Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
188.1.1
Αἰγυπτίων νβʹ ἐβασίλευσεν*** ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρπγʹ. Αἰγυπτίων νγʹ ἐβασίλευσε Κῆρτος ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρπζʹ. Αἰγυπτίων νδʹ ἐβασίλευσε Ῥάμψις ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσζʹ. Αἰγυπτίων νεʹ ἐβασίλευσεν Ἀμενσὴς ὁ καὶ Ἀμμενέμης ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσνβʹ. ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Μυκηνῶν Ἀργείων ιεʹ ἐβασίλευσε Πέλοψ ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσμδʹ. Τὸν Πέλοπα τινὲς οὐ μόνον Ἀργείων καὶ Μυκηνῶν ἱστοροῦσι βασιλεῦσαι, ἀλλὰ καὶ πάσης τῆς Πελοποννήσου. οὗτος Ὀλυμπίων προέστη καὶ στρα τεύσας ἐπὶ Ἴλιον ἡττήθη ὑπὸ Δαρδάνου. ἀπ' αὐτοῦ Πελοπόννησος ὠνο μάσθη. οὗτος Ἱπποδάμειαν ἔγημε. τινὲς δὲ νγʹ ἔτη καὶ ἄλλοι ξγʹ λέγουσιν αὐτὸν βασιλεῦσαι, καὶ ἕτεροι λεʹ. Μυκηνῶν Ἀργείων ιςʹ ἐβασίλευσαν Ἀτρεὺς καὶ Θυέστης ἔτη λγʹ, κατὰ δὲ ἄλλους ἔτη ξεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσοθʹ. Μετὰ τὴν Πέλοπος τελευτὴν ἐμερίσαντο τὴν ἀρχὴν Ἀτρεὺς καὶ Θυέστης τῶν Μυκηνῶν κατὰ τοὺς αὐτοὺς χρόνους. ὧν θανόντων Ἀγαμέμνων διε δέξατο τὴν ἀρχὴν Μυκηνῶν καὶ Ἀργείων. Μενέλαος δὲ Ἀγαμέμνονος ἀδελφὸς Λακεδαιμονίων ἐβασίλευσε μετὰ τὸν Ἀτρέως θάνατον, ὡς ἑξῆς σύγκειται. ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων ςʹ ἐβασίλευσεν Ἐρεχθεὺς ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρδʹ. Ἐρεχθέως τούτου θυγατέρα Βορέας υἱὸς Ἀστραίου Θρᾲξ ἥρπασεν Ὠριθυῖαν. ὁ δὲ μῦθος τὸν ἄνεμον, ὡς Φιλόχορος ἐν δευτέρᾳ φησίν. ἐπὶ τούτου δὲ καὶ τὰ λεγόμενα μυστήρια ἤρξαντο. 189 Ἀθηναίων ζʹ ἐβασίλευσε Κέκροψ ἔτη μʹ, ὁ δεύτερος Ἐρεχθέως ἀδελφός. τοῦ δὲ κόσμου ἦν ἔτος δρνδʹ. Ἀθηναίων ηʹ ἐβασίλευσε Πανδίων Ἐρεχθέως ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δρζδʹ. Ἀθηναίων θʹ ἐβασίλευσεν Αἰγεὺς Πανδίονος ἔτη μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσιθʹ. ΣΠΟΡΑΔΗΝ Κατὰ τούτους Φρίξος ἔδοξε τισὶν ὀχεῖσθαι ἐπὶ χρυσομάλλῳ κριῷ ἅμα τῇ ἀδελφῇ Ἕλλῃ φεύγων μητρυιὰν ἐπιβουλεύουσαν. καὶ ηὐτύχησε πλοίου, ᾧ τὸ παράσημον κριὸς ἦν. Παλαίφατος δὲ Κριόν φησι καλεῖσθαι τὸν διασώσαντα αὐτοὺς τροφέα. Ὁ κατὰ Εὔμολπον πόλεμος, ἀφ' οὗ οἱ Εὐμολπίδαι Ἀθήνησιν. Τὰ κατὰ Πρόκνην καὶ Φιλομήλαν θυγατέρας Πανδίονος. Πυθοῖ Φημονόη χρησμῳδὸς πρώτη δι' ἑξαμέτρων ἱστορεῖται προθε σπίσαι. Τῆς Δαρδανίας ἐβασίλευσε Τρὼς καὶ Ἶλος, ἀφ' οὗ Τρῶες καὶ Τρῳὰς ἡ πόλις καὶ Ἴλιον· καθ' οὓς Τάνταλος ἐβασίλευσε τῆς Φρυγίας ἤτοι Μαιονίας, ἀφ' ἧς καὶ Μαίονες· Τιτυὸς συνεχρόνισε Ταντάλῳ. κατὰ δὲ Τιτυὸν Λητώ, ἀφ' ἧς Ἀπόλλων, ὃς καὶ σὺν Ἡρακλεῖ τῷ Ἀδμήτῳ ἐδουλευσε. ΣΠΟΡΑΔΗΝ Γανυμήδην ὁ Τάνταλος ἁρπάσας υἱὸν τοῦ Τρωὸς ὑπ' αὐτοῦ κατεπολε μεῖτο Τρωός, ὡς ἱστορεῖ Δίδυμος ἐν ἱστορίᾳ ξένῃ καὶ Φανοκλῆς. μάτην ἄρα τοῦ Διὸς ὡς ἀετοῦ τοῦτον ἁρπάσαντος ὁ μῦθος καταψεύδεται. Ἴλιον ὑπὸ Ἴλου ἐκτίσθη. Μελάμπους μάντις ἐγνωρίζετο· τὰ κατὰ Φρίξον καὶ Μελικέρτην, ἐφ' οὗ τὰ Ἴσθμια· τὰ κατὰ Δήμητραν, ἥν τινες Ἶσίν φασι· καὶ τὰ περὶ Δανάην, ἐξ ἧς ὁ Περσεύς. Περσεὺς τὰς στρατείας ἐπετέλει καὶ ἐπὶ Πέρσας ἐστρά τευσε, τὴν δὲ Γοργόνα ἐκαρατόμησεν ἑταίραν εὔμορφον διὰ κάλλους ἐξ 190 ιστῶσαν τοὺς θεατάς, ὡς ἀπολιθοῦσθαι δοκεῖν. Δίδυμός φησιν ἐν