Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
126.1.1
ΚΟΣΜΟΥ ΕΤΗ Γενεὰ κεʹ Καὰθ ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχβʹ. Τῷ βʹ ἔτει τῆς λιμοῦ κατῆλθον οἱ ἀδελφοὶ Ἰωσὴφ εἰς Αἴγυπτον, ὅπερ ἦν τοῦ μὲν Ἰωσὴφ λθʹ ἔτος, τοῦ δὲ Ἰακὼβ ρκθʹ, τοῦ δὲ Λευὶ μζʹ, κόσμου δὲ γχαʹ. προσελθόντες δὲ ἀγοράσαι σῖτον διεγνώσθησαν ὑπ' αὐτοῦ ἀγνο ούμενοι, καὶ αἰτιαθέντες κατασκοπεῖν ὅμηρον κατέλιπον τὸν Συμεὼν μετὰ πολλὰς ἀπολογίας· ἐν οἷς τὰ κατὰ τὸν Βενιαμὶν καὶ τὸ κόνδυ, ὅ ἐστιν εἶδος ποτηρίου, καὶ ὁ ἀναγνωρισμὸς τοῦ Ἰωσὴφ πρὸς αὐτούς. Τῷ αʹ ἔτει τῆς ζωῆς Καάθ, ὅπερ ἦν τοῦ μὲν Ἰακὼβ ρλʹ, τοῦ δὲ Λευὶ μηʹ, κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον πρὸς Ἰωσήφ, ὥς φησιν ἡ θεία γραφὴ ὅτι «εἶπε δὲ Ἰακὼβ τῷ Φαραῶ· αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ ρλʹ ἔτη.» Ἰωσὴφ δὲ ἦν ἐτῶν μʹ. Τῷ αὐτῷ ρλʹ ἔτει τοῦ Ἰακώβ, διότι, ὥς φασιν οἱ περὶ τὸν Ἀφρικανόν, οʹ ἔζησεν ὁ Ἰωσὴφ ἔτη μετὰ τὸ παροικῆσαι τὸν Ἰακὼβ ἐν Αἰγύπτῳ, τὸ ζʹ καὶ τελευταῖον ἔτος τῆς λιμοῦ, τὸ εʹ ἔτος Καάθ. τοῦ δὲ κόσμου ἦν ἔτος γχςʹ. Ἰακὼβ ἐν τῷ καιρῷ τῆς τελευτῆς αὐτοῦ προτυπῶν τὸ ζωοποιὸν τοῦ σταυροῦ σημεῖον τοὺς υἱοὺς Ἰωσὴφ σταυροειδῶς εὐλόγησεν, ἐναλλὰξ ἐπι θεὶς τὰς χεῖρας, τὴν δεξιὰν ἐπὶ τὸν Ἐφραῒμ καὶ τὴν ἀριστερὰν ἐπὶ τὸν Μανασσῆν. ὁ δὲ Ἰωσὴφ τὸν Μανασσῆν ἐν τοῖς δεξιοῖς τοῦ Ἰακὼβ ἔστησενὡς πρωτότοκον, τὸν δὲ Ἐφραῒμ ἐν τοῖς ἀριστεροῖς. Τῷ γχκʹ ἔτει τοῦ κόσμου, Καὰθ δὲ ιηʹ, ἤτοι νζʹ τῆς ζωῆς Ἰωσήφ, ἐτελεύτησεν Ἰακώβ, καὶ ἐτάφη ὑπὸ Ἰωσὴφ καὶ τῶν λοιπῶν τέκνων αὐτοῦ ἐν τῷ σπηλαίῳ τῷ διπλῷ εἰς Χεβρών. Ἰακὼβ δὲ κατελθὼν πρὸς Ἰωσὴφ εἰς Αἴγυπτον ἐν οεʹ ψυχαῖς κατῳκί σθη ἐν γῇ Γεσέμ, ἥτις ἐστὶν ἡ πρὸς τῇ Αἰγύπτῳ Ἀραβία. 127 Ῥουβὴν ὁ πρῶτος υἱὸς Ἰακὼβ συνελθὼν τῇ παλλακῇ τοῦ πατρὸς αὐτοῦ τῶν τε πρωτοτοκίων ἀφῃρέθη καὶ ἱερωσύνης καὶ βασιλείας, καὶ τὰ μὲν πρωτοτόκια ἔλαβον οἱ υἱοὶ τοῦ Ἰωσὴφ διὰ τὴν τοῦ πατρὸς σωφροσύνην, ἡ δὲ βασιλεία τῷ Ἰούδᾳ ἐδόθη, διότι καὶ αὐτὸς ἐν γυναικὶ ἐδικαιώθη τῇ Θάμαρ ἑαυτὸν κατακρίνας καὶ μὴ διαφθείρας αὐτὴν ὡς μοιχαλλίδα, καὶ ὅτι πρὸς ζῆλον θεοῦ καὶ ἐκδίκησιν ἑτοιμοτέρα ἡ τούτου δέδεικται φυλή. ἱερωσύνη τῷ Λευὶ ἐδόθη, ὅτι δέκατος ὑπάρχων ἀπὸ τοῦ ἐσχάτου τῶν υἱῶν Ἰακὼβ σὺν πᾶσι τοῖς ὑπάρχουσι τοῦ πατρὸς τῷ θεῷ ἀπεδεκατώθη, καθὼς προσηύξατο ὁ Ἰακὼβ λέγων· καὶ πάντα ὅσα ἄν μοι δῷς ἀποδεκα τώσω αὐτά. καὶ ὅτι ὁ Ἰσαὰκ ἀναβλέψας ὅτε παρεγένετο ὁ Ἰακὼβ ἐκ Μεσοποταμίας, καὶ ἰδὼν τὸν Λευὶ καὶ τὸν Ἰούδαν, εὐλόγησε τὸν μὲν ὡς ἱερέα, τὸν δὲ ὡς βασιλέα, καθά φησιν Ἰώσηππος. Ῥουβὴν πολὺς καὶ ἀναρίθμητος διὰ τὸ περισῶσαι τὸν Ἰωσὴφ ἐκ τῶν ἀδελφῶν ἀφανιζόμενον. Ἰσραηλῖται κοινῶς λέγονται πάντες οἱ ἐκ τῶν ιβʹ φυλῶν κατ' ἐξοχὴν ἐκ τοῦ πατρὸς Ἰσραήλ· Ἰουδαῖοι δὲ ὅτι τῶν λοιπῶν διαφθαρεισῶν ἡ τοῦ Ἰούδα διεφυλάχθη φυλή. Τῷ γχξαʹ ἔτει τοῦ κόσμου ἐγέννησεν ὁ Καὰθ τὸν Ἄμβραμ, ξʹ ἔτος ἄγων· ἕτεροι δὲ τῷ γχςʹ ἔτει τοῦ κόσμου φασίν. Γενεὰ κςʹ Ἄμβραμ ἔτη οεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχξβʹ. Μετὰ οʹ ἔτη τῆς καθόδου τοῦ Ἰακὼβ ἐν Αἰγύπτῳ ἐτελεύτησεν Ἰωσήφ. τοῦ δὲ κόσμου ἦν ἔτος γχοβʹ. Τῷ γχοβʹ ἔτει τοῦ κόσμου, ἤγουν τῷ ιβʹ τῆς ζωῆς Ἄμβραμ πατρὸς Μωυσέως, ἐτελεύτησεν Ἰωσὴφ ζήσας ἔτη ριʹ, ὥς φησιν ἡ βίβλος τῆς Γενέσεως οὕτως· καὶ ἐτελεύτησεν Ἰωσὴφ ὢν ἐτῶν ριʹ. ἕως τούτου τοῦ γχοβʹ κοσμικοῦ ἔτους ἱστορεῖ ἡ αὐτὴ θεόπνευστος πρώτη βίβλος. Ὁ μέντοι Ἀφρικανὸς ἔτη ρθʹ διαμαρτήσας κατ' ἔλλειψιν οὕτω γράφει· 128 Ἀφρικανοῦ Ἀπὸ Ἀδὰμ τοίνυν ἐπὶ τελευτὴν Ἰωσὴφ καὶ τῆσδε τῆς βίβλου γενεαὶ μὲν κγʹ, ἔτη δὲ γφξγʹ. Ὁ δὲ Εὐσέβιος ἀπὸ Ἀδὰμ ἕως πρώτου Ἀβραὰμ ἔτους γρπδʹ ἔτη, καὶ ἀπὸ τοῦ πρώτου ἔτους Ἀβραὰμ ἕως τέλους Ἰωσήφ, ἐν ᾧ καταλήγει χρόνῳ τῆς Γενέσεως ἡ βίβλος, ἤγουν τῷ ριʹ ἔτει τῆς ζωῆς Ἰωσήφ, ἔτη τξαʹ ἐπελογίσατο· γίνονται οὖν κατὰ Εὐσέβιον ἀπὸ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἰωσὴφ ἔτη
