Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
120.1.1
ΚΟΣΜΟΥ ΕΤΗ Γενεὰ κγʹ Ἰακὼβ ἐτῶν πβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυογʹ. Κολλυρίδας ποιήσασα Ῥεβέκκα, ὥς φησιν Ἰώσηππος, ἔδωκε τῷ Ἰακὼβκαὶ εἰσήγαγε μεθ' ἑτέρων δώρων διὰ Ἰσαὰκ πρὸς Ἀβραάμ, καὶ εὐλόγησεν αὐτὸν Ἀβραὰμ καὶ εὐλογῶν αὐτὸν πολυτρόπως καὶ κατέχων αὐτὸν ἐν τοῖς κόλποις αὐτοῦ ἐτελεύτησεν, ἀφυπνώσαντος τοῦ Ἀβραὰμ τῷ ιεʹ ἔτει τῆς ζωῆς Ἰακώβ. Τῷ μεʹ ἔτει Ἰακὼβ Ἡσαῦ καὶ αὐτὸς ὢν ἐτῶν μεʹ (τοῦ δὲ κόσμου ἦν ἔτος γφιβʹ) ἔλαβε δύο γυναῖκας, Ἰουδείν, τὴν θυγατέρα Βεὴρ τοῦ Χετ ταίου, καὶ τὴν Βασεμάθ, θυγατέρα Αἰλὼν τοῦ Εὐαίου, ὥς φησιν ἡ γραφή· καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ρʹ, ὥστε καὶ μετὰ τὸ ρʹ ἔτος ἔκλεψεν ὁ Ἰακὼβ τὰς τοῦ Ἡσαῦ εὐλογίας ταῖς μητρικαῖς εἰσηγήσεσι· προεῖχε δὲ αὐτὰς παρὰ τοῦ πατριάρχου Ἀβραάμ, ὡς Ἰώσηππος βεβαιοῦται, καὶ πιστὸς ὁ λόγος. Ἰώσηππός φησιν ὅτι ὁ Ἰακὼβ ἐτῶν ὑπάρχων ξγʹ οὐκ ἔγνω ὅλως γυ ναῖκα, ὡς αὐτὸς ἐξεῖπε τῇ μητρὶ Ῥεβέκκᾳ. Ὁ Ἀφρικανὸς οζʹ ἐτῶν λέγει τὸν Ἰακὼβ ἐλθεῖν εἰς Μεσοποταμίαν, ὡς ἐκ τῆς γραφῆς. ἡ δὲ γραφὴ οὐδαμοῦ τοῦτο φαίνεται λέγουσα, ἄλλως τε, εἰ τοῦτο δῶμεν, ἔσται ὁ Ἰωσὴφ κατὰ τὸ ζςʹ τοῦ Ἰακὼβ γεννηθείς, ὅπερ ἀδύνατον. Τῷ ογʹ ἔτει τοῦ Ἰακώβ, τοῦ δὲ κόσμου γφμεʹ, κατὰ τὸν ἀκριβῆ λόγον τῆς ἑαυτοῦ ζωῆς ἀπέδρα ὁ Ἰακώβ, καὶ δουλεύσας ἔτη ζʹ ἔλαβε τὴν Λείαν καὶ ἐγέννησε τὸν Ῥουβὴν τῷ πʹ ἔτει καὶ τὸν Συμεὼν τῷ παʹ, τὸν δὲ Λευὶ τῷ πβʹ, τὸν Ἰούδαν τῷ πγʹ, τὸν Δὰν τῷ πεʹ, τὸν Νεφθαλεὶμ τῷ πςʹ, τὸν Γὰδ τῷ πζʹ, τὸν Ἀσὴρ τῷ πηʹ, τὸν Ἰσσάχαρ τῷ πθʹ, τὸν Ζαβουλὼν καὶτὴν Δείναν ἐκ Λείας τῷ ζʹ, τὸν Ἰωσὴφ ἐκ τῆς Ῥαχὴλ τῷ ζαʹ. καὶ ἔμεινε παρὰ τῷ Λάβαν ἄλλα δύο ἔτη, τῷ ζγʹ ἀπέδρα ἀπὸ τοῦ οἴκου Λάβαν. 121 Τινὲς βεβαιοῦνται ὡς ἐκ τῆς γραφικῆς ἀκολουθίας ὅτι μετὰ τὸ λαβεῖν τὴν Ῥαχὴλ τὸν Ἰακὼβ ἤρξατο τίκτειν ἡ Λεία. ἐπεὶ πῶς εʹ ἔστιν ὁ Δὰν ἀπὸ Βαλλᾶς παιδίσκης Ῥαχήλ, καὶ ςʹ ὁ Νεφθαλείμ, ἐὰν ἀπὸ αʹ ἔτους Λείας ἐγένοντο, εἶτα ζʹ ὁ Γὰδ ἀπὸ Ζελφᾶς καὶ οἱ ἐφεξῆς; Ἰώσηππος λέγει ζʹ ἡμέρας τὸν Ἰακὼβ δουλεῦσαι τῷ Λάβαν μετὰ τὸν γάμον Λείας, καὶ μετὰ τὰς ζʹ ἡμέρας λαβεῖν τὴν Ῥαχήλ, καὶ μετὰ ταῦτα εἶναι παρὰ τῷ Λάβαν ἕως τῆς ἀναχωρήσεως αὐτοῦ. Οὔτε κατὰ τὸν Ἀφρικανόν μοι δοκεῖ δυνατὸν εἶναι τὸν Λευὶ γεννηθῆναι τῷ πζʹ ἔτει τοῦ Ἰακὼβ οὔτε κατὰ τὸν Εὐσέβιον τῷ αὐτῷ πζʹ. εἰ γὰρ ὁ Ἰωσὴφ μʹ ἐτῶν ἦν τῷ ρλʹ ἔτει τοῦ Ἰακώβ, ἡνίκα κατῆλθε πρὸς αὐτὸν εἰς Αἴγυπτον, ἀνάγκη πᾶσα τὸν Ἰακὼβ ζαʹ αὐτοῦ ἔτει γεννῆσαι τὸν Ἰωσὴφἐκ τῆς Ῥαχήλ. ὁ δὲ Λευὶ ὁμολογουμένως πρὸ Ἰωσὴφ θʹ ἔτεσιν, ἢ τοὐλάχιστον ηʹ προγεγενημένος ἦν οὕτως αʹ Λευὶ ἔτος αʹ τοῦ τρίτου υἱοῦ Λείας. βʹ Ἰούδας μετὰ Λευὶ τέταρτος υἱὸς Λείας. γʹ Δὰν ἐκ Βαλλᾶς παιδίσκης Ῥαχήλ.
120.2.1
Νεφθαλεὶμ ἐκ τῆς αὐτῆς Βαλλᾶς. εʹ Γὰδ ἐκ Ζελφᾶς παιδίσκης Λείας. ςʹ Ἀσὴρ ἐκ τῆς αὐτῆς Ζελφᾶς. ζʹ Ἰσσάχαρ πέμπτος υἱὸς Λείας. ηʹ Ζαβουλὼν ἕκτος υἱὸς Λείας. θʹ Δείνα θυγάτηρ Λείας. ιʹ Ἰωσὴφ πρῶτος υἱὸς Ῥαχήλ. Ἰδοὺ δὴ φανερὸν ὅτι ἐκ τῶν ζαʹ ἐτῶν τοῦ Ἰακὼβ ἀφαιρουμένων θʹ, ἀναστρεφόντων ἡμῶν ἀπὸ τοῦ Ἰωσὴφ ἐπὶ τὸν Λευὶ πβʹ ὑπολειφθήσονται· καλῶς ἄρα ἡμῖν ἐστοιχείωται ὁ Λευὶ τῷ πβʹ ἔτει τοῦ Ἰακὼβ γεννηθείς. Γενεὰ κδʹ Λευὶ ἔτη μζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφνεʹ. 122 Ἀφρικανοῦ Ἀπὸ Ἀδὰμ τοίνυν ἐπὶ τὴν τελευτὴν Ἰωσὴφ καὶ τῆσδε τῆς βίβλου γενεαὶ μὲν κγʹ, ἔτη δὲ γφξγʹ. Διαμαρτάνει προφανῶς ἔτη ριʹ. τῷ γὰρ αὐτῷ γφξγʹ ἔτει τοῦ κόσμου ἐγεννήθη Ἰωσήφ, ὡς ὑπόκειται. τῷ θʹ ἔτει τῆς ζωῆς τοῦ Λευὶ ἐγέννησε Ῥαχὴλ τὸν Ἰωσὴφ τῷ Ἰακώβ. ἦν δὲ τῆς ζωῆς Ἰακὼβ ἔτος ζαʹ, κόσμοδὲ γφξγʹ. Πρῶτον ἔτος τῆς ζωῆς Ἰωσήφ, τοῦ δὲ κόσμου ἦν ἔτος γφξγʹ. Τῷ ζγʹ ἔτει Ἰακώβ, ιαʹ δὲ τοῦ Λευὶ καὶ γʹ τοῦ Ἰωσὴφ ἀπέδρα Ἰακὼβἀπὸ Μεσοποταμίας, καὶ τῷ ἀδελφῷ συντυχὼν δώροις κατήλλαξε. τοῦ δὲ κόσμου ἦν ἔτος γφξεʹ. Ὁ Ἰακὼβ Ἰσραὴλ μετεκλήθη διαβαίνων τὸν Ἰορδάνην, καὶ ἐπευλογήθηιβʹ ἔτει τοῦ Λευί. τοῦ δὲ κόσμου ἦν ἔτος
120.3.1
Ἰακὼβ ἀποδεκατώσας τὰ ἑαυτοῦ τὸν Λευὶ ιηʹ ἐτῶν ὄντα ἀρχιερέα ἀν έδειξεν, ιʹ ὄντα ἀπὸ τοῦ ἐσχάτου κατὰ τὸν τῆς ἀναστροφῆς λόγον. Ῥουβὴν γὰρ διὰ τὴν παλλακὴν τοῦ πατρὸς αὐτοῦ ἐστερήθη βασιλείας καὶ ἱερω σύνης, πρωτότοκος ὤν, ἔτει κοσμικῷ γφοβʹ. Ῥαχὴλ ἐν τῷ τίκτειν τὸν Βενιαμὶν ἐτελεύτησε, καὶ ἐτάφη μεταξὺ Βηθ λεὲμ καὶ Ἱερουσαλὴμ εἰς τὸν ἱππόδρομον. ἦν δὲ τοῦ Λευὶ ἔτος καʹ, τοῦ δὲ κόσμου ἦν ἔτος γφοεʹ. ταύτης ἐγὼ τὴν λάρνακα τῆς γῆς ὑπερκειμένην πολλάκις ἐκεῖσε παροδεύων ἐπὶ Βηθλεὲμ καὶ τὴν παλαιὰν λεγομένην λαύ ραν τοῦ ὁσίου Χαρίτωνος ἑώρακα. Ἰωσὴφ ὑπὸ τῶν ἀδελφῶν διὰ φθόνον ἐπράθη ἑπτακαιδέκατον ἔτος ἄγων μετὰ εʹ ἔτος τῆς τελευτῆς Ῥαχήλ, ἐπισήμως ὑπὸ θεοῦ ἐνυπνιαζό μενος καὶ ὑπὸ τοῦ πατρὸς διὰ πολλὴν φρόνησιν ἀγαπώμενος. τοῦ δὲ κό σμου ἦν ἔτος γφοθʹ. Τῷ γφπθʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Λευὶ λεʹ, Ἰωσὴφ καθείρχθη ἐν τῷ δεσμωτηρίῳ. 123 Τῷ ληʹ ἔτει τῆς ζωῆς Λευί, ρκʹ τοῦ Ἰακώβ, τοῦ δὲ κόσμου γφζβʹ, Ἰωσὴφ ἐπὶ τῆς ἀρχῆς Αἰγύπτου ἀναβιβάζεται, ὅπερ ἦν τῆς μὲν τοῦ Ἰωσὴφ ἔτος λʹ, ὥς φησιν ἡ γραφή, Ἀφώφεως δὲ τῆς βασιλείας τοῦ καὶ Φαραῶ ἔτος ιζʹ. εἰσὶν οὖν τὰ τῆς ἐν Αἰγύπτῳ εὐθηνίας ἔτη ζʹ ἀπὸ τοῦ λαʹ ἔτους Ἰωσήφ, λθʹ τοῦ Λευί, ρκαʹ Ἰακώβ. τῷ δὲ ληʹ Ἰωσὴφ ἤρξατοἡ λιμὸς καὶ μετὰ δύο ἔτη κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, ρλʹ ἔτει αὐτοῦ, τοῦ δὲ Ἰωσὴφ μʹ. Τῷ ρκʹ ἔτει τοῦ Ἰακὼβ ἐτελεύτησεν ὁ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ ζήσας ἔτη
120.4.1
ἐτάφη δὲ ὑπὸ Ἰακὼβ καὶ Ἡσαῦ τῶν παίδων αὐτοῦ. Ἡ ποιμενικὴ σκηνὴ τοῦ Ἰακὼβ ἐν Ἐδέσῃ σῳζομένη κατὰ τοὺς χρόνους Ἀντωνίνου Ῥωμαίων βασιλέως διεφθάρη κεραυνῷ, ὥς φησιν ὁ Ἀφρικανός, ἕως τῶν χρόνων αὐτοῦ Ἀντωνίνου ἱστορήσας. Ἰακὼβ ἀπαρεσθεὶς τοῖς ὑπὸ Συμεὼν καὶ Λευὶ πραχθεῖσιν ἐν Σικίμοις διὰ τὴν τῆς ἀδελφῆς φθορὰν εἰς τοὺς ἐπιχωρίους, θάψας ἐν Σικίμοις οὓς ἐφέρετο θεοὺς παρὰ τὴν πέτραν ὑπὸ τὴν θαυμασίαν τερέβινθον, ἥτις μέχρι νῦν εἰς τιμὴν τῶν πατριαρχῶν ὑπὸ τῶν πλησιοχώρων τιμᾶται, μετῆρεν εἰς Βαιθήλ· ταύτης παρὰ τὸ πρέμνον βωμὸς ἦν, ὥς φησιν ὁ Ἀφρικανός, τῆς τερεβίνθου, ἐφ' ὃν τὰς ἐκτενὰς ἀνέφερον ἐν ταῖς πανηγύρεσι τῆς χώρας ἔνοικοι, ἡ δ' οὐ κατεκαίετο δοκοῦσα πιπρᾶσθαι. παρὰ ταύτην ὁ τάφος Ἀβραὰμ καὶ Ἰσαάκ. φασὶ δέ τινες ῥάβδον εἶναί τινος τῶν ἐπιξενωθέντων ἀγγέλων τῷ Ἀβραὰμ φυτευθεῖσαν αὐτόθι. Τῆς Γενέσεωσ Τῷ Ἡσαῦ ἔφη ἐν ταῖς εὐλογίαις ὁ Ἰσαάκ· ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσεις τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου, πλημμελήσῃς εἰς θάνατον. 124 Ἰωσήππου Τῷ ρνγʹ ἔτει τοῦ Ἰσαὰκ ἐπανῆλθεν Ἰακὼβ πρὸς αὐτὸν ἀπὸ Μεσοποταμίας. καὶ ἀναβλέψας Ἰσαὰκ καὶ ἰδὼν τοὺς υἱοὺς Ἰακὼβ ηὐλόγησε τὸν Λευὶ ὡς ἀρχιερέα καὶ τὸν Ἰούδαν ὡς βασιλέα καὶ ἄρχοντα. Ἡ Ῥεβέκκα ᾔτησε τὸν Ἰσαὰκ ἐν τῷ γήρᾳ παραινέσαι τῷ Ἡσαῦ καὶ τῷἸακὼβ ἀγαπᾶν ἀλλήλους. καὶ παραινέσας αὐτοῖς προεῖπεν ὅτι ἐὰν ἐπανα στῇ τῷ Ἰακὼβ ὁ Ἡσαῦ, εἰς χεῖρας αὐτοῦ πεσεῖται. μετὰ οὖν τὸ τελευτῆσαι τὸν Ἰσαὰκ κινηθεὶς ὑπὸ τῶν υἱῶν ὁ Ἡσαῦ καὶ ἀθροίσας ἔθνη ἦλθε κατὰ τοῦ Ἰακὼβ καὶ τῶν υἱῶν αὐτοῦ εἰς πόλεμον. Ἰακὼβ δὲ ἀποκλείσας τὰς πύλας τῆς βάρεως παρεκάλει τὸν Ἡσαῦ μνησθῆναι τῶν γονικῶν ἐν τολῶν. τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλ' ὑβρίζοντος καὶ ὀνειδίζοντος, βιασθεὶς Ἰακὼβ ὑπὸ τοῦ Ἰούδα ἐνέτεινε τόξον καὶ πλήξας κατὰ τοῦ δεξιοῦ μαζοῦ τὸν Ἡσαῦ κατέβαλε. τοῦ δὲ θανόντος ἀνοίξαντες τὰς πύλας οἱ υἱοὶ Ἰακὼβ ἀνεῖλον τοὺς πλείστους. ταῦτα ἐν λεπτῇ Γενέσει φέρεται. Λευὶ ἐγέννησε τὸν Καὰθ μζʹ ἔτος ἄγων. τοῦ δὲ κόσμου ἦν ἔτος γχβʹ. ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων θʹ ἐβασίλευσε Βήλωχος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφμαʹ. Ἀσσυρίων ιʹ ἐβασίλευσε Βαλαιὸς ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφοςʹ. Ἀσσυρίων ιαʹ ἐβασίλευσε Σέθως ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχλζʹ. Ἀλταδὰς ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχκηʹ. Ἀσσυρίων ιβʹ ἐβασίλευσε Μαμυθὸς ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχξʹ. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων κζʹ ἐβασίλευσε Βαίων ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γυζςʹ. Αἰγυπτίων κηʹ ἐβασίλευσεν Ἀπαχνᾶς ἔτη λςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφμʹ. 125 Αἰγυπτίων κθʹ ἐβασίλευσεν Ἄφωφις ἔτη ξαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
120.5.1
Τοῦτον λέγουσί τινες πρῶτον κληθῆναι Φαραῶ, καὶ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τὸν Ἰωσὴφ ἐλθεῖν εἰς Αἴγυπτον δοῦλον. οὗτος κατέστησε τὸν Ἰωσὴφ κύριον Αἰγύπτου καὶ πάσης τῆς βασιλείας αὐτοῦ τῷ ιζʹ ἔτει τῆς ἀρχῆς αὐτοῦ, ἡνίκα καὶ τὴν τῶν ὀνείρων διασάφησιν ἔμαθε παρ' αὐτοῦ καὶ τῆς θείας συνέσεως αὐτοῦ διὰ πείρας γέγονεν. ἡ δὲ θεία γραφὴ καὶ τὸν ἐπὶ τοῦ Ἀβραὰμ βασιλέα Αἰγύπτου Φαρῶα καλεῖ. ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Θηβαίων κδʹ ἐβασίλευσεν Οὐοσιμάρης κραταιός, ὅ ἐστιν ἥλιος, ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γφζηʹ. Θηβαίων κεʹ ἐβασίλευσε Σεθίνιλος, ὅ ἐστιν αὐξήσας τὸ πάτριον κράτος, ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχιʹ. Θηβαίων κςʹ ἐβασίλευσεν Σεμφρουκράτης, ὅ ἐστιν Ἡρακλῆς Ἁρποκράτης, ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχιηʹ. Θηβαίων κζʹ ἐβασίλευσε Χουθὴρ Ταῦρος τύραννος ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχλςʹ. Θηβαίων κηʹ ἐβασίλευσε Μευρὴς Φιλόσκορος ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχμγʹ. Θηβαίων κθʹ ἐβασίλευσε Χωμαεφθὰ κόσμος Φιλήφαιστος ἔτη
120.6.1
τοῦ δὲ κόσμου ἦν ἔτος γχνεʹ. Θηβαίων λʹ ἐβασίλευσε Σοικούνιος Ὁχοτύραννος ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχξςʹ. ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων ιαʹ ἐβασίλευσε Πλημναῖος ἔτη νʹ, κατὰ δὲ ἄλλους μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχξζʹ. Σικυωνίων ιβʹ ἐβασίλευσεν Ὀρθόπολις ἔτη
120.7.1
τοῦ δὲ κόσμου ἦν ἔτος γψιζʹ. Σικυωνίων ιγʹ ἐβασίλευσεν Ἐχυρεὺς ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψπʹ.

Intertext edge

Open linked passage

Note