ἱστο ρίᾳ ξένῃ καὶ παρατίθεται τὸν συγγραφέα ταύτης. ὁ Πήγασος, τάχα τις ἵππος ὀξύς, κτῆμα τῆς γυναικός· ὡς δὲ Παλαίφατος, Βελλεροφόντου πλοῖον ἦν ὁ Πήγασος. Τὰ πρὸς Μελέαγρον καὶ Οἰνέα ἐν Αἰτωλίᾳ. Κυρήνη ἐκτίσθη ἐν Λιβύῃ. Ἴων πολέμαρχος γεγονὼς Ἴωνας τοὺς Ἀθηναίους ἀφ' ἑαυτοῦ ὠνόμασε. Διόνυσος ἐπὶ Ἰνδοὺς ἐστράτευσε καὶ Νῦσαν πόλιν ἔκτισε πρὸς τῷ Ἰνδῷ ποταμῷ. Μίδας Φρυγῶν ἐβασίλευσε· Λάιος Χρύσιππον ἥρπασε· Μίλητος ἐκτίσθη πόλις· ὁ ἐν Ἐλευσῖνι νεὼς ἐκτίσθη. Εὐρώπη Ἀγήνορος ὑπὸ Κρητῶν ἡρπάγη ἐμπόρων, ὥς φησιν Ἡρόδοτος· τοῦ δὲ πλοίου παράσημον ἦν ταῦρος. ταύτης ἐπὶ ζήτησιν Κάδμος ἐξελθὼν κτίζει τὴν Καδμείαν καὶ Θηβῶν ἐβασίλευσε· τοὺς δὲ πλησιοχώρους αἰφνι δίως ἐπανελθόντας αὐτῷ διὰ τὸ πανταχόθεν ὡς ἀπὸ γῆς συρρεῖν κατ' αὐ τοῦ Σπαρτοὺς ὠνόμασεν, ὡς Παλαίφατος ἐν πρώτῳ φησί. Διονύσου πράξεις καὶ τὰ περὶ Ἰνδούς, Λυκοῦργόν τε καὶ Ἀκταίωνα καὶ Πενθέα, ὅπως τε Περσεῖ συστὰς εἰς μάχην ἀναιρεῖται, ὥς φησι Δείναρ χος ὁ ποιητής, οὐχ ὁ ῥήτωρ. τῷ δὲ βουλομένῳ πάρεστιν ἰδεῖν αὐτοῦ τὴν ταφὴν ἐν Δελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν, ἔνθα καὶ τὸ ὅπλον ἀνάκειται Αὐγούστου Καίσαρος καὶ Νέρωνος ἡ κιθάρα. βάθρον δέ τι νο μίζεται τοῖς ἀγνοοῦσιν ὁ Διονύσου τάφος, στρατηγὸς δὲ δοκεῖ γενέσθαι, καὶ οὕτω γράφεται θηλύμορφος διά τε ἄλλας αἰσχρὰς αἰτίας καὶ διὰ τὸ μιξόθηλυν στρατὸν ὁπλίζειν· ὥπλιζε γὰρ σὺν τοῖς ἄρρεσι καὶ τὰς θηλείας, ὥς φησιν ὁ Φιλόχορος ἐν δευτέρῳ. Λίνος διδάσκαλος Ἡρακλέους ἐγνωρίζετο· Ἀνδρόγεως ἐδολοφονήθη ἐν Ἀθήναις· Φιλάμμων ὁ Δελφὸς ἤκμαζεν, ὁ πρῶτος στήσας Πυθοῖ χορόν. Τὰ κατὰ Δαίδαλον, ὃς ἔδοξεν ἀγάλματα κινούμενα ποιεῖν. πρῶτος γὰρ διέστησε τοὺς τῶν ἀγαλμάτων πόδας, ὡς ὁ Παλαίφατος ἱστορεῖ, τῶν πρὸ 191 αὐτοῦ πάντων συμπεφυκότας αὐτοὺς πλαττόντων. οὗτος ἀποπτῆναι μυ θεύεται σὺν Ἰκάρῳ τῷ υἱῷ αὐτοῦ πλοίου λαβόμενος καὶ διαφυγὼν τὸν Μίνωα διὰ τὸ ἀνεύρετον γενέσθαι τῷ διώκοντι. Θάμυρις ὁ Φιλάμμωνος ἤκμαζε. Μίνως ἐθαλασσοκράτει καὶ Κρησὶν ὡς παρὰ Διὸς ἐνομοθέτει, κομίζων τοὺς νόμους ἐξ ἄντρου τοῦ ἐν τῇ Ἴδῃ διὰ ἐννεαετηρίδος, ὅπερ ὁ Πλάτων ἐν τοῖς Νόμοις ἐλέγχει. Ἡρακλῆς τοὺς ἄθλους ἐτέλει καὶ Ἀνταῖον ἐν Λιβύῃ καταπαλαίσας ἀν αιρεῖ τὸν λεγόμενον γηγενῆ διὰ τὸ ἐπιστήμονα εἶναι τὸν λεγόμενον παρὰ τοῖς παλαισταῖς τρόπον χαμαί, ὡς ἀπὸ τῆς μητρὸς γῆς βοηθεῖσθαι δοκεῖν, ὃν Ἡρακλῆς ἰσχυρὸς ὢν μὴ προσδεηθεὶς ζώσας τὸν Ἀνταῖον τοῖς ἅμμασι καὶ μετεωρίσας διεχειρίσατο. Τὴν δὲ Ὕδραν τὸ μυθευόμενον ζῷον ὁ Πλάτων σοφίστριαν λέγει, δι' ἣν ὁ αὐτὸς Ἡρακλῆς τὸ Ἴλιον ἐπόρθησε. Μήδεια Κολχὶς ἀνεχώρησεν Αἰγέως. Πόλεμος Κενταύρων καὶ Λαπιθῶν. Κένταυροι δὲ Θεσσαλῶν ἦσαν ἱπ πεῖς ἄριστοι, ὥς φησι Παλαίφατος ἐν πρώτῃ ἀπίστων. Οἱ ἑπτὰ ἐπὶ Θήβας ἐστράτευσαν. Τὰ περὶ τὸν Μινώταυρον, ὡς μὲν ὁ μῦθος, ὅτι δὴ ἐκ ταύρου τοῦ ζῴου καὶ Πασιφάης μιξόθηρ ἐγένετο καὶ τὸν παρ' Ἀθηναίων δασμὸν κομιζό μενος ἐθοινᾶτο τοὺς παῖδας. αὐτοὶ δὲ οἱ Κνώσιοι λέγουσιν εἶναι τοῦ Μί νωος στρατηγόν, ὃς ὠνομάζετο μὲν Ταῦρος, τὴν δὲ φύσιν ὠμὸς καὶ ἀν ήμερος ἦν. ἐπεὶ δὲ Μίνως ἀγῶνα
188.2.1
