Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 166 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
166.1.1
Μετὰ τούτους τοὺς λόγους καὶ ἄλλους πλείστους ἀξιοθέους καὶ χάριτος θείας πεπληρωμένους ἀναγράψας ἐν βίβλῳ παρέδωκε τοῖς ἱερεῦσιν ἀπο θέσθαι ἐκ πλαγίου τῆς διαθήκης τοῦ μαρτυρίου, καταστήσας Ἰησοῦν υἱὸν Ναυὴ τοῦ Ἰσραὴλ ἄρχειν ἀντ' αὐτοῦ θείᾳ ψήφῳ καὶ τὴν δευτέραν ᾄσας ᾠδήν, ἣν πάντα τὸν λαὸν ἐκμαθεῖν προσέταξε κύριος, ὡς μέγα τι χρῆμα καὶ θεῖον τοῖς εἰς ἀνάμνησιν ἐσόμενον παραδούς. Τῷ ιαʹ μηνὶ τοῦ μʹ ἔτους τῆς ἐξ Αἰγύπτου πορείας, ρκʹ ὄντι τῆς ζωῆς αὐτοῦ, εὐλογήσας πάντας ἀνῆλθεν εἰς ὄρος Ναβαῦ ἤτοι Ἀβαρεὶμ κείμενον ἐν τῇ Μωαβίτιδι πέραν τοῦ Ἰορδάνου κατὰ πρόσωπον Ἱεριχοῦς. καὶ κατοπτεύσας τὴν ἐπηγγελμένην τῷ Ἰσραὴλ γῆν ἐτελεύτησεν ἐκεῖ κατὰ πρόσ ταγμα θεοῦ, καὶ ἐτάφη ἐν Γαὶ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ. οὗτος ὁ μέγας θεόπτης καὶ προφήτης παιδαγωγός τε καὶ νομοθέτης τοῦ Ἰσραὴλ ἐτῶν ρκʹ τελευτήσας οὐκ ἠμαυρώθη τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἰκότως· τούτοις γὰρ τὴν θείαν δόξαν ἑώρακεν, οὐδὲ τὰ περὶ τὸ πρόσωπον διὰ γῆρας ἐρυτιδώθη. ὅμοιος αὐτῷ προφήτης, ὥς φησιν ἡ γραφή, οὐκ ἀνέστη, ᾧ ὤφθη κατὰ πρόσωπον κύριος, ἕως Ἰωάν νου τοῦ βαπτιστοῦ. Ὁ αὐτὸς θεοδίδακτος πρῶτος ἐν ἀνθρώποις ἱστορίαν ἔγραψε χρονικὴν ἀπὸ Ἀδὰμ ἕως τοῦ ρκʹ ἔτους αὐτοῦ, ὅπερ ἐστὶ κοσμικὸν γωνςʹ κατὰ τήνδε τὴν ἀκριβῆ χρονολογίαν. Μετὰ τὴν τελευτὴν Μωυσέως εἶπε κύριος τῷ Ἰησοῦ υἱῷ Ναυή· ἀναστὰς διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς. πᾶς τόπος οὗ ἐὰν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ, τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου καὶ ἕως τῆς θαλάσσης τῆς μεγάλης ἀφ' ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν. καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμ ματεῦσι λαλῆσαι παντὶ τῷ λαῷ ἑτοιμασθῆναι καὶ ἐπισιτίσασθαι, ἵνα 167 μετὰ τρεῖς ἡμέρας διαβῶσι τὸν Ἰορδάνην. καὶ ἀπέστειλεν ἐκ Σαττεὶμ δύο ἄνδρας κατασκοπεῦσαι τὴν γῆν τῆς Ἱεριχὼ καὶ τῆς Γαὶ δύο πόλεις. οἳ καὶ εἰσελθόντες εἰς Ἱεριχὼ παρὰ Ῥαὰβ τῇ πόρνῃ κατέλυσαν, ζητούμενοί τε ὑπὸ τοῦ βασιλέως Ἱεριχὼ ἐν τῷ οἴκῳ αὐτῆς ἀπεκρύβησαν, ὀμόσαντες αὐτῇ τὰ περὶ τῆς σωτηρίας. ἐπανελθόντες δὲ πρὸς Ἰησοῦν ἐν Σαττεὶμ ἀπήγγειλαν τὰ τῆς κατασκέψεως. καὶ ὀρθρίσας Ἰησοῦς τῷ πρωὶ ἐκ Σατ τεὶμ ἦλθεν εἰς τὸν Ἰορδάνην σὺν τῷ λαῷ. ἔνθα προαγνίσας τὸν Ἰσραὴλ διεβίβασε μετὰ τρεῖς ἡμέρας τὸν Ἰορδάνην, προηγουμένης τῆς κιβωτοῦ διαθήκης κυρίου σὺν τοῖς αἴρουσιν αὐτὴν ἱερεῦσιν· ὧν ἐπειδὴ μόνον οἱ πό δες ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος, ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν εἰς πῆγμα ἓν πόρρω διαιρεθὲν ἄναντες εἰς μέρος Καριαθιαρείμ· τὰ δὲ καταβαίνοντα κατέβη εἰς θάλασσαν Ἄραβα, θάλασσαν ἁλῶν, ἕως ἐξέλιπε. καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ. καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, ἕως διέβη πᾶς ὁ λαὸς τὸν Ἰορδάνην ἐπὶ ξηρᾶς, καὶ συνέταξεν Ἰησοῦς δώδεκα ἄνδρας ἐνδόξους τῶν υἱῶν Ἰσραὴλ διὰ ῥήματος κυρίου, καὶ ἀναλαβόντες λίθους ιβʹ ἐκ μέσου τοῦ Ἰορδάνου διεκόμισαν εἰς τὴν παρεμβολὴν εἰς μνημόσυνον. Ἔστησέ τε ἄλλους ιβʹ λίθους Ἰησοῦς ἐν τῷ Ἰορδάνῃ, οὗ ἔστησαν οἱ πόδες τῶν αἰρόντων τὴν κιβωτὸν ἱερέων, καὶ εἰσὶν ἐκεῖ ἕως σήμερον. καὶ προσ έταξε τοῖς ἱερεῦσιν Ἰησοῦς, καὶ ἐγένετο ὡς ἐξῆλθον καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, κατέβη τὸ ὕδωρ ὁρμῆσαν ὡς ἦν πρότερον. αὐτοὶ δὲ ἀναβάντες ἐστρατοπέδευσαν ἐν Γαλγάλοις κατὰ ἀνατολὰς ἀπέναντι Ἱε ριχώ. Ταῦτα ἀκούσαντες οἱ βασιλεῖς τῶν Ἀμορραίων καὶ οἱ βασιλεῖς οἱ παρὰ τὴν θάλασσαν τῆς Φοινίκης κατετάκησαν ἐκπλαγέντες ταῖς διανοίαις. Ἰησοῦς δὲ θείᾳ προστάξει περιέτεμε τὸν λαὸν μαχαίραις πετρίναις ὅσοι διέβησαν τὸν Ἰορδάνην, ὅτι, φησίν, ἐπὶ τεσσαράκοντα καὶ δύο ἔτη ἀνέ στραπται Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, καὶ διὰ τοῦτο ἦσαν οἱ πλεῖστοι τῶν μαχίμων ἀπερίτμητοι· τούτου δ' ἦν αἴτιον ὅτι καθ' ἑαυτοὺς ὄντες παντὸς ἀλλογενοῦς κεχωρισμένοι χρείαν οὐκ εἶχον τῆς περιτομῆς. καλῶς ἄρα 168 εἴρηται τῷ θείῳ ἀποστόλῳ ὅτι οὔτε περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ τήρησις ἐντολῶν. Τῷ δὲ μβʹ ἔτει πεποιηκέναι δοκεῖ πως ἄπορον εἶναι· τεσσαράκοντα γὰρ ἔτη πανταχοῦ ἐν ταῖς λοιπαῖς θείαις γραφαῖς ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ φαίνε ται ἀναστραφείς, εἰ μή πού τις ἐνταῦθα τὸ πʹ ἔτος Μωυσέως καὶ τὸ πρῶ τον Ἰησοῦ τοῦ Ναυῆ συναριθμεῖσθαι νοήσοι τοῖς ἐν τῇ ἐρήμῳ μʹ ἔτεσι καὶ οὕτως εἶναι μβʹ. Οὗτοι περιτμηθέντες ἡσύχασαν ἕως τοῦ θεραπευθῆναι, καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου Γάλγαλα. καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ ιδʹ τοῦ πρώτου μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμῶν εἰς Ἱεριχὼ ἐν τῷ πεδίῳ, καὶ ἔφαγον ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καινά, τοῦτ' ἔστιν ἀπὸ σίτου νέου, ὅπερ μέχρι νῦν ἔστιν ἰδεῖν ἐν Ἱεριχὼ κατὰ τὴν ἐαρινὴν ἰσημερίαν γενόμενον θερισμὸν σίτου νέου κατὰ τοὺς θερμοτέρους τόπους συμφθά ζοντα. ἐξ οὗ καὶ ἡ κατὰ Ἱεροσόλυμα ἁγιωτάτη ἐκκλησία συνήθως προ φέρει τὴν ἀναίμακτον θυσίαν τῷ καιρῷ τῆς ζωηφόρου ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ ἡμῶν. Ἐν αὐτῇ, φησί, τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἀπὸ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχε τοῖς υἱοῖς Ἰσραὴλ μάννα. ἐκαρ πώσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. ὄντων δὲ αὐτῶν εἰς Ἱεριχὼ ἀναβλέψας Ἰησοῦς ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς εἶπεν αὐτῷ· ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; ὁ δὲ εἶπεν· ἐγὼ ἀρχιστράτηγος κυρίου δυνάμεως νῦν παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπε· δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ' ᾧ σὺ ἕστηκας τόπος ἅγιός ἐστι. Καὶ Ἱεριχὼ συγκεκλεισμένη καὶ ὠχυρωμένη καὶ οὐδεὶς ἐξ αὐτῆς ἐξε πορεύετο οὐδὲ εἰσεπορεύετο. καὶ εἶπε κύριος πρὸς Ἰησοῦν· ἰδοὺ ἐγὼ παρα δίδωμί σοι τὴν Ἱεριχὼ ὑπὸ χεῖρα καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνα 169 τοὺς ὄντας ἰσχύι. σὺ δὲ περίστησον αὐτῇ πάντας τοὺς μαχίμους κύκλῳ. καὶ ἔσται ὅταν σαλπίσωσι τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα, καὶ ἀνακεκραγότων αὐτῶν πεσεῖται πᾶν τὸ τεῖχος τῆς πόλεως αὐτόματον καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν. καὶ ἐποίησεν Ἰησοῦς κατὰ τὸ ῥῆμα τοῦ ἀγγέλου ἐπὶ ἑπτὰ ἡμέρας κυκλῶν τὴν πόλιν προηγουμένης τῆς κιβωτοῦ· καὶ τῇ ζʹ ἠλάλαξεν ὁ λαός, καὶ τὰ τείχη κατέπεσε. καὶ εἰσελθόντες ἀνεθεμάτισαν αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου καὶ ἕως μόσχου καὶ ὑποζυγίου ἐν στόματι ῥομφαίας, χωρὶς Ῥαὰβ τῆς πόρνης καὶ τοῦ οἴκου αὐτῆς. καὶ ἐνεπυρίσθη Ἱεριχὼ σὺν πᾶσι τοῖς ἐν αὐτῇ πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου· ταῦτα γὰρ θεῷ ἀφιερώθη. ἐξ ὧν Ἄχαρ νοσφισάμενος υἱὸς Χαρμεὶ υἱοῦ Ζαμβρεὶ υἱοῦ Ζαρὰ φυλῆς Ἰούδα ψιλὴν ποικίλην καὶ ςʹ δίδραχμα ἀργυρίου καὶ γλῶσσαν χρυσῆν ἐλιθοβολήθη ὑπὸ τοῦ Ἰσραὴλ σὺν τέκνοις καὶ γυναικὶ καὶ τοῖς ὑπάρχουσιν εἰς φάραγγα Ἀχώρ. καὶ κατηράσατο Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Ἱεριχὼ ἔναντι κυρίου εἰπών· ἐπικατάρατος ἄνθρωπος ὅστις οἰκοδομήσει τὴν πόλιν ἐκείνην, ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτήν, καὶ ἐν τῷ ἐλαχίστῳ ἐπιστήσει τὰς πύλας αὐτῆς. καὶ ἐποίησεν οὕτως Ἀζὰ ὁ ἐκ Βαι θήλ· ἐν τῷ Ἀβειρὼν τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ Σεγοὺβ τῷ διασωθέντι ἐλαχίστῳ ἐπέστησε τὰς πύλας αὐτῆς. Τότε παρέδωκε κύριος τῷ Ἰησοῦ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς. καὶ ἐνεπύρισεν αὐτὴν χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα καὶ ἐκρέμασε τὸν βασι λέα ἐπὶ ξύλου διδύμου ἕως ἑσπέρας. ταῦτα ἀκούσαντες οἱ κατοικοῦντες Γαβαὼν πόλιν ἐπίσημον καὶ οἱ κατοικοῦντες τὰς πόλεις τοῦ Εὐαίου δεινό τητι σπονδὰς ἐποιήσαντο πρὸς Ἰησοῦν, πόρρωθεν παραγεγονέναι προσ ποιησάμενοι· οὓς ἐπιγνοὺς ὕστερον διακονεῖν καὶ ξυλοφορεῖν τῷ λαῷ προσέταξε. Τούτοις Ἀμορραῖοι ἐπεστράτευσαν ὡς αὐτομολήσασι πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, ὧν ἦν πρῶτος Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ σὺντοῖς στρατεύμασι. πρὸς οὓς ἀναβὰς Ἰησοῦς σὺν τῷ Ἰσραὴλ Γαβαωνίτας μὲν ἐλυτρώσατο, τοὺς δὲ Ἀμορραίους κατέκοψε φεύγοντας σὺν τοῖς βασι 170 λεῦσιν αὐτῶν. οἳ καὶ ἐν σπηλαίῳ κρυβόμενοι καταληφθέντες ἐκεῖ κατε κλείσθησαν ἕως κατέπαυσεν ὁ πόλεμος. ἔνθα πολλοὶ μὲν ὑπὸ τοῦ Ἰσραὴλ κατεκόπησαν, πλείονες δὲ λίθοις χαλάζης οὐρανόθεν ἐπιρριπτομένοις αὐτοῖς ἀπέθανον. τότε θείᾳ δυνάμει προσευξάμενος Ἰησοῦς ἔστησε τὸν ἥλιον κατὰ Γαβαὼν καὶ τὴν σελήνην κατὰ φάραγγα Αἰλών, ἕως ἐξε πολέμησε τοὺς ἐχθρούς. καὶ ἐξαγαγὼν τοὺς εʹ βασιλεῖς ἐκ τοῦ σπη λαίου προσέταξε τοὺς ἀρχηγοὺς τοῦ πολέμου τῶν υἱῶν Ἰσραὴλ κατα πατῆσαι τοὺς τραχήλους αὐτῶν, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ παρέλαβε τὰς πόλεις αὐτῶν, αἳ ἦσαν αὐτοῖς πέντε, Μακηδὰ καὶ Λόμνα, Λαχείς, καὶ τὸν βασιλέα Γαζὲρ Ἱαρὰμ βοηθοῦντα τοῖς ἐν Λαχείς, τήν τε Ὀδολλὰμ καὶ τὴν Χεβρών. τότε παρέλαβε καὶ τὴν Δαβεὶρ καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ πᾶσαν τὴν ὀρεινήν. Ἰαβεὶν δὲ ὁ βασιλεὺς Ἀσὼρ ἀθροίσας τοὺς περὶ αὐτόν τε καὶ Σιδῶνα τὴν μεγάλην βασιλεῖς, τούς τε ἀπὸ βορρᾶ καὶ τῆς πεδινῆς καὶ τοὺς ἀπὸ ἀνατολῶν παραλίους Χαναναίους, Χορραίους τε καὶ Ἀμορραίους καὶ Εὐαίους καὶ Ἰεβουσαίους καὶ Φερεζαίους καὶ Χετταίους τοὺς ὑπὸ τὴν ἔρημον, πολλοὺς ὄντας ὡς ἡ ἄμμος τῆς θαλάσσης καὶ δυνατοὺς ἐν ἅρ μασι καὶ ἵπποις, ἦλθε πολεμῆσαι πρὸς τὸν Ἰησοῦν· οὓς πάντας παρα λαβὼν ἀνεῖλε σκυλεύσας αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν. πάντες οἱ βασι λεῖς οὓς παρέδωκε κύριος τῷ Ἰησοῦ κθʹ, ὧν τὰ ὀνόματα γέγραπται ἐν βίβλῳ. Ἰησοῦς δὲ πρεσβύτερος προβεβηκώς, καὶ προσέταξεν αὐτῷ κύριος, καὶ ἐκληροδότησε πᾶσαν τὴν γῆν ταῖς θʹ# 171 φυλαῖς, αὐτὸς καὶ Ἐλεάζαρ ὁ ἀρχιερεύς, ἔναντι κυρίου ἐν Σιλώμ. τῷ δὲ Ἰησοῦ ἐδόθη Θαμναθὰ ἐν ὄρει Ἐφραίμ, καὶ τῷ Χαλὲβ υἱῷ Ἰεφοννὴ αἰτήσαντι ἐδόθη Χεβρών, ὃς καὶ ἐξήλειψε τοὺς τρεῖς υἱοὺς Ἐνάκ, τοὺς καλουμένους γίγαντας. τῷ δὲ Γο θονοὴλ ὁμομητρίῳ ἀδελφῷ αὐτοῦ υἱῷ Κενὲζ τῷ νεωτέρῳ, καταλαβομένῳ τὴν πόλιν τῶν γραμμάτων Καριαθσεφαρεὶ ἐν Δαβείρ, Ὀξὰν ἔπαθλον τὴν ἑαυτοῦ θυγατέρα δέδωκε Χαλὲβ εἰς γυναῖκα. 171 Αἱ δὲ δύο ἥμισυ φυλαὶ τοῦ Ῥουβὴν καὶ τοῦ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασ σῆ εἰς τὰς οἰκείας κατασχέσεις ἐπανῆλθον, ἃς ἔδωκεν αὐτοῖς Μωυσῆς, ἔνθα γενόμενοι θυσιαστήριον ἤγειραν· οἷς πολεμῆσαι βουληθέντες οἱ ἀπὸ τῶν θʹ# 171 φυλῶν ὡς ἁμαρτάνουσιν εἰς θεόν, ὅτι ποιοῦσιν ἔξω τῆς κιβωτοῦ προσφοράν, ἐπαύσαντο μετ' εὐλαβείας ἀπολογησαμένων τῶν δύο ἥμισυ φυλῶν, καὶ τὸ παρ' αὐτοῖς θυσιαστήριον μαρτύριον προσηγόρευον. ἐδό θησαν δὲ καὶ τοῖς Λευίταις πόλεις μηʹ. τότε Ἰησοῦς συναγαγὼν τὸν Ἰσραὴλ ἅπαντα σὺν τοῖς ἄρχουσι πλεῖστα παραινέσας περὶ θεοσεβείας ἐξαπ έστειλεν. αὐτὸς δὲ ἐτελεύτησε ζήσας ἔτη ριʹ, καὶ ἔθαψαν αὐτὸν ἐν Θαμνα σαρὰχ ἐν τῷ ὄρει Ἐφραῒμ ἐν ὁρίοις αὐτοῦ, συνθάψαντες αὐτῷ καὶ τὰς πετρίνας μαχαίρας. ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων ιζʹ ἐβασίλευσεν Ἀσκατάδης ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωιβʹ. Ἀσσυρίων ιηʹ ἐβασίλευσεν Ἀμύντης ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωνʹ. Ἀσσυρίων ιθʹ ἐβασίλευσε Βήλοχος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωζεʹ. Ἀσσυρίων κʹ ἐβασίλευσε Βαλατόρης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ κʹ. Ἀσσυρίων καʹ ἐβασίλευσε Λαμπρίδης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ νʹ. Ἀσσυρίων κβʹ ἐβασίλευσε Σωσάρης ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ πʹ. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων λδʹ ἐβασίλευσε Χεβρὼν ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψξβʹ. Αἰγυπτίων λεʹ ἐβασίλευσεν Ἀμεμφὶς ἔτη ιεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γψοεʹ. 172 Αἰγυπτίων λςʹ ἐβασίλευσεν Ἀμενσῆς ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
166.2.1
Αἰγυπτίων λζʹ ἐβασίλευσε Μισφραγμούθωσις ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
166.3.1
Αἰγυπτίων ληʹ ἐβασίλευσε Μισφρὴς ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωιζʹ. Αἰγυπτίων λθʹ ἐβασίλευσε Τούθμωσις ἔτη λθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωμʹ. ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Θηβαίων λζʹ ἐβασίλευσε Φρουορῶ, ἤτοι Νεῖλος, ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωπθʹ ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωζδʹ. Θηβαίων ληʹ ἐβασίλευσεν Ἀμουθαρταῖος ἔτη ξγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ ιγʹ. Ἡ τῶν ληʹ βασιλέων τῶν κατ' Αἴγυπτον λεγομένων Θηβαίων, ὧν τὰ ὀνόματα Ἐρατοσθένης λαβὼν ἐκ τῶν ἐν Διοσπόλει ἱερογραμματέων παρ έφρασεν ἐξ Αἰγυπτίας εἰς Ἑλλάδα φωνήν, ἐνταῦθα ἔληξεν ἀρχή, ἀρξαμένη μὲν ἀπὸ τοῦ β ʹ κοσμικοῦ ἔτους, ἔτεσιν ρκδʹ μετὰ τὴν σύγχυσιν τῶν γλωσσῶν, λήξασα δὲ εἰς τοῦτο τῷ γ οεʹ τοῦ κόσμου ἔτει. Τῶν δὲ τούτοις ἐφεξῆς ἄλλων νγʹ Θηβαίων βασιλέων ὑπὸ τοῦ αὐτοῦ Ἀπολλοδώρου παραδεδομένων τὰς προσηγορίας περιττὸν ἡγούμεθα ἐν ταῦθα ὡς μηδὲν συμβαλλομένας ἡμῖν παραθέσθαι, ἐπεὶ μηδὲ αἱ πρὸ αὐ τῶν. ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων ιθʹ ἐβασίλευσε Σικυὼν ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ ζʹ. Σικυωνίων κʹ ἐβασίλευσε Πόλυβος ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δλβʹ. 173 Σικυωνίων καʹ ἐβασίλευσεν Ἴναχος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
166.4.1
Σικυωνίων κβʹ ἐβασίλευσεν Ἥφαιστος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρκʹ. Σικυωνίων κγʹ ἐβασίλευσεν Ἄδραστος ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρλʹ. Σικυωνίων κδʹ ἐβασίλευσε Πολυφείδης ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρλζʹ. Σικυωνίων κεʹ ἐβασίλευσε Πελασγὸς ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρξηʹ. ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀργείων γʹ ἐβασίλευσεν Ἆπις ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωηʹ. Ὁ ἐπὶ Ὠγύγου παλαιότατος παρ' Ἕλλησιν ἱστορούμενος ἐν Ἀκτῇ, τῇνῦν Ἀττικῇ, κατακλυσμὸς τούτοις γέγονε τοῖς χρόνοις. διαφόρως γὰρ ἱστο ρεῖται, τῶν μὲν ἐπὶ Φορωνέως, τῶν δὲ ἐπὶ Ἄπιδος λεγόντων. ὁμοίως δὲ καὶ ἡ ἀπ' Αἰγύπτου πορεία τοῖς Ἑλλήνων ἱστορικοῖς οὕτω φέρεται δια φόρως κατὰ τοὺς αὐτοὺς χρόνους τῷ ἐπὶ Ὠγύγου κατακλυσμῷ. συμφω νοῦσι δὲ τούτοις ἐν τούτῳ καὶ Ἰώσηππος καὶ Ἰοῦστος Ἰουδαῖοι ἱστορικοὶκαὶ τοῦ καθ' ἡμᾶς λόγου Κλήμης ὁ στρωματεὺς καὶ Τατιανὸς καὶ Ἀφρι κανός, οὗ καὶ χρῆσιν ἑξῆς παραθώμεθα. Ἀφρικανοῦ Ἐν τρίτῳ λόγῳ φησί· «Φαμὲν τοίνυν ἔκ γε τοῦδε τοῦ συντάγματος Ὤγυγον, ὃς τοῦ πρώτου κατακλυσμοῦ γέγονεν ἐπώνυμος, πολλῶν δια φθαρέντων διασωθεὶς κατὰ τὴν ἀπ' Αἰγύπτου τοῦ λαοῦ μετὰ Μωυσέως ἔξοδον, γεγενῆσθαι.» καὶ μετ' ὀλίγα «Μετὰ δὲ Ὤγυγον διὰ τὴν ἀπὸ τοῦ κατακλυσμοῦ πολλὴν φθορὰν ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ μέχρι Κέκροπος ἔτη ρπθʹ. τὸν μὲν γὰρ Ὤγυγον Ἀκταῖον ἢ τὰ πλασσόμενα τῶνὀνομάτων οὐδὲ γενέσθαι φησὶν ὁ Φιλόχορος.» καὶ μεθ' ἕτερα «Ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κῦρον, ὅπως ἀπὸ Μωυσέως ἐπὶ τὸν αὐτοῦ χρόνον, ἔτη 174 ασλεʹ. ἀλλὰ καὶ Ἑλλήνων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς χρόνους γενέσθαι Μωυσέα, Πολέμων μὲν ἐν πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέγων· ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύ πτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν· οὗτοι δηλονότι οἱ μετὰ Μωυσέως. Ἀπίων δὲ Ποσειδωνίου περιεργότατος γραμματικῶν ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν δʹ τῶν ἱστοριῶν φησι κατὰ Ἴναχον Ἄργους βασιλέα Ἀμώσιος Αἰγύπτου βασιλεύοντος ἀποστῆναιἸουδαίους, ὧν γίνεσθαι Μωυσέα. μέμνηται δὲ καὶ Ἡρόδοτος τῆς ἀποστασίας ταύτης καὶ Ἀμώσιος ἐν τῇ δευτέρᾳ, τρόπῳ δέ τινι καὶ Ἰουδαίων, ἐν τοῖς περιτεμνομένοις αὐτοὺς καταριθμῶν.» Τοῦτον τὸν Ἆπίν φησι πρῶτον Αἰγυπτίοις νομισθῆναι θεὸν καὶ Σάρα πιν κληθῆναι. οὗτος τὸν ἀδελφὸν Αἰγιαλέα τῆς Ἀχαΐας, ὥς φασι, κατέ στησε βασιλέα. αὐτὸς εἰς Αἴγυπτον ἐστάλη σὺν ὄχλῳ. Τελχῖνες ἐκπεσόντες Πελοποννήσου Ῥόδον ᾤκησαν νῆσον τὴν καλουμέ νην Ὀφιοῦσαν. Τότε Μέμφις ἐν Αἰγύπτῳ κατὰ τούτους ἐκτίσθη τοὺς χρόνους. Σπάρτα ἐκτίσθη ὑπὸ Σπάρτου παιδὸς Φορωνέως. ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀργείων δʹ ἐβασίλευσεν Ἄργος ἔτη οʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωμγʹ. Ἀργείων εʹ ἐβασίλευσε Κρίασος ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ ιγʹ. ΣΠΟΡΑΔΗΝ Τούτοις τοῖς χρόνοις, ὥς φασι, Προμηθεὺς ἦν, ὃς ἐμυθεύετο πλάττειν ἀνθρώπους ἐξ ἀπαιδευσίας καὶ ἀλογίας εἰς παίδευσιν μετάγων, ὥς φησιν ὁ Πλάτων, ὁ τὴν παλαιὰν κωμῳδίαν, ἐν Σοφισταῖς· προμήθεια γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς. ἑρμηνεύουσι δὲ οἱ Ἀναξαγόριοι τοὺς μυθώδεις θεοὺς 175 νοῦν μὲν τὸν Δία, τὴν δὲ Ἀθηνᾶν τέχνην, ὅθεν καὶ τό· χειρῶν ὀλλυμένων ἔρρει πολύμητις Ἀθήνη. Ἀφρικανοῦ· Καλλίθυια Πείραντος ἐν Ἄργει πρῶτον ἱεράτευσε τῆς Ἥρας. Τούτοις τοῖς χρόνοις Ἄτλας ὁ Προμηθέως ἀδελφὸς ἄριστος ἀστρολόγος διέλαμπεν, ὡς ἐπιστήμης ἕνεκεν τὸν οὐρανὸν αὐτὸν φέρειν πεφήμισται. Εὐριπίδης δὲ τὸν Ἄτλαντα ὄρος εἶναί φησιν ὑπερνεφές. Οὗτος κατὰ τοὺς χρόνους Γοθονιὴλ ἤκμαζεν, ὡς μαρτυροῦσι πάντες οἱ ἐκ τοῦ καθ' ἡμᾶς λόγου ἱστορικοί, ἐν οἷς καὶ Ἀφρικανός φησιν «Οἱ ἀπὸ τῆς Κουρητείας τῆς νῦν Ἀκαρνανίας Κουρῆτες καὶ Κορύβαντες Κνωσσὸν ᾤκισαν, οἱ τὴν ἐν ὅπλοις εὔρυθμον κίνησιν εὑρόντες.» Τούτοις τοῖς χρόνοις Σύρος ἱστορεῖται γεγονέναι γηγενής, οὗ ἐπώνυμος ἡ Συρία. ἄλλοι δὲ πρότερον ἔτεσιν ρʹ. καὶ περὶ Προμηθέως δὲ καὶ Ἐπι μηθέως τὸ αὐτὸ διαφόρως ἱστοροῦσι καὶ Ἄτλαντος Ἄργου τε καὶ Ἰοῦςτῆς Προμηθέως θυγατρὸς καὶ Πανόπτου. οἱ μὲν γὰρ ὅτι κατὰ Κέκροπα τὸν διφυῆ γεγόνασιν, οἱ δ' ὅτι πρότερον ἔτεσιν ξʹ, ἄλλοι δὲ ζʹ. Πᾶσι δὲ τοῖς πρὸ αὐτοῦ σοφωτάτοις ἱστορικοῖς Χριστιανοῖς τε καὶ Ἰουδαίοις καὶ Ἕλλησιν ἀντιπίπτων Εὐσέβιος Κέκροπα τὸν διφυῆ πρῶτον βασιλεύσαντα μετὰ Ὤγυγον τῆς τότε μὲν Ἀκτῆς, νῦν δὲ Ἀττικῆς, ὃς ἦνκατὰ Φορωνέα καὶ τὸν μέγαν Μωυσέα πρὸ ἐτῶν τούτων, ἐν οἷς Κέκροψ ἡμῖν ἐστοιχείωται λίαν ἀκριβῶς, ἐπὶ Μωυσέως γενέσθαι ἀλόγως ἀπεφή νατο τὸν αὐτὸν Κέκροπα καὶ ἀμαρτύρως. ΚΟΣΜΟΥ ΕΤΗ Ἰησοῦ τοῦ Ναυὴ ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωνζʹ. Οἱ μετὰ Ἰησοῦν πρεσβύτεροι ἡγήσαντο τοῦ Ἰσραὴλ ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωπδʹ. 176 Σημειωτέον ὅτι τὸν Φινεὲς υἱὸν Ἐλεάζαρ μετὰ υʹ ἔτη φησὶν ἡ τῶν κρι τῶν βίβλος παρεστάναι ἐνώπιον τῆς κιβωτοῦ ἐν τῷ πολέμῳ τῶν ιαʹ φυ λῶν κατὰ τῆς φυλῆς Βενιαμὶν περὶ τῆς μελισθείσης γυναικός. Τὰ ὀστᾶ Ἰωσὴφ ἀνήγαγον ἐξ Αἰγύπτου οἱ υἱοὶ Ἰσραήλ, καὶ ἔθαψαν αὐτὸν ἐν Σικίμοις ἐν τῇ μερίδι τοῦ ἀγροῦ, ἣν ἐξώνηται ἀμνῶν ρʹ ὁ Ἰακὼβ παρὰ τῶν υἱῶν Ἐμμώρ, φασὶ δ' ὅτι καὶ τῶν λοιπῶν πατριαρχῶν. ἀπο θανόντος δὲ καὶ Ἐλεάζαρ τοῦ υἱοῦ Ἀαρὼν διεδέξατο τὴν ἱερωσύνην Φινεὲς ὁ υἱὸς αὐτοῦ. ἐτάφη δὲ καὶ Ἐλεάζαρ ἐν ὄρει Ἐφραίμ, ἐν Γαβαὰθ τῇ μερίδι Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἔνθα καὶ αὐτὸς Φινεὲς τελευτήσας ἐτάφη ἱερατεύσας τοῦ Ἰσραὴλ ἕως τελευτῆς. Οἱ δὲ υἱοὶ Ἰσραὴλ μετὰ τὴν Ἰησοῦ τελευτὴν καὶ τῶν πρεσβυτέρων ἐπηρώτησαν ἐν κυρίῳ· τίς ἀναβήσεται ἀφηγούμενος πολεμεῖν ἐπὶ τὸν Χα ναναῖον; καὶ ἐρρήθη αὐτοῖς ὅτι Ἰούδας. καὶ ἀνέβη Ἰούδας καὶ Συμεών, καὶ ἔδωκε κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ἔλαβε τὸν Ἀδωνιβεζὲκ βασιλέα Ἱερουσαλήμ, καὶ τὴν πόλιν ἐνέπρησαν πυρί. καὶ ἦν κύριος μετ' αὐτῶν, ἕως ἐποίησαν τὸ πονηρὸν ἔναντι αὐτοῦ. καὶ ἀπέδοτο αὐτοὺς ἔτη ηʹ δουλεύειν τῷ Χουσαρσαθὼμ βασιλεῖ Συρίας Μεσοποταμίας. ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων κγʹ ἐβασίλευσε Λαμπραὴς ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ. Ἀσσυρίων κδʹ ἐβασίλευσε Πανυὰς ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
166.5.1
Ἀσσυρίων κεʹ ἐβασίλευσε Σώσαρμος ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δοεʹ. Ἀσσυρίων κςʹ ἐβασίλευσε Μιθραῖος ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δζζʹ. Ἀσσυρίων κζʹ ἐβασίλευσε Τεύταμος, ὁ καὶ Ταυτάνης παρά τισι λεγό μενος, ἔτη λβʹ. ἐπὶ τούτου Ἴλιον Εὐσέβιός φησιν ἁλῶναι. τοῦ δὲ κόσμου ἦν ἔτος δρκδʹ. 177 Ἀσσυρίων κηʹ ἐβασίλευσε Τευταῖος ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρνςʹ. Ἀσσυρίων κθʹ ἐβασίλευσεν Ἀραβῆλος ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δςʹ. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγύπτου μʹ ἐβασίλευσεν Ἀμενῶφθις ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γωοθʹ. Οὗτος ὁ Ἀμενῶφθίς ἐστιν ὁ Μέμνων εἶναι νομιζόμενος καὶ φθεγγόμενος λίθος. ὃν λίθον χρόνοις ὕστερον Καμβύσης ὁ Περσῶν τέμνει, νομίζων εἶναι γοητείαν ἐν αὐτῷ, ὡς Πολύαινος ὁ Ἀθηναῖος ἱστορεῖ. Αἰθίοπες ἀπὸ Ἰνδοῦ ποταμοῦ ἀναστάντες πρὸς τῇ Αἰγύπτῳ ᾤκησαν. Αἰγυπτίων μαʹ ἐβασίλευσεν Ὦρος ἔτη μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ ιγʹ. Αἰγυπτίων μβʹ ἐβασίλευσεν Ἀχενχερὴς ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ ξαʹ. Αἰγυπτίων μγʹ ἐβασίλευσεν Ἀθωρὶς ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ πςʹ. Αἰγυπτίων μδʹ ἐβασίλευσε Χενχερὴς ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος διεʹ. ΣΙΚΥΩΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Σικυωνίων κςʹ ἐβασίλευσε Ζεύξιππος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρπηʹ. Ἕως τούτου τοῦ δσεʹ ἔτους τοῦ κόσμου ἡ τῶν Σικυωνίων ἤτοι Πελο ποννησίων λεγομένων βασιλεία διήρκεσεν ἐν γενεαῖς μὲν ἤτοι βασιλεῦσιν κςʹ, ἔτεσιν ξζʹ. ἀρξαμένη γὰρ τῷ καθολικῷ κοσμικῷ γσλθʹ ἔτει κατε 178 παύθη ἐν τῷδε τῷ δσεʹ ἔτει. μεθ' οὓς κςʹ βασιλεῖς, ὥς φασιν, ἡγοῦντο αὐτῶν οἱ ἱερεῖς τοῦ Καρνίου ἔτη λγʹ. Ὁμοῦ τὰ πάντα τῆς Σικυωνίων ἀρχῆς ἔτη χίλια. ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀργείων ςʹ ἐβασίλευσε Φόρβας ἔτη κεʹ. οὗτος Ῥόδου ἐκράτησε. τοῦ δὲ κόσμου ἦν ἔτος γ ξηʹ. Ἀργείων ζʹ ἐβασίλευσε Τριόπας ἔτη λςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ ζγʹ. Ἀργείων ηʹ ἐβασίλευσε Κρότωπος ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δκθʹ. Ἀργείων θʹ ἐβασίλευσε Σθένελος ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δνγʹ. Φασί τινες ὅτι μετὰ Σθένελον Ἄργους ἐβασίλευσε Γελάνωρ, ὃν Ἀργεῖοι τῆς ἀρχῆς παύσαντες Δαναὸν Ἄργους ἐβασίλευσαν. ὃς ἐκπεσὼν Αἰγύπτου καὶ κρατήσας τοῦ Ἄργους ἔνυδρον αὐτὸ κατεστήσατο. Ὁ αὐτὸς Δαναὸς διὰ τῶν λεγομένων Δαναΐδων (αὗται δὲ ἦσαν αὐτῷ θυγατέρες νʹ) τοὺς νʹ υἱοὺς τοῦ ἀδελφοῦ αὐτοῦ Αἰγύπτου διεχρήσατο χωρὶς ἑνὸς τοῦ Λυγκέως, ὃς καὶ ἐβασίλευσε μετ' αὐτόν. οὐκ ἄπιστον δὲ ἐν βαρβάροις ἡ πολυτεκνία διὰ τὸ πλῆθος τῶν παλλακῶν. ΣΠΟΡΑΔΗΝ Ἡ Ἰὼ ἡ δευτέρα εἰς Αἴγυπτον ἐλθοῦσα κατά τινας, ἣ καὶ Ἶσις προσηγορεύθη Φαρία, γημαμένη Τηλεγόνῳ Ἔπαφον ἐγέννησεν. Ἔπαφος Ἰοῦςτῆς βʹ ἐβασίλευσεν Αἰγύπτου καὶ Μέμφιν ἔκτισε. Κόρινθος ἡ πάλαι Ἐφύρα καλουμένη ἐκτίσθη. Φοῖνιξ καὶ Κάδμος ἀπὸ Θηβῶν τῶν κατ' Αἴγυπτον ἐξελθόντες εἰς τὴν Συρίαν Τύρου καὶ Σιδῶνος ἐβασίλευσαν. Βούσιρις Ποσειδῶνος καὶ Λιβύης τῆς Ἐπάφου παῖς τῶν κατὰ τὸν Νεῖ λον τόπων ἐτυράννει καὶ τοὺς παροδεύοντας κατέθυε ξένους. Τὸ ἐν Δελφοῖς ἱερὸν ἐνεπρήσθη ὑπὸ Φλεγύου. 179 Κρητῶν ἐβασίλευσεν Ἀστέριος. Εὐρώπῃ τῇ Φοίνικος μυθεύεται Ζεὺς μιγῆναι. ὁ δ' ἦν τεθνεώς, ὡς ἐν Κρήτῃ μαρτυρεῖ αὐτοῦ ὁ τάφος. αὐτὴ δ' ἦν Ἀστερίου τοῦ Κρητῶν βασιλέως γαμετή, ἐξ ἧς ἔσχε τρεῖς υἱούς, Μίνωα καὶ Ῥαδάμανθυν καὶ Σαρ πηδόνα, οἳ καὶ Διὸς ἐμυθεύοντο παῖδες εἶναι. ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων αʹ ἐβασίλευσε Κέκροψ ὁ διφυὴς ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ μεʹ. Κέκροψ ὁ διφυὴς τῆς τότε Ἀκτῆς, νῦν δὲ Ἀττικῆς, ἐβασίλευσεν ἔτη νʹ, διὰ μῆκος σώματος οὕτω καλούμενος, ὥς φησιν ὁ Φιλόχορος, ἢ ὅτι Αἰγύ πτιος ὢν τὰς δύο γλώσσας ἠπίστατο. οὗτος ἀπὸ τῆς Ἀθηνᾶς τὴν πόλιν Ἀθήνας ὠνόμασεν. ἐπὶ αὐτοῦ ἡ ἐν τῇ ἀκροπόλει ἐλαία πρώτως ἐφύη. ἀπ' αὐτοῦ δὲ Κεκροπία ἡ χώρα ἐκλήθη. οὗτος πρῶτος βοῦν ἐθυσίασε καὶ Ζῆνα προσηγόρευσεν, ὥς τινες. ἀπ' αὐτοῦ ἐπὶ πρώτην ὀλυμπιάδα βασιλεῖς ιςʹ, ἄρχοντες δὲ διὰ βίου ιαʹ, ἔτη δὲ
