Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 147 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
147.1.1
ΚΟΣΜΟΥ ΕΤΗ Μωυσέως ἔτη ρκʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψλζʹ. Τῷ γωιςʹ ἔτει τοῦ κόσμου, Μωυσέως πʹ, πληρωθέντι καὶ ἀρξαμένῳ παʹ, πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, κατὰ τὴν σελήνην ιδʹ, μεσούσης τῆς νυκ τός, κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραῶ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἕως πρωτοτόκου τῆς αἰχμαλω τίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους. καὶ ἀνέστη Φαραῶ καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι, καὶ ἐγενήθη κραυγὴ μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτῳ. οὐ γὰρ ἦν οἰκία ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκός. καὶ ἐκάλεσε Φαραῶ Μωυσῆν καὶ Ἀαρὼν νυκτός, καὶ εἶπεν αὐτοῖς· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ λαοῦ ὑμεῖς καὶ οἱ υἱοὶ Ἰσραήλ· βαδίζετε καὶ λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν, καθὰ λέγετε. καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε, καθάπερ εἰρή κατε. εὐλογήσατε δὴ κἀμέ. Καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς. εἶπον γὰρ ὅτι «πάντες ἡμεῖς ἀποθνήσκομεν.» ἀνέλαβε δὲ ὁ λαὸς τὸ στέας αὐτῶν πρὸ τοῦ ζυμωθῆναι, τὰ φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων αὐτῶν, καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν. καὶ κύριος ἔδωκε χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων. καὶ ἔχρησαν αὐτοῖς, καὶ ἐσκύλευ σαν τοὺς Αἰγυπτίους. Ἀπάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσῆ εἰς Σοκχὼθ εἰς χʹ χιλιάδας πεζῶν οἱ ἄνδρες πλὴν τῆς ἀποσκευῆς, καὶ ἐπίμικτος πολὺς συνανέβη αὐ τοῖς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα. καὶ ἔπεψαν τὸ στέας, ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας ἀζύμους· οὐ γὰρ ἐζυμώθη. ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, καὶ οὐκ ἠδυνήθησαν ἐπιμεῖναι, οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν. Ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν κατῴκησαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναάν, ἔτη υλʹ. καὶ ἐγένετο μετὰ υλʹ 148 ἔτη ἐξῆλθε πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου. νυκτὸς προφυλακή ἐστι κυρίῳ, ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. ἐκείνη ἡ νὺξ αὐτὴ προφυλακή ἐστι τῷ κυρίῳ, ὥστε εἶναι πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ εἰς γενεὰς αὐτῶν. Τούτους ὁ θεὸς ἐξαγαγὼν ἐξ Αἰγύπτου οὐκ ἤγαγε τὴν σύντομον ἐπὶ Φυλιστιεὶμ ὁδόν, ἢ τὴν διὰ μέσου τῆς Σερβωνίδος λίμνης καὶ τῆς κατ' Αἴ γυπτον θαλάσσης ἔτι συντομωτέραν, ἀλλὰ κύκλῳ διὰ νοτιωτέρας γῆς καὶ θαλάσσης ἐρυθρᾶς, ὡς ἂν μὴ παλινδρομήσωσι μεταμεληθέντες εἰς Αἴγυ πτον οἱ ἀπειθεῖς. Τριῶν δὲ ἡμερῶν ἀποστᾶσιν αὐτοῖς Αἰγύπτου ἐκ Ῥαμεσσῆ εἰς Σοκχὼθ καὶ ἐκ Σοκχὼθ εἰς Νονθὼμ παρὰ τὴν ἔρημον καὶ ἀπὸ Νονθὼμ ἀνὰ μέ σον Μαγδώλου καὶ ἀνὰ μέσον θαλάσσης ἐρυθρᾶς ἀπέναντι τῆς ἐπαύλεως καὶ ἐξ ἐναντίας Βεελσεφὼν ἔδοξαν Αἰγυπτίοις πλανᾶσθαι, καίτοι στύλῳ πυρὸς ὁδηγούμενοι νυκτός, ἡμέρας δὲ στύλῳ νεφέλης, οὐ τῆς συνήθους ἐξ ἀτμῶν καὶ ἀναθυμιάσεων συνισταμένης, συμπηλουμένου τοῦ ἀέρος ἐξ ὀμιχλώδους συστάσεως τοῖς πνεύμασι πρὸς ἑαυτόν, ἀλλ' ἄλλης τινὸς ὑψηλοτέρας τῆς ἀνθρωπίνης ἐννοίας θαυμαστῶς ἐπιτειχιζούσης αὐτοῖς, ἡμέρας τὴν τῆς ἡλιακῆς ἀκτῖνος φλόγωσιν, πολλὴν οὖσαν κατὰ τὴν οἴκησιν τῆς χώρας ἐκείνης, καὶ δροσοειδῶς σκιαζούσης τὸν λαόν, ἀφ' ἑσπέρας δὲ ἕως ὄρθρου καταλαμπούσης, ὑφ' ἧς ὁδηγούμενοι πρὸς τὸ ἐρυθραῖον ἦλθον πέλαγος. Τούτους Φαραῶ σὺν ἅρμασι καὶ ἵπποις καὶ τοῖς ἐκλεκτοῖς Αἰγύπτου τριστάταις καταλαβὼν μέσους ἔσχεν αὐτοῦ καὶ τῶν θαλαττίων ὑδάτων πάσης φυγῆς ἠπορημένους, βοῶντας δὲ μόνον πρὸς κύριον, ὡς τὰ λόγια, καὶ Μωυσέως καταγογγύζοντας, ὅτι γε συμφερούσης δουλείας ἀπήλλαξε καὶ ἐρημοταφεῖς κατέστησεν· ἀλλὰ θαρρεῖν αὐτοὺς παραινέσας τοῖς χεί λεσι, κατὰ νοῦν δὲ σφόδρα πονούμενος, ἔπληξε ῥάβδῳ τὴν θάλασσαν, ὡς ὑπὸ θεοῦ προστάττεται, κατὰ τὴν ἑωθινὴν τῆς νυκτὸς ὥραν, καὶ τὸν λαὸν ὡς ἐν ἠπείρῳ δι' αὐτῆς διαβιβάσαι, τῆς ἡμέρας ἤδη καταυγαζούσης· ὃ δὴ καὶ γέγονε. πλήξαντος γὰρ Μωυσέως κατάκρουτον αἰγιαλὸν τοῦ ὕδα τος τὸ πᾶν ὑπερράγη πέλαγος ἕως ἄκρου τῆς ἀντικειμένης ὄχθης, συμ 149 πεπηγότων καὶ τῶν κυμάτων τοῖς ὕδασιν, οἷόν τι συμβαίνειν φιλεῖ περὶ τὴν θερμὴν ὕαλον, εἰ κατὰ ἓν ῥαγείη μέρος, πρὸς τὸ ἕτερον πέρας ἡ ῥῆξις εὐθυτόμως διεξέρχεται. οὕτω τε σὺν τῷ πλήθει ποσὶ διῆλθεν ἀβρόχοις πυθμένα, θαλαττίων τείχεσιν ὑδάτων καὶ κυμάτων περιφρουρούμενος. Οἱ δὲ Αἰγύπτιοι, τοῦ θεοῦ συντάξαντος αὐτοῖς τὴν παρεμβολὴν ἐν στύλῳ πυρὸς καὶ νεφέλης, ἤτοι βρονταῖς καὶ ἀστραπαῖς ὄμβροις τε καὶ χαλάζαις, ἔφυγον ὑπὸ τὸ ὕδωρ τῆς ἐρυθρᾶς θαλάσσης, καὶ ἐξετίναξε κύριος ὁ θεὸς πάντας τοὺς Αἰγυπτίους ἐν αὐτῇ σὺν τῷ Φαραῷ, Μωυσέως ἐπιστραφέντος καὶ ἐγκαρσίως τῇ ῥάβδῳ πλήξαντος τὰ ὕδατα σταυρικῷ τύπῳ προστάξει θεοῦ· φασὶ δέ τινες προεκβρασθέντας Αἰγυπτίους νεκροὺς