Ἀνδρογέῳ ἐτίθει, ὃν ἀπέκτειναν Ἀθηναῖοι, τοὺς Ἀττικοὺς δὲ παῖδας ἔπαθλον ἐδίδου, ἰσχυρὸς ὢν ὁ Ταῦρος πάντων κατεκράτει. ὡς δὲ καὶ τῷ Θησεῖ τοῦ ἀγῶνος μετεδόθη καὶ τὸν Ταῦρον κατεπάλαισε, συνέβη καὶ τοὺς παῖδας διασωθῆναι καὶ τὴν πόλιν ἀφεθῆναι τοῦ δασμοῦ, ὡς Φιλόχορος ἱστόρησεν ἐν δευτέρᾳ Ἀτθίδος. Οἱ Ἐπίγονοι τῶν ἑπτὰ ἐπὶ Θήβας ἐστράτευσαν. Φαίδρα Ἱππολύτου ἠράσθη. Μίνως ἐπὶ Σικελίαν στρατεύσας διὰ Δαίδαλον ἀναιρεῖται ὑπὸ τῶν Κω κάλου θυγατέρων. Κατὰ τούτους τοὺς χρόνους Σαμψὼν ἦν, ὁ παρ' Ἕλλησι βοώμενος Ἡρα 192 κλῆς, ὃς μετὰ τοὺς ἄθλους καὶ τὴν Ἀνταίου ἀναίρεσιν τοῦ γηγενοῦς ἐν Λιβύῃ καὶ τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα καὶ τὴν πρώτην ὑπ' αὐτοῦ ἅλωσιν Τροίας ἐπὶ Λαομέδοντος πατρὸς Πριάμου βασιλέως Τροίας λοιμώδει νόσῳ περιπεσὼν εἰς πῦρ ἐνήλατο καὶ οὕτως ἐξ ἀνθρώπων ἐγένετο, βιώ σας τὰ πάντα ἔτη νβʹ. τινὲς δὲ πρὸ τούτου μικρὸν ἱστοροῦσι γενέσθαι Ἡρακλῆν, ἄλλοι τε πλείονα ἔτη ζῆσαί φασιν αὐτόν. ΚΟΣΜΟΥ ΕΤΗ Ἰαεὶρ τὸν Γαλααδίτην κριτὴν ἔδωκεν ὁ θεὸς τῷ Ἰσραὴλ μετὰ τὸν Θω λᾶν, ὃς εἶχεν υἱοὺς λβʹ καὶ λβʹ πόλεις, ὧν ἦρχον. οὗτος ἔκρινε τὸν λαὸν ἔτη
188.3.1
τοῦ δὲ κόσμου ἦν ἔτος δρπαʹ. Ἀμμανῖται ἐκράτησαν τοῦ Ἰσραὴλ ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσαʹ. Μετὰ τὸν Γαλααδίτην Ἰαεὶρ ἁμαρτήσας ὁ Ἰσραὴλ παρεδόθη Ἀμμανίταις δουλεύειν ἔτη ιηʹ. ἐξομολογησαμένοις δὲ αὐτοῖς τῷ θεῷ ἐδόθη αὐτοῖς Ἰεφθάε ὁ ἐκ φυλῆς Μανασσῆ, υἱὸς Γαλαὰδ καὶ γυναικὸς πόρνης. οὗτος εὐξάμενος τῷ θεῷ θύσειν μετὰ τὴν κατὰ Μωαβιτῶν νίκην τὸ συναντῆσον αὐτῷ ζῷον ἐπανιόντι τοῦ πολέμου ἐκ τῆς οἰκίας αὐτοῦ, εἰ νικήσοι, μιᾶς αὐτοῦ μονογενοῦς θυγατρὸς δ' οὔσης καὶ φιλτάτης συναντησάσης αὐτῷ ταύτην ἔθυσε τῷ θεῷ οὐκ ἄκουσαν, ἐπὶ μῆνας δύο τὴν παρθενίαν αὐτῆς προπενθήσασαν. Ἰεφθάε ἔκρινε τὸν Ἰσραὴλ ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσιθʹ. Οὗτος ἐπολέμησε τοῖς υἱοῖς Ἐφραῒμ μεμφομένοις αὐτῷ ὅτι οὐ παρέλαβεν αὐτοὺς ἐν τῷ πολέμῳ, καὶ ἀπέκτεινε τρισμυρίους δισχιλίους αὐτῶν. Ὁ Ἰεφθάε τὰ ἀπὸ Μωυσέως ἕως αὐτοῦ τʹ λέγει εἶναι ἐν τῇ βίβλῳ τῶν κριτῶν, δηλονότι χωρὶς τῆς τῶν ἀλλοφύλων ἐπικρατήσεως. οὕτω γὰρ χρὴ νοεῖν καὶ οὐχ ὡς ὁ Εὐσέβιος, συναριθμῶν τοῖς τῶν κριτῶν χρόνοις 193 τοὺς τῶν ἀλλοφύλων καὶ μὴ λογιζόμενος αὐτοὺς ἰδίως ἑκάστου, ὡς ἡ γραφή. Ἐσέβων καὶ Ἐσβὰλ ἔκριναν τὸν Ἰσραὴλ ἔτη ζʹ μετὰ τὸν Ἰεφθάε. τοῦδὲ κόσμου ἦν ἔτος δσκεʹ. Ἐσέβων ὁ Βηθλεεμίτης φυλῆς Ἰούδα, πατὴρ λʹ υἱῶν καὶ θυγατέρων λʹ, ἔκρινε τὸν Ἰσραήλ. Ἀειλὼν κριτὴς ἔκρινε τὸν Ἰσραὴλ ἔτη ιʹ μετὰ τὸν Ἐσέβωνα ἐκ φυλῆς Ζαβουλών. τοῦ δὲ κόσμου ἦν ἔτος δσλβʹ. Ἀβδὼν κριτὴς ἔκρινε τὸν Ἰσραὴλ ἔτη ηʹ. Ἀφρικανὸς ἔτη κʹ φησὶν οὐ καλῶς. τοῦ δὲ κόσμου ἦν ἔτος δσμβʹ. Ἀβδὼν υἱὸς Σελήμ, πατὴρ παίδων λʹ καὶ ἐκγόνων λʹ, ἔκρινε τὸν Ἰσραὴλ ἔτη ηʹ. μετὰ δὲ τὴν τούτου τελευτὴν παραβὰς ὁ Ἰσραὴλ ἀπεδόθη πάλιν τοῖς ἀλλοφύλοις ἔτη μʹ. Ἀλλόφυλοι Φυλιστιαῖοι ἐκράτησαν τοῦ Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσνʹ. Εὐσέβιος ὁ Παμφίλου τὰ μʹ ἔτη ταῦτα τῶν ἀλλοφύλων τοῖς τοῦ Σαμ ψὼν συναριθμεῖ ἀλόγως καὶ τῶν μετ' αὐτοῦ κριτῶν ἔτεσι, μὴ στοιχειώσας αὐτὰ ἐν τῷ κανόνι αὐτοῦ μηδὲ τῶν λοιπῶν ἀλλοφύλων κατά τινα, φησίν, Ἑβραίων παράδοσιν. προφανῶς δέ, ὡς καὶ ἐν ἄλλοις, ἀντίκειται τῇ γραφῇ. ΑΣΣΥΡΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀσσυρίων μαʹ ἐβασίλευσε Θῶνος ὁ λεγόμενος Κονκόλερος, Ἑλληνιστὶ Σαρδανάπαλος, ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχξʹ. Σαρδανάπαλος Ταρσὸν ᾤκισε καὶ Ἀγχιάλην τὰς πόλεις ἐν μιᾷ ἡμέρᾳ. ἡ τῶν Ἀσσυρίων βασιλεία εἰς τὸ καθολικὸν κοσμικὸν δχοεʹ ἔτος