166.6.1
κατὰ τούτους τὰ παρ' Ἕλλησι θαυμαστὰ δοκοῦντα μυθολογεῖται. Ἡ τῶν θεῶν κρίσις Ποσειδῶνος καὶ Ἀθηνᾶς ἐπὶ Κέκροπος μυθεύεται Ἕλλησι περὶ τῆς χώρας. τὸ ἐν Δήλῳ ἱερὸν Ἀπόλλωνος Δηλίου ὑπὸ Ἐρυσίχθονος υἱοῦ Κέκροπος ἱδρύνθη. Χαλδαῖοι κατὰ Φοινίκων ἐστράτευσαν. Μουσικὸς ὁ Εὐκταίου καὶ Νύμφης ἤκμαζε. Δευκαλίων βασιλεύειν τῶν κατὰ Παρνασσὸν ἤρξατο. Κέκροψ Ἀθήνας τὰς καὶ Διάδας ἐν Εὐβοίᾳ ἔκτισεν. Εὐβοεῖς δὲ ταύτην Ὀρχομενὸν μετωνόμασαν. Ἕλλην υἱὸς Δευκαλίωνος ἐγνωρίζετο, ἀφ' οὗ Ἕλληνες οἱ Γραικοὶ μετε κλήθησαν. ἀμπελουργία ὑπὸ Διονύσου ἐγνωρίσθη, οὐχὶ τοῦ ἐκ Σεμέλης. Ἄρειος πάγος ἐκλήθη καὶ δικαστήριον κατέστη. 180 Τῷ μεʹ ἔτει Κέκροπος τοῦ διφυοῦς πρώτου βασιλέως Ἀθηναίων τὴν ἐξ Αἰγύπτου πορείαν τοῦ Ἰσραὴλ διὰ Μωυσέως φησὶν ὁ Παμφίλου ἐμβρόντητος Εὐσέβιος γενέσθαι, ὅπερ κατὰ μὲν τὸν ἐκείνου παραλογισμὸν τῶν ἐξ Ἀδὰμ ἔτος ἦν γχπθʹ, κατὰ δὲ τὸν ἀληθῆ καὶ ἀκριβέστατον λόγον γ πθʹ, κβʹ δὲ Ἀώδ. Ἡρακλέα τινές φασιν ἐν Φοινίκῃ γνωρίζεσθαι Δισανδὰν ἐπιλεγόμενον, ὡς καὶ μέχρι νῦν ὑπὸ Καππαδόκων καὶ Ἠλείων οὕτω καλεῖσθαι. ΚΟΣΜΟΥ ΕΤΗ Τῆς βίβλου τῶν κριτῶν ἔτη Χουσαρσαθὼμ βασιλεὺς Συρίας Μεσοποταμίας ἐκράτησε τοῦ Ἰσραὴλ ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ βʹ. Γοθονιὴλ πρῶτος κριτὴς τοῦ Ἰσραὴλ ἀνέστη ὑπὸ τοῦ θεοῦ δοθείς, ἀδελ φὸς Χαλὲβ ὁ νεώτερος, ἐκ φυλῆς Ἰούδα, ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ ιʹ. Ὁ Ἰσραὴλ ἁμαρτήσας παρεδόθη τῷ Αἰγλὼμ βασιλεῖ Μωαβιτῶν ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ νʹ. Ἀὼδ κριτὴς δεύτερος ἐπιστρέψαντι τῷ Ἰσραὴλ ἐδόθη παρὰ τοῦ θεοῦ. οὗτος ἀνελὼν τὸν Αἰγλὼμ βασιλέα Μωαβιτῶν ἡγήσατο τοῦ Ἰσραὴλ ἔτη πʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ ξηʹ. Ἑβδομηκοστῷ ἔτει τοῦ Ἀώδ φησιν ὁ Ἀφρικανὸς τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμόν. ἀλλ' οὐκ ἔστι τοῦτο ἀκριβῶς ἀποδεῖξαι τῶν παρ' Ἕλλησι πάντων χρόνων διασφαλλομένων ὅσοι πρὸ τῆς πρώτης ὀλυμπιάδος ἱστό ρηνται, πλὴν ὅτι τοῦ ἀληθοῦς ἐγγὺς ἐστοχάσατο, ἐπεὶ καὶ ἡμεῖς παραπλη σίως, μὴ ἔχοντες ἄλλο τι περισσότερον δεῖξαι. Μετὰ τὴν τελευτὴν Ἀὼδ ἀνέστη Σεμέγαρ υἱὸς Ἀνάθ, καὶ ἔσωσε καὶ αὐτὸς τὸν Ἰσραὴλ πατάξας τοὺς ἀλλοφύλους. καὶ προσέθεντο οἱ υἱοὶ 181 Ἰσραὴλ εἰδωλομανεῖν, καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ἰαβεὶν βασιλέως Χαναὰν ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δμηʹ. Δεβῶρρα προφῆτις γυνὴ Ἀφειδὼθ φυλῆς Ἐφραῒμ κατὰ τοὺς χρόνους τούτους ἔκρινε τὸν Ἰσραήλ. διὰ ταύτης ἡγήσατο Βαρὰκ υἱὸς Ἀβινοεὶμ ἐκ φυλῆς Νεφθαλεὶμ τῆς κατὰ Σισάρα μάχης τοῦ ἀρχιστρατήγου Ἰαβείν, καὶ ἐκράτησε πάσης τῆς δυνάμεως αὐτοῦ. αὐτὸς δὲ τοῖς ποσὶ διαφυγὼν ὁ Σι σάρα ὑπὸ Ἰαὴλ γυναικὸς Χαβὲρ τοῦ Κιναίου ἀνῃρέθη πασσάλῳ κατὰ τῆς γνάθου διαπαρείς. τότε ᾖσε Δεβῶρρα σὺν Βαρὰκ ᾠδὴν ἐπινίκιον τῷ θεῷ. καὶ ἡσύχασεν ἡ γῆ ἔτη μʹ. Δεβῶρρα σὺν Βαρὰκ ἡγήσατο τοῦ Ἰσραὴλ μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δξηʹ. ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων λʹ ἐβασίλευσε Χάλαος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσμβʹ. Ἀσσυρίων λαʹ ἐβασίλευσεν Ἄνεβος ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
166.7.1
Ἀσσυρίων λβʹ ἐβασίλευσε Βάβιος ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτκεʹ. Βάβιος οὗτός ἐστιν ὁ παρ' Ἕλλησι Τιθωνὸς λεγόμενος Ἀσσυρίων λβʹ βασιλεύς. τούτου παῖς Μέμνων, ὃς συνεμάχησε τῷ Πριάμῳ κατὰ τῶν Ἑλλήνων καὶ διεφθάρη ὑπὸ Ἀχιλλέως. φέρεται δὲ καὶ ἀντίγραφος τῆς Πριάμου ἐπιστολῆς. ὁ αὐτός ἐστι δὲ καὶ δεύτερος Ταυτάνης. Ἀσσυρίων λγʹ ἐβασίλευσεν Θιναῖος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτξβʹ. Ἀσσυρίων λδʹ ἐβασίλευσε Δέρκυλος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτζβʹ. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων μεʹ ἐβασίλευσεν Ἀχερρὴς ἔτη ηʹ ἢ καὶ λʹ. τοῦ κόσμου ἦν ἔτος δμαʹ. 182 Αἰγυπτίων μςʹ ἐβασίλευσεν Ἀρμαῖος ὁ καὶ Δαναὸς ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δμθʹ. Ἀρμαῖος ὁ καὶ Δαναὸς φεύγων τὸν ἀδελφὸν Ῥαμεσσῆν τὸν Αἴγυπτον ἐκπίπτει τῆς κατ' Αἴγυπτον βασιλείας αὐτοῦ, εἰς Ἑλλάδα τε ἀφικνεῖται. Ῥαμεσσῆς δὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ καὶ Αἴγυπτος καλούμενος ἐβασίλευ σεν Αἰγύπτου ἔτη ξηʹ, μετονομάσας τὴν χώραν Αἴγυπτον τῷ ἰδίῳ ὀνό ματι, ἥτις πρότερον Μεστραία, παρ' Ἕλλησι δὲ Ἀερία ἐλέγετο. Δαναὸς δὲ ὁ καὶ Ἀρμαῖος κρατήσας τοῦ Ἄργους καὶ ἐκβαλὼν Σθένελον τὸν Κροτώπου Ἀργείων ἐβασίλευσε, καὶ οἱ ἀπόγονοι αὐτοῦ μετ' αὐτὸν Δαναΐδαι καλούμενοι ἐπ' Εὐρυσθέα τὸν Σθενέλου τοῦ Περσέως, μεθ' οὓς οἱ Πελο πίδαι ἀπὸ Πέλοπος παραλαβόντες τὴν ἀρχὴν, ὧν πρῶτος Ἀτρεύς. ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀργείων ιʹ ἐβασίλευσε Δαναὸς ἔτη νηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δξδʹ. Ἀργείων ιαʹ ἐβασίλευσε Λυγκεὺς ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρκβʹ. Ἀργείων ιβʹ ἐβασίλευσεν Ἄβας ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρνζʹ. Ἀργείων ιγʹ ἐβασίλευσε Προῖτος ὁ καὶ Περσεὺς ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρζδʹ. Ἀργείων ιδʹ ἐβασίλευσεν Ἀκρίσιος ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσιαʹ. Μετὰ Ἀκρίσιον, ὥς φασι, τῆς ἀρχῆς τῶν Ἀργείων εἰς Μυκήνας μετατεθείσης διεγένοντο βασιλεῖς οἵδε. Περσεύς, ὃς ἀνεῖλεν ἀκουσίως τὸν Ἀκρίσιον, Σθένελος, Εὐρυσθεύς, Πέλοψ, Ἀτρεύς, Θυέστης, Ἀγαμέμνων, Αἴγισθος, Ὀρέστης, Τισαμενός Πενθεὺς καὶ Κομήτης. μεθ' οὓς Ἡρακλειδῶν κάθοδος. Ἕως τούτου δσμγʹ κοσμικοῦ ἔτους γίνονται τῆς Ἀργείων βασιλείας ἔτη φναʹ ἐν γενεαῖς ιδʹ ἤτοι βασιλεῦσιν· ὧν θʹ μὲν κυρίως Ἀργεῖοι λέ 183 γονται, εʹ δὲ Δαναΐδαι οἱ ἀπὸ Δαναοῦ ἕως Ἀκρισίου ἄρξαντες, καθ' οὓς καὶ Δαναοὶ Ἀργεῖοι ἐλέγοντο. μετὰ δὲ τούτους ἐβασίλευσε τοῦ Ἄργους Πέλοψ, παρ' Ὁμήρῳ τῷ ποιητῇ λεγόμενος πλήξιππος ἐν τῇ Ἰλιάδι τὸσκῆπτρον τῆς βασιλείας παρ' αὐτοῦ Διὸς εἰληφέναι· οὗτος Ἀτρεῖ παιδὶ κατέλιπε τὴν βασιλείαν. μεθ' οὓς Θυέστης, εἶτα Ἀγαμέμνων καὶ Μενέ λαος υἱοὶ Ἀτρέως, οἳ καὶ κατὰ τῆς Τροίας διὰ τὴν Ἑλένης κλοπὴν ἐπιστρατεύσαντες σὺν Ἀχιλλεῖ καὶ Ὀδυσσεῖ καὶ Αἴαντι καὶ τοῖς λοιποῖς τῆς Εὐρώπης καὶ τῶν νήσων βασιλεῦσι καὶ ναυσὶ καὶ στρατεύμασι. μεθ' οὓς Αἴγισθος, εἶτα Ὀρέστης καὶ οἱ λοιποὶ Πελοπίδαι Ἀργείων καὶ αὐτοὶ βασιλεῖς ἀναγορευόμενοι κατὰ τὴν Ὁμήρου ποίησιν, κατὰ δέ τινας τῶν ἱστορι κῶν Μυκηνῶν διὰ τὸ κυριεύειν ἄμφω τῶν χωρῶν, οἷς καὶ Εὐσέβιος ἕπεται. ἡμεῖς δὲ αὐτοὺς Ἀργείων ἐφεξῆς κατατάττομεν λογιζόμενοι κατὰ συν έχειαν τῶν Δαναϊδῶν τοῦ Ἄργους μὲν βασιλεύσαντας, Πελοπίδας δὲ κα λουμένους ἀπὸ Πέλοπος, εἰς ὃν καὶ τὸ γένος ἀναφέρουσι, καὶ τὴν Ἀργείων ἀρχὴν ἐπὶ πλέον αὐξήσαντας. τινὲς δὲ διαφέρονται λέγοντες μετὰ Ἀκρί σιον εἰς Μυκήνας μετατεθείσης τῆς ἀρχῆς τῶν Ἀρείων βασιλεῦσαι Περ σέα, Σθένελον, Εὐρυσθέα πρὸ τοῦ Ἀτρέως, Πέλοπος μνήμην οὐδ' ὅλως ποιούμενοι, οἷς οὐχ ἑπόμεθα μάρτυρα ἔχοντες Ὅμηρον. ΣΠΟΡΑΔΗΝ Ἀμφίων Θηβῶν ἐβασίλευσεν, ὡς ἄλλοι· οὗτος ἐμυθεύετο κιθαρίζων θέλγειν τοὺς λίθους, οὓς εὐλόγως ὑποληπτέον ἠλιθίους τινὰς ἀνθρώπους. Ζῆθος δὲ καὶ Ἀμφίων ἀδελφοὶ ἦσαν ποιμένες λυρικοὶ καλούμενοι διὰ τὸ κιθαρίζειν ποιμενικῶς. Ὀρφεὺς Θρᾲξ ἐγνωρίζετο. τούτου μαθητὴς Μουσαῖος ὁ Εὐμόλπου υἱός. Τὰ κατὰ Ὑψιπύλην ἐν Λήμνῳ καὶ Σφίγγα, ἣν Παλαίφατος Κάδμου γυ ναῖκά φησι γενομένην διὰ ζῆλον Ἁρμονίας ἀποστᾶσαν Καδμείοις πολεμεῖν. τά τε περὶ Οἰδίπου, ὡς εἷλεν αὐτήν, καὶ τὰ κατὰ τὴν Ἀργῶ καὶ τοὺς Ἀργοναύτας, ἐν οἷς ἦσαν Ἡρακλῆς καὶ οἱ Διόσκοροι καὶ Ἀσκληπιός. εἰ δὲ τούτοις οἱ Διόσκοροι συνήκμαζον, πῶς δύναται τούτων εἶναι ἀδελφὴ Ἑλένη, εἰ μή που μετὰ πολλὰ ἔτη παρθένος ἁρπάζεται ὑπὸ Θησέως; 184 Ἐν Ἄργει ἱεράτευσεν Ὑπερμνήστρα Δαναοῦ. Ζῆθος καὶ Ἀμφίων Κάδμον ἐκβαλόντες Θηβῶν ἐβασίλευσαν. Κρήτης ἐβασίλευσε Λάπις. Κρήτης ἐβασίλευσεν Ἀπτέρας, ὃς καὶ τὴν πόλιν ἔκτισεν. ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων βʹ ἐβασίλευσε Κραναὸς αὐτόχθων ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γ ζεʹ. Κραναοῦ τούτου δευτέρου βασιλέως τῆς Ἀττικῆς θυγάτηρ ἦν Ἀτθίς, καθ' ἣν Ἀττικὴ ἡ χώρα ὠνομάσθη, πρότερον Ἀκτὴ λεγομένη. Κατὰ τοῦτον τὸν Κραναὸν ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμὸς ἐν Θεσσα λίᾳ καὶ ὁ ἐπὶ Φαέθοντος ἐμπρησμὸς ἐν Αἰθιοπίᾳ. πολλαὶ δὲ καὶ ἄλλαι γε γόνασιν Ἕλλησι τοπικαὶ φθοραί, ὡς Πλάτων ἐν Τιμαίῳ. Ἀπὸ δὲ Ἕλληνος τοῦ Δευκαλίωνος Ἕλληνες οἱ Γραικοὶ καλοῦνται. Ἀθηναίων γʹ ἐβασίλευσεν Ἀμφικτύων ἔτη ιʹ, υἱὸς Δευκαλίωνος, γαμ βρὸς Κραναοῦ. τοῦ δὲ κόσμου ἦν ἔτος δδʹ. Κατὰ Ἀμφικτύωνα τὸν Δευκαλίωνος υἱόν τινές φασι Διόνυσον εἰς τὴν Ἀττικὴν ἐλθόντα ξενωθῆναι Σημάχῳ καὶ τῇ θυγατρὶ αὐτοῦ νεβρίδα δωρή σασθαι. ἕτερος δ' ἦν οὗτος ἐκ Σεμέλης. Ἀθηναίων δʹ ἐβασίλευσεν Ἐριχθόνιος ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος διδʹ. Οὗτος Ἐριχθόνιος Ἡφαίστου ὁ παρ' Ὁμήρῳ Ἐρεχθεύς ἐστιν. Ἐριχθνιος ἅρμα πρῶτος Ἕλλησιν ἐφεῦρεν. ἦν γὰρ παρὰ βαρβάρων. Ἀθηναίων εʹ ἐβασίλευσε Πανδίων ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δξδʹ. Τούτου θυγατέρες Πρόκνη καὶ Φιλομήλα τοῦ Πανδίονος. ΣΠΟΡΑΔΗΝ Λακεδαιμονία ἐκτίσθη ὑπὸ Λακεδαίμονος τοῦ ἐκ Μεσσήνης. Ἔπαφος Ἰοῦς τῆς δευτέρας καὶ Διὸς υἱὸς Μέμφιν ἔκτισεν ἐν Αἰγύπτῳ. 185 Ἀρκὰς ὁ Καλλιστοῦς καὶ Διὸς υἱὸς Πελασγῶν κρατήσας Ἀρκαδίαν τὴν χώραν μετωνόμασε. Δάρδανος ἔκτισε Δαρδανίαν. Κάδμος Θηβαίων ἐβασίλευσεν, οὗ τῆς θυγατρὸς Σεμέλης υἱὸς ὁ Διόνυσος ἐκ μοιχείας, ὃν Ἕλληνες Διός φασι μυθικῶς. Κατὰ τούτους Λίνος καὶ Ἀμφίων καὶ Ζῆθος λυρικοὶ Θηβαῖοι καὶ μουσ ουργοὶ ἐγνωρίζοντο, ὥς τινες· ἄλλοι δὲ μετὰ ταῦτα. Φοῖνιξ Τυρίοις ἐβασίλευσε. Μίνως Κρήτης ἐβασίλευσεν ὁ Εὐρώπης. Ῥαδάμανθυς καὶ Σαρπηδὼν Λυκίων ἦρχον. Ἀμφίων καὶ Ζῆθος Θηβαίων ἑπταπύλων ἐβασίλευον. Δαρδανίας Ἐριχθόνιος Δαρδάνου ἐβασίλευσεν. Εὐρώπης ἁρπαγή. Ἁρμονία ἡρπάγη ὑπὸ Κάδμου. Οἱ Ἰδαῖοι Δάκτυλοι λεγόμενοι, οἱ σίδηρον εὑρόντες, κατὰ τούτους ἦσαν. Μῆλος καὶ Θάσος καὶ Ἀλκισθὴ ἐκτίσθησαν καὶ Πάφος. Βιθυνία ἐκτίσθη ὑπὸ Φοίνικος, ἡ πρὶν Μαριανδηνὴ καλουμένη. Ἐφύρα ἡ νῦν Κόρινθος ὑπὸ Σισύφου ᾠκίσθη. Κόρης ἁρπαγὴ Περσεφόνης ὑπὸ Ἀιδωνέως τοῦ Μολοσσῶν βασιλέως, ὃς εἶχε κύνα παμμεγέθη τὸν λεγόμενον Κέρβερον, ᾧ τὸν Πειρίθουν ὕστε ρον διεχρήσατο παραγενόμενον ἐφ' ἁρπαγῇ τῆς γυναικὸς ἅμα Θησεῖ. Θη σέα δὲ παρατυχὼν Ἡρακλῆς ἐρρύσατο μέλλοντα συνδιαφθείρεσθαι τῷ Πειρίθῳ. διὰ δὲ τὸ τοῦ κινδύνου προῦπτον ἐξ Ἅιδου νομίζεται Θησεὺς ἀνεληλυθέναι, ὡς Φιλόχορος ἱστορεῖ ἐν Ἀτθίδος δευτέρῳ. Ἐλευσῖνος πόλεως Κελεὸς ἐβασίλευσε, καθ' ὃν Τριπτόλεμος ἦν, ὅν φη σιν ὁ Φιλόχορος μακρῷ πλοίῳ προσβαλόντα ταῖς πόλεσι τὸν σῖτον διδόναι, ὑπονοεῖσθαι δὲ πτερωτὸν ὄφιν εἶναι τὴν ναῦν· ἔχειν δέ τι καὶ τοῦ σχήμα τος. 186 Ἀχαΐα ὑπὸ Ἀχαιοῦ ἐκτίσθη. Καδμεία ἐκτίσθη καὶ Σίδη ἐν Κιλικίᾳ. Διονύσου γένεσις ἐκ Σεμέλης. ΚΟΣΜΟΥ ΕΤΗ Ὁ Ἰσραὴλ ἁμαρτήσας παρεδόθη τοῖς Μαδιναίοις ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρηʹ. Γεδεὼν ἔκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δριεʹ. Γεδεὼν ἐπαναστὰς κατὰ ἀλλοφύλων ὁ ἐκ φυλῆς Μανασσῆ υἱὸς Ἰωᾶς τοῦ Ἀβιεζρεὶ ἀγγέλου ἐπιστασίᾳ τό τε πατρικὸν καθεῖλε θυσιαστήριον καὶ θεῖον ἀντῳκοδόμησε, ἀνοίσας τὸν μόσχον τὸν σιτευτὸν τῷ θεῷ ὁλοκαύ τωσιν ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐξέκοψε τοῦ Βαάλ. οὗτος τὸ πνεῦμα τοῦ θεοῦ λαβὼν καὶ τοῖς ἐπὶ τῷ πόκῳ σημείοις πεπιστευκώς, ποτὲ μὲν ὑγρῷ, ποτὲ δὲ ξηρῷ γεγονότι, παραδόξως σὺν λαμπάσι τριακοσίοις ιβʹ μυριάδας ἀνδρῶν ἐτροπώσατο, συλλαβὼν τὸν Ὠρὴβ καὶ τὸν Ζὴβ καὶ τοὺς δύο μεγάλους ἄρχοντας Ἀμαλὴκ καὶ τὸν Ζεβεὲ καὶ τὸν Σαλμανά, δύο βασιλεῖς Μαδιάμ, καὶ ἀνελὼν αὐτοὺς ἐν ῥομφαίᾳ. τούτῳ τῷ Γεδεὼν οʹ υἱοὶ γεγόνασιν ἐκ τῶν γυναικῶν αὐτοῦ καὶ Ἀβιμέλεχ ἐπὶ τούτοις ὁ ἐκ τῆς παλλακῆς αὐτοῦ. Ἀβιμέλεχ ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρνεʹ. Τοῦτον τὸν Ἀβιμέλεχ καὶ τοὺς οʹ ἀδελφοὺς αὐτοῦ ἡ βίβλος τῶν κριτῶν πρῶτον μὲν τοῦ Γεδεὼν υἱοὺς λέγει τρανῶς, ἔπειτα δὲ τοῦ ἀδελφοῦ αὐτοῦ Ἱεροβαάλ, ὃς συνῴκησε τῷ Γεδεὼν περὶ τὰ τέλη αὐτοῦ, ὡς αὐτόθι γέ γραπται, καὶ δοκεῖ πως ἄπορον εἶναι. Ἀφρικανὸς δὲ τοῦ Ἱεροβαὰλ αὐτοὺς λέγει πάντας. Ἀβιμέλεχ ὁ ἐκ τῆς παλλακῆς υἱὸς Γεδεὼν ἀποκτείνας πάντας τοὺς ἀδελ φοὺς αὐτοῦ πλὴν Ἰωνάθου τοῦ νεωτέρου ἐξεπόρνευσε τὸν λαόν. Ἰωνάθης δ' ἀνελθὼν εἰς τὸ ὄρος τὸ Γαριζεὶν τὸ ἐν Σαμαρείᾳ, ὃ ἑρμηνεύεται ὄρος ἅγιον, τὸν περὶ τῶν ξύλων μῦθον ἐξεῖπε, προδηλῶν τὴν ἐσομένην τοῖς 187 ὑπηκόοις τῷ Ἀβιμέλεχ φθορὰν ἐξ αὐτοῦ. οὗτος τὴν Βαιθὴλ πολιορκῶν ὕστερον λίθῳ μυλικῷ πληγεὶς τὸ κρανίον ὑπὸ γυναικὸς ῥιφέντι διεφθάρη, κρατήσας ἔτη γʹ. Θωλὰ ἐκ φυλῆς Ἰσσάχαρ υἱὸς Φουὰ ἔκρινε τὸν Ἰσραὴλ ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρνηʹ. ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων λεʹ ἐβασίλευσεν Εὐπάκμης ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυλβʹ. Ἀσσυρίων λςʹ ἐβασίλευσε Λαοσθένης ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυοʹ. Ἀσσυρίων λζʹ ἐβασίλευσε Περτιάδης ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
166.8.1
Ἀσσυρίων ληʹ ἐβασίλευσεν Ὀφραταῖος ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφμεʹ. Ἀσσυρίων λθʹ ἐβασίλευσεν Ἐφεχερὴς ἔτη ςʹ Ὀφρατάνης ἔτη νβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφξςʹ. Ἀσσυρίων μʹ ἐβασίλευσεν Ἀκραγάνης ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
166.9.1
ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων μζʹ ἐβασίλευσε Ῥαμεσσῆς ὁ καὶ Αἴγυπτος ἔτη ξηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δνηʹ. Αἰγυπτίων μηʹ ἐβασίλευσεν Ἀμενωφὶς ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρκςʹ. Αἰγυπτίων μθʹ ἐβασίλευσε Θούωρις ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρλδʹ. Αἰγυπτίων νʹ ἐβασίλευσε Νεχεψὼς ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρναʹ. Αἰγυπτίων ναʹ ἐβασίλευσε Ψάμμουθις ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δροʹ.