ἐνόπλους εὑρε θῆναι, οὓς Ἰουδαῖοι διαβάντες ἐσκύλευσαν πρὸς τῷ πέρατι τῆς ἐρυθρᾶς. Ἐξάραντες δὲ ἀπὸ τῆς ἐρυθρᾶς ἦλθον ὁδὸν ἡμερῶν γʹ εἰς ἔρημον Σοῦρ ἄνυδρον δίψει φρυγόμενοι, ἔνθα πάλιν Μωυσέως καταστασιάζουσι ὕδατι πικρῷ λίμνης τινὸς ἀπότου παρεμβάλλοντες, Μερρᾶς διὰ τοῦτο καλουμέ νης, ἧς τὸ πικρὸν ξύλου τινὸς ἐμβολῇ Μωυσῆς ἰάσατο θεόθεν ὑποδειχθέν τος εἰς τύπον τοῦ ζωοποιοῦ ξύλου τοῦ σταυροῦ. ἐκεῖθεν ἦλθον εἰς Ἐλείμ, τῆς νεφέλης μετανισταμένης αὐτοῖς ἑκάστοτε κατὰ βούλησιν θεοῦ καὶ πάλιν ἱσταμένης κατὰ τοὺς τόπους τῆς ἀναπαύσεως, σημαινούσης τε τῇ στάσει τὰς μονὰς καὶ τῇ κινήσει τὰς μεταστάσεις ἀεὶ παρ' ὅλον τὸν χρό νον τῆς ἐν ἐρήμῳ διατριβῆς. Εὗρον δὲ εἰς Ἐλεὶμ ιβʹ πηγὰς ὑδάτων ποτίμων καὶ φοίνικας οʹ. τύποι δὲ τῶν τοῦ σωτῆρος ἡμῶν ἦσαν αὗται μαθητῶν, οἵτινες τοῖς θείοις νάμασι τῆς εὐαγγελικῆς διδασκαλίας τὸν νοητὸν κατήρδευσαν Ἰσραὴλ σὺν τοῖς οʹ συμφοιτηταῖς καθ' ὅλην διασπαρεῖσι τὴν οἰκουμένην ὑπὸ τῶν ιβʹ. ἀπὸ δὲ Ἐλεὶμ ἦλθον ἐν τῇ ἐρήμῳ Σινᾷ. αὕτη μέσον Ἐλεὶμ καὶ ὄρους Σινᾶ κεῖται. ἐνταῦθα κατεβόων Μωυσέως καὶ Ἀαρὼν λέγοντες· ὤφελον ἐν Αἰγύ πτῳ πληγαῖς θεοῦ τεθνήκαμεν ἀπολαύοντες τῶν ἐν αὐτῇ κρεῶν καὶ ἄρ των. δίδοται δ' αὐτοῖς ἄρτος οὐκ ἐκ γῆς, ἀλλ' ἀπ' οὐρανοῦ δροσοειδῶς καταρρέων καὶ κρυσταλλοειδῶς πηγνύμενος, ἐμφερὴς κορίου σπέρματι 150 λευκῷ κατὰ τὸν ὄρθρον· τὸ δὲ γεῦμα ὡς ἐγκρὶς ἐν μέλιτι. ὅπερ ἀγνοοῦντες οἱ ἀπειθεῖς ἠρώτων «τί ἐστι;» πρὸς ἀλλήλους· διὸ καὶ μάννα κέκληται. μέ τρον ἑκάστῳ τῆς συλλογῆς πρὸς θεοῦ ὥριστο γομόρ, τῷ δυνατῷ καὶ ἀδυ νάτῳ, ὅπερ ὁ πλέον συλλέξας τὸ αὐτὸ μέτρον ἔχων ηὑρίσκετο καὶ ὁ ὀλίγον ὁμοίως. τῷ γὰρ πλεονάζοντι παραδόξως ἠλαττοῦτο καὶ τῷ λειπομένῳ προσετίθετο. τούτου μοῖρα φυλαττομένη εἰς αὔριον εἰς φύσιν σκωλήκων μετεποιεῖτο χωρὶς τῆς ἡμέρας τῶν σαββάτων, ὃ καὶ παραδοξότατον ἦν. τὸ γὰρ αὐτὸ συλλεγόμενον καὶ ἴσον ταῖς ἄλλαις ἡμέραις ἐν τῇ πρὸ τῶν σαββάτων ἡμέρᾳ διπλοῦν ἐγένετο ταῖς δύο ἡμέραις ἐπαρκοῦν, τῇ παρα σκευῇ τε καὶ τῷ σαββάτῳ, μηδ' ὅλως διαφθειρόμενον. ἐτύπου δὲ καὶ τοῦτο τὸ ἀδιάφθορον τοῦ δεσποτικοῦ σώματος κατὰ τὸν καιρὸν τῆς ὑπὲρ ἡμῶν αὐτοῦ ταφῆς, σταυρῷ μὲν καὶ τοῖς ἥλοις καὶ τῇ λόγχῃ φυσικῶς πεπονθὸς ὁμοιοπαθῶς ἡμῖν τὰ τῆς φθορᾶς νύγματα δι' οἶκτον χωρὶς πάσης ἁμαρ τίας, διαφθορὰν δὲ καὶ διάλυσιν μηδ' ὅλως ὑπομεμενηκός. ἔχει μέντοι καὶ ἄλλους λόγους μυστικῶς εἰκονίζοντας τόδε τὸ μάννα, τήν τε πάναγνον θεομήτορα καὶ τὸν κατ' ἀρετὴν βίον, περὶ ὧν οὐ πρόκειται νῦν λέγειν. τοῦτο μὲν οὖν τὸ μάννα κομισθὲν ἐκ τῆς Παρθικῆς εἶδον ἐγὼ καὶ μετέσχον αὐτοῦ, τῆς αὐτῆς γεύσεως ὄν, ἀλλ' οὐχ οὕτω πλουσίως οἷον ὤφθη ποτέ, οὐδὲ κατὰ τήνδε τὴν ἔρημον. κατὰ δὲ τὰς ἑσπέρας αὐτοῖς εἶδος πετεινῶν ἀνέβαινε καὶ ἐκάλυπτε τὴν παρεμβολήν, ὀρτυγομήτρα λεγόμενον, πρὸς βρῶσιν. ἔφαγον τοίνυν τὸ μάννα τεσσαράκοντα ἔτη πολλάκις αὐτὸ βδε λυξάμενοι ὡς διάκενον ἄρτον οἱ τῶν θείων ἀνάξιοι παροχῶν. ἀπέθετο δὲ καὶ Ἀαρὼν ἐν στάμνῳ χρυσῇ γομὸρ τοῦ μὰν ἐναντίον τοῦ θεοῦ εἰς τὰς γενεὰς αὐτῶν, ὃν τρόπον κύριος συνέταξε τῷ Μωυσῇ. Ἀπὸ τῆς ἐρήμου Σινᾶ ἀπάραντες διὰ ῥήματος κυρίου ἦλθον εἰς Ῥαφι δεὶν ἄνυδρον τόπον, ἔνθα λοιδορηθεὶς Μωυσῆς σφόδρα πρὸς τοῦ λαοῦ εὐξάμενος τῷ θεῷ χρησμοδοτεῖται πατάξαι ῥάβδῳ τὴν πέτραν καὶ δοῦναι τοῖς παραπικρασταῖς ὕδατα. καὶ ἐπωνόμασε τὸν τόπον πειρασμὸς καὶ λοι 151 δόρησις. ἔνθα Ἀμαλὴκ ἐλθὼν ἐπολέμησε τὸν Ἰσραήλ, οἷς ἐπιπέμψας Μωυσῆς Ἰησοῦν τὸν τοῦ Ναυῆ, καλούμενον Αὐσῆ πρὸ τούτου, μετὰ δυνάμεως ἐκ λεκτῆς στρατηγόν, αὐτὸς τῇ τῶν χειρῶν ἐκτάσει σταυροειδῶς τυπούμενος προσανεῖχε τῷ θεῷ. μέχρι μὲν οὕτω ταύτας ἐτύπου Μωυσῆς ἐπαίρων εἰς ὕψος, ἐκράτει τῶν ἐναντίων ὁ Ἰσραήλ, ἡνίκα δ' ἂν καθῆκε ταύτας διὰ βάρος, ἡττῶντο. τότε ἐπικαθίσας λίθῳ ὑπὸ Ἀαρὼν καὶ Ὢρ ἕως ἡλίου δυσμῶν τὰς χεῖρας ἐξέτεινε στηριζόμενος· καὶ Ἰησοῦς ἅπαντα τὸν Ἀμαλὴκ ἐν φόνῳ μαχαίρας ἐτροπώσατο, τῇ τῆς νίκης αἰτίᾳ σταυροειδεῖ τῶν χει ρῶν ἐκτάσει τοῦ νομοθέτου τροπαίῳ χρησάμενος. Τότε Ἰοθὼρ ὁ τοῦ Ῥαγουὴλ γαμβρὸς Μωυσέως παρεγένετο πρὸς αὐτὸν σὺν γυναικὶ αὐτοῦ Σεπφώρᾳ καὶ δυσὶ παισὶν ἐξ αὐτῆς τεχθεῖσι τῷ Μωυσῇ κατὰ τὴν ἔρημον Μαδιὰμ τῆς εὐδαίμονος Ἀραβίας πλησιάζουσαν τῷ ὄρει Σινᾷ, περὶ οὗ καὶ ὁ θεῖος ἀπόστολος ἔφη. «τὸ δὲ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν Ἀραβίᾳ, ἥτις ἐστὶ διαθήκη εἰς δουλείαν γεννῶσα.» ὀνόματα δὲ τοῖς παισὶν ἦν Γηρσὰμ καὶ Ἐλίεζερ· τούτοις οὐδὲν ἄξιον μνήμης πέπρακται. Ἀκούσας δὲ Ἰοθὼρ τὰ κατ' Αἴγυπτον καὶ τὴν ἐρυθρὰν θαύματα ἐξέστη καὶ εὐλόγησε τὸν θεόν, θύσας αὐτῷ ὁλοκαυτώματα. καὶ συνεστιαθεὶς Μωυσῇ καὶ Ἀαρὼν καὶ πᾶσι τοῖς πρεσβυτέροις Ἰσραήλ, περί τε δικαστηρίων χρηστὰ συμβουλεύσας ἀνέζευξεν εἰς Μαδιὰμ προπεμφθεὶς ὑπὸ Μωυ σέως. Τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου τῇ ἡμέρα ταύτῃ ἦλθον εἰς τὴν ἔρημον τὴν Σινά, καὶ παρέβαλλεν ἐκεῖ Ἰσραὴλ κατέναντι τοῦ ὄρους, καὶ Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ θεοῦ. τότε μυσταγωγηθεὶς Μωυσῆς τὰ πρὸς τὸν λαὸν καταβὰς ἀπήγγειλε τοῖς πρεσβυτέροις, τῶν δὲ συνθεμένων ὑπείκειν θεῷ κατὰ πάντα, ἀνήγαγε πρὸς τὸν θεὸν τοὺς λόγους αὐτῶν. καὶ καταβὰς πάλιν διεμαρτύρατο τῷ λαῷ πάντων μολυσμῶν καθαρθῆναι καὶ περιρραντισμοῖς ἀφαγνίσασθαι τρισὶν ἡμέραις ἀπεχομένους καὶ τοῦ γάμου. τῇ δὲ τρίτῃ ἡμέρᾳ πρὸς ὄρθρον φωναὶ καὶ ἀστραπαὶ γεγόνασι καὶ νεφέλη γνοφώδης ἐπὶ τοῦ ὄρους, ὡς ἀφανὲς ἐν κύκλῳ τοῦ ὄρους εἶναι τῷ γνόφῳ συνειλημμένον φοβεράν τε 152 τὴν θέαν ἐμποιεῖν τοῖς ὁρῶσι καπνιζόμενον κύκλῳ πυρὶ καὶ σάλπιγγος καταπλήκτῳ φωνῇ περιηχούμενον. ἐφ' οἷς ἅπας ἐξέστη ὁ λαὸς αὐξανο μένης σφόδρα τῆς φωνῆς τῆς σάλπιγγος ἐπὶ τῇ καταβάσει τοῦ θεοῦ ἐπὶ τοῦ ὄρους, Μωυσέως τε διαλεγομένου καὶ τοῦ θεοῦ ἀποκρινομένου. τότε ἐλάλησε κύριος πρὸς Μωυσῆν τὴν νομικὴν δεκάλογον. αʹ Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου. βʹ Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις ἑαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα. γʹ Οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ κενῷ. οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. δʹ Μνήσθητι τῇ ἡμέρᾳ τῶν σαββάτων ἁγιάζειν αὐτήν. εʹ Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς. ςʹ Οὐ μοιχεύσεις. ζʹ Οὐ φονεύσεις.
147.2.1
Οὐ κλέψεις. θʹ Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου. ιʹ Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σού ἐστιν. Αὕτη ἡ δεκάλογος γενικῶν ἐντολῶν ἐστι διάταξις. Ταῦτα τὰ θεῖα διδάγματα φοβερᾷ τινι ἐνάρθρῳ φωνῇ διατέτακται, ὁρῶν τος τοῦ λαοῦ καὶ ἀκούοντος, ἧς τὸ κατάπληκτον καὶ ἀκοαῖς δυσάντητον μὴ φέροντες ᾔτησαν διὰ Μωυσέως τὰ λοιπὰ τῶν ἐφεξῆς ἰδικῶς αὐτοῖς ἐν πεντήκοντα κεφαλαίοις νομοθετηθέντα λαληθῆναι. Ἦσαν δὲ περί τε οἰκετῶν καὶ φόνων ἑκουσίων καὶ ἀκουσίων, ἀτιμίας γονέων καὶ κακολογίας, κλοπῆς, πατάξεως ἐν μάχαις πρὸς ζωὴν καὶ πρὸς θάνατον, ἐλευθέρων πρὸς ἐλευθέρους καὶ δεσπότου πρὸς δοῦλον καὶ ἀν 153 δρῶν πρὸς ἔγκυον γυναῖκα, καὶ ἐκβολῆς ὀφθαλμοῦ δούλου καὶ δούλης, κε ρατισμοῦ ταύρου πρὸς θάνατον καὶ τοῦ κυρίου αὐτοῦ, καὶ ὀρυγῆς λάκκου καὶ κτηνῶν ἐμπτώσεως ἐν τούτῳ, κερατισμοῦ ταύρου πρὸς ταῦρον, κλο πῆς μόσχου καὶ θανῆς τοῦ κλέπτου ἐν τῷ διορύγματι κατὰ βοσκημάτων, καὶ ἅλωνος ἐμπρησμοῦ, παρακαταθήκης ἀργυρίου καὶ χρυσίου, καὶ ὑπο ζυγίων καὶ παντοίων κτηνῶν χρήσεως παρὰ τῷ πλησίον, φθορᾶς παρθέ νου, καὶ θανάτου φαρμακοῦ, κτηνοβασίας, καὶ θυσίας εἰδώλων, κακώ σεως προσηλύτου καὶ ὀρφανῶν καὶ χηρῶν, δανειζομένων, κακολογίας εἰς θεὸν καὶ ἄρχοντας λαοῦ, ἀπαρχῶν ἅλωνος καὶ ληνοῦ, πρωτοτόκων υἱῶν μόσχων τε καὶ προβάτων καὶ ὑποζυγίων, τοῦ εἶναι αὐτοὺς ἄνδρας ἁγίους θεῷ, καὶ κρέα θηριάλωτον μὴ ἐσθίειν, ἀλλὰ κυσὶν ἀπορρίπτειν, μὴ παρα δέχεσθαι ἀκοὴν ματαίαν, μὴ συμμαρτυρεῖν ἀδίκῳ, μὴ συνεῖναι πολλοῖς ἐπὶ κακίᾳ, μὴ ἐκκλῖναι μετὰ πολλῶν κρίσιν, μήτε ἐλεῆσαι πτωχὸν ἐν κρί σει, ἀποστρέφειν καὶ ἀποδιδόναι τὸν βοῦν καὶ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ πλανώμενον εὑρόντα, καὶ πεπτωκὸς ὑπὸ τὸν γόμον συνεγείρειν, μὴ δια στρέφειν κρίσιν πένητος δικαίαν, ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀφίστασθαι, μὴ ἀναιρεῖν ἀθῷον καὶ δίκαιον, μὴ δικαιοῦν τὸν ἀσεβῆ, δῶρα μὴ λαμ βάνειν ὡς ἐκτυφλοῦντα βλέποντας καὶ τὸ δίκαιον λυμαινόμενον, προσήλυ τον εὖ ποιεῖν, ἓξ ἔτη σπείρειν τὴν γῆν καὶ τῷ ζʹ ἄφεσιν αὐτῇ παρέχειν εἰς ἀπόλαυσιν πτωχοῖς ἢ θηρίοις, ὁμοίως καὶ τὸν ἀμπελῶνα καὶ τὸν ἐλαιῶνα ἓξ ἡμέρας ἐργάζεσθαι τῆς ἑβδομάδος, τῷ δὲ σαββάτῳ ἀναπαύεσθαι. Ὀνόματι θεὸν ἀλλότριον μὴ ὀμνύειν, μήτε προσφέρειν διὰ στόματος. τρεῖς καιροὺς τοῦ ἔτους ἑορτάζειν· τὴν ἑορτὴν τῶν ἀζύμων πρώτην ἑπτὰ ἡμερῶν τῷ μηνὶ τῶν νέων ἤτοι κατὰ τὴν πρώτην τοῦ ἔαρος πανσέληνον, δευτέραν ἑορτὴν θερισμοῦ πρωτογεννημάτων, καὶ τρίτην συναγωγῆς ἔργων τοῦ ἀγροῦ συντελείας ἀπὸ ἐξόδων ἐνιαυτοῦ. μὴ ὀφθῆναι κενὸν ἐνώ πιον κυρίου, καὶ πᾶν ἄρσεν ὀπτάνεσθαι ἐνώπιον κυρίου κατὰ τὰς τρεῖς ἑορτὰς ταύτας. μὴ θύειν ἐπὶ ζύμῃ αἷμα θυσιάσματος κυρίου, ἀλλ' ἐπ' ἀζύ μοις· μὴ μένειν ἕως πρωὶ στέαρ τῆς ἑορτῆς, καὶ τὰς ἀπαρχὰς τῶν πρω τογεννημάτων τῆς γῆς εἰσάγειν εἰς τὸν οἶκον τοῦ θεοῦ. ἐφ' ἅπασι μὴ ἕψειν ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. 154 Ταῦτα τὰ δικαιώματα τοῦ θεοῦ Μωυσῆς ἐλθὼν ἀπήγγειλε τῷ λαῷ μετὰ καὶ ἄλλων τινῶν θείων παραινέσεων, καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς μιᾷ φωνῇ λέγοντες· πάντας τοὺς λόγους κυρίου ποιήσομεν καὶ ἀκουσόμεθα. καὶ ἔγρα ψε ταῦτα πάντα. τότε ὀρθρίσας ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ ιβʹ λίθους κατὰ φυλὴν ἔστησε· καὶ θύσας τῷ θεῷ μόσχους προσέχεε τὸ ἥμισυ τοῦ αἵματος πρὸς τὸ θυσιαστήριον· ἐπανέγνω τε αὖθις εἰς τὰ ὦτα τοῦ λαοῦ τὸ βιβλίον τῆς διαθήκης, καὶ εἶπον· πάντα ὅσα ἐλάλησε κύριος ποιήσομεν καὶ ἀκουσόμεθα. καὶ λαβὼν τὸ ἄλλο ἥμισυ τοῦ αἵματος τῶν θυσιῶν ἐν κρατῆρι κατεσκέδασε τοῦ λαοῦ καὶ εἶπεν· ἰδοὺ τὸ αἷμα τῆς δια θήκης ἧς διέθετο πρὸς ἡμᾶς κύριος περὶ πάντων τῶν λόγων τούτων. Παραλαβὼν δὲ Μωυσῆς τὸν Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ σὺν ἄλλοις οʹ τῆς γερουσίας ἀνέβη, οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ. καὶ εἶδον