ἔληξε, διαρκέσασα ἔτη αυξʹ ἀπὸ τοῦ κοσμικοῦ γσιςʹ ἔτους. Ἕως τοῦδε τοῦ δχοεʹ ἔτους τοῦ κόσμου διαρκέσασα ἡ τῶν Ἀσσυρίων βασιλεία ἐπὶ αυξʹ ἔτη κατελύθη τῷ κʹ ἔτει τοῦ Σαρδαναπάλου τοῦ μαʹ 194 βασιλέως Ἀσσυρίων, ὃς παρά τισι Θῶνος Κονκόλερος ὠνομάζετο, περὶ οὗ καὶ Διόδωρος λέξεσιν αὐταῖς οὕτω γράφει. Σαρδανάπαλος δὲ τριακοστὸς μὲν καὶ πέμπτος ἀπὸ Νίνου τοῦ συστησα μένου τὴν ἡγεμονίαν, ἔσχατος δὲ γενόμενος βασιλεὺς Ἀσσυρίων, ὑπερῆρεν ἅπαντας τοὺς πρὸ αὐτοῦ τρυφῇ καὶ ῥᾳθυμίᾳ. καὶ μετ' ὀλίγα· καὶ τοιοῦτος ὢν τὸν τρόπον οὐ μόνον αὐτὸς αἰσχρῶς κατέστρεψε τὸν βίον, ἀλλὰ καὶ τὴν Ἀσσυρίων ἡγεμονίαν ἄρδην ἀνέστρεψε πολυχρονιωτάτην γενομένην τῶν μνημονευομένων. Ἀρβάκης γάρ τις, Μῆδος μὲν τὸ γένος, ἀνδρείᾳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων, ἐστρατήγει Μήδων τῶν κατ' ἐνιαυτὸν ἐκπεμπομένων εἰς τὴν Νίνον. κατὰ δὲ τὴν στρατείαν γενόμενος συνήθης τῷ στρατηγῷ τῶν Βαβυλωνίων ὑπ' ἐκείνου παρεκλήθη καταλῦσαι τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν. Ταῦτα ὁ Διόδωρος περὶ τῆς Σαρδαναπάλου καταστροφῆς, καὶ ὅτι λεʹ ἀπὸ Νίνου γέγονε βασιλεὺς Ἀσσυρίων, ὃν πρῶτον εἶναι βασιλέα τῶν αὐτῶν Ἀσσυρίων προλαβὼν ἀνωτέρω ἔφη οὕτως. Τὸ παλαιὸν τοίνυν κατὰ τὴν Ἀσίαν ὑπῆρχον ἐγχώριοι βασιλεῖς, ὧν οὔτε πράξεις ἐπίσημοι οὔτε ὀνόματα μνημονεύεται. πρῶτος δὲ τῶν ἱστορίᾳ καὶ μνήμῃ παραδεδομένων Νίνος ὁ βασιλεὺς τῶν Ἀσσυρίων μεγάλας πράξεις ἐπετελέσατο. καὶ μεθ' ἕτερα· μετὰ δὲ ταῦτα γεννήσας ἐκ Σεμιράμιδος υἱὸν Νινύαν ἐτελεύτησε, τὴν γυναῖκα ἀπολιπὼν βασίλισσαν. τὸν δὲ Νίνον ἡ Σεμίραμις ἔθαψεν ἐν τοῖς βασιλείοις. καὶ ἐπάγει· αὕτη μὲν οὖν βασι λεύσασα τῆς Ἀσίας ἁπάσης πλὴν Ἰνδῶν ἐτελεύτησε τὸν προειρημένον τρόπον, βιώσασα μὲν ἔτη ξβʹ, βασιλεύσασα δὲ δύο πρὸς τοῖς μʹ. καὶ μεθ' ἕτερα· παραπλησίως δὲ καὶ οἱ λοιποὶ βασιλεῖς παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀρχὴν ἐβασίλευσαν ἐπὶ γενεὰς μεʹ μέχρι Σαρδαναπά λου. ἐπὶ τούτου γὰρ ἡ τῶν Ἀσσυρίων ἡγεμονία μετέπεσεν εἰς Μήδους ἔτη διαμείνασα πλείω τῶν α καὶ τʹ, καθάπερ φησὶ Κτησίας ὁ Κνίδιος ἐν τῇ βʹ βίβλῳ. τὰ δὲ ὀνόματα τῶν βασιλέων καὶ τὸ πλῆθος τῶν ἐτῶν οὐ κατεπείγει γράφειν διὰ τὸ μηδὲν ὑπ' αὐτῶν πεπρᾶχθαι μνήμης ἄξιον. μόνη γὰρ τέτευχεν ἀναγραφῆς ἡ πεμφθεῖσα συμμαχία τοῖς Τρωσὶν ὑπὸ Ἀσσυρίων, ἧς ἐστρατήγει Μέμνων ὁ Τιθωνοῦ. Ταυτάνου γὰρ βασιλεύον 195 τος τῆς Ἀσίας, ὃς ἦν κςʹ ἀπὸ Νίνου τοῦ Σεμιράμιδος, φασὶ τοὺς μετὰ Ἀγαμέμνονος Ἕλληνας ἐπὶ Τροίαν στρατεῦσαι τὴν ἡγεμονίαν ἐχόντων τῆς Ἀσίας Ἀσσυρίων ἔτη πλείω τῶν χιλίων. Ταῦτα ὁ Διόδωρος ἡμῖν παραδίδωσι μηδ' οὕτω θαρρήσας ἀποφήνασθαι τὸν τῶν βασιλέων ἀριθμὸν ἢ χρόνου τὴν ἀκριβῆ ποσότητα προσηγορίας τε αὐτῶν καὶ ἐπὶ τίνος ἡ κατὰ Τροίας τῶν Ἀχαιῶν ἔφοδος γέγονεν, ἀλλὰ πάντα φειδόμενος διὰ τὸ τῶν παλαιοτέρων αὐτοῦ ἱστορικῶν ἀσύμφωνον, μόνον δ' ὅτι πλείω τῶν ατʹ ἐτῶν ὁ χρόνος τῶν ἀπὸ Νίνου λεʹ βασιλέων ἐστὶν ἀπεφήνατο, καὶ ὅτι τὴν Τροίας ἅλωσιν ἐπὶ τοῦ κςʹ ἀπὸ Νίνου βασι λεύσαντος Ἀσσυρίων Ταυτάνου φασὶ γενέσθαι μετὰ α ἔτη πλείω, ἄλλοις ἐπιγράφων τὰ λεγόμενα, ὡς μὴ πάντη συντιθέμενος. ὁ γὰρ Ταυτάνου χρόνος τῷ μβʹ ἔτει συντρέχει τῆς Ἀσσυρίων ἀρχῆς, κζʹ λογιζομένου Ταυτάνου ἀπὸ Βήλου. εἰ γὰρ τὰ Βήλου νεʹ ἔτη ἀφέλωμεν ἐκ τῶν μβʹ, πολλοῖς ἔτεσι κατὰ τὸν ἀκριβῆ λόγον ἐλαττωθήσεται ἐκ τῶν α πλείω χρόνων ἢ μετὰ α πλείω κατὰ Διόδωρον καὶ τὴν ἀληθῆ ἀνάλωσιν Τροίας. καλῶς ἄρα ἡμῖν ἐστοιχείωται καὶ τοῖς ἐκθεμένοις ἐγγύς που τοῦ αρʹ ἔτους τῆς Ἀσσυρίων ἀρχῆς κατὰ τὸ δτκθʹ ἔτος τοῦ κόσμου ἡ Τροίας ἅλωσις, ἐπὶ τοῦ λβʹ βασιλέως Ἀσσυρίων Βαβίου, ἐπὶ Δημοφῶντος τοῦ Θησέως ιβʹ βασιλέως Ἀθηναίων, οἷς κατηκολουθήσαμεν. Ὅτι δὲ ἀσυμφώνως οἱ τῶν Ἑλλήνων ἱστορικοὶ γεγράφασι περὶ τῶν χρό νων καὶ τῶν βασιλέων τούτων παρέστω Κεφαλίων ἐπίσημος εἷς, οὐχ ὁ τυχών, οὕτω φάσκων. Ἄρχομαι γράφειν ἀφ' ὧν ἄλλοι τε ἐμνημόνευσαν καὶ τὰ πρῶτα Ἑλλά νικός τε ὁ Λέσβιος καὶ Κτησίας ὁ Κνίδιος, ἔπειτα Ἡρόδοτος ὁ Ἁλικαρνασεύς. τὸ παλαιὸν τῆς Ἀσίας ἐβασίλευσαν Ἀσσύριοι, τῶν δὲ ὁ Βήλου Νίνος. εἶτ' ἐπάγει γένεσιν Σεμιράμεως καὶ Ζωροάστρου μάγου ἔτη τε νβʹ τῆς Νίνου βασιλείας. μεθ' ὃν Βαβυλῶνα, φησίν, ἡ Σεμίραμις ἐτείχισε τρό πον ὡς πολλοῖσι λέλεκται, Κτησίᾳ, Ζήνωνι, Ἡροδότῳ καὶ τοῖς μετ' αὐ τούς. στρατείην τε αὐτῆς κατὰ τῶν Ἰνδῶν καὶ ἧτταν καὶ ὅτι τοὺς ἰδίους ἀνεῖλεν υἱοὺς καὶ ὑπὸ Νίνου τῶν παίδων ἑνὸς ἀνῃρέθη τοῦ διαδεξαμένου τὴν ἀρχήν. 196 Καὶ μεθ' ἕτερα· καὶ τῶν λοιπῶν εἰς α ἐτῶν ἀριθμὸν ἦρχον, παῖς παρὰ πατρὸς ἐκδεχόμενος τὴν ἀρχὴν καὶ ἔχων ἧττον αὐτῶν οὐδὲ εἷς ἐτελεύτη σεν ἐτῶν κʹ. τὸ γὰρ ἀπόλεμόν τε καὶ ἀφιλοκίνδυνον καὶ γυναικῶδες αὐτοῖς ἦν ἀσφαλές. ἔνδον γὰρ ἔμενον οὐδέ τι αὐτοῖς ἦν ἔργον ὃ ἐπρήσσετο, οὐδὲ ἑώρα τις αὐτοὺς πλὴν αἵ τε παλλακίδες καὶ τῶν ἀνδρῶν οἱ γυναικώδεις. τοὺς δὲ βασιλεῖς τούσδε εἴ τις εἰδῆσαι βούλεται, Κτησίης ἐστὶν ὁ λέγων ὀνόματα αὐτῶν κʹ, οἶμαι, καὶ γʹ. ἐμοὶ δὲ ἡ γραφὴ τί τερπνὸν ἢ τί χάριεν ἤμελλεν ἕξειν, ὀνομακλήδην ἄνευ πράξεων βαρβάρως φωνέοντι τυράννους δειλοὺς καὶ μαλακοὺς βαρβάρους; πρὸς οἷς ἐπάγει τὰ περὶ τῶν ἐτῶν αὐτῶν· ἐτέων δὲ ὄντων ἀπὸ Νίνου τεσσαράκοντά που καὶ χʹ Βέλιμος ἐβα σίλευσεν Ἀσσυρίων. καὶ ἀφικνεῖται Περσεὺς ὁ Δανάης εἰς τὴν χώρην αὐ τοῦ, ναῦς ἄγων ρʹ. ἔφευγε δὲ Περσεὺς Διόνυσον τὸν Σεμέλης υἱέα. καὶ μετέπειτα· ὑστέρῃ δὲ γενεῇ κατὰ Πανύαν ἄρχοντα ὁ τῶν Ἀργοναυτῶν στό λος ἔπλευσεν ἐπί τε Φᾶσιν καὶ Μηδείην τὴν Κολχίδα, καὶ Ἡρακλέα πλα νηθέντα ἀπὸ τῆς νεὼς διὰ τὸν ἔρωτα τοῦ Ὕλα λέγουσι περὶ τοὺς Καππα δόκας ἀληθῆναι. καὶ αὖθις· α δὲ ἐτῶν ἀπὸ Σεμιράμεως εἰς Μητραῖον βασιλέα ἂν ἀριθμοῖτο περιτελλομένων. Μήδεια Κολχὶς ἀνεχώρησεν Αἰγέως, ἧς υἱὸς Μῆδος, ἐξ οὗ Μῆδοι καὶ ἡ χώρα ἐκλήθη Μήδεια. εἶτά φησι· Μητραίου δὲ τὴν ἀρχὴν διαδέχεται Ταύτανος ζῶν καὶ αὐτὸς κατὰ ἔθη τὰ Ἀσσυρίων καὶ νόμους. καὶ ἄλλο μὲν οὐδὲν ἐγένετο οὐδὲ ἐπὶ τούτου καινὸν ἔργον. Ἀγαμέμνων δὲ καὶ Μενέλαος οἱ Μυκηναῖοι ἐστρατεύσαντο σὺν Ἀργείοισι καὶ τοῖσι ἄλλοισιν Ἀχαιοῖς εἰς Ἴλιον πόλιν τῆς Πριάμουτοῦ Φρυγὸς στρατηγίης. Ἕως τούτων ἀρκεῖν ἡγησάμεθα τὴν ἐκ τῶν Κεφαλίωνος γραφῶν πρὸς τὸν Διόδωρον διαφωνίαν παραθέσθαι τοῖς ἀκριβῶς ἐπιστῆσαι βουλομένοις. ὁ μὲν γὰρ λεʹ βασιλεῖς ἀπὸ Νίνου καὶ αὐτοὺς ἐξέθετο καὶ τὴν ἅλωσιν Τροίας μετὰ α ἔτη πλείω φησίν, ὡς τινές, ἐπὶ κςʹ βασιλέως Ἀσσυρίων Ταυτάνου· ὁ δὲ τοὺς πάντας κγʹ ἀπὸ Βήλου καὶ τὴν Τροίας ἅλωσιν καὶ μετὰ ταῦτα α ἔτη· ὅπερ ἀδύνατον. ἵνα γὰρ κβʹ ἀπὸ Βήλου τις ὑπολάβοι τὸν Ταύτανον πρὸ τοῦ ἐσχάτου Σαρδαναπάλου, καὶ οὕτω πολλοῖς ἐλαττω θήσεται χρόνοις ὁ Κεφαλίων πρὸς τὸν Διόδωρον. καὶ ἁπλῶς εἰπεῖν ἐξ 197 ἁπάντων τὸ ἄτοπον ἑνὶ τῶν ἀμφοτέρων συνάγεται, ἵνα μὴ λέγω καὶ τοῖς δυσί, διὰ τὸ μᾶλλον