Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 141 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
141.1.1
αὐτοῦ τῆς ζωῆς ἔτους, ἀπὸ μʹ τῆς ζωῆς ἔτους ποιμαίνων κατὰ τὸ Σιναῖον ὄρος, θεοφανείας τινὸς ἐν σταθηρᾷ μεσημβρίᾳ καταξιοῦται φοβερᾶς, κρείτ τονι φωτὶ τοῦ ἡλιακοῦ τὰς ὄψεις καταυγασθείς. Ἐφ' ᾧ θαμβηθεὶς θάμνον ἀτενίσας ὁρᾷ βάτου πυροειδῶς ἐξάπτοντα καὶ τοῖς κλάδοις ὡς ἐν δρόσῳ συνθάλλοντα. πρὸς οἷς τὴν ἀκοὴν φωνῇ καλούσῃ μειζόνως ἐκπλαγεὶς ἀνυπόδετος καὶ ἀβαρὴς δερματίνων περιβόλων προσ βῆναι τῷ ὄρει καὶ τῆς γῆς, ὡσεὶ τηλικούτῳ φωτὶ περιήστραπτο, προσ ψαῦσαι κελεύεται. καὶ δὴ προσελθὼν εὐλαβείᾳ πολλῇ τὰς ὄψεις ἐπὶ θείοις αὐτῷ ῥήμασι λαλουμένοις ἀποστρέφεται, καὶ τὴν ἡγεμονίαν τῶν ὁμοφύ λων μετὰ πλείστην παραίτησιν ἐγχειρίζεται. σημείοις δὲ καὶ τέρασι καθ οπλισθεὶς εἰς Αἴγυπτον ἅμα δυσὶ παισὶ καὶ γυναικὶ κάτεισιν, ᾧτινί τις ἄγγελος ἐπιστὰς λέγεται θάνατον ἀπειλεῖν, ὃν ἱλεώσατο καίπερ οὖσα ἀλλόφυλος ἡ γυνὴ τῷ τῆς περιτομῆς αἵματι τοῦ παιδός· συναντήσας δ' αὐτῷ Ἀαρὼν θεόθεν σταλεὶς κοινολογεῖται περὶ τῆς τοῦ λαοῦ συνελεύ σεως εἰς μίαν ἐκκλησίαν καὶ περὶ τῶν λαληθησομένων αὐτοῖς ὡς ἐκ θεοῦ ῥημάτων, ὅσα τε περὶ τῆς ἐλευθερίας ἐχρῆν ἀγγελθῆναι τοῖς χρόνῳ πολλῷ πεποιηκόσιν, οὔτε γεγονότος, καὶ τῶν περὶ τὴν ῥάβδον καὶ τὴν χεῖρα Μωυσέως ἀπολευκουμένην καὶ αὖθις ἀποκαθισταμένην θαυμάτων καὶ πο τάμιον ὕδωρ αἱματούμενον, πρὸς αὐτὸν ἤδη λοιπὸν ἠγωνίζετο Φαραῶ. εἰς γὰρ τὸν λεγόμενον Μισφραγμούθωσιν ἐλθόντες καὶ τοὺς θείους παρρησίᾳ ποιούμενοι διεδείκνυντο λόγους· ἐφ' οἷς χαλεπήνας ὁ τύραννος ἐπέτεινε τοῖς Ἰσραηλίταις τὴν κάκωσιν, ἀντισοφισάμενος μὲν καὶ διὰ γοητικῆς μαγγανείας φαντασίᾳ μόνῃ καὶ οὐκ ἐνεργείᾳ τοῖς εὐεξαπατήτοις τὸν νοῦν παραδεικνύσης, αἰσχυνθεὶς δὲ σὺν τοῖς γόησι καταβρωθεισῶν αὐτοῖς τῶν ῥάβδων ὑπὸ τῆς ῥάβδου Μωυσέως. 142 Ὁρῶν δ' αὐτὸν ὁ Μωυσῆς ἀπειθοῦντα τῷ θεῷ σὺν τοῖς περὶ αὐτὸν πρώ την ἐπάγει κοινὴν τῷ ἔθνει πληγήν, αἷμα τὸ πᾶν ὕδωρ προστάγματι ποιήσας θεοῦ, ὡς καὶ τὴν γῆν ὅλην Αἰγύπτου καὶ τοὺς λίθους καὶ τὰ ξύλα τοῦ αἵματος γέμειν. Μωυσῇ δὲ καὶ Ἀαρὼν καὶ τοῖς Ἑβραίοις ἐπίνετο τὸ ὕδωρ. ἔνθεν γὰρ καὶ τοῖς γόησιν ἀντεσοφίσθη τὸ παρὰ τοῖς Ἑβραίοις εὑρισκόμενον ὕδωρ αἷμα δοκεῖν φαίνεσθαι. Τὸ δ' αὐτὸ νοητέον καὶ ἐπὶ τῆς δευτέρας πληγῆς τῶν βατράχων, Αἰγυ πτίους μὲν πάντας τῷ πάθει μαστίζεσθαι, μόνην δὲ τὴν Ἑβραίων ζωὴν καθαρεύειν τοῦ μύσους. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν σκνιπῶν καὶ τῆς κυνο μυίας, τοῦ τε θανάτου τῶν κτηνῶν καὶ τῶν ἐπὶ τῷ αἰθαλώδει κονιορτῷ φλυκτίδων, τῆς χαλάζης μετὰ βροντῶν διαφθειρούσης, τῆς ἀκρίδος, τοῦ ψηλαφητοῦ σκότους, καὶ ἐπὶ πᾶσι τοῦ θανάτου τῶν πρωτοτόκων ἔν τε ἀνθρώποις, ἕως αὐτοῦ Φαραῶ, καὶ ἐν κτήνεσιν· ὃν ἔφυγον τῇ προχύσει τοῦ αἵματος ἐπὶ τῶν σταθμῶν καὶ τῆς φλιᾶς. σκυλεύσαντες δὲ Αἰγυπτίους ἐξῆλθον κατὰ τὴν αὐτὴν νύκτα ἐκ Ῥαμεσσῆ εἰς Σοκχὼθ ἔτει παʹ Μωυσέως ἀρχομένῳ. Τῶν δὲ χρόνων ἡ τάξις ἀπὸ πρώτου Μωυσέως ἑξῆς ἐν τῷ κανόνι συν τέτακται. ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων ιγʹ ἐβασίλευσεν Ἀσχάλιος ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχζʹ. Ἀσσυρίων ιδʹ ἐβασίλευσε Σφαῖρος ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψιηʹ. Ἀσσυρίων ιεʹ ἐβασίλευσε Μάμυλος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψμʹ. Ἀσσυρίων ιςʹ ἐβασίλευσε Σπαρθέως ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψοʹ. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων λʹ ἐβασίλευσε Σέθως ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γχλζʹ. Αἰγυπτίων λαʹ ἐβασίλευσε Κήρτως ἔτη κθʹ κατὰ Ἰώσηππον, κατὰ δὲ τὸν Μανεθῶ ἔτη
141.2.1
τοῦ δὲ κόσμου ἦν ἔτος γχπζʹ. 143 Αἰγυπτίων λβʹ ἐβασίλευσεν Ἀσῆθ ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψιςʹ. Οὗτος προσέθηκε τῶν ἐνιαυτῶν τὰς εʹ ἐπαγομένας, καὶ ἐπὶ αὐτοῦ, ὥς φασιν, ἐχρημάτισεν τξεʹ ἡμερῶν ὁ Αἰγυπτιακὸς ἐνιαυτός, τξʹ μόνον ἡμε ρῶν πρὸ τούτου μετρούμενος. ἐπὶ αὐτοῦ ὁ μόσχος θεοποιηθεὶς Ἆπις ἐκλήθη. Αἰγυπτίων λγʹ ἐβασίλευσεν Ἄμωσις ὁ καὶ Τέθμωσις ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
141.3.1
ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ. Θηβαίων λαʹ ἐβασίλευσε Πετεαθυρῆς ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψκςʹ. Θηβαίων λβʹ ἐβασίλευσε Ἀμμενέμης ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψμβʹ. Θηβαίων λγʹ ἐβασίλευσε Ἀμμενέμης βʹ ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
141.4.1
Θηβαίων λδʹ ἐβασίλευσε Σιστοσιχερμῆς Ἡρακλῆς κραταιὸς ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψζαʹ. Θηβαίων λεʹ ἐβασίλευσε Μάρης ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωμςʹ. Θηβαίων λςʹ ἐβασίλευσε Σιφόας ὁ καὶ Ἑρμῆς, υἱὸς Ἡφαίστου, ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωπθʹ. ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων ιδʹ ἐβασίλευσε Μαραθώνιος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωλεʹ. Σικυωνίων ιεʹ ἐβασίλευσε Μαράθιος ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωξεʹ. Σικυωνίων ιςʹ ἐβασίλευσε Κόραξ ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωπεʹ. 144 Σικυωνίων ιζʹ ἐβασίλευσεν Ἐποπεὺς ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ ιεʹ. Σικυωνίων ιηʹ ἐβασίλευσε Λαομέδων ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ μζʹ. ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Δευτέρα μετὰ τὴν Σικυωνίων βασιλείαν κατὰ τὴν Εὐρώπην λέγεται γενέσθαι καὶ αὕτη ἀρχαιοτάτη τῶν Ἀργείων χρόνοις ὕστερον ὀνομαζομέ νων ἀπό τινος Ἄργου βασιλεύσαντος. ταύτης πρῶτος Ἴναχος ἐβασίλευσεν ἔτη νʹ, ἀφ' οὗ καὶ ἡ χώρα πρῶτον Ἰναχία ἐλέγετο ἕως Ἄργου. βασιλεύει δὲ Ἴναχος κατὰ Βασχάλεον ιγʹ βασιλέα Ἀσσυρίων ἔτους αὐτοῦ γʹ, τῆς δὲ Ἀσσυρίων ἀρχῆς ἔτη υνγʹ, καθ' ὃν Αἰγύπτου μὲν Κήρτως, Σικυωνίων δὲ Πλημναῖος ἐβασίλευσεν. ὁ δὲ χρόνος τῆς αὐτοῦ βασιλείας ἀσύμφωνος φέρεται παρ' Ἕλλησι διὰ τὴν ἀρχαιότητα, καθάπερ τῶν λοιπῶν. ἔστι δὲ κατὰ τοὺς πολλοὺς ἀπὸ μὲν τοῦ πρώτου Ἰνάχου ἕως τοῦ θʹ Σθενέλου ἐτῶν υιγʹ. τὸν δὲ Σθένελον Δαναὸς ἐκβαλὼν ἐκράτησε τοῦ Ἄργους, ὡς μαρτυροῦσι πάντες ἱστορικοί, σὺν τοῖς ἀπογόνοις ἔτη ρξβʹ. ὁμοῦ ἔτη φοεʹ ἀπὸ Ἰνάχου ἐπὶ Ἀκρίσιον εʹ ἀπὸ Δαναοῦ βασιλέως τοῦ Ἄργους. Μετὰ δὲ Ἀκρίσιον ἔσχατον τῶν Δαναϊδῶν εἰς Μυκήνας μετετέθη ἡ βασι λεία τῶν Ἀργείων κατὰ Εὐρυσθέα τὸν Σθενέλου τοῦ Περσέως. καὶ διε δέξαντο τὴν βασιλείαν οἱ Πελοπίδες ὧν πρῶτος ἐβασίλευσε Πέλοψ, ἀφ' οὗ καὶ ἡ χώρα Πελοπόννησος. οὗτος Ὀλυμπίων προέστη. βασιλεύει δὲ ἔτη νγʹ. ἐν δὲ τοῖς πρὸ αὐτοῦ ἔτεσι διαφωνεῖται ἔτη κζʹ, κατὰ Οἰνόμαον ἴσως ὑπονοούμενα, μετατεθείσης τῆς ἀρχῆς εἰς Μυκήνας μετὰ Ἀκρίσιον ἐπὶ Εὐρυσθέως, ὃν οἱ μὲν πρὸ Πέλοπος ἔτη φασὶ βασιλεῦσαι πγʹ, οἱ δὲ μετὰ Πέλοπα ἔτη
141.5.1
Εἶτα Πελοπίδες· μετὰ Πέλοπα Ἀτρεὺς καὶ Θυέστης ἔτη ξεʹ, μεθ' οὓς Ἀγαμέμνων Ἀτρέως παῖς ἔτη σὺν ἀδελφῷ Μενελάῳ κατὰ μὲν τινὰς λγʹ, κατὰ δὲ ἄλλους λʹ ἢ καὶ
141.6.1
Αἴγισθος ζʹ ἢ ιζʹ. Ὀρέστης Ἀγαμέμνονος υἱὸς καὶ Πένθιλος καὶ Κομήτης ἔτη νηʹ.