τὸν τό πον καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον λίθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι, καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς. καὶ ὤφθησαν ἐν τῷ τόπῳ, καὶ ἔφαγον καὶ ἔπιον. Τοῖς οὖν γενικοῖς καὶ ἰδικοῖς νόμοις Μωυσῆς προκαταρτηθεὶς τὴν διά νοιαν ἐπὶ τὴν ἀκρώρειαν ἀνελθεῖν ὑπὸ τοῦ θεοῦ προσετάχθη, ἔνθα σὺν Ἰησοῦ τῷ τοῦ Ναυῆ μόνῳ προσαναβὰς ἐπὶ τελειοτέραν μυσταγωγίαν ἀνάγεται, ναοῦ τινος αὐτῷ παραδειχθέντος παμποικίλου καὶ δυσερμηνεύ του, προπυλαίοις καὶ στύλοις καὶ παραπετάσμασι τραπέζῃ τε καὶ λύχνοις καὶ θυμιατηρίῳ καὶ ἀνεπιβάτοις ἀδύτοις κεκαλλωπισμένου· ὧν τὴν τῆς κατασκευῆς ἱστορίαν οὐ γραφῇ παραδοῦναι μόνῃ κελεύεται, ἀλλὰ καὶ αὐ τοῖς ἔργοις ὅσον ἀνθρώποις ἐκμιμήσασθαι δυνατὸν τὴν ἄυλον ἐκείνην καὶ θαυμαστὴν δημιουργίαν ἐν ὑλικῇ κατασκευῇ διὰ τῶν κατὰ γῆν εὑρισκο μένων τιμιωτάτων ὑλῶν ἐκμιμήσασθαι σκηνῆς τύπῳ συμπεριφερομένης τοῖς ἐκ τόπου τόπον ἀμείβουσι μετανάσταις. Ἐν δὲ τῇ κατασκευῇ πλέον μὲν ὁ χρυσὸς παρελήφθη κύκλῳ περικεχυμέ νος τοῖς στύλοις, κατὰ δὲ τὰς κορυφὰς καὶ τὰς βάσεις καὶ ὁ ἄργυρος, ἔστι δέ που καὶ ὁ χαλκὸς ἐν κεφαλαῖς καὶ βάσεσι τῶν ἀργυρῶν κιόνων. ὁ δὲ περίβολος τοῦ ναοῦ καὶ ὁ τῶν κιόνων ὄροφος τά τε παραπετάσματα καὶ καταπετάσματα πάντα δι' ὑφασμάτων ὑακινθίνων καὶ πορφυρῶν καὶ κοκ 155 κίνων βαπτῶν καὶ τοῦ λαμπροῦ καὶ αὐτοφυοῦς λευκοτάτου βύσσου ἐμ πείρως καθυφασμένων. ἔν τισι δὲ καὶ λίνον καὶ τρίχες καὶ ἐρυθρὰ δέρματα παρελήφθη πρὸς τὴν κατάλληλον ἑκάστου χρείαν. Ἐφ' οἷς ἱερατικὴ στολὴ δι' ἐπωμίδων ἐκ διαφόρων βαφῶν, ἐξ ὧν ἦν καὶ τὸ καταπέτασμα πεποικιλμένον, πλέον ἐχουσῶν τοῦ χρυσοῦ νήματος, τῶν τε πορπῶν καθ' ἕτερον μέρος, αἳ συνέχουσι τὰς ἐπωμίδας σμαράγδοις ἐν κύκλῳ διαχρύσοις περισφίγγουσαι, τῇ χλοερᾷ φύσει τῶν λίθων διαλαμ πουσῶν, αὐτῶν τε τῶν λίθων ἐγγεγλυμμένα τὰ τῶν πατριαρχῶν ἀνὰ ἓξ ἐχόντων ὀνόματα, καὶ τὰ τούτων ἀπηρτημένα κοσμίως ἀσπίδια κατὰ τὸ ἔμπροσθεν μέρος, αἵ τε καθ' ἑκάτερον μέρος ἀπὸ τῆς πόρπης ἄνωθεν καθιέμεναι τῶν ἀσπίδων διάπλοκοι σειραὶ ἐπ' ἀλλήλων διαλλὰξ κατά τινα ῥυθμὸν ἐκ χρυσοῦ δικτυοειδῶς πεπλεγμέναι καὶ βαφαῖς συνηνθισμέναι. Τούτοις ἑξῆς τὸ λόγιον τῶν κρίσεων τοῦ στήθους προβεβλημένον τοῦ ἀρχιερέως κατὰ ῥυθμὸν τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορ φύρας καὶ κοκκίνου κεκλωσμένον κατεσκεύαστο καὶ βύσσου, τετράγωνον, διπλοῦν, ἰσόπλευρον, σπιθαμῆς μῆκος καὶ πλάτος ιβʹ, λίθοις ἐν τέτρασι στίχοις κειμένοις καὶ ἐγκαθυφασμένοις οὕτως. Πρῶτος στίχος λίθων τριῶν, σάρδιον, τοπάζιον καὶ σμάραγδος. δεύ τερος στίχος ἄνθραξ, σάπφειρος, ἴασπις. τρίτος στίχος λιγύριον, ἀχάτης, ἀμέθυστος. τέταρτος στίχος χρυσόλιθος, βηρύλλιον, ὀνύχιον. οὗτοι οἱ ιβʹ λίθοι, φέροντες τὰ τῶν ιβʹ φυλῶν ὀνόματα τοῦ Ἰσραὴλ ἐγγεγλυμμένα καθ' ἕνα αὐτῶν, περικεχρυσωμένοι καὶ ἐνδεδυμένοι χρυσίῳ καθαρῷ ἐπὶ τοῦ λογίου ἦσαν. τὸ δὲ λόγιον κροσσοῖς συμπεπλεγμένοις ἀλυσιδέτοις ἐκ χρυσίου καθαροῦ καὶ δυσὶ δακτύλοις χρυσοῖς ἀπεκρέματο τῶν ὤμων τοῦ ἀρχιερέως συμβεβλημένοις μηχανήμασι σφιγκτοῖς πρὸς τὰς δύο ἐπω μίδας, ὡς κεῖσθαι αὐτὸ κατὰ μέσον τοῦ στήθους τοῦ ἀρχιερέως ἐν ταῖς εἰσόδοις ταῖς εἰς τὸ ἅγιον· ἐπὶ δὲ τὸ λόγιον, φησί, τῆς κρίσεως ἐπιθήσεις τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἔναντι κυρίου, καὶ οἴσει Ἀαρὼν ἔναντι κυρίου τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους διὰ παντός. Περὶ τούτου τοῦ λογίου φησὶν ὁ Ἰώσηππος ἐν τρίτῳ ὅτι οἱ δύο σαρδώ νυχοι οἱ ἐπὶ τῶν ὤμων τοῦ ἀρχιερέως καὶ οἱ ἐπὶ τοῦ στήθους δωδεκάλιθοι 156 λόγιον ἐκαλοῦντο διὰ τὸ σημαίνειν ἔκ τε τῆς αὐγῆς τὰ χρηστὰ καὶ ἐκ τῆς ἐπισκοτήσεως τὰ δεινὰ ἐν πολέμοις καὶ ἄλλοις παντοίοις πράγμασι τῷ Ἰσραήλ. ἡ δὲ τοιαύτη σημασία δήλωσις ἐλέγετο καὶ ἀλήθεια ἐν τῷ λογίῳ θεόθεν ἀναφαινομένη, ἥτις κατὰ ἁμαρτίας τοῦ λαοῦ, φησίν, ἐπαύσατο ἐνεργοῦσα τῶν Ἰωσήππου χρόνων πρότερον ἔτεσι διακοσίοις. Μετὰ τὸ λόγιον ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον ὑφαντὸν ἔνδον τῶν ἐπωμίδων ἐξ αὐχένος εἰς πόδας κατιόντα προστέτακται, τοῖς τῶν κοσυμ βῶν διαστήμασιν εὐπρεπῶς κεκοσμημένον, τὸ κράσπεδόν τε ἐξ ὑφαντικῆς ποικιλίας καὶ χρυσῶν ἀπαρτημάτων ἔχοντα κώδωσι καὶ ῥοΐσκοις ἐκ παραλ λήλου κεκαλλωπισμένον τεκτήνασθαι. εἶτα πέταλον χρυσοῦν ἁγίῳ τινὶ καὶ ἀρρήτῳ χαράγματι κατασεσημασμένον ἐπιτίθεσθαι τῷ μετώπῳ τοῦ ἀρχιερέως, καὶ κίδαριν καὶ ζώνην. καὶ ὁ τῶν κρυφίων κόσμος καὶ ὅσα ἄλλα περὶ ἱερατικῆς ἐκπέφανται δι' αἰνιγμάτων ἀρετῆς ἐν περιβολῇ σχή ματος. Ταῦτα πάντα ἐν ἡμέραις μʹ μυηθεὶς καὶ ὅσα λοιπὰ κατὰ μέρος περὶ κατα σκευῆς τῆς σκηνῆς καὶ ἱερωσύνης καὶ θυσιῶν καὶ ἐξιλασμῶν, ἔτι τε δύο πλάκας ἱερὰς καὶ θεοτεύκτους οἷόν τι δῶρον ἀχειροποίητον ἐκ θεοῦ λαβὼν θείῳ δακτύλῳ γεγραμμένας κατῄει ταύτας ἐπιφερόμενος, εἰπόντος πρὸς αὐτὸν τοῦ θεοῦ· βάδιζε, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ἠνόμησε γὰρ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου. παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετεί λω αὐτοῖς. ἐποίησαν ἑαυτοῖς μόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεθύ κασιν αὐτῷ, καὶ εἶπαν· οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτούς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρότερον ἢ τοῦτο. ταῦτα πρὸς αὐτὸν εἰπόντος, αὐτοῦ τε δεηθέντος ὑπὲρ αὐτῶν καὶ ἐξιλασαμένου οὕτω κατῄει. Ἀκούσας δὲ Ἰησοῦς τὴν φωνὴν τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν· φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. καὶ λέγει Μωυσῆς· οὐκ ἔστι φωνὴ ἐξαρ χόντων κατ' ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς, ἀλλὰ φωνὴν ἐξαρχόν των οἴνου ἀκούω ἐγώ. ἡνίκα δὲ ἤγγισε τῇ παρεμβολῇ παρὰ τὸν μόσχον καὶ τοὺς χορούς, ὀργισθεὶς θυμῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ 157 τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος, καὶ λαβὼν τὸν μόσχον κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτόν, καὶ ἔσπειρεν αὐ τὸ ἐπὶ τὸ ὕδωρ, καὶ ἐπότισεν αὐτὸ τοῖς Ἰσραηλίταις. Ἔνθα δὴ θυμῷ καὶ ζήλῳ θεοῦ κατὰ τῶν ἀσεβῶν κινηθεὶς καὶ ἐμφυλίῳ πολέμῳ τὸ θεῖον ἱλεωσάμενος τῇ καθάρσει τῶν ἡγησαμένων τῆς μανίας, ἄλλην ἡμερῶν τεσσαρακοντάδα νηστεύει, καθὰ καὶ τὸ πρότερον, μηδενὸς προσδεηθεὶς τῶν συνήθων τῇ φύσει βρώματος, ἀλλ' ἄλλῳ τρόπῳ βιοτεύων ἐξηλλαγμένῳ, πλάκας τε λαμβάνει, χερσὶν αὐτοῦ Μωυσέως εἰργασμένας, θείᾳ δὲ δυνάμει γεγραμμένας. τότε εἶδε καὶ τὴν δόξαν κυρίου παρὰ τὴν τῆς πέτρας ὀπὴν καθίσας. Καὶ ἐδοξάσθη τῷ προσώπῳ, ὡς μὴ δύνασθαι ἀτενίζειν τῷ προσώπῳ αὐτοῦ κατελθόντος ἀπὸ τοῦ ὄρους τόν τε Ἀαρὼν καὶ τοὺς υἱοὺς Ἰσραήλ. αὐτὸς δὲ ἠγνόει ὅτι δεδόξασται ἡ ὄψις αὐτοῦ ἕως τοῦ λαλῆσαι αὐτοῖς καὶ ἰδεῖν ὅτι ἐφοβοῦντο ἐγγίσαι αὐτῷ. μετὰ δὲ τὸ λαλῆσαι αὐτοῖς ὅσα ἐνετεί λατο κύριος αὐτῷ, ἐπέθηκε κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ. ἡνίκα δ' ἂν εἰσεπορεύετο ἔναντι κυρίου περιῃρεῖτο τὸ κάλυμμα. Τότε τὴν σκηνὴν ἐπήξατο παραδοὺς τὰ νομικὰ καὶ τὴν θείαν ἱερωσύνην κατὰ τὴν θείαν ὑφήγησιν, ἐμπλήσαντος τοῦ θεοῦ τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρῆ τὸν τοῦ Ὢρ ἐκ φυλῆς Ἰούδα πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶἐπιστήμης ἀρχιτεκτονεῖν πάντων, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ λιθουργεῖν τὸν λίθον καὶ πᾶν ξύλον σὺν τῷ Ἐλιὰβ τῷ τοῦ Ἀχισαμὲχ ἐκ φυλῆς Δάν. Τοῦτον τὸν Βεσελεὴλ Ἰώσηππος υἱὸν εἶναι Μαρίας τῆς ἀδελφῆς Μωυ σέως διαβεβαιοῦται καὶ τοῦ Ὤρ, ὃς σὺν τῷ Ἀαρὼν ἀνεῖχε τὰς χεῖρας Μωυσέως κατὰ τοῦ Ἀμαλήκ. καὶ πιθανὸς ὁ λόγος. ἄλλοι τὸν Ὀζιήλ φασινεἶναι ἄνδρα Μαρίας, οὐκ ἔχοντες δεῖξαι πόθεν. φησὶ δὲ Ἰώσηππος ὅτι ἐν ἑπτὰ μησὶν ἐτελειώθη πάντα τὰ ἔργα τῆς σκηνῆς καὶ τῇ πρώτῃ ἡμέρᾳ τοῦ πρώτου μηνὸς τοῦ δευτέρου ἔτους τῆς ἐξόδου ἔστη. τοῦτο δὲ καὶ ἡ γραφὴ τῆς Ἐξόδου μαρτυρεῖ πέρας ἐν τούτοις ἔχουσα. Τὰ ἐν τῇ τρίτῃ Μωυσαϊκῇ βίβλῳ τοῦ λεγομένου Λευιτικοῦ περί τε προσ αγόντων καὶ προσαγομένων θυσιῶν ὑπὸ τοῦ λαοῦ καὶ τῶν ἱερέων περί τε ἱλασμοῦ ἁμαρτιῶν καὶ εἰσόδου τῶν ἱερέων καὶ ἐξόδου εἰς τὰ ἅγια, χρίσεώς 158 τε Ἀαρὼν καὶ τῶν παίδων αὐτοῦ Ναβὰδ καὶ Ἀβιοὺδ καὶ προχειρισμοῦ αὐτῶν, οἳ καὶ διεφθάρησαν κατ' αὐτὸ μετὰ πολλὰς ἡμέρας πῦρ χειρόηθες τοῖς θυσιαστηρίοις προσφέροντες, ὅπερ προαπηγόρευτο, πυρὸς οὐρανίου τὰς θυσίας καταναλίσκοντος ἀεί, ἐξ οὗ καὶ θυμιᾶν ἐχρῆν, τά τε περὶ τὸν ἐγκαινισμὸν τῆς σκηνῆς καὶ τῶν ἱερῶν καὶ λοιπῶν ἠθικῶν νομίμων καὶ κολάσεων τοῖς παραβαίνουσιν, ὅσα τε τῶν τετραπόδων καὶ πετεινῶν καὶ νηκτῶν βρώσιμα, καὶ περὶ τοῦ λιθοβοληθέντος διὰ τὴν βλασφημίαν υἱοῦ τῆς Ἰσραηλίτιδος καὶ τοῦ Αἰγυπτίου ἐν τῇ πρὸς τὸν Ἑβραῖον μάχῃ, καὶ περὶ τοῦ μὴ δεῖν ὅλως προσφέρειν ἀλόγως τὸ θεῖον ὄνομα, κατὰ τοῦτο τὸ δεύτερον ἔτος τῆς ἐξόδου Αἰγύπτου πέπρακταί τε καὶ διατετύπωται. Τῷ δ' αὐτῷ δευτέρῳ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἐλάλησε κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινᾷ, ὥς φησιν ἡ τετάρτη Μωυσαϊκὴ βίβλος τῶν Ἀριθμῶν, ἐξαριθμῆσαι τὸν λαὸν ἀπὸ εἰκοσαέτους καὶ ἐπάνω, καὶ εὑρέθησαν μυριάδες ξʹ καὶ γφνʹ χωρὶς τῶν Λευιτῶν. οὗτοι γὰρ ταχθέντες προστάγματι θεοῦ λειτουργεῖν τῷ Ἀαρὼν καὶ φυλάσσειν τὰς φυλακὰς αὐ τοῦ καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ καὶ ἐργάζεσθαι τὰ ἔργα τῆς σκη νῆς τοῦ μαρτυρίου, ἀντὶ πρωτοτόκων τῷ θεῷ ἐλογίσθησαν τῶν ιβʹ φυ λῶν· οἳ καὶ ἐπισκεπέντες εὑρέθησαν χιλιάδες κβʹ. ἐφ' οἷς ἀριθμοῦνται τὰ προσενεχθέντα εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου παρὰ τῶν ἀρχόντων τῶν ιβʹ φυλῶν ἐν ἡμέραις ιβʹ καὶ ὁ τῶν Λευιτῶν ἀφαγνισμός· καὶ αἱ δύο σάλπιγγες αἱ ἀργυραῖ γεγόνασιν ἐλαταὶ καὶ αἱ σημασίαι αὐτῶν ἐτάχθησαν πρὸς τὸ ἐξαίρειν τὰς παρεμβολὰς καὶ πρὸς τοὺς πολεμίους. Τῇ δὲ εἰκάδι τοῦ αὐτοῦ δευτέρου μηνὸς ἔτους δευτέρου τῆς ἐξόδου ἀπ άραντες οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῆς ἐρήμου Σιναῒ ἦλθον εἰς τὴν ἔρημον Φαράν, ἀναβάσης τῆς νεφέλης ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου. ἡ δὲ κιβωτὸς δια θήκης κυρίου προεπορεύετο αὐτῶν ἐπὶ τρεῖς ἡμέρας. διεγόγγυζον οὖν οἱ Ἰσραηλῖται κατὰ θεοῦ καὶ ἀνηλώθησάν τινες