τὸν Διόδωρον τῇ ἀληθείᾳ προσεγγίζειν, πλείω τῶν ατʹ εἰρηκότα τὸν ὅλον τῆς Ἀσσυρίων ἀρχῆς χρόνον καὶ αὐτὸν ἀπὸ Νίνου ἕως Σαρδαναπάλου. Ὁ μέντοι Εὐσέβιος καίπερ πραγματείαν οὐ τὴν τυχοῦσαν συλλεξάμενος φιλοπόνως καὶ ταύτῃ τὴν ἑαυτοῦ χρονικὴν συγγραφὴν κατασεμνύνας, τάς τε προκειμένας χρήσεις Διοδώρου καὶ Κεφαλίωνος προθείς, ἐν λζʹ βασι λεῦσι τὴν Ἀσσυρίων ἀρχὴν περιέλαβεν, ἔτεσι δὲ ατʹ, τῷ Κάστορι μᾶλλον ἀκολουθήσας, οὗ καὶ μαρτυρίαν παρήγαγε, ασπʹ ἔτη φάσκουσαν τοὺς Ἀσσυρίων βασιλεῖς ἄρξαι, καὶ τοῦτο διὰ τὸ συμβάλλεσθαι τῷ παραλο γισμῷ αὐτοῦ κατὰ τοὺς χρόνους, ὃν πέπονθεν ἐν τοῖς ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ χρόνοις, μὴ χρονολογήσας μετὰ τὸν κατακλυσμὸν Καϊνᾶν υἱὸν τοῦ Ἀρφαξάδ, ὃν ὁ θεῖος εὐαγγελιστὴς Λουκᾶς ἐν τῷ κατ' αὐτὸν εὐαγγελίῳ ιγʹ ἀπὸ τοῦ Ἀδὰμ ἐγενεαλόγησεν, ἡ δὲ τῆς Γενέσεως πρώτη Μωυσέως βίβλος τῷ ρλʹ ἔτει αὐτοῦ φησι τὸν αὐτὸν Καϊνᾶν γεγεννηκέναι τὸν Σάλα ἐν τοῖς ἠκριβωμένοις τῶν ἀντιγράφων, ὡς καὶ ἡμεῖς ἐστοιχειώ σαμεν. ἔν τισι γὰρ τῷ ρλθʹ φέρεται αὐτοῦ Καϊνᾶν. Θαυμάσαι δέ μοι μεγάλως ἔπεστιν ὅπως ὁ αὐτὸς κατά τινας κληθεὶς φρόνιμος Εὐσέβιος, δηλαδὴ κατὰ ἀντίφρασιν, οὕτω προδήλως ταῖς θείαις γραφαῖς ἀντιπεσεῖν τετόλμηκεν, ὁ πᾶσαν ἀκρίβειαν ἐπαγγειλάμενος καὶ τἀληθοῦς εὕρεσιν, ὥς φησιν, ἐκ τῆς παρ' Ἑβραίοις καὶ Σαμαρείταις καὶ τοῖς οʹ ἑρμηνευταῖς φερομένης διαπεφωνημένης γραφῆς διὰ τὸ τῶν ἀντι γράφων ἀσύμφωνον, καὶ τριχῶς παραθέμενος τοὺς χρόνους, ἐν οὐδεμιᾷ τῶν τριῶν παραθέσει τοῦ μετὰ τὸν κατακλυσμὸν Καϊνᾶν υἱοῦ Ἀρφαξὰδ ἐμνήσθη. εἰ γὰρ ἐν ταύταις οὐχ ηὕρηται, πόθεν αἱ ἀνὰ πάσας τὰς ἐκ κλησίας τοῦ Χριστοῦ ἀναγινωσκόμεναι ἱεραὶ βίβλοι τῆς Γενέσεως τοῦτον ἐμφαίνουσι; πόθεν δὲ καὶ ὁ Λουκᾶς ὁ θειότατος, ὁ πᾶσαν θείαν τε καὶ ἀνθρωπίνην ἠσκημένος φιλοσοφίαν καὶ μυρίων Εὐσεβίων ἀσυγκρίτως προὔχων, ἐν τῇ ἱερᾷ καὶ εὐαγγελικῇ αὐτοῦ βίβλῳ ιγʹ ἐξ Ἀδὰμ ἔθετο τοῦ τον; ἀποδέδεικται μὲν οὖν οὗτος καὶ ἑτέροις πρὸ ἡμῶν διημαρτηκὼς 198 ἐτῶν ἀριθμῶν κατ' ἐλάττωσιν ςζʹ ἀπὸ Ἀδὰμ ἕως τῆς εἰκοσαετηρίδος Κωνσταντίνου τοῦ μεγάλου καὶ πανευσεβοῦς βασιλέως Χριστιανῶν αʹ. ἀντὶ γὰρ εωιςʹ ἐτῶν εφκζʹ συνελογίσατο. οὐκοῦν πρόδηλον ὅτι διὰ τὸν ἑαυτοῦ παραλογισμὸν καὶ τοὺς Ἀσσυρίων χρόνους ἠλάττωσε καὶ τὴν ἅλω σιν Τροίας οὐκ ἀληθῶς ἐστοιχείωσε. ταῦτα δὲ ἡμῖν ἐνταῦθα οὐ παρέργως ἐπεσημάνθη, ἀλλὰ διὰ τὸ ἀναγκαῖον εἶναι τὸν ἀκριβῆ χρόνον τῆς τε ἁλώ σεως Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ πυρπολήσεως καὶ αἰχμαλωσίας τῆς τε τῶν φυλῶν ἐν Σαμαρείᾳ γεγονυίας καὶ τῆς τῶν φυλῶν ἐπὶ Ναβουχοδονόσωρ βασιλέως Χαλδαίων ἀπὸ Ναβονασάρου. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων νςʹ ἐβασίλευσεν Ὀχυρὰς ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσοηʹ. Αἰγυπτίων νζʹ ἐβασίλευσεν Ἀμενδὴς ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δςζβʹ. Αἰγυπτίων νηʹ ἐβασίλευσε Θούωρις ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτιθʹ. Οὗτός ἐστιν ὁ παρ' Ὁμήρῳ Πόλυβος Ἀλκάνδρας ἀνὴρ ἐν Ὀδυσσείᾳφερόμενος, παρ' ᾧ φησι τὸν Μενέλαον σὺν τῇ Ἑλένῃ μετὰ τὴν ἅλωσιν Τροίας κατῆχθαι πλανώμενον. Αἰγυπτίων νθʹ ἐβασίλευσεν Ἄθωθις ὁ καὶ Φουσανός, ἐφ' οὗ σεισμοὶ κατὰ τὴν Αἴγυπτον ἐγένοντο, μηδέπω γεγονότες ἐν αὐτῇ πρὸ τούτου, ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτξθʹ. Αἰγυπτίων ξʹ ἐβασίλευσε Κενκένης ἔτη λθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
188.4.1
Αἰγυπτίων ξαʹ ἐβασίλευσεν Οὐέννεφις ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυλςʹ. ΑΡΓΕΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀργείων ιζʹ ἐβασίλευσεν Ἀγαμέμνων ἔτη ιηʹ, κατὰ δὲ ἄλλους ἔτη
188.5.1
τοῦ δὲ κόσμου ἦν ἔτος δτιβʹ. 199 Τῷ ηʹ ἔτει Ἀγαμέμνονος ὁ κατὰ τῆς Τροίας ἤρξατο πόλεμος διὰ τὴν Ἑλένης ὑπὸ Ἀλεξάνδρου τοῦ Πάριδος κλοπὴν υἱοῦ Πριάμου βασιλέως Ἰλίου, καὶ διήρκεσεν ἔτη ιʹ ἕως ἁλώσεως Ἰλίου, ἥτις τῷ ὑποκειμένῳ ιζʹ ἔτει Ἀγαμέμνονος γέγονεν. Ἀγαμέμνονος Ἀργείων καὶ Μυκηνῶν βασιλεύοντος, Μενελάου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ Λακεδαιμονίων, Πρίαμος υἱὸς Λαομέδοντος τῆς Τροίας καὶ Ἰλίου ἐβασίλευσε. τούτου τοῦ Πριάμου παῖς Ἀλέξανδρος ὁ καὶ Πάρις εἰς Πελοπόννησον ἐλθὼν θῦσαι τοῖς αὐτόθι δαίμοσι ξεναγωγεῖται παρὰ Μενελάῳ ἐν Λακεδαιμονίᾳ. Μενελάῳ δὲ ἦν γυνή τις Ἑλένη σφόδρα περικαλλής. ταύτης ἐρασθεὶς Ἀλέξανδρος καὶ μοιχεύσας ἥρπασε· καὶ ἀπο πλεύσας εἰς Σιδῶνα τῆς Φοινίκης ἄκων ἐκρίπτεται. ξενισθεὶς δὲ καὶ παρὰ τῷ Σιδωνίων βασιλεῖ ἐπιβουλεύει αὐτῷ καὶ πολλὰ χρήματα καὶ ἐσθῆτα κομισάμενος ἀπὸ Σιδῶνος, μεθ' ὧν ἐκεκλόφει σὺν Ἑλένῃ, καὶ ἀπὸ Λακε δαίμονος ὡς ἀριστεύσας ἐπάνεισιν εἰς Τροίαν παρὰ τῷ πατρὶ Πριάμῳ. Ἀγαμέμνων δὲ καὶ Μενέλαος πρὸς Πρίαμον καὶ τοὺς υἱοὺς πρεσβευσάμε νοι διαφόρως περὶ τῆς Ἀλεξάνδρου εἰς αὐτοὺς ἐπιβουλῆς διά τε Ὀδυσσέως καὶ Διομήδους καὶ αὐτοῦ Μενελάου, ἐπεὶ μηδὲν ἤνυον, καίπερ τῶν περὶ Πρίαμον δημαγωγῶν πρεσβυτέρων συμβουλευόντων, ἐν οἷς ἦρχεν Ἀντήνωρ, ἀποδοθῆναι τὴν Ἑλένην, πόλεμον αἴρονται κατὰ τῆς Τροίας καὶ Πριάμου δεινὸν ἔτεσι ιʹ κροτηθέντα, κατὰ δὲ τὸ αὐτὸ δέκατον ἁλούσης Ἰλίου καὶ Πριάμου καὶ τῶν τέκνων τοῖς Ἕλλησιν. ἦν δὲ τῶν ἐξ Ἀδὰμδτλʹ ἔτος. ἀπὸ δὲ τῆς Ἀβραὰμ γενέσεως καὶ μγʹ ἔτους τῆς Νίνου τοῦ δευτέρου βασιλέως Ἀσσυρίων βασιλείας ἔτη συνάγεται αιηʹ. ἀπὸ δὲ Μωυσέως γενέσεως, ἥτις ἦν κατὰ μςʹ ἔτος Ἰνάχου τοῦ πρώτου βασιλέως Ἀργείων, κόσμου δὲ κατὰ τὸ γψληʹ, ἔτη συνάγεται φζβʹ ἐπὶ τὴν Τροίας ἅλωσιν, εἰ καὶ Εὐσεβίῳ οὐ δοκεῖ διαμαρτάνοντι σιςʹ ἔτεσι κατάλειψιν. Μυκηνῶν Ἀργείων ιηʹ ἐβασίλευσεν Αἴγισθος ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτλʹ. 200 Μυκηνῶν Ἀργείων ιθʹ ἐβασίλευσεν Ὀρέστης ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτλεʹ. Ὀρέστης Πύρρον τὸν Ἀχιλλέως ἀναιρεῖ ἐν Δελφοῖς εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν προδοθέντα ὑπὸ Μαχαιρέως τοῦ ἱερέως· καὶ οἱ Ἕκτορος παῖδες τὸ Ἴλιον ἀνεκτήσαντο τοὺς Ἀντηνορίδας ἐκβαλόντες Ἑλένου γνώμῃ. Μετὰ τὴν ἅλωσιν Τροίας ΛΑΤΙΝΩΝ ΒΑΣΙΛΕΙΣ Πολλῆς διαφωνίας γενομένης παρὰ τοῖς πολλοῖς περὶ τῆς Ῥωμαϊκῆς μὲν ἐσχάτως μετὰ Ῥωμύλον βασιλείας ὀνομασθείσης ἀπ' αὐτοῦ, πρὸ αὐ τοῦ δὲ Λατίνων ἀπὸ Λατίνου τοῦ βασιλεύσαντος πρὸ Αἰνείου κατὰ τοὺς Τρωικοὺς χρόνους, τῶν αὐτῶν πρὸ αὐτοῦ καλουμένων Ἀλβάνων ἀπὸ Ἀλβάνου Κρόνου τοῦ πάντων κατὰ τὴν Ἰταλίαν βασιλέων πρώτου λεγομέ νου, παρέλκον ἡγούμεθα κανονικῇ θεωρίᾳ τὰς τούτων παραθέσθαι χρή σεις, τοῦτο μόνον σημαίνοντες ὅτι πρὸ Αἰνείου αʹ φασὶ Πεῖκον υἱὸν Κρό νου βασιλεῦσαι χώρας Λαυρέντου λζʹ, εἶναι δὲ τὴν χώραν ἕως τῆς νυνὶ Ῥώμης πόλεως, μεθ' ὃν Φαῦνον τὸν υἱὸν αὐτοῦ Πείκου τοῦ καὶ Διὸς ἔτη μδʹ. τοῦτον δέ φασί τινες Ἑρμῆν, καθ' ὃν Ἡρακλῆς ἀπὸ Σπανίας ἐπανελθὼν ἐν φόρῳ τῷ λεγομένῳ βοαρίῳ βωμὸν ἤγειρε, διότι ἀνεῖλε Κά κος τὸν Ἡφαίστου υἱόν· ὡς δέ τισιν ἔδοξε, καὶ ἐβασίλευσε μετὰ Φαῦνον ἔτη λεʹ ὁ Ἡρακλῆς. ἔπειτα Λατῖνος ἔτη λςʹ. τούτου κατὰ τὸ λγʹ ἔτος Αἰνείας ἐξ Ἰλίου παραγενόμενος σὺν τοῖς μετ' αὐτοῦ ὅπλοις καὶ πλούτῳ παρεσκευασμένος, συμμαχήσας τε αὐτῷ Λατίνῳ κατὰ Ῥουτούλων καὶ Τοῦρνον ἀνελὼν Λαβινίᾳ ζεύγνυται Λατίνου θυγατρὶ τοῦ βασιλέως, καὶ βασιλεύει τῆς χώρας μετὰ τὸν Λατῖνον ἔτη γʹ, κτίσας πόλιν ἐπ' ὀνόματι τῆς γυναικὸς Λαβινίαν, ἐν ᾗ καὶ ἐβασίλευσε. τινὲς ἔτη ηʹ φασὶ τὸν Αἰνείαν βασιλεῦσαι Λατίνων ἔτη δʹ μετὰ τὴν ἅλωσιν Τροίας, ἕτεροι δὲ τρία μόνα βασιλεῦσαι ἀπὸ τοῦ θʹ ἔτους μετὰ τὴν αὐτὴν ἅλωσιν, ὥστε αὐτὸν κατὰ τὸ 201 ιβʹ ἔτος αὐτῆς ἀποθανεῖν. ὅπως δὲ εἰς Ἰταλίαν ἐλθὼν ἐκράτησε Λατίνων καὶ περὶ τῶν μετ' αὐτὸν βασιλευσάντων ιβʹ βασιλέων ἐν ἔτει υʹ ἕως Ῥω μύλου τοῦ κτίστου Ῥώμης, εὑρήσεις ἐν τοῖς κατὰ Ῥωμύλον χρόνοις. Αἰνείας μετὰ τὴν ἅλωσιν Τροίας Λατίνων ἐβασίλευσεν ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
188.6.1
ΣΠΟΡΑΔΗΝ Καρχηδόνα φησὶ Φίλιστος κτισθῆναι ὑπὸ Ἀζώρου καὶ Καρχηδόνος τῶν Τυρίων. Κατὰ τοῦτον τὸν χρόνον Ἡρακλῆς τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα ἔθηκεν, ἀφ' οὗ ἐπὶ πρώτην ὀλυμπιάδα υοʹ ἔτη, κατὰ δὲ ἄλλους υλʹ. Ἀδμάτα θυγάτηρ Εὐρυσθέως ἐν Ἄργει ἱεράτευσεν ἔτη ληʹ. αἱ δ' ἀπὸ ταύτης τὴν ἱερωσύνην διαδεξάμεναι Φαλίδες ἐκαλοῦντο. Πρίαμος υἱὸς Λαομέδοντος μετὰ τὸν πατέρα Τροίας καὶ Ἰλίου ἐβα σίλευσε. τούτου παῖς Ἀλέξανδρος ὁ καὶ Πάρις. Ἀμαζόνες κατὰ Ἀθηναίων ἐστράτευσαν. Κάπρου Καλυδωνίου θήρα διὰ Μελεάγρου. Μενέλαος Λακεδαίμονος ἐβασίλευσεν. Ἀμαζόνες Πριάμῳ συνεμάχησαν. Ἴλιον ἥλω τῷ φθινοπώρῳ πρὸ ιζʹ ἡμερῶν τῆς χειμερινῆς τροπῆς. Λυδοὶ οἱ καὶ Μαίονες ἐθαλασσοκράτησαν ἔτη ζβʹ πρῶτοι. ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων ιʹ ἐβασίλευσε Θησεὺς Αἰγέως ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δσξζʹ. Θησεὺς Ἑλένην ἥρπασεν, ἣν αὖθις ἀπέλαβον οἱ ἀδελφοὶ αὐτῆς Κάστωρ καὶ Πολυδεύκης, τὴν μητέρα Θησέως αἰχμαλωτίσαντες ἀποδημοῦντος τοῦ Θησέως. 202 Θησεὺς Ἀθηναίους κατὰ χώραν διεσπαρμένους εἰς ἓν συναγαγὼν ἤτοι εἰς μίαν πόλιν, πρῶτος ἐξωστρακίσθη, αὐτὸς πρῶτος θεὶς τὸν νόμον. Θησεὺς ἔφυγεν ἀπὸ Ἀθηνῶν. Ἀθηναίων ιαʹ ἐβασίλευσε Μενεσθεὺς Πετεῶ τοῦ Ὀρνέως τοῦ Ἐρεχθέως ἔτη λγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δςζηʹ. Ἐπὶ τούτου ὁ Τρωικὸς πόλεμος συνέστη ἕνεκα μήλου χρυσοῦ, ὃ κάλλους ἔπαθλον ἦν γυναικῶν τριῶν, ὑπὸ μιᾶς αὐτῶν προτεθείσης Ἑλένης τῷ κριτῇ. βουκόλος δ' οὗτος ἦν Ἰλιεύς, ὡς ἡ κωμῳδία. Μενεσθεὺς οὗτος Ἕλλησι κατὰ τῶν Τρώων συνεμάχησε. Τούτου τῷ λγʹ ἔτει Ἴλιον ἥλω· ἐπανιὼν δὲ ἀπὸ Τροίας ἐν Μήλῳ τῇ νήσῳ τελευτᾷ. Ἀθηναίων ιβʹ ἐβασίλευσε Δημοφῶν Θησέως ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτλαʹ. Ἐπὶ τούτου τὰ περὶ Ὀδυσσέα καὶ Ὀρέστην. Αἰνείας τε ἐβασίλευσε Λαβινίου. Τὰ κατὰ Ὀδυσσέα καὶ Σκύλλαν καὶ Χάρυβδιν καὶ Σειρῆνας. Ἀθηναίων ιγʹ ἐβασίλευσεν Ὀξύντης Δημοφῶντος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτνδʹ. Ἀθηναίων ιδʹ ἐβασίλευσεν Ἀφίδας ἔτος ἕν· τοῦ δὲ κόσμου ἦν ἔτος δτξδʹ. ΣΠΟΡΑΔΗΝ Ἡσίοδός τε ἐγνωρίζετο, ὃν Ἔφορος ἀνεψιὸν καὶ σύγχρονον Ὁμήρου φησί. ΚΟΣΜΟΥ ΕΤΗ Σαμψὼν ἔκρινε τὸν Ἰσραὴλ ἔτη κʹ. