβραὰμ ἦν ἐτῶν πςʹ, ἡνίκα ἔτεκεν Ἄγαρ τὸν Ἰσμαὴλτῷ Ἀβραάμ, ὡς γέγραπται ἐν βίβλῳ τῆς Γενέσεως· τοῦ δὲ κόσμου ἦν ἔτος γτζηʹ. Ἐκ τούτου τὸ γένος τῶν Ἰσμαηλιτῶν ἤτοι Ἀγαρηνῶν· οἱ αὐτοὶ καὶ Σαρακηνοί εἰσιν ἀπὸ Σάρρας ἑαυτοὺς μετονομάσαντες, ὥς τινές φασιν, ἀπ αξιοῦντες καλεῖσθαι Ἀγαρηνοὶ δουλικῶς. ἕτεροι δὲ τοὺς Ἰσμαηλίτας Σαρακηνοὺς καλεῖσθαί φασιν, ὅτι Σάρρα τὴν Ἄγαρ κενὴν ἐξαπέστειλε κληρονο μίας. Ἀβραὰμ ἀσεβεῖ μὴ συναπολέσθαι δίκαιον ἐδυσώπει διὰ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ. Λὼτ σὺν τῇ γαμετῇ καὶ ταῖς θυγατράσιν ἐκπεμφθεὶς εἰς Σηγὼρ περισῴζεται, τῆς γυναικὸς μόνης ἐπιστραφείσης καὶ διὰ τοῦτο παγεί σης εἰς στήλην ἁλὸς ἀδιάλυτον, ἣν εἰσέτι πολλοὶ χάριν ἱστορίας ὁρῶ σιν ἐρχόμενοι. Σηγὼρ δὲ ἡ πόλις διὰ τὸν Λὼτ ἐσώθη τῶν ἐν αὐτῇ διαφθαρέντων ἀνδρῶν, ὥς φασι, καὶ τῆς λίμνης ἅμα τῇ γῇ ἀνατρα πείσης. Ἀβραὰμ παρῴκησεν ἐν Γεράροις, ἥν τινες Ἀσκαλῶνά φασιν εἶναι, ὡς καὶ Ἀφρικανός. Ἀβραὰμ ἔλαβε τὴν Χεττούραν γυναῖκα μετὰ τελευτὴν Σάρρας ἐν τῷ γήρᾳ αὐτοῦ, ἐξ ἧς ἔσχεν υἱοὺς εʹ, Ζεμβριάμ, Ἰεξάν, Μαδάμ, Μαδιάμ, Ἰεσβώκ. 114 Ἀφρικανοῦ Λιμοῦ κατασχόντος τὴν γῆν τὴν Χανανίτιδα κατῆλθεν εἰς Αἴγυπτον Ἀβραάμ, δεδιὼς δὲ μὴ διὰ τὸ κάλλος τῆς γυναικὸς ἀναιρεθῇ, ἀδελφὸς εἶναι σκέπτεται. ἐπαινεθεῖσαν δὲ ἠγάγετο Φαραώ (οὕτω γὰρ Αἰγύπτιοι τοὺς βασιλεῖς ἑρμηνεύουσι), καὶ ὁ μὲν δίκας ἔτισε τῷ θεῶ, ὁ δ' ἅμα τοῖς ἰδίοις Ἀβραὰμ ἤδη πλουτῶν ἀπηλλάσσετο. Ἐν Χαναὰν διεπληκτίσαντο ποιμένες τοῦ τε Ἀβραὰμ καὶ τοῦ Λώτ, καὶ δόξαντος αὐτοῖς ἐχωρίσθησαν, ἑλομένου Λὼτ ἐν Σοδόμοις οἰκεῖν δι' ἀρε τὴν καὶ κάλλος τῆς γῆς ἐχούσης πέντε πόλεις, Σόδομα, Γόμορρα, Ἄδαμα, Σεβωείμ, Σηγώρ, καὶ τοσούτους βασιλεῖς. τούτοις οἱ πλησιόχωροι τέσσα ρες βασιλεῖς Σύρων ἐπολέμησαν, ὧν ἡγεῖτο Χοδολλαγομὸρ βασιλεὺς Αἰλάμ. συνέβαλλον δὲ παρὰ τὴν θάλασσαν τὴν ἁλικήν, ἣ καλεῖται νῦν θάλαττα νεκρά· ἐν ταύτῃ πλεῖστα τῶν θαυμασίων τεθέαμαι. ζῴων τε γὰρ οὐδὲν ἐκεῖνο φέρει τὸ ὕδωρ, καὶ νεκροὶ μὲν ὑποβρύχιοι φέρονται, ζῶντες δὲ οὐδ' ἂν ῥᾳδίως βαπτίσαιντο. λύχνοι δὲ καιόμενοι μὲν ἐπιφέρονται, σβεν νύμενοι δὲ καταδύουσιν. Ἐνταῦθά εἰσιν αἱ τῆς ἀσφάλτου πηγαί· φέρει δὲ στυπτηρίαν καὶ ἅλας, ὀλίγον τι τῶν ἄλλων διαφέροντα· πικρά τε γάρ ἐστι καὶ διαυγῆ. ἔνθα δ' ἂν καρπὸς εὑρεθῇ κάπνου πλέον εὑρίσκεται θολερωτάτου. τὸ δὲ ὕδωρ ἰᾶται τοὺς χρωμένους αὐτῷ, λήγει τε παντὶ ὕδατι πάσχον τὰ ἐναντία. εἰ δὲ μὴ Ἰορδάνην εἶχε τὸν ποταμὸν τροφὴν ὡς πορφύραν διατρέχοντα καὶ ἐπὶ πολὺ ἀντέχοντα, ἔληξεν ἂν θᾶττον ἢ φαίνεται. ἔστι δὲ παρ' αὐτῇ πάμ πολυ τοῦ βαλσάμου φυτόν. ὑπονοεῖται δὲ ἀνατετράφθαι ὑπὸ τοῦ θεοῦ διὰ τὴν τῶν περιοικούντων ἀσέβειαν. 115 Τῷ ρʹ ἔτει τῆς ζωῆς αὐτοῦ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, ἔτει κοσμικῷ γυιβʹ. Ἀβραὰμ ἔζησε τὰ πάντα ἔτη ροεʹ καὶ ἐκλείπων, ὥς φησιν ἡ γραφή, ἀπέθανεν ἐν γήρᾳ καλῷ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο ὁ Ἀβραὰμ παρὰ τῶν υἱῶν Χέτ· ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγύπτου ἐβασίλευσεν ιθʹ Ῥαμεσσομενὴς ἔτη ιεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτιεʹ. Αἰγύπτου ἐβασίλευσεν κʹ Οὐσιμάρης ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτλʹ. Αἰγύπτου ἐβασίλευσεν καʹ Ῥαμεσσήσεως ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
109.5.1
Αἰγύπτου ἐβασίλευσε κβʹ Ῥαμεσσαμένω ἔτη ιθʹ. οὗτος πρῶτος Φαραῶ ἐν τῇ θείᾳ γραφῇ μνημονεύεται. ἐπὶ τούτου ὁ πατριάρχης Ἀβραὰμ κατ ῆλθεν εἰς Αἴγυπτον. τοῦ δὲ κόσμου ἦν ἔτος γτπδʹ. Αἰγύπτου ἐβασίλευσε κγʹ Ῥαμεσσῆ Ἰουβασσῆ ἔτη λθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυγʹ. ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Θηβαίων Αἰγυπτίων ιʹ ἐβασίλευσεν Ἀνωυφίς, ὅ ἐστιν ἐπίκωμος, ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσλαʹ. Θηβαίων Αἰγυπτίων ιαʹ ἐβασίλευσε Σίριος, ὅ ἐστιν υἱὸς κόρης, ὡς δὲ ἕτεροι ἀβάσκαντος, ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
109.6.1
Θηβαίων Αἰγυπτίων ιβʹ ἐβασίλευσε Χνοῦβος Γνευρός, ὅ ἐστι Χρύσης Χρύσου υἱός, ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσξθʹ. 116 Θηβαίων Αἰγυπτίων ιγʹ ἐβασίλευσε Ῥαύωσις, ὅ ἐστιν ἀρχικράτωρ, ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γςζαʹ. Θηβαίων Αἰγυπτίων ιδʹ ἐβασίλευσε Βιύρης ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτδʹ. Θηβαίων Αἰγυπτίων ιεʹ ἐβασίλευσε Σαῶφις κωμαστής, κατὰ δὲ ἐνίους χρηματιστής, ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτιδʹ. ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων δεύτερος ἐβασίλευσεν Εὔρωψ ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γςζαʹ. Κατὰ τὸ κʹ ἔτος Εὔρωπος τούτου τοῦ δευτέρου βασιλέως Σικυωνίων, ἤτοι Πελοποννησίων, γεννᾶται ὁ παρ' Ἑβραίοις Ἀβραάμ. ἐκ τούτου φασί τινες τὴν Εὐρώπην προσαγορευθῆναι πᾶσαν ἤπειρον ἑνὶ ὀνόματι καὶ οὕτω μέχρι νῦν ὀνομάζεσθαι, τοῦτ' ἔστι τὴν ἀντικειμένην τῇ μεγάλῃ Ἀσίᾳ γῆν. Σικυωνίων γʹ ἐβασίλευσε Τελχὶν ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτλςʹ. Σικυωνίων δʹ ἐβασίλευσεν Ἆπις ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτξεʹ. Σικυωνίων εʹ ἐβασίλευσε Θελξίων ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτζʹ. ΚΟΣΜΟΥ ΕΤΗ Γενεὰ κβʹ Ἰσαὰκ ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυιγʹ. Ἰσαὰκ γέλως μεθ' ἡδονῆς ἑρμηνεύεται. διὰ γὰρ τὸ ἐπιμειδιάσαι τὴν Σάρραν τῇ θείᾳ τοῦ ἐν γήρᾳ τοκετοῦ ἐπαγγελίᾳ οὕτω κέκληται κατὰ τὴν περατικὴν διάλεκτον. Μαστιφὰμ ὁ ἄρχων τῶν δαιμονίων, ὥς φησιν ἡ λεπτὴ Γένεσις, προσελ θὼν τῷ θεῷ εἶπεν· εἰ ἀγαπᾷ σε Ἀβραάμ, θυσάτω σοι τὸν υἱὸν αὐτοῦ. 117 Τῷ γυλζʹ ἔτει τοῦ κόσμου, κεʹ τοῦ Ἰσαάκ, προσήνεγκεν Ἀβραὰμ τὸν Ἰσαάκ, ὥς φησιν Ἰώσηππος, ἐν τῷ ὄρει Σιών. Σάρρα ἐτῶν ρκζʹ ἐτελεύτησε, καὶ ἐτάφη ἐν Χεβρών, ἣ νῦν Ἐλευθερό πολις καλεῖται, ἐν τῷ σπηλαίῳ ὃ ὠνήσατο ὁ Ἀβραὰμ παρὰ Ἐφρὼν τετρακοσίων διδράχμων ἐπὶ μαρτύρων τῶν υἱῶν Χέτ· ὡς ἐκ τούτου δοκεῖν μήπω τὰ διὰ γραμμάτων συμβόλαιά ποτε χρηματίζειν, ἅπερ Βαβυλωνίων εὑρήματα λέγουσιν οἱ νεώτεροι ἐκ γῆς Χαλδαίων κομισθέντα Φοίνιξι πρώτοις μεταδοθῆναι ὑπὸ Ἀβραάμ, ἀφ' ὧν Ἕλληνες ὁμολογοῦσι ταῦτα μετειληφέναι. Σάρραν τινὲς τῷ λβʹ ἔτει τοῦ Ἰσαάκ φασι τελευτῆσαι. Ἰσαὰκ ἐτῶν μʹ γενόμενος ἔλαβε τὴν Ῥεβέκκαν θυγατέρα Βαθουήλ. Βαθουὴλ δὲ ἦν υἱὸς Ναχώρ. οὗτος ηʹ καὶ τελευταῖος. ὀκτὼ γὰρ ἦσαν ἀπὸ Μελχᾶς αὐτῷ παῖδες. Ναχὼρ δὲ ὁ πατὴρ Βαθουὴλ ἦν ἀδελφὸς Ἀβραάμ. οὗτος ἔσχεν ἀπὸ Μελχᾶς ὀκτὼ παῖδας, ὡς εἴρηται, ὧν ὁ ἔσχατος Βαθουὴλ ἦν πατὴρ Ῥεβέκκας καὶ Λάβαν τοῦ πενθεροῦ Ἰακώβ. τοῦ δὲ κόσμου ἦν ἔτος γυνβʹ. Ῥεβέκκα στείρα οὖσα μετὰ εἴκοσιν ἔτη ἐγέννησε δύο ἐπὶ τὸ αὐτὸ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. τῷ ξʹ ἔτει αὐτοῦ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ. τουδὲ κόσμου ἦν ἔτος γυοβʹ. ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων εʹ ἐβασίλευσεν Ἄρειος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυγʹ. Ἀσσυρίων ςʹ ἐβασίλευσεν Ἀράλιος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυλγʹ. Ἀσσυρίων ζʹ ἐβασίλευσε Ξέρξης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυογʹ. Ἀσσυρίων ηʹ ἐβασίλευσεν Ἀρμαμίθρης ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυοζʹ. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων κδʹ ἐβασίλευσε Ῥαμεσσῆ Οὐάφρου ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυμβʹ. 118 Αἰγυπτίων κεʹ ἐβασίλευσε Κόγχαρις ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυοαʹ. Τούτῳ τῷ εʹ ἔτει τοῦ κεʹ βασιλεύσαντος Κογχάρεως τῆς Αἰγύπτου ἐπὶ τῆς ιςʹ δυναστείας τοῦ Κυνικοῦ λεγομένου κύκλου παρὰ τῷ Μανεθῷ ἀπὸ τοῦ πρώτου βασιλέως καὶ οἰκιστοῦ Μεστραῒμ τῆς Αἰγύπτου πληροῦνται ἔτη ψʹ βασιλέων κεʹ, τοῦτ' ἔστιν ἀπὸ τοῦ καθολικοῦ κοσμικοῦ βψοςʹ ἔτους, καθ' ὃν χρόνον ἡ διασπορὰ γέγονεν, ἐν τῷ λδʹ ἔτει τῆς ἡγεμονίας Ἀρφα ξάδ, εʹ δὲ ἔτει τοῦ Φαλέκ. καὶ διεδέξαντο Τανῖται βασιλεῖς δʹ, οἳ καὶ ἐβασί λευσαν Αἰγύπτου ἐπὶ τῆς ιζʹ δυναστείας ἔτη σνδʹ, ὡς ἑξῆς ἐστοιχείωται. Ἰώσηππος δὲ ἐν τῷ δευτέρῳ πρὸς ἔλεγχον Ἀπίωνος λόγῳ περὶ τῆς ἐξ Αἰγύπτου πορείας τοῦ λαοῦ γενομένης ἱστορῶν ἐπὶ τοῦ ιβʹ μετὰ τοὺς προ γραφέντας κεʹ, τοῦτ' ἔστιν ἐπὶ τοῦ Μισφραγμουθώσεως, ἤτοι Φαραῶ, ςʹ βασιλέως Αἰγύπτου, κατὰ τὴν ιηʹ παρὰ τῷ Μανέθωνι δυναστείαν, λζʹ ὄντος ἀπὸ τοῦ Μεστραΐμ, χρόνον ἡμῖν ἐξέθετο Αἰγυπτίων βασιλέων κγʹ, ἐτῶν δὲ φζδʹ, ἀρξάμενος ἀπὸ τοῦ κοσμικοῦ γυοζʹ ἔτους καὶ λήξας εἰς τὸ δοʹ ἔτος, οὐκ ἐν πᾶσιν ὁμοφωνήσας τῷ Μανεθῷ κατὰ τοὺς μερικοὺς τῶν βασιλέων χρόνους, οὔτε μὴν τελείως ἐν τῇ τούτων ὁμαδικῇ στοιχειώσει, ὡς δειχθήσεται ἐν τῇ πινακικῇ αὐτῶν στοιχειώσει. ἐν γὰρ τῇ κανονικῇ τοῦτο παρήκαμεν διὰ τὴν σύγχυσιν. Ἰστέον δὲ ὅτι οἱ παρὰ τῷ Ἰωσήππῳ οὗτοι κγʹ οἱ αὐτοί εἰσι τοῖς παρὰ τῷ Μανέθωνι ἐπὶ τῆς ιζʹ δυναστείας καὶ ιηʹ καὶ ιθʹ φερόμενοι ἐν χρόνοις φζβʹ. οὗτος γὰρ ἀρξάμενος ἀπὸ τοῦ γυοεʹ ἔληξεν εἰς τὸ δξζʹ ἔτος τοῦ κόσμου. ἡμεῖς δὲ μᾶλλον τῷ Ἰωσήππῳ διὰ τὴν γραφικὴν συμφωνίαν ἐν τούτῳ ἑπόμενοι ἀπὸ τοῦ γυοζʹ ἔτους τοῦ κόσμου στοιχειοῦμεν ἐφεξῆς ἕως τοῦ δοʹ ἔτους, ὡς ὑποτέτακται. Αἰγυπτίων κςʹ ἐβασίλευσε Σιλίτης ἔτη ιθʹ. Πρῶτος τῶν ςʹ τῆς ιζʹ δυναστείας παρὰ Μανεθῷ· τοῦ δὲ κόσμου ἦν ἔτος γυοζʹ. ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Θηβαίων ιςʹ ἐβασίλευσε Σαωφὶς βʹ ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτμγʹ. Θηβαίων ιζʹ ἐβασίλευσε Μοσχερῆς Ἡλιόδοτος ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γτοʹ. 119 Θηβαίων ιηʹ ἐβασίλευσε Μοσθῆς ἔτη λγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
109.7.1
Θηβαίων ιθʹ ἐβασίλευσε Παμμῆς Ἀρχονδὴς ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
109.8.1
Θηβαίων κʹ ἐβασίλευσεν Ἀπάππους μέγιστος. οὗτος, ὥς φασι, παρὰ ὥραν μίαν ἐβασίλευσεν ἔτη ρʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυξθʹ. Θηβαίων καʹ ἐβασίλευσεν Ἐχεσκοσοκάρας ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφξθʹ. Θηβαίων κβʹ ἐβασίλευσε Νίτωκρις γυνὴ ἀντὶ τοῦ ἀνδρός, ὅ ἐστιν Ἀθηνᾶ νικηφόρος, ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφοʹ. Θηβαίων κγʹ ἐβασίλευσε Μυρταῖος Ἀμμωνόδοτος ἔτη κβʹ. τοῦ δέ κό σμου ἦν ἔτος γφοςʹ. ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων ςʹ ἐβασίλευσεν Αἴγυδρος ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυμβʹ. Σικυωνίων ζʹ ἐβασίλευσε Θουρίμαχος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυοςʹ. Σικυωνίων ηʹ ἐβασίλευσε Λεύκιππος ἔτη νγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
109.9.1
Σικυωνίων θʹ ἐβασίλευσε Μέσαππος ἔτη μζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφοδʹ. Σικυωνίων ιʹ ἐβασίλευσεν Ἔραστος ἔτη μςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχκαʹ. Τινὲς τὸν αὐτόχθονα Κρῆτα πρῶτον Κρήτης βασιλεῦσαί φασι κατὰ τόνδε τὸν χρόνον ὃν ἀνωτέρω ἱστορήσαμεν, κατὰ ἄλλους ἐπὶ Νινύα, ἐπι σημηνάμενοι ὅτι τε εἷς ἐστι τῶν λεγομένων Κουρητῶν καὶ ὅτι Ζεὺς παρ' αὐτῷ κρυβεὶς ἐτράφη καὶ ὅτι ἡ νῆσος Κρήτη πρῶτον ἐξ αὐτοῦ προσηγο ρεύθη.