κεραυνοῖς· ὅθεν ὁ τόπος ἐμπυρισμὸς ἐκλήθη. ἔκλαιόν τε οἱ λοιποὶ δι' ἐπιθυμίαν κρεῶν καὶ ἰχθύων τῶν ἐν Αἰγύπτῳ, σικύων τε καὶ πεπόνων καὶ πράσων κρομμύων τε καὶ σκόρδων, μισοῦντες τὸ μάννα. Τότε δίδονται πρὸς βοήθειαν Μωυσέως ἄνδρες οʹ κατὰ πνεῦμα θεόθεν κοινωνήσαντες αὐτῷ, ὧν δύο τινὲς Ἐλδὰδ καὶ Μωδὰδ τῶν καταγεγραμ μένων ὄντες ὑπὸ Μωυσέως ἐν τοῖς οʹ μὴ εὑρεθέντες ἐν τῇ σκηνῇ σὺν τοῖς ξηʹ προεφήτευσαν ἀπόντες ἐν τῇ παρεμβολῇ. τότε δίδοται αὐτοῖς ὀρτυγο 159 μήτρα, καίτοι Μωυσέως διστάζοντος ἀπείρως, ὡς ἐμφορηθέντες πληγῆναι διὰ τὸ ἀκόρεστον ὑπὸ τοῦ θεοῦ καὶ ἀποθανεῖν πολλοὺς σφόδρα. τὸ δὲ ὄνο μα τοῦ τόπου μνήματα κληθῆναι ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν ἐπιθυμη τὴν λαόν. Ἀπὸ μνημάτων ἐπιθυμίας ἦλθον εἰς Ἀσηρώθ, καὶ ἐλάλησαν κατὰ Μωυσέως ἡ ἀδελφὴ αὐτοῦ Μαριὰμ καὶ Ἀαρὼν μεμφόμενοι ὅτι γυναῖκα ἔλαβεν Αἰθιόπισσαν Μωυσῆς, καὶ ὅτι λελάληκεν ὁ θεὸς καὶ ἡμῖν ὡς κἀ κείνῳ. καὶ ἤκουσε κύριος καὶ ἐξήλεγξεν αὐτούς. καὶ Μαριὰμ ἐλεπρώθη, ἕως Μωυσῆς ὁ πάντων τῶν τηνικαῦτα ἀνθρώπων πραότατος ἐδεήθη κυ ρίου, καὶ ἰάθη· πλὴν ἠφορίσθη ἔξω τῆς παρεμβολῆς ἡμέρας ζʹ. Ἐξ Ἀσηρὼθ ἦλθον πρὸς τῇ ἐρήμῳ Φαρὰν καὶ ἀπέστειλε Μωυσῆς κατὰ πρόσταγμα κυρίου ἄνδρας ιβʹ ἀρχηγούς, ἕνα κατὰ φυλήν, ἐν οἷς ἦν Χαλὲβ τῆς φυλῆς Ἰούδα, εἷς τῶν ιβʹ, καὶ Αὐσῆς, ἤγουν Ἰησοῦς υἱὸς Ναυή, ἐκ φυλῆς Ἐφραίμ, κατασκοπῆσαι τὴν γῆν Χαναάν· οἳ πορευθέντες μεθ' ἡμέ ρας μʹ ἐπανῆλθον, φέροντες τοῦ καρποῦ τῆς γῆς βότρυν σὺν τῷ κλήματι ἐπ' ἀναφορέως καὶ ῥόας καὶ σῦκα ἐπ' ἄλλων, δεικνύντες τῷ λαῷ τὴν τῆς γῆς ἀρετήν. οἱ δὲ ἄλλοι δέκα κατεπτόησαν τὸν λαόν, τὴν γῆν εἰπόντες πονηρὰν κατεσθίουσαν τοὺς οἰκήτορας, καὶ ἄνδρας οἰκεῖν ἐν αὐτῇ φοβε ρούς, πρὸς οὓς ἑαυτοὺς ὡς ἀκρίδας φαίνεσθαι ἔλεγον. Ἀναλαβοῦσα δὲ θρῆνον ἡ πᾶσα συναγωγὴ παννύχιον ἔκλαιον καταγογ γύζοντες Μωυσέως καὶ Ἀαρὼν καὶ «ὤφελον ἀπεθάνομεν ἐν Αἰγύπτῳ» βοῶντες «ἢ κἂν ἐν τῇ ἐρήμῳ ταύτῃ», ἐβουλεύοντό τε τὰ περὶ τῆς εἰς Αἴγυ πτον ἐπανόδου, τίς ὁ στρατηγήσων ἔσται αὐτοῖς. Μωυσῆς τε καὶ Ἀαρὼν ἐπὶ πρόσωπον ἔπεσον ἐνώπιον τοῦ λαοῦ. μόνοι δὲ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ Χαλὲβ διαρρήξαντες τὰ ἱμάτια ἐπὶ τῇ ἀλόγῳ δειλίᾳ τήν τε γῆν ἔλεγον θαυμαστὴν καὶ τοὺς οἰκοῦντας ἐν αὐτῇ κατάβρωμα ἔσεσθαι αὐτοῖς, ὅτι κύριος ἀφέστηκεν ἀπ' αὐτῶν. ἀλλ' οὗτοι μὲν ἔμελλον καταλιθοβολεῖσθαι λέγοντες τὰ ἀληθῆ, καὶ ἐθυμώθη κύριος ἐπὶ τὸν λαὸν τοῦ ἐκτρῖψαι αὐτόν, εἰ μὴ ἐξιλεώσατο Μωυσῆς τὸν θεόν. πλὴν ὤμοσε μὴ ὄψεσθαι αὐτοὺς πάν τας, ὅσοι δὲ κατὰ τοῦτον ἤδη τὸν τρόπον ἐπείρασαν τὸν κύριον, ἰδόντες 160 τὴν δόξαν αὐτοῦ καὶ τὰ σημεῖα τὰ κατ' Αἴγυπτον καὶ ἐν τῇ ἐρήμῳ, τούτους πάντας μὴ ἰδεῖν τὴν ἐπηγγελμένην γῆν, πλὴν Χαλὲβ καὶ Ἰησοῦ καὶ τῶν παίδων τοῦ λαοῦ τῶν μὴ εἰδότων κακίαν, ἀλλὰ πάντας κατὰ τὴν αὐτὴν ἔρημον ἀναλωθήσεσθαι ἐπὶ ἄλλα ἔτη ληʹ, ὡς ᾐτήσαντο. οἱ δὲ ἄλλοι δέκα ἄνδρες οἱ συγκατάσκοποι Ἰησοῦ καὶ Χαλὲβ ἀπέθανον θείᾳ πληγῇ ὡς ψευσάμενοι κατὰ τοῦ θεοῦ καὶ τῆς αὐτοῦ ἐπαγγελίας. Ἐπὶ τούτοις ἐπένθησεν ὁ λαὸς σφόδρα καὶ ἀνέβησαν παρὰ γνώμην Μωυσέως πολεμῆσαι πρὸς Ἀμαλήκ, ἔνθα πολλοὶ ἀνῃρέθησαν τοῦ Ἰσραήλ. τότε ἀνῃρέθη κατὰ πρόσταγμα θεοῦ τις εὑρεθεὶς ξυλευόμενος ἐν σαβ βάτῳ. τότε καὶ κατὰ Μωυσέως ἀνέστησαν Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν συναποστατήσαντες ἀρχηγοὺς ἄνδρας σνʹ, ὧν Δαθὰν μὲν καὶ Ἀβειρὼν σὺν γυναιξὶ καὶ τέκνοις καὶ πάσῃ τῇ ἀποσκευῇ κατεπόθησαν ὑπορραγείσης αὐτοῖς τῆς γῆς, Κορὲ δὲ καὶ οἱ σὺν αὐτῷ σνʹ πυρίφλεκτοι γεγόνασι· τοῦ δὲ λαοῦ ἔπεσον χιλιάδες ιδʹ καὶ ψʹ. ἔλαβε δὲ Μωυσῆς ἀφ' ἑκάστης φυλῆς ῥάβδον κατὰ πρόσταγμα κυρίου, καὶ ἀπέθετο τὰς ιβʹ ἐν τῇ σκηνῇ κατα γεγραμμένας τῷ ὀνόματι τῶν φυλῶν καὶ τὴν ῥάβδον Ἀαρὼν μέσον αὐτῶν γεγραμμένην τῷ οἴκῳ Λευί, ἥτις εὑρέθη βλαστήσασα τῇ ἐπαύριον μέση τῶν λοιπῶν ῥάβδων βλαστοὺς καὶ ἄνθη καὶ κάρυα εἰς πίστιν τοῖς ἀνηκόοις. Ἦλθον δὲ εἰς τὴν ἔρημον Σιναῒ τῷ πρώτῳ μηνὶ τοῦ μʹ ἔτους τῆς ἐξόδου καὶ κατέμεινεν Ἰσραὴλ ἐν Κάδης. ἐκεῖ ἐτελεύτησε Μαρία καὶ ἐτάφη. ὁ δὲ τόπος ἄνυδρος· ἔνθα καταβοήσαντες Μωυσέως τοσοῦτον παρεπίκραναν τὸν ἠπιώτατον, ὥστε διαστεῖλαι ἐν τοῖς χείλεσιν αὐτοῦ, κελεύσαντος αὐτῷ τοῦ θεοῦ πλῆξαι τὴν πέτραν τῇ ῥάβδῳ τοῦ Ἀαρών, καὶ εἰπεῖν πρὸ τοῦ πατάξαι αὐτήν· ἀκούσατέ μου οἱ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξωμεν ὑμῖν ὕδωρ; ἐφ' οἷς πατάξας ἐξήγαγεν ὕδατα εἰς πλησμονὴν αὐτοῖς καὶ τοῖς κτήνεσιν αὐτῶν. Τότε εἶπεν ὁ θεὸς αὐτῷ τε καὶ τῷ Ἀαρών· οὐ μὴ εἰσάξετε τὸν λαὸν εἰς τὴν γῆν τῆς κληρουχίας, διότι οὐκ ἐπιστεύσατέ μοι. τὸ δὲ ὕδωρ λοιδορίας ἐκλήθη. Τότε Μωυσῆς ἐπρεσβεύσατο πρὸς βασιλέα Ἐδὼμ διελθεῖν διὰ τῆς χώρας αὐτοῦ. καὶ οὐχ ὑπήκουσεν αὐτῷ Ἐδώμ. ἐκκλίνας δὲ ἐξ Ἐδὼμ ἦλθεν εἰς 161 ὄρος τὸ Ὢρ σὺν παντὶ Ἰσραήλ· ἔνθα ἀναβιβάσας Ἀαρὼν τὸν ἀδελφὸναὐτοῦ ἐνώπιον τοῦ λαοῦ ἐξέδυσε τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ κατὰ πρόσταξιν θεοῦ. καὶ ἀπέθανεν Ἀαρὼν ἐκεῖ ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. Τῷ μʹ ἔτει τῆς ἐξόδου Ἀαρὼν τελευτήσαντος Ἐλεάζαρ υἱὸς αὐτοῦ ἀρχιεράτευσε. τότε ὁ Χαναναῖος παρεδόθη τῷ Ἰσραὴλ καὶ ἀνεθεματίσθη σὺν ταῖς πόλεσιν αὐτοῦ, ὅθεν ὁ τόπος ἀνάθεμα λέγεται. ἀπὸ τοῦ ὄρους Ὢρ ἀπάραντες ἦλθον ἐπὶ θάλασσαν ἐρυθράν, κύκλῳ γῆς Ἐδώμ· καὶ κατελάλη σαν τοῦ θεοῦ καὶ Μωυσέως περὶ ἄρτου καὶ ὕδατος, μεμφόμενοι τὸ μάννα ὡς διάκενον ἄρτον. καὶ ἐπαπέστειλεν αὐτοῖς κύριος ὄφεις ἀναιροῦντας. καὶ εὐξάμενος Μωυσῆς ὑπὲρ αὐτῶν προσετάγη ποιῆσαι χαλκοῦν ὄφιν, πρὸς ὃν ἀποβλέποντες κείμενον ἐπί τινος σημείου ἔζων οἱ δηχθέντες. Ἔνθεν ἀπάραντες εἰς Ὠβὼθ ἦλθον, ἐκ δὲ Ὠβὼθ εἰς Ἀχελαίην κατὰπρόσωπον Μωάβ, κἀκεῖθεν ἦλθον εἰς φάραγγα Ζαρέθ. ἀπὸ φάραγγος Ζαρὲθ εἰς τὸ πέραν ἦλθον Ἀρνῶν κατὰ τὸ φρέαρ, ὃ εἶπε κύριος πρὸς Μωυσῆν· συνάγαγε τὸν λαὸν καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν· ἀπὸ τοῦ φρέατος εἰς Μαθναΐ, ἀπὸ Μαθναῒ εἰς Ναχαιήλ, καὶ ἀπὸ Ναχαιὴλ εἰς Βαμώθ, καὶ ἀπὸ Βαμὼθ εἰς Νάπην ἐν τῷ πεδίῳ Μωάβ· καὶ ἀπέστειλε Μωυσῆς πρὸς Σηὼν βασιλέα τῶν Ἀμορραίων, αἰτῶν παρελθεῖν διὰ τῆς γῆς αὐτοῦ. καὶ οὐκ ἔδωκε Σηών, ἀλλ' ἐξῆλθε πολεμῶν τὸν Ἰσραήλ. καὶ ἐπάταξεν αὐτὸν ὁ Ἰσραὴλ ἐν μαχαίρᾳ, καὶ ἐκυρίευσε τὴν γῆν καὶ τὰς πόλεις αὐτῶν, ὧν ἦν πρωτεύουσα Ἐσεβών, καὶ κατῴκησεν ἐν αὐταῖς. Ἐπιστρέψαντες δὲ ἐπὶ Βασάν, ἥ ἐστι Σκυθόπολις, ἐξῆλθεν Ὢγ βασιλεὺς Βασὰν πολεμῶν τὸν Ἰσραήλ. καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὸν λαὸν αὐτοῦ καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ. Ἐκεῖθεν ἀπάραντες ἦλθον εἰς Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ. τότε Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἀκούσας τὰ περὶ τοῦ Σηὼν καὶ τοῦ Ὤγ, ὅπως παρεδόθησαν τῷ Ἰσραήλ, ἐφοβήθη σφόδρα· καὶμεταπεμψάμενος Βαλαάμ τινα διαβόητον μάντιν καὶ οἰωνοσκόπον, δαιμό 162 νων ἐνεργείᾳ πολλοὺς τροπωσάμενον κατὰ θεοῦ συγχώρησιν, ἥτις καὶ τούτῳ τὰ πρῶτα τὴν ἀπέλευσιν ὁράμασι διεκώλυε, τὸ δὲ δεύτερον ἐπι τρέψασα τί πράξοι τῇ φωνῇ τῆς ὄνου μὴ εὐοδοῦσθαι ἐσήμανε δι' ἣν ὤδινε κατὰ τοῦ Ἰσραὴλ ἔννοιαν, ἄλλην αὐτῷ μηδαμόθεν ἐπινοῶν ἔσεσθαι φθορὰν ἢ διὰ τοῦ μολυσμοῦ τοῦ εἰς τὰς ἀλλοφύλους, δι' οὗ καὶ εἰδωλολατρεῖν αὐτοὺς εὐχερῶς κατεσκέπτετο, ἐδυσώπει διὰ τῆς συνήθους κακοτεχνίας ἐπῳδαῖς τισι τὸν Ἰσραὴλ καὶ ἀραῖς ἀποστρέψασθαι. Ὁ δὲ θύσας ἐπὶ βωμοὺς ζʹ κατὰ διαφόρους τόπους κατὰ πάντας ἔνθους γενόμενος ἐκ τρίτου τὸν Ἰσραὴλ εὐλόγησεν ἄκων ἐνώπιον Βαλὰκ καὶ τῶν ἀρχόντων Μωάβ, ὡς προφητείαν καὶ ἄντικρυς εἶναι τὴν αὐτὴν εὐλογίαν τῆς εἰθισμένης δαιμονιώδους αὐτῷ ἐπικλήσεως καὶ ἀρᾶς. Μετὰ δὲ ταῦτα συνεβούλευσεν αὐτῷ περὶ τῆς πορνείας τοῦ λαοῦ, καὶ ἐβεβηλώθη ὁ λαὸς εἰς τὰς Μωαβίτιδας καὶ εἰς τὰς θυσίας τοῦ Βεελφεγώρ. καὶ ὠργίσθη κύριος καὶ προσέταξε τῷ Μωυσῇ παραδειγματίσαι τοὺς ἀρχηγοὺς τῆς λύσσης ἔναντι τοῦ ἡλίου, καὶ ἀναιρεθῆναι παρὰ τῶν ὁμο φύλων τοὺς μιανθέντας πορνείᾳ καὶ εἰδωλολατρείᾳ. καὶ ἀνῃρέθησαν κδʹ χιλιάδες. τότε καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν θείῳ ζήλῳ διήλασε τοὺς ἐν ἀσχημοσύνῃ παρανομοῦντας· ἦσαν δὲ ἀνὴρ Ἰσραηλίτης Ζαμβρὶ υἱὸς Σαλὼμ ἄρχων υἱῶν Συμεὼν καὶ γυνὴ Μαδιανῖτις, Χασβὶ θυγάτηρ Σοὺρ ἄρχοντος ἑνὸς Μαδιάμ. ἐξιλεώσατο τὴν θείαν ὀργὴν ἐκ τοῦ λαοῦ καὶ ἐλογίσθη αὐτῷ εἰς διαθήκην ἱερατείας αἰώνιον καὶ τὸ σπέρμα αὐτοῦ, ὅτι ἐζήλωσε τῷ θεῷ αὐτοῦ. Μετὰ δὲ τὴν πληγὴν ἠρίθμησε Μωυσῆς καὶ Ἐλεάζαρ τὸν λαὸν προστάξει θεοῦ. καὶ εὗρε χιλιάδας ἑξακοσίους καὶ χιλίους ψλʹ ἀπὸ εἰκοσαέτους καὶ ἐπάνω χωρὶς τῶν Λευιτῶν, οἵτινες ἰδίως εὑρέθησαν ἀριθμῷ τρεῖς καὶ κʹ χιλιάδες πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω. αὕτη ἡ ἀπαρίθμησις ἐν Ἀραβὼθ Μωὰβ γέγονε πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ. ἐν τούτοιςπᾶσιν οὐκ ἦν ἄνθρωπος τῶν ὑπὸ Μωυσέως καὶ Ἀαρὼν ἐν τῇ ἐρήμῳ Σιναῒ καταριθμηθέντων πλὴν Χαλὲβ υἱοῦ Ἰεφοννὴ καὶ Ἰησοῦ υἱοῦ τοῦ Ναυή· ὅτι κύριος εἶπε πάντας ἀποθανεῖν ἐν τῇ ἐρήμῳ, ἀπὸ τοῦ τρίτου ἔτους τῆς 163 ἐξόδου ἕως μʹ ἔτη ληʹ περιάξας αὐτοὺς ὧδε κἀκεῖσε ἕως τοῦ ἐξαναλωθῆ ναι αὐτούς. Τότε προσελθοῦσαι αἱ θυγατέρες Σαλπαὰδ τοῦ Ὀφὲρ υἱοῦ Γαλαάδ, δήμου Μανασσῆ, αἳ ἦσαν εʹ, ᾐτήσαντο κατασχεῖν ἀποθανόντος τοῦ πα τρὸς αὐτῶν ἐν τῇ ἐρήμῳ καὶ μὴ καταλείψαντος ἄρρενα. καὶ ἐδόθη αὐταῖς προστάξει θεοῦ κληρονομία πατρικὴ μέσον τῶν ἀδελφῶν αὐτῶν· καὶ κύ ριος ἐνομοθέτησεν, ἐὰν ἀποθάνῃ ἄνθρωπος μὴ ἔχων υἱόν, κληρονομεῖσθαι ὑπὸ τῆς θυγατρός· εἰ δὲ οὐκ ἔστιν αὐτῷ θυγάτηρ, ὁ ἀδελφὸς αὐτοῦ κληρο νομήσει αὐτόν· ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοί, ὁ ἀδελφὸς τοῦ πατρὸς αὐτοῦ· εἰ δὲ μήτε τοῦ πατρὸς ἀδελφοί εἰσι, δίδοσθαι τὰ αὐτοῦ τῷ ἀγχιστεύοντι αὐτῷ ἐκ τῶν συγγενῶν. ἀλλὰ ταῦτα τοῖς ἄρχουσιν οὐκ ἀρέσκει τοῦ κόσμου, οὗ χάριν ἔνοχοι τῆς θείας δίκης πεφύκασιν. Ἐκ τούτων ἐπιπέμψας Μωυσῆς μυρίους δισχιλίους κατὰ τῶν υἱῶν Μα διὰμ διὰ ῥήματος κυρίου ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν γῇ Μαδιὰμ καὶ τοὺς πέντε βασιλεῖς αὐτῶν καὶ τὸν μάντιν Βαλαὰμ σὺν αὐτοῖς, ἐν ῥομφαίᾳ ἐκ δικήσας τὸν Ἰσραὴλ ἐξ αὐτῶν· οὗτος γὰρ συνεβούλευσε τὸν Βαλὰκ κατα πορνεῦσαι τὸν Ἰσραὴλ εἰς τὰς θυγατέρας Μαδιάμ. τὰς δὲ παρθένους μό νας ἐζωογόνησε Μωυσῆς. ἡ δὲ προνομὴ γῆς Μαδιὰμ αὕτη προβάτων χι λιάδες χοεʹ, βοῶν χιλιάδες οβʹ, ὄνοι χιλιάδες ξαʹ, παρθένοι αἳ οὐκ ἔγνω σαν κοίτην ἀνδρὸς χιλιάδες λβʹ, χωρὶς χρυσίου καὶ ἀργυρίου καὶ τῶν λοι πῶν σκύλων. Τότε οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, ἔχοντες κτήνη πολλά, ἰδόντες κτηνοτρόφον τὴν χώραν Ἰαζὴρ καὶ τὴν χώ ραν Γαλαὰδ προσῆλθον πρὸς Μωυσῆν καὶ Ἐλεάζαρ αἰτοῦντες δοθῆναι ταύτας αὐτοῖς ἐν κλήρῳ. καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ἐλεάζαρ καὶ Ἰησοῦν υἱὸν Ναυὴ καὶ τοὺς ἄρχοντας Ἰσραὴλ καὶ εἶπεν· ἐὰν διαβῶσιν οἱ υἱοὶ Ῥουβὴν καὶ υἱοὶ Γὰδ μεθ' ὑμῶν τὸν Ἰορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς τῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει. καὶ εἶπον οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γάδ· οὕτως ποιήσομεν. καὶ ἔδωκε Μωυσῆς τοῖς υἱοῖς Ῥουβὴν 164 καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν Ἰωσὴφ τὴν βασι λείαν Σηὼν βασιλέως τῶν Ἀμορραίων καὶ τὴν βασιλείαν Ὢγ βασιλέως τῆς Βασὰν καὶ τὴν γῆν καὶ τὰς πόλεις αὐτῆς πέραν τοῦ Ἰορδάνου, πόλεις
147.3.1
Αὗται μὲν οὖν αἱ ἐπισημότεραι φέρονται πράξεις ἐν βίβλῳ δʹ Μωυσέως, ἃς πρὸς ταῖς ἄλλαις ταῖς προεπιτμηθείσαις ἡμῖν παρεθέμεθα σὺν ταῖς ἐπισήμοις ἀπάρσεσι τῶν παρεμβολῶν καὶ τοῖς τόποις ἐν οἷς παρενέβαλον, ἐν πᾶσι τῇ θείᾳ γραφῇ κατακολουθοῦντες καὶ πάντα ἐξ αὐτῆς ἀναλεξάμε νοι, πρός τε ἡμετέραν ὠφέλειαν καὶ κεφαλαιώδη τῶν ἐντυγχανόντων. τὰς γὰρ κατὰ μέρος ἀπάρσεις ἤτοι τοὺς σταθμούς, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύ πτου, ὁ αὐτὸς θεοδίδακτος νομοθέτης πρὸς τῷ τέλει τῆς ἱερᾶς βίβλου τῶν Ἀριθμῶν ἔγραψε, καὶ ὅτι Ἀαρὼν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐτελεύτησεν ἐν Ὢρ τῷ ὄρει, πέμπτῳ μηνὶ ἀρχομένῳ, ἐτῶν ὑπάρχων ρκγʹ, καὶ τὰ λοιπὰ τὰ μέχρι τοῦ ὄρους Ἀβαρεὶμ πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ, ἔνθα καὶ ἐνετείλατο τοῖς υἱοῖς Ἰσραὴλ ὅπως χρήσονται καὶ ἐχθρανοῦσι τοῖς ἔθνεσι τοῖς παραδοθησομένοις αὐτοῖς καὶ πόθεν ἔσται τὰ ὅρια τῆς κατασχέσεως αὐτῶν, καὶ ἕως ποῦ κατά τε λίβα καὶ δυσμὰς καὶ βορρᾶν καὶ ἀνατολὴν καὶ νότον ταῖς θʹ# 171 φυλαῖς, καὶ περὶ τῶν κατακληρονο μούντων αὐτοῖς τὴν γῆν ἀρχόντων ἀνδρῶν καθ' ἑκάστην φυλήν, ὧν πρῶ τοι Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή, καὶ ἔτι περὶ τοῦ κλήρου τῶν Λευιτῶν καὶ τῶν ἓξ πόλεων τῶν φυγαδευτηρίων, περί τε φόνων καὶ τοῦ κλήρου τῶν θυγατέρων Σαλπαάδ. καὶ ἐπλήρωσε τὴν αὐτὴν τετάρτην τῶν Ἀριθμῶν βίβλον. Ἐπειδὴ δὲ ἐν τῇ αὐτῇ ἱερᾷ βίβλῳ τῶν Ἀριθμῶν μετὰ τὴν ἐπίσκεψιν τοῦ λαοῦ ἐν Ἀραβὼθ Μωὰβ γενομένην ὑπὸ Μωυσέως καὶ Ἐλεάζαρ κατὰ τὸ αὐτὸ μʹ ἔτος τῆς ἐξόδου, τελευτήσαντος ἤδη τοῦ Ἀαρὼν πρὸ ὀλίγου καὶ πάσης τῆς γενεᾶς τῶν ἀπειθῶν προκαταναλωθείσης, εἶπε κύριος πρὸς Μωυσῆν· ἀνάβηθι εἰς τὸ ὄρος ἐν τῷ πέραν τοῦ Ἰορδάνου, τοῦτο ὄρος Ναβαῦ, καὶ ἰδὲ τὴν γῆν Χαναὰν καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σὺ 165 καθὰ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σιναῒ ἐν τῷ ἀντειπεῖν τὴν συναγωγὴν τοῦ ἁγιάσαι με· οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἐναντίον αὐτῶν· τοῦτό ἐστιν ὕδωρ ἀντιλογίας Κάδης ἐν τῇ ἐρήμῳ Σιναΐ. αὐτὸς δὲ ᾐτήσατο τὸ προχειρισθῆναι πρὸς τοῦ θεοῦ τὸν ποιμανοῦντα τὸν Ἰσραὴλ μετ' αὐτόν. ἔλαβέ τε Ἰησοῦν τὸν τοῦ Ναυὴ θείᾳ ψήφῳ, καὶ στήσας ἔναντι Ἐλεάζαρ καὶ παντὸς Ἰσραὴλ ἐπέθηκε τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτὸν καὶ συνέστησεν αὐτόν, καθὰ ἐνετείλατο αὐτῷ κύριος. Ταῦτα πάντα ἀνακεφαλαιωσάμενος ἐν τῇ εʹ βίβλῳ τοῦ Δευτερονομίου, τά τε τῆς ὁδοιπορίας τῶν τε κατ' αὐτὴν παραβάσεων καὶ τὴν πατρῴαν αὐτῶν ἀπείθειαν, ἥτις αὐτῷ τε καὶ Ἀαρὼν τῷ ἀδελφῷ αὐτοῦ γέγονε θείας ὀργῆς καὶ ἀποφάσεως αἰτία, μὴ ἐπιβῆναι τῆς ἐπηγγελμένης αὐτοῖς γῆς ἀναμνήσας, ὅπως τε ἐπὶ λʹ καὶ ηʹ ἔτη περιεπόλουν εἰς Κάδης Βαρνὴ ἐπι στραφέντες πρὸς τὴν τῆς ἐρυθρᾶς ἔρημον, ἐκύκλουν τὸ ὄρος Σηεὶρ ἐφ' ἡμέ ρας πολλάς, καὶ πάλιν ἀπὸ τούτου ἐπεστράφησαν πρὸς βορρᾶν, ἕως διέπεσον πᾶς ἀπειθὴς ἐν ἐρήμῳ, καίτοι τῆς ὅλης ὀδοῦ ἀπὸ Κάδης Βαρνὴ ἕως φάραγγος Ζαρὲθ μὴ οὔσης εʹ ἡμερῶν, ὡς ἡμεῖς ἐπειράθη μεν, ἥτις αὐτοῖς καταρεμβευομένοις ὑπὸ τοῦ θεοῦ ἐν λʹ καὶ ηʹ χρόνοις διήνυσται. Τούτων οὖν αὐτοὺς ἀναμνήσας ὁ θεῖος νομοθέτης καὶ πολλὰ περὶ εἰδω λολατρείας καὶ τῶν λοιπῶν ἀπηγορευμένων ἐθνικῶν ἐθῶν παραινέσας διδάσκει τὰς θείας νομοθεσίας, πολλάκις ἐπαναλαμβανόμενος καὶ ἀνα μιμνήσκων αὖθις τῶν κατὰ τὴν ἔρημον θείων πειρατηρίων, ἀπολογού μενος ἔν τισιν ὅτι «διὰ τοῦτο ὑμᾶς ἐκάκωσε κύριος καὶ ἐλιμαγχόνησεν ἐν τῇ ἐρήμῳ πειράζων ὑμᾶς, εἰ φυλάξετε τὰς ἐντολὰς αὐτοῦ, καὶ μὴ φυλάξαντας οὐ τελείως διέφθειρεν, ἐμοῦ πολλάκις ὑπὲρ ὑμῶν δεηθέντος, ἀλλ' ἐψώμισε τὸ μάννα, ἵνα γνῶτε ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ· ἐπαίδευσεν ὑμᾶς ὡς εἴ τις παιδεύσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, καὶ ἐτροφοφόρησεν ἄμοχθον ζωὴν χαρισάμενος. ἄρτον οὐκ ἐφάγετε καὶ οἶνον καὶ σίκερα οὐκ ἐπίετε ἔτη μʹ. τὰ ἱμάτια ὑμῶν οὐκ ἐπαλαιώθη, οὐδὲ τὰ ἱμάντια κατετρίβη τῶν ποδῶν ὑμῶν.»