126.2.1
διαμαρτάνει δὲ οὗτος ἔτεσιν ρκζʹ ὡς πρὸς γχοβʹ. Ἕως τοῦδε τοῦ γχοβʹ ἔτους ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ ἱστορεῖ Μωυσῆς ὁ θεόπτης ἐν τῇ πρώτῃ θεοπνεύστῳ τῆς Γενέσεως βίβλῳ. Εὖ δ' ἂν εἴη κεφαλαιωδῶς ἐκθεμένου τὰ αὐτὰ γχοβʹ κοσμικὰ ἀπὸ Ἀδὰμ ἔτη ἕως τῆς Ἰωσὴφ τελευτῆς ἐκ τῆς αὐτῆς ἱερᾶς βίβλου κατὰ τὴν τῶν οʹ σοφῶν ἔκδοσιν οὕτω χωρῆσαι πρὸς τὴν τῶν ἐφεξῆς ἀκριβῆ κατὰ τὸ δυνατὸν χρονολογίαν. συντρέχει γὰρ τῷ ριʹ ἔτει τῆς ζωῆς τοῦ σώφρονος Ἰωσὴφ τὸ αὐτὸ γχοβʹ ἔτος ἐξ Ἀδάμ, ἐν ᾧ καὶ ἐτελεύτησε, μετὰ πʹ ἔτη τῆς ἡγεμονίας Αἰγύπτου. τριακοντούτης γὰρ αὐτῆς ἦρξε, ζήσας ἔτη οʹ με τὰ τὴν τοῦ πατρὸς πρὸς αὐτὸν ἐν Αἰγύπτῳ πανοικικὴν κάθοδον καὶ αὐτόθι παγγενῆ παροικίαν, ἥτις γέγονε μετὰ ιʹ ἔτη τῆς ἀρχῆς αὐτοῦ κατὰ τὴν αὐτὴν θεόπνευστον γραφήν, τῶν ζʹ διελθόντων τῆς εὐθηνίας ἐτῶν, τῷ δὲ τρίτῳ τῆς λιμοῦ κατελθόντος Ἰσραὴλ εἰς Αἴγυπτον, ἡνίκα καὶ ἦν αὐτὸς μὲν Ἰακὼβ ἐτῶν ρλʹ, ὡς ἔφη πρὸς Φαραῶ πρὸς αὐτοῦ ἐρωτηθείς, Ἰωσὴφ δὲ ἦν ἐτῶν μʹ, εἴπερ τριακοντούτης τῆς Αἰγύπτου τὴν ἀρχὴν ἐγκεχείρισται, δεκάτῳ δὲ τότε ἔτει μετ' αὐτὴν ἀπέλαβε τὸν πατέρα καὶ τοὺς ἀδελφούς, ὡς ἐντεῦθεν ἡμῖν καὶ ἄλλο τι τῶν ἀναγκαίων συναποδείκνυ σθαι ζήτημα· τὸν μὲν Ἰωσὴφ κατὰ τὸ ζαʹ ἔτος Ἰακὼβ τεχθῆναι αὐτῷ ἐκ τῆς Ῥαχήλ, πρῶτον ἐπὶ θυγατρὶ μιᾷ Δείνᾳ καὶ παισὶν ἄρρεσι ιʹ. τούτοις κατὰ τὸν τῆς ἀναστροφῆς λόγον ἐν ἕνδεκα τοὐλάχιστον ἔτεσι πρὸ Ἰωσὴφ τεχθεῖσιν, ἑνὸς ἔτους ἑκάστῳ νεμομένου κατὰ τὴν τῶν λογίων ἔμφασιν, τὸν Λευὶ τῷ πβʹ. εἰσὶν οὖν οἱ πάντες ἐν Μεσοποταμίᾳ παῖδες ιʹ καὶ θυ 129 γάτηρ μία Δείνα, καὶ ἐπὶ πᾶσιν ἔσχατος μὲν τῇ τάξει, ιβʹ γὰρ ἀπὸ Ῥουβήν, ὁ Ἰωσήφ, πρῶτος δὲ ἐκ τῆς Ῥαχὴλ κατὰ τὸ ζαʹ ἔτος Ἰακὼβ γεννηθείς, ὡς προαποδέδεικται. εἰ δὲ κατὰ ἀντιστροφὴν τῶν χρόνων τῆς ἑκάστου γενέσεως ἀπαρίθμησις ἀρχομένοις ἀπὸ τοῦ Ἰωσὴφ καὶ λήγουσιν ἐπὶ τὸν Ῥουβήν, οὕτω πως ἔχει. Ἰωσὴφ δὲ δωδέκατος καὶ ἔσχατος τῶν ἐν Μεσοποταμίᾳ παίδων τοῦ Ἰακὼβ ἐγεννήθη τῷ ζαʹ ἔτει αὐτοῦ ἐκ τῆς Ῥαχὴλ πρῶτος· Δείνα ἑπτάπαις Λείας πρὸ ἑνὸς ἔτους Ἰωσὴφ ἐγεννήθη τῷ ζʹ ἔτει Ἰακὼβ ἑνδεκάτη. Ζαβουλὼν ἕκτος υἱὸς Λείας πρὸς δύο ἐτῶν τοῦ Ἰωσὴφ ἐγεννήθη ιʹ ἀπὸ Ῥουβήν· Ἰσσάχαρ πέμπτος υἱὸς Λείας πρὸ ἐτῶν γʹ τοῦ Ἰωσὴφ ἐγεννήθη· τέταρτος ὢν πρὸ αὐτοῦ Ἀσὴρ ἐκ Ζελφᾶς παιδίσκης Λείας βʹ, ἀπὸ δὲ Ἰωσὴφ εʹ κατὰ ἀναστροφὴν καὶ ὄγδοος ἀπὸ Ῥουβήν. Γὰδ πρῶτος ἐκ Ζελφᾶς παιδίσκης Λείας, ςʹ ἀπὸ Ἰωσὴφ κατὰ ἀναστροφὴν καὶ ζʹ ἀπὸ Ῥουβήν· Νεφθαλεὶμ βʹ υἱὸς Βαλλᾶς παιδίσκης Ῥαχήλ, ηʹ ἀπὸ Ἰωσὴφκατὰ ἀναστροφὴν καὶ εʹ ἀπὸ Ῥουβήν· Ἰούδας δʹ υἱὸς Λείας, θʹ ἀπὸ Ἰωσὴφκατὰ ἀναστροφὴν καὶ δʹ ἀπὸ Ῥουβήν· Λευὶ γʹ υἱὸς Λείας, ιʹ ἀπὸ Ἰωσὴφ ἀναστρέφοντι καὶ γʹ ἀπὸ Ῥουβήν, ἐγεννήθη τῷ πατριάρχῃ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῷ πβʹ ἔτει αὐτοῦ, ὡς πρόδηλόν ἐστι. τοῦτον ἀριθμήσας ἀπὸ τοῦ Βενιαμὶν ἔτι ὄντος ἐν τῇ γαστρὶ Ῥαχὴλ ιʹ ὄντα ἐν ἄρρεσιν, ἀφιέρωσε τῷ θεῷ καὶ ἀρχιερέα ἀνέδειξεν, ὡς Ἰώσηππος, κατὰ τὸν τῆς ἀναστροφῆς λόγον, συναποδεκατώσας αὐτῷ πάντα τὰ ὑπάρχοντα καὶ ἀναθέμενος τῷ θεῷ, καθὰ προσηύξατο πορευόμενος εἰς Μεσοποταμίαν ὅτι «καὶ πάντα ὅσα ἄν μοι δῷς ἀποδεκατώσω αὐτά.» Συμεὼν βʹ υἱὸς Λείας τῷ παʹ ἔτει Ἰακὼβ ἐγεννήθη· Ῥουβὴν πρωτότοκος Ἰακὼβ υἱὸς καὶ Λείας τῷ πʹἔτει Ἰακὼβ ἐγεννήθη. σαφῶς ἄρα παρίσταται ἡμῖν ἐκ τούτων ὅτι πρὸ ζʹ ἐτῶν ἦλθεν Ἰακὼβ πρὸς Λάβαν τῷ ογʹ ἔτει τῆς ζωῆς αὐτοῦ. Οὕτως προδιειλημμένων τῶν περὶ τῆς ἑκάστου τῶν πατριαρχῶν γε νέσεως χρόνων ἀκριβοῦς θεωρίας ἐγκείσθω καὶ τὰ ἀπὸ Ἀδὰμ ἕως τε λευτῆς Ἰωσὴφ ἔτη. Ἀπὸ Ἀδὰμ πάλιν Ἀδὰμ γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ψʹ καὶ ἀπέθανε. 130 Σὴθ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ψζʹ καὶ ἀπέθανε. τούτου τῷ ψʹ ἔτει, ἤτοι τῷ Ϡλʹ ἔτει τοῦ κόσμου, Ἀδὰμ ἀπέθα νεν. Ἐνὼς γενόμενος ἐτῶν ρζʹ ἐγέννησε τὸν Καϊνᾶν τῷ χκεʹ ἔτει τοῦ κό σμου, τζεʹ τοῦ Σήθ, καὶ ἐπέζησεν ἔτη ψιεʹ ἕως τοῦ ατμʹ κοσμικοῦ ἔτους. τούτου τῷ υζεʹ ἔτει Ἀδὰμ ἀπέθανε, τῷ δὲ ψζʹ αὐτοῦ ὁ Σήθ. Καϊνᾶν γενόμενος ἐτῶν ροʹ ἐγέννησε τὸν Μαλελεὴλ τῷ ψζεʹ ἔτει τοῦ κόσμου, φξεʹ ἔτους Σήθ, τξʹ δὲ τοῦ Ἐνώς· καὶ ἐπέζησεν ἔτη ψμʹ ἕως τοῦ αφλεʹ κοσμικοῦ ἔτους. τούτου τῷ τεʹ ἔτει Ἀδὰμ ἀπέθανε, τῷ δὲ φιζʹ αὐτοῦ ὁ Σήθ, τῷ δὲ ψιεʹ αὐτοῦ ὁ Ἐνώς. Μαλελεὴλ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ τῷ Ϡξʹ ἔτει τοῦ κόσμου, ψλʹ τοῦ Σήθ, φκεʹ τοῦ Ἐνώς, τλεʹ τοῦ Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ψλʹ ἕως αχζʹ κοσμικοῦ ἔτους. τούτου τῷ ρλεʹ ἔτει Ἀδὰμ ἀπέθανε, τῷ δὲ τμζʹ αὐτοῦ ὁ Σήθ, καὶ τῷ φμεʹ τοῦ αὐτοῦ Μαλελεὴλ ὁ Ἐνώς· τῷ δὲ ψμʹ αὐτοῦ ἔτει Καϊνᾶν ὁ πατὴρ αὐτοῦ. Ἰάρεδ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνώχ, τῷ δὲ αρκβʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τοῦ μὲν Σὴθ ωζβʹ, τοῦ δὲ Ἐνὼς χπζʹ, τοῦ δὲ Καϊνᾶν υζζʹ, τοῦ δὲ Μαλελεὴλ τκζʹ. ὁ αὐτὸς δὲ Ἰάρεδ ἐπέζησεν ἔτη ωʹ ἕως τοῦ αϠκβʹ ἔτους τοῦ κόσμου. τοῦ δὲ αὐτοῦ Ἰάρεδ ἔτει ρπβʹ Σὴθ ἀπέθανεν, Ἐνὼς δὲ τῷ τπʹ, Καϊνᾶν δὲ φοεʹ αὐτοῦ Ἰάρεδ· Μαλελεὴλ δὲ ὁ πατὴρ αὐτοῦ τῷ ψλʹ τοῦ Ἰάρεδ ἔτει θνήσκει. Ἐνὼχ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Μαθουσάλα τῷ ασπζʹ ἔτει τοῦ κόσμου. τούτου, φημὶ δὴ τοῦ Ἐνώχ, ἔτει κʹ Σὴθ ἀπέθανεν. ἦν δὲ τοῦ μὲν Ἐνὼς ἔτος, καθ' ὃ ὁ Ἐνὼχ ἐγέννησε τὸν Μαθουσάλα, ωνβʹ, τοῦ δὲ Καϊνᾶν χξβʹ, τοῦ δὲ Μαλελεὴλ υζβʹ, τοῦ δὲ Ἰάρεδ τκζʹ. οὗτος ὁ Ἐνὼχἐπέζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα ὁρώμενος ὑπὸ τῶν τηνι καῦτα ἀνθρώπων ἔτη ςʹ, καὶ εὐαρεστήσας τῷ θεῷ μετετέθη καὶ οὐχ εὑρί σκετο. μετετέθη δὲ τῷ αυπζʹ ἔτει τοῦ κόσμου. τῷ οὖν κʹ ἔτει αὐτοῦ, ὡς προείρηται, Σὴθ μετήλλαξε. τῷ δὲ σιηʹ ἔτει αὐτοῦ Ἐνὼχ ἀπέθανεν Ἐνώς. Μαθουσάλα γενόμενος ἐτῶν ρξζʹ ἐγέννησε τὸν Λάμεχ τῷ αυνδʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τοῦ μὲν Καϊνᾶν ἔτος ωκθʹ, τοῦ δὲ Μαλελεὴλ χνθʹ, τοῦ δὲ Ἰάρεδ ἔτος υζδʹ, τοῦ δὲ Ἐνὼχ τλβʹ ἔτος. ὁ δ' αὐτὸς Μαθουσάλα μετὰ τὸ γεννῆσαι τὸν Λάμεχ ἐπέζησεν ἔτη ωβʹ μέχρι τοῦ βσνςʹ ἔτους τοῦ κόσμου. οὗτος μακροβιώτατος πάντων τῶν πρὸ αὐτοῦ ἀποθανόντων γέ 131 γονεν. οὗτος κατὰ τὰς ἁπανταχοῦ τῆς Γενέσεως βίβλους ὑπερέβη τὸν κατα κλυσμὸν ἔτεσι ιεʹ, ὡς ἄπορον εἶναι ποῦ διεσώθη ἐν τῷ κατακλυσμῷ. Τινὲς δέ φασιν, ὧν εἷς καὶ ὁ Εὐσέβιος, ἔχειν τινὰ τῶν ἀντιγράφων ὅτι ψπβʹ ἔτη ἐπέζησε μετὰ τὸ γεννῆσαι αὐτόν, ὡς γίνεσθαι τὸν πάντα τῆς ζωῆς αὐτοῦ χρόνον ἔτη μθʹ. ὅπερ οὐκ εὖ ἔχειν δοκεῖ. ἔσονται γὰρ κατὰ τοῦτον τὸν λόγον αἱ ἀνὰ πάσας τὰς ἐκκλησίας τοῦ θεοῦ ἱεραὶ βίβλοι τῆς Γενέσεως διεσφαλμέναι, ξθʹ ἔτη ἱστοροῦσαι τὸν Μαθουσάλα· ἔσται δὲ καὶ Ἰάρεδ μακροβιώτερος αὐτοῦ ἔτη ιγʹ, ξβʹ ζήσας ἔτη, ὅπερ οὐδενὶ συμπεφώνηται. διόπερ οὐ χρὴ διὰ τὸ φάναι συναπολέσθαι αὐτὸν τοῖς ἐν τῷ κατακλυσμῷ, διὰ τοῦτο μθʹ μόνα ἔτη βεβιωκέναι. Ἀλλὰ οὐδὲ τῷ Ἀφρικανῷ πειθόμεθα προστιθέντι τὰ αὐτὰ κʹ ἔτη καὶ πθʹ λέγοντι τοῦ Μαθουσάλα ἀντὶ ξθʹ. λοιπὸν οὖν κρεῖσσον εἶναι δοκεῖ ταῖς καθ' ὅλην τὴν οἰκουμένην ἑπομένους ἱεραῖς βίβλοις ξθʹ λέγειν τῆς ζωῆς Μαθουσάλα, εἰ καὶ τὸν κατακλυσμὸν ὑπερβέβηκεν ἔτεσι ιεʹ, τοῦ θεοῦ κἀκεῖνον ἴσως, ὡς τὸν Ἐνώχ, περισώσαντος παραδόξως καθ' οὓς οἶδε τρόπους καὶ τόπους. Λάμεχ γενόμενος ἐτῶν ρπηʹ ἐγέννησε τὸν Νῶε τῷ αχμβʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τοῦ Μαλελεὴλ μὲν ἔτος ωμζʹ, τοῦ δ' Ἰάρεδ χπβʹ, τοῦ δ' Ἐνὼχ φκʹ, ὅπερ ἐστὶ μετὰ τὴν μετάθεσιν αὐτοῦ ἔτος
126.3.1
τὸ αὐτὸ δ' ἔτος τνεʹ ἐχρημάτιζε τοῦ Μαθουσάλα. ἐπέζησε δὲ Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα ἔτη φλεʹ μέχρι τοῦ βροεʹ κοσμικοῦ ἔτους, καὶ ἀπέ θανε πρὸ ξηʹ ἐτῶν τοῦ κατακλυσμοῦ. ὁ αὐτὸς Λάμεχ πρῶτος ἐν τοῖς γεν άρχαις ἀπέθανε πρὸ τοῦ ἰδίου πατρὸς Μαθουσάλα ἔτεσιν παʹ, τοῦτ' ἔστι τῷ ωπηʹ τοῦ ὀγδόου ἐξ Ἀδὰμ Μαθουσάλα ἔτει. κατὰ δὲ τὸ σλςʹ ἔτος τοῦ Λάμεχ ὁ Μαλελεὴλ ἀπέθανεν, ὁ δὲ Ἰάρεδ κατὰ τὸ υξηʹ τοῦ αὐτοῦ Λάμεχ ἔτος. ὁ μέντοι θεῖος Ἐνὼχ τῷ λγʹ ἔτει τοῦ Λάμεχ μετετέθη. Νῶε ἐτῶν φʹ ἐγέννησε τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ βρμαʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Νῶε ἔτει μθʹ Μαλελεὴλ ἀπέθανεν, ὁ δὲ Ἰάρεδ τῷ σπʹ τοῦ Νῶε. Μαθουσάλα δὲ ἔτος ἦν κατὰ τὸ βρμαʹ ἔτος τοῦ κόσμου, λέγω δὲ τῷ φʹ ἔτει τοῦ Νῶε, καθ' ὃ καὶ ὁ πρῶτος υἱὸς αὐτοῦ Σὴμ ἐγεννήθη ωνεʹ, 132 τοῦ Λάμεχ πατρὸς Νῶε ἔτος χπζʹ, τῷ δὲ χʹ ἔτει τοῦ Νῶε, ρʹ δὲ τῆς ζωῆς τοῦ Σὴμ καὶ νεʹ τοῦ μακροβιωτάτου Μαθουσάλα ὁ κατακλυσμὸς γέγο νεν ἐπὶ τῆς γῆς. καὶ ἐπέζησε Μαθουσάλα σὺν τῷ αὐτῷ ἔτει τοῦ κατακλυ σμοῦ ἕως βσνςʹ κοσμικοῦ ἔτους λοιπὰ ἔτη ιεʹ, εἴπερ ἀληθεῖς εἶναι πιστεύο μεν τὰς περὶ αὐτοῦ καὶ τῶν πρὸ αὐτοῦ φερομένας ἐν ἱεραῖς δέλτοις ἀψευδεῖς καὶ θεοπνεύστους ἱστορίας καὶ ἔτι τῶν μετ' αὐτῶν, ὡς ὑπο ταχθήσεται. Σὴμ ὁ πρῶτος υἱὸς Νῶε γενόμενος ἐτῶν ργʹ, ἔτους βʹ μετὰ τὸν κατα κλυσμόν, ἐγέννησε τὸν Ἀρφαξὰδ τῷ βσμγʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν χαʹ τῆς ζωῆς τοῦ Νῶε. καὶ ἐπέζησεν φʹ ἕως τοῦ βψμβʹ κοσμικοῦ ἔτους ὁ Σήμ. ὁ δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν ἔζησεν ἔτη τνʹ, καὶ ἀπέθανε τῷ βφζβʹ ἔτει τοῦ κόσμου κατὰ τὸ υνʹ ἔτος τῆς τοῦ Σὴμ ζωῆς. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν τῷ βτοζʹ ἔτει τοῦ κόσμου, καὶ ἔζησεν ἔτη τνεʹ ἕως τοῦ βψλβʹ κοσμικοῦ ἔτους· καὶ ἀπέθανε πρὸ τοῦ ἰδίου πατρὸς Σὴμ ἔτεσι ιʹ. τινὰ δὲ τῶν ἀντιγράφων, ὡς καὶ Εὐσε βίου, υγʹ ἔχουσι τοῦ Ἀρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σάλα, οἷς οὐδ' ὅλως ἑπόμεθα, πάντη τῆς ἀληθείας τῶν χρόνων καὶ τῶν γενεῶν διημαρτηκόσιν. ἀντὶ γὰρ τοῦ Καϊνᾶν τὸν Σάλα φασὶ γεννηθῆναι τῷ Ἀρφα ξὰδ Ἀφρικανός τε καὶ Εὐσέβιος, καὶ τὴν ιδʹ γενεὰν τοῦ Σάλα ιγʹ τάττουσι, μνήμην τοῦ δευτέρου Καϊνᾶν οὐδ' ὅλως ποιησάμενοι, ὃν αἱ πανταχοῦ τῆς Γενέσεως ἱεραὶ βίβλοι καὶ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον τοῦ Ἀρφαξὰδ υἱὸν ἐκδεδώκασι καὶ ιγʹ ἀπὸ Ἀδάμ, πατέρα δὲ τοῦ Σάλα ιδʹ ἀπὸ Ἀδὰμ ὄντος. Καϊνᾶν γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Σάλα τῷ βφζʹ ἔτει τοῦ κόσμου, καὶ ἐπέζησεν ἔτη
126.4.1
τινὰ δὲ τῶν ἀντιγράφων τλʹ περιέχουσι. Σάλα γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ἕβερ τῷ βχλζʹ ἔτει τοῦ κό σμου, καὶ ἐπέζησε Σάλα τλʹ ἔτη ἕως τοῦ β ξζʹ κοσμικοῦ ἔτους. τῷ δὲ σκεʹ ἔτει τοῦ Σάλα Ἀρφαξὰδ ἀπέθανεν. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ ἐγέννησε τὸν Φαλὲκ τῷ βψοαʹ ἔτει τοῦ κόσμου, καὶ ἔζησεν Ἕβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲκ ἔτη σοʹ ἕως τοῦ γμʹ κοσμικοῦ ἔτους. τῷ οὖν ρʹ ἔτει Ἕβερ, ὅπερ ἦν βψλςʹ ἔτος τοῦ 133 κόσμου, ἤρξαντο οἰκοδομεῖν τὸν πύργον. τῷ δὲ ρμʹ, ἤτοι κοσμικῷ βψοςʹ, συνεχύθησαν αἱ γλῶσσαι, ἔτει εʹ τῆς ζωῆς Φαλέκ, καὶ διεσπάρησαν ἔτει ςʹ, ὥς τινες ἠκριβολογήσαντο οὐκ ἀπεικότως οἶμαι. Φαλὲκ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ ἔζησεν ἔτη σθʹ.† καὶ ἀπέθανε πρὸ τοῦ ἰδίου πατρὸς καὶ οὗτος Ἕβερ δεύτερος μετὰ τὸν Λάμεχ ἔτη σλʹ.† Ῥαγαῦ γενόμενος ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σεροὺχ τῷ γλγʹ ἔτει τοῦ κόσμου, σξβʹ ἔτει τοῦ Φαλέκ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ναχὼρ τῷ γρξγʹ ἔτει τοῦ κόσμου. Ναχὼρ γενόμενος ἐτῶν οθʹ ἐγέννησε τὸν Θάρα τῷ γσμβʹ ἔτει τοῦ κόσμου. Θάρα γενόμενος ἐτῶν οʹ ἐγέννησε τὸν Ἀβραάμ· ἐπέζησε δὲ ἔτη ρλεʹ ἕως τοῦ λεʹ ἔτους τοῦ Ἰσαάκ· τούτου ρμεʹ ἔτει Ἀβραὰμ καταλιπὼν αὐτὸν ἐν Χαρρὰν παρῴκησεν εἰς γῆν Χαναὰν κατὰ θεῖον χρησμόν, γεννηθεὶς μὲν τῷ γτιγʹ ἔτει τοῦ κόσμου, ἐπιβὰς δὲ τῆς ἐπηγγελμένης γῆς τῷ γτπζʹ ἐξ Ἀδάμ, οεʹ ὄντι τῆς ζωῆς αὐτοῦ ἔτει. Ἀβραὰμ γενόμενος ἐτῶν ρʹ ἐξ ἐπαγγελίας ἐγέννησε τὸν Ἰσαάκ. Ἰσαὰκ γενόμενος ἐτῶν ξʹ ἐγέννησε τὸν Ἰακὼβ τῷ γυογʹ ἔτει τοῦ κόσμου. τὸ δ' αὐτὸ ἦν καὶ τοῦ Ἀβραὰμ ἔτος ρξαʹ, ὡς εἶναι δῆλον ὅτι ὁ Ἰακὼβ κατὰ τὸ ροεʹ ἔτος Ἀβραάμ, ἐν ᾧ μετήλλαξεν, ιδʹ ἐτῶν ἦν τοὐλάχιστον. Ἰακὼβ ἔτει πβʹ τῆς ζωῆς αὐτοῦ ἐγέννησε τὸν Λευί, καθὼς ἐν τῇ προ λαβούσῃ συντάξει σαφῶς ἀποδέδεικται. ἀνάγκη γὰρ ἅπασα μεταξὺ τῆς γενέσεως Ἰωσὴφ καὶ Λευὶ θʹ μεσεμβολεῖν ἔτη, ἐπεὶ καὶ ἔνατος ἐτέχθη μετ' αὐτόν. ἀποδείκνυται δὲ Ἰωσὴφ ἐκ τῆς γραφῆς τῷ ζαʹ Ἰακὼβ τεχθείς, εἴ γε ρκʹ ἔτει τοῦ πατρὸς λʹ ἔτος ἄγων ἐπὶ τῆς ἀρχῆς Αἰγύπτου ἀναβι βάζεται. συναποδέδεικται δὲ καὶ Λευὶ διὰ τοῦτο πρὸ θʹ ἐτῶν αὐτοῦ τῷ πβʹ ἐξ ἀνάγκης γεννηθεὶς τοῦ Ἰακὼβ ἔτει. καὶ ἔτι πρὸς τούτοις ἐπισυνάγε 134 ται πρὸ δέκα τῆς γενέσεως ἐτῶν τοῦ Λευὶ παραγενέσθαι τὸν Ἰσραὴλ εἰς Μεσοποταμίαν. ζʹ γὰρ ἔτη δουλεύσας ὑπὲρ τῆς Ῥαχὴλ πρῶτα καὶ παρὰ γνώμην τῇ Λείᾳ μιχθεὶς τρίτον ἔσχε παῖδα τὸν Λευὶ παρ' αὐτῆς ἐν τρισὶν ἔτεσι δηλονότι. ὥστε οὔτε τῷ Ἀφρικανῷ πιστευτέον πζʹ ἔτει τοῦ Ἰακὼβ λέγοντι γεννηθῆναι τὸν Λευὶ οὔτε τῷ Εὐσεβίῳ λέγοντι τῷ πςʹ ἔτει. κατ' ἄμφω γὰρ ἢ τῷ ζςʹ ἢ τῷ ζεʹ τῆς ζωῆς Ἰακὼβ εὑρεθήσεται γεννη θεὶς ὁ Ἰωσήφ· ὅπερ ἀσύμφωνον τῇ θείᾳ γραφῇ παριστώσῃ τοῦτον ἐτῶν λʹ ἄρξαντα τῆς Αἰγύπτου καὶ μετὰ τὰ δέκα ἔτη, ἑπτὰ λέγω τῆς εὐθηνίας καὶ τρία τῆς λιμοῦ, ἀπολαβόντα τὸν πατέρα Ἰσραὴλ πανοικὶ ρλʹ ἐτῶν, σερακοντούτην ὄντα δηλονότι. ὥστε ἐκ τούτων ἀκριβῶς παρίσταται ἡ ἑκατέρου γένεσις, καὶ οὕτως ἡμῖν στοιχειωθήσεται ἔχουσι καὶ ἑτέρους μεταγενεστέρους ἐκκλησιαστικοὺς ἱστορικοὺς συνᾴδοντας, μὴ μέντοι μετὰ τῆς προκειμένης αἰτιολογίας καὶ ἀκριβοῦς ἀποδείξεως. Ἰακὼβ ἔτει ζαʹ ἐγέννησε τὸν Ἰωσήφ, ἔσχατον πάντων τῶν ἐν Μεσοπο ταμίᾳ τεχθέντων αὐτῷ παίδων, πρῶτον δὲ ἐκ τῆς Ῥαχήλ. Ἰωσὴφ δὲ μετὰ τὴν ἐν γῇ Χαναὰν ἐπάνοδον τοῦ πατρὸς φθόνῳ τῶν ἀδελφῶν δοῦλος πραθεὶς κατήχθη εἰς Αἴγυπτον τῷ ρζʹ ἔτει τοῦ Ἰακώβ, αὐτὸς ὢν ἐτῶν ιζʹ, καὶ μετὰ ιγʹ ἔτος ἐτῶν ὑπάρχων λʹ τὴν ἡγεμονίαν Αἰγύπτου ἐγχειρίζεται ἐπὶ Ἀφώφεως Φαραῶ βασιλέως Αἰγύπτου, κατὰ τὴν δυναστείαν, τῷ ρκʹ ἔτει τοῦ πατρός. καὶ μετὰ ἔτη ιʹ, ἕβδομον μὲν τῆς εὐθηνίας, τρίτον δὲ τῆς λιμοῦ, κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, ἔτει μʹ τοῦ Ἰωσήφ, ρλʹ ἄγοντος ἔτος, καὶ ἐπέζησεν ἐν Αἰγύπτῳ ἔτη ιζʹ, ὡς ἡ θεία γραφὴ τῆς Γενέσεως μαρτυρεῖ. Ἦν δ' ἄρα καὶ Ἰωσὴφ κατὰ τὴν ἀκόλουθον ἀπαρίθμησιν ἐν τῷ καιρῷ τοῦ θανάτου Ἰακὼβ ἐτῶν νζʹ. τοῦ δὲ πατρὸς αὐτοῦ τῷ ρμζʹ τῆς ζωῆς αὐτοῦ μεταλλάξαντος ἔτει, ὅπερ ἦν κοσμικὸν γχιθʹ, αὐτὸς ἐπέζησεν Ἰωσὴφ ἔτη λοιπὰ νγʹ. ὁμοῦ γίνονται ἔτη τῆς ζωῆς Ἰωσὴφ ριʹ, κόσμου δὲ γχοβʹ. μέχρι μὲν οὖν τῆς αὐτοῦ τελευτῆς ἡ ἱερὰ Γένεσις ἱστορεῖ, μηδαμοῦ χρόνους ἡμῖν τοῦ Λευὶ διαγράφουσα, καθ' οὓς ἐγέννησε τὸν Καὰθ ἢ τοὺς τοῦ Καάθ, καθ' οὓς οὗτος τὸν Ἄμβραμ ἢ ὁ Ἄμβραμ τὸν Μωυσῆν. 135 Ἡ δὲ τῶν υλʹ ἐτῶν ἀπαρίθμησις τῆς ἐν γῇ Χαναὰν παροικίας τοῦ Ἰσραὴλ καὶ ἐν Αἰγύπτῳ, κατὰ τὴν πρὸς Ἀβραὰμ τοῦ θεοῦ πρόρρησιν, κατὰ πάντας τοὺς ἑρμηνευτὰς καὶ ἱστορικοὺς ἀπὸ τοῦ εʹ καὶ οʹ ἔτους ἀριθμεῖται· καὶ ἔστιν ἀπὸ τοῦ αὐτοῦ οεʹ ἔτους Ἀβραὰμ ἕως τελευτῆς Ἰωσὴφ καὶ τῆς βίβλου τῆς Γενέσεως ἔτος τῆς αὐτῆς παροικίας ςʹ οὕτως· ἀπὸ οεʹ ἔτους Ἀβραὰμ ἕως γεννήσεως τοῦ Ἰσαὰκ ἔτη κεʹ. Ἰσαὰκ ἐγέννησε τὸν Ἰακὼβ ἔτει αὐτοῦ ξʹ. Ἰακὼβ ἐτῶν ρλʹ μετῆρε πρὸς Ἰωσὴφ εἰς Αἴγυπτον, δεκάτῳ ἔτει τῆς ἀρχῆς αὐτοῦ καὶ μʹ τῆς ζωῆς ὑπάρχοντι. ἔζησε δὲ Ἰωσὴφ μετὰ τὸ ρλʹ ἔτος Ἰσραήλ, ἤτοι τὸ μʹ τῆς ζωῆς αὐτοῦ, ἔτη οʹ. ἦν ἄρα κατὰ μὲν τὸ ρλʹ ἔτος Ἰακὼβ ἔτος τῆς θείας προρρήσεως καὶ τῆς ἐν γῇ Χαναὰν παροικίας σιεʹ, ὡς ἅπαντες σὺν τῇ γραφῇ καθομολογοῦσι, κόσμου δὲ γχʹ. ἐπέζησε δὲ Ἰωσὴφ ἔτη οʹ τῆς ἐν Αἰγύπτῳ παροικίας. λείπονται δὲ εἰς ἀναπλήρωσιν τῶν υλʹ ἐτῶν ἀπὸ ριʹ Ἰωσὴφ ἔτους ἕως ἐξ όδου καὶ ἐλευθερίας υἱῶν Ἰσραήλ, ἥτις γέγονεν ἐπὶ Μωυσέως πʹ, λοιπὰ ἔτη ρμεʹ. τούτων ὁμολογουμένων ἔχομεν τὰ πʹ Μωυσέως, τὰ δὲ λοιπὰ ξεʹ ἀπὸ τελευτῆς Ἰωσὴφ καὶ τῆς βίβλου τῆς Γενέσεως ἕως πρώτου ἔτους Μωυσέως σεσίγηνται τῇ γραφῇ μηδαμοῦ φερόμενα, μόνον δὲ ἐκ τῆς προκειμένης πρόσθεν ἀφαιρέσεως τῶν υλʹ τῆς παροικίας ἡμῖν ὄντα πρό δηλα, ὅτι ξεʹ ἔτη εἰσὶν ἀπὸ τῆς τελευτῆς Ἰωσὴφ ἐπὶ τὴν Μωυσέως γέν νησιν, ἅτινα γενεαλογεῖν ἀπὸ Ἰωσὴφ καὶ κατιέναι ἐπὶ Μωυσέα ἀδύνατον διὰ τὸ ἐξ ἄλλης φυλῆς τὸν αὐτὸν κατάγεσθαι Μωυσέα τῆς Λευιτι κῆς. ἀνάγκη δὴ πᾶσα λοιπὸν ἐνταῦθα παραθεμένους τὰ φανερῶς τῇ γραφῇ λελεγμένα καὶ πᾶσιν ὁμολογούμενα ὡς ἐπ' ἄλλην ἀναδραμεῖν ἀρχήν. Τὸ πρῶτον ἔτος Λευί, τοῦτο δὲ ἦν, ὡς πρὸ βραχέος δέδεικται, κατὰ τὸ πβʹ τοῦ Ἰακώβ, τὸ δ' αὐτὸ πάλιν τῆς μὲν ἐν τῇ Χανανίτιδι γῇ παροικίας ἔτος ἦν ρξζʹ οὕτως· ὁ Ἀβραὰμ ἀπὸ οεʹ ἔτους ἐπὶ ρκεʹ ἔτη. Ἰσαὰκ ἕως πρώτου Ἰακὼβ ξʹ. Ἰακὼβ ἕως πρώτου ἔτους Λευὶ πβʹ. ὁμοῦ ρξζʹ λοιπὰ 136 τῶν υλʹ τῆς παροικίας σξγʹ. ἅτινα μαρτυρούμενα μὲν ὑπὸ τῆς γραφῆς οὐδαμοῦ φαίνεται πλὴν τῶν πʹ Μωυσέως. τὰ δὲ λοιπὰ ρπγʹ ἀπὸ πρώτου ἔτους Λευὶ ἕως πρώτου ἔτους Μωυσέως οὕτως πᾶσιν ἀψευδῶς συμπεφώνη ται. Λευὶ ἐτῶν μζʹ ἐγέννησε τὸν Καάθ· Καὰθ ἐτῶν ξʹ ἐγέννησε τὸν Ἄμ βραμ. Ἄμβραμ ἐτῶν οεʹ ἐγέννησε τὸν Μωυσῆν. Μωυσέως ἔτος αʹ. ὁμοῦ γίνονται ρπγʹ ἀπὸ πρώτου ἔτους Λευὶ ἐπὶ πρῶτον ἔτος Μωυσέως. ἐπὶ δὲ τὸ παʹ ἔτος τοῦ αὐτοῦ Μωυσέως, καθ' ὅ τι ἐξ Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ ἡγήσατο, ἔτη σξγʹ. ἦν δὲ καὶ αὐτὰ ἀπὸ οεʹ ἔτους Ἀβραὰμ ἐπὶ τὸ αʹ ἔτος Λευὶ ρξζʹ ἔτη. ὁμοῦ τῆς ἐν γῇ Χαναὰν καὶ Αἰγύπτου παροικίας Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν πατριαρχῶν ἔτη υλʹ ἕως παʹ ἔτους Μωυσέως. Μή τις δὲ νομιζέτω διαφωνεῖν τὴν περὶ τῶνδε τῶν χρόνων ἔννοιαν πρὸς τοῦ θεοῦ τῷ Ἀβραὰμ εἰρημένην, ἐν τῇ Γενέσει μέν, ἥ φησι «γινώσκων γνώ σῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐ τοὺς καὶ κακώσουσι καὶ ταπεινώσουσιν αὐτοὺς υʹ ἔτη», ἐν δὲ τῇ βίβλῳ τῆς Ἐξόδου «ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν κατῴκησαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναὰν ἔτη υλʹ. καὶ ἐγένετο μετὰ τὰ υλʹ ἔτη, ἐξῆλθε πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου νυκτός.» ἄμφω γὰρ ἀληθῆ, τά τε υʹ μετὰ τὸ ρʹ ἔτος Ἀβραὰμ ἀριθμούμενα ἀπὸ τῶν χρό νων Ἰσαὰκ ἔτη, ὃς ἦν καὶ κυρίως σπέρμα αὐτοῦ ἐξ ἐπαγγελίας θεοῦ καὶ πίστεως, τά τε υλʹ ἀπὸ τοῦ οεʹ ἔτους Ἀβραὰμ καὶ τῆς πρώτης παροικίας εἰς γῆν Χαναάν. τὸ δὲ «δουλώσουσι καὶ κακώσουσι καὶ ταπεινώσουσι» διεζευγμένως καὶ ἀπροσδιορίστως νοητέον τῶν υʹ ἐτῶν, ὡς ἄν τις εἴποι· πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ ἔτη υʹ καὶ δουλώσουσι καὶ κακώσουσιν αὐτό. ὁ γάρ τοι τῆς δουλείας χρόνος ἐν ὅλοις ἔτεσιν εὑρίσκε ται τοῖς ἀπὸ τελευτῆς Ἰωσὴφ ἕως παʹ ἔτους Μωυσέως συμπεραιούμενος ρμεʹ, ἀρξάμενος μὲν ἐκ κουφοτέρων τῶν συμφορῶν μετὰ τὴν Ἰωσὴφ λῆξιν, αὐξηθεὶς δὲ κατὰ πρόσβασιν κατὰ Μωυσέα καὶ Ἀαρὼν καὶ τοὺς ἀμφ' αὐτούς. 137 Καὶ ταῦτα μὲν ἐν βραχεῖ τῷ πέρατι τῆς Γενέσεως ἐπισεσήμανται χρη σιμεύοντα κἀν τοῖς πρὸ Μωυσέως καὶ ἐπ' αὐτοῦ καὶ μετ' αὐτὸν χρόνοις, περὶ ὧν ἥ τε τῆς Ἐξόδου καὶ τοῦ Λευιτικοῦ Ἀριθμῶν τε καὶ Δευτερονομίου περιέχουσιν ἱεραὶ βίβλοι. Ὑπολείπεται δὲ ἡμῖν μικρὰ περὶ τῶν δώδεκα φυλάρχων πατριαρχῶν διαλαβεῖν πρὸ τῆς κατὰ μέρος κανονογραφίας. οὗτοι δὴ τὸν ἀριθμὸν ὄντες ιβʹ τῷ Ἰακὼβ παῖδες ἐκ δʹ γυναικῶν, δύο μὲν ἐλευθέρων τῆς Λείας καὶ τῆς Ῥαχήλ, δύο δὲ παιδισκῶν Ζελφᾶς καὶ Βαλᾶς, Ῥουβὴν πάντων ἦν τῷ χρόνῳ πρωτότοκος καὶ τῇ φύσει, ὃς τῇ παλλακῇ συνελθὼν τοῦ πατρὸς ἱερωσύνην ἀφῃρέθη καὶ βασιλείαν σὺν τοῖς πρωτοτοκίοις. ηὐλόγηται δὲ καὶ πολὺς ἐν ἀριθμῷ γέγονε τὸν Ἰωσὴφ ὑπὸ τῶν ἀδελφῶν διαφθαρῆναι μὴ συγχωρήσας. φασὶ δ' ὅτι καὶ ἀνῆλθε μὲν ἐπὶ τὴν πατρικὴν κοίτην, οὐ συνῆλθε δὲ τῇ παλλακῇ. ὅπερ οὐ συμφωνεῖ τῇ γραφῇ. τούτοις τοῖς πρω τοτοκίοις ἐτιμήθησαν οἱ υἱοὶ Ἰωσὴφ τοῦ σώφρονος παῖδες, ὅτι τε ἐν γυ ναικὶ τοῦ Ῥουβὴν ἀτιμωθέντος Ἰωσὴφ ἐν γυναικὶ τῇ Αἰγυπτίᾳ μὴ συνελθὼν ἐδοξάσθη καὶ ὅτι πρωτότοκος ἐκ Ῥαχήλ. τούτοις Ἰσραὴλ τὰς χεῖρας ἐναλλὰξ καὶ σταυροειδῶς ἐπιθείς, τῷ Μανασσῇ μὲν ἐκ δεξιῶν ἑστῶτι ὡς πρωτοτόκῳ τοῦ Ἰωσὴφ τὴν ἀριστεράν, τῷ δὲ Ἐφραὶμ τὴν δεξιάν, καίπερ ἐξ ἀριστερῶν ἑστῶτι, ὡς βʹ, προφητικοῖς ηὐλόγησεν ὄμμασί τε καὶ ἰδιοποιήσατο, φυλάρχους ἀναδείξας τοὺς δύο καὶ πατριάρχας ἀντὶ Ἰωσήφ. Οὗτος γὰρ καθ' ἑαυτὸν οὐκ ἐνηρίθμηται, ἀλλ' ἀντὶ τοῦ Λευὶ σὺν τῷ Ἐφραΐμ. ἡ γὰρ τοῦ Λευὶ φυλὴ ἱερατικὴ οὖσα τῶν ιβʹ χωρίς ἐστι καὶ καθ' ἑαυτήν. τιμῆς δὲ τοιαύτης ἠξιώθη, ὅτι τε ἀπὸ Ῥουβὴν τρίτος ὁ Λευὶ καὶ ὅτι κατὰ ἀναστροφὴν ἀπὸ τοῦ ὑστάτου πάντων Βενιαμὶν δέκατος εὑρεθεὶς ἐν τῷ καιρῷ τῆς ἀποδεκατώσεως πάντων τῶν προσόντων τῷ πατρὶ τῷ θεῷ ἀφιερώθη. φεύγων γὰρ τὸν Ἡσαῦ ὁ Ἰακὼβ ηὔξατο ὁπόσα ἂν κτήσαιτο ἀποδεκατώσειν κυρίῳ. Ἄλλως τε εἰ ἀπὸ τοῦ Ῥουβὴν ὁ δέκατος Ἀσὴρ ἱερώθη, παιδίσκης ἂν ἱεράτευεν ἐπονείδιστον γένος, ὅπερ οὐκ ἤρεσε τῷ θεῷ. μετὰ δὲ τὸ εὐλο 138 γῆσαι τὸν Ἰακὼβ τοὺς υἱοὺς Ἰωσήφ, προσκαλεσάμενος τοὺς υἱοὺς αὐτοῦ εὐλόγησε πάντας ἀπὸ Ῥουβὴν ἀρξάμενος. Ἐλθὼν δὲ ἐπὶ τὸν Ἰούδαν ὡς βασιλέα ηὐλόγησεν, ὅτι, φασί, καὶ αὐτὸς ἐν γυναικί, τῇ ἰδίᾳ νύμφῃ Θάμαρ, ἐδικαιώθη, ἀγνοίᾳ ἁμαρτήσας καὶ ἑαυτὸν κατακρίνας. ταύτην ἐκ γένους Ἀβραὰμ οὖσαν, ὥς τινες, ὁ Ἢρ υἱὸς Ἰούδα, ὡς ἐκ τῆς γῆς Χανανίτιδος, ὢν ἀνήρ, αὐτὸς πρῶτος οὐκ ἔγνω αὐτήν. ὁμοίως δὲ καὶ ὁ Αὐνὰν ὁ ἀδελφὸς αὐτοῦ τὸ ἴδιον σπέρμα ἠφάνιζε τῆς αὐ τῆς μητρός, παῖς ὢν Σαύας, ἥτις ἐκώλυσε καὶ τὸν Σηλὼμ ζευχθῆναι τῇ Θάμαρ, τῷ αὐτῷ μίσει κρατουμένη. Λευὶ ἐτῶν ρλζʹ ἐτελεύτησεν ἐν Αἰγύπτῳ τῷ κηʹ ἔτει τοῦ Ἄμβραμ πατρὸς Μωυσέως. τοῦ δὲ κόσμου ἦν ἔτος γχζʹ. Τῷ ξβʹ ἔτει Ἄμβραμ ἐγεννήθη Μαρία ἡ ἀδελφὴ Μωυσέως. τοῦ δὲ κό σμου ἦν ἔτος γψκδʹ. Τῷ οβʹ ἔτει Ἄμβραμ ἐγεννήθη Ἀαρών. τοῦ δὲ κόσμου ἦν ἔτος γψλδʹ. Τὸν δὲ Μωυσέα τεχθέντα μετὰ τριμηνιαῖον χρόνον οἱ γονεῖς ἐν θήβῃ κατησφαλτωμένῃ καταθέμενοι Ἄμβραμ καὶ Ἰωχάβετ ἡ μήτηρ πρὸς ταῖς ὄχθαις τοῦ ποταμοῦ, φόβῳ τοῦ προστάγματος Φαραῶ, μὴ ζωογονεῖσθαι πᾶν ἄρρεν Ἑβραίοις κελεύσαντος, ἔρριψαν, τοῦτο μὲν διὰ πολλὴν ἀστειότητα κατοκνοῦντες θανάτῳ τοιοῦτον κάλλος ἐξαφανίσαι, τοῦτο δ' ὅτι προκεχρη μάτιστο θεόθεν τὰ κατ' αὐτὸν τῷ πατρὶ θεοφιλεῖ ὄντι, καθώς τινες τῶν ἐκ περιτομῆς ἱστορήκασιν, ὅτι γε τοῦ Ἰσραὴλ καθηγήσεται καὶ ὅτι τὴν Αἰγυπτίων δυναστείαν θείῳ συντρίψει πολέμῳ. τοῦτον ἡ θυγάτηρ Φαραῶ περιτυχοῦσα κατά τινα θείαν πρόνοιαν καὶ τὸ κάλλος ἐκπλαγεῖσα τοῦ βρέ φους ἐν τῷ περιιέναι σὺν ταῖς ἄβραις τοὺς αὐτόθι λειμῶνας, πολλαῖς θηλαῖς ἀλλοτρίαις προσαγαγοῦσα, πάσας εὗρεν ἀποστρεφόμενον· τρο φῷ δὲ χρησαμένη τῇ ἰδίᾳ μητρὶ Ἰωχάβετ ὡς ἀλλοτρίᾳ, τῇ συμβουλῇ 139 Μαρίας τῆς ἀδελφῆς, ἣ καὶ παρείπετο σκοποῦσα ῥιφέντι τὸ ἐκβησόμενον, ὡς οἰκεῖον ἡ ἀλλοτρία τὸν παῖδα τροφεύεσθαι κελεύεται, μισθοὺς ὑπο σχομένη τῆς τιτθείας, Μωυσέα τε μετονομάζει μετὰ τὴν πρώτην ἡλικίαν ἀνδρυνθέντα, διότι, φησίν, «ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην», τὸν Μελχίαν ὑπὸ τῶν γονέων πρὶν κληθέντα. Ἦν δ' ἄρα διπλῆ τις καὶ ἀξία τῶν ἐπ' αὐτῷ πραχθέντων ἡ τηλικαύτη προσηγορία. Μελχίας γὰρ βασιλεὺς ἑρμηνεύεται· Μωυσῆς δὲ ἐκ τοῦ ὕδα τος τῇ ἱερᾷ παρ' Αἰγυπτίοις φωνῇ. Ὁ δὲ αὐτὸς υἱὸς τῇ θυγατρὶ Φαραῶ Θερμούθιδι, τῇ καὶ Φαρίῃ, βασιλίδι οὔσῃ εἰσποιηθεὶς καὶ πᾶσαν Αἰγυπτίων ἀσκηθεὶς παίδευσιν ὡς βασι λίδος υἱός, δικαίως ἂν κληθείη κατὰ κόσμον βασιλεὺς ἐξ ὕδατος, ἵνα τὰ μετὰ ταῦτα κατὰ τὴν ἐρυθρὰν ἐπ' αὐτῷ πραχθέντα περὶ τὴν τοῦ λαοῦ δι' αὐτῆς πορείαν καὶ τὸν ὄλεθρον Αἰγυπτίων ἐν αὐτῇ τις ἐάσας τὴν ἐν τοῖς βασιλείοις ἀναγωγὴν αὐτοῦ καταμάθοι καὶ ἔτι τὴν κατὰ τῶν Αἰθιό πων στρατηγικὴν εὐδοκίμησιν, ἔνθα φασὶ πολιορκηθῆναι τὴν Αἰθιόπων Σαβᾶ καλουμένην πόλιν παρ' αὐτοῦ καὶ προδοθῆναι τελείως ὑπὸ Θαρβῆς θυγατρὸς τοῦ τηνικαῦτα βασιλέως Αἰθιόπων, ἁλούσης τῆς κόρης τῷ Μωυσέως ἔρωτι. τοσαύτην γὰρ αὐτῷ μαρτυροῦσιν αἵ τε θεῖαι γραφαὶ αἵ τε λοιπαὶ ἱστορίαι καὶ πρὸ τῆς θεοπτίας τὴν ὡραιότητα, ὡς πάντας ὁρῶν τας αὐτὸν ἐπιλανθάνεσθαι καὶ καταλιμπάνειν τὸ ἐν χερσὶ σπουδαζό μενον. Ταύτῃ τοι καὶ ἡ θυγάτηρ Φαραῶ Θέρμουθις αὐτὸν υἱοθετήσατο, καὶ Θαρβῆ θυγάτηρ Αἰθιόπων βασιλέως ἐκπλαγεῖσα τὸ κάλλος αὐτοῦ τὴν εἰρημένην Σαβᾶ μητρόπολιν, ὡς Ἰώσηππος, προὔδωκεν, ἣν χρόνοις ὕστε ρον Καμβύσης ἑλὼν ὁ Κύρου Μερόην εἰς ὄνομα καλεῖσθαι τῆς ἀδελφῆς ἐκέλευσε. φασὶ δ' ὅτι ποτὲ τοῦτον ἡ θετὴ μητὴρ Φαρία προσαγαγοῦσα τῷ Φαραῷ τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον βασιλικὸν ἀφελὼν περιέθηκε τῷ Μωυσῇ νηπιάζοντι· τοῦτον δὲ ῥίψαντα καταπατῆσαι αὐτὸν λόγος. 140 Τὰ μέντοι τῶν Ἑβραίων ἄρρενα, φησὶν Ἰώσηππος, ἀναιρεῖσθαι προσέταξε Φαραῶ, δεινοῦ τινος Ἑβραίων ἱερογραμματέως πρόρρησιν εἰπόντος ἀκούσας, ὅτι γεννώμενον παιδίον τὴν Αἰγυπτίων ἀρχὴν καταλύσει. τοιαύ τη τις ἐκ βρέφους τῷ Μωυσῇ θεία χάρις προσῆπται καὶ δύναμις καὶ ἐν τοῖς Αἰγυπτίων βασιλείοις ἐξουσία ἕως τοῦ χρόνου τῆς ζωῆς Φαρίης καὶ Ἀμώσιος Φαραῶ, τοῦ κατὰ τινὰς μὲν πατρός, καθ' ἑτέρους δὲ ἀδελφοῦ αὐτῆς. ἄμφω γὰρ παῖδας αὐξηθῆναι βούλονται τοῦ πρὸ Ἀμώσιος, ἐφ' οὗ καὶ Μωυσέα γεννηθῆναι βεβαιοῦνται. Ἀλλ' ἡμῖν ἐπὶ Ἀμώσιος ἐπιλελόγισται ἔτη δύο αὐτοῦ κατὰ Ἴναχον πρῶτον Ἄργους βασιλέα, καθ' ὃν καὶ πάντες οἵ τε ἐκ περιτομῆς οἵ τε ἐκ χάριτος ἱστορικοί, Ἰώσηππος καὶ Ἰοῦστος, Κλήμης ὁ ἱερὸς στρωματεύς, Τατιανός τε καὶ Ἀφρικανὸς συνομολογοῦσι κατὰ Ἴναχον γεννηθῆναι Μωυσέα καὶ κατὰ Φορωνέα τὸν Ἰνάχου παῖδα καὶ Νιόβης ἀκμαῖον, κατὰ Ἄπιδα δὲ τῆς ἐξ Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ ἡγήσασθαι, τὰς ἀποδείξεις καὶ ἐκ τῶν παρ' Ἕλλησι δοκουμένων ὑποσχόντες ἱστορικῶν, οἷς μόνος ὁ Καισαρεὺς Εὐσέβιος καὶ ἑαυτῷ ἀντιπίπτων χρόνοις ὕστερον κατὰ Κέκροπα τὸν διφυῆ, πρῶτον Ἀθήνησι βασιλέα, μετὰ Ὤγυγον καὶ τὸνἐπ' αὐτοῦ κατακλυσμὸν ἔφη γενέσθαι Μωυσέα, καίτοι τῶν εἰρημένων ἐπιμνησθεὶς σοφωτέρων ἀνδρῶν· πρὸς ὃν ἐν τοῖς προλαβοῦσιν ἀρκούντως οἶμαι τῆς ἀληθείας ἡμῖν ὁ λόγος διήνυσται καὶ περιττὸν ἐνταῦθα ταυτο λογεῖν. Μωυσῆς οὖν ἀνδρωθεὶς καταλιμπάνει τὴν ἀνθρωπίνην πᾶσαν εὐημε ρίαν καὶ πρὸς τοὺς ὁμοφύλους χωρεῖ κακοχουμένους. καὶ κατανοήσας δέ ποτε τύπτοντα Αἰγύπτιόν τινα τῶν Ἑβραίων, πατάξας τῇ ἄμμῳ κρύβει. Αὖθίς τε δυσὶ μαχομένοις Ἑβραίοις πειρασθεὶς καταστεῖλαι τὴν μάχην, φονεὺς τοῦ χθὲς ἀναιρεθέντος Αἰγυπτίου δημοσίως ἐλέγχεται πρὸς τοῦ Ἑβραίου, καὶ ὁ λόγος ἐπὶ τὸν κρατοῦντα τῆς Αἰγύπτου χωρεῖ. κἀντεῦθεν εἰς γῆν Μαδιὰμ ὑποχωρεῖ, μείζονος φιλοσοφίας ἀρχὴν ἐσχηκὼς τὴν ἐρημικὴν καὶ διεζευγμένην ζωὴν τῶν πολλῶν. ταύτῃ καθαρθεὶς ἕως πʹ

Intertext edge

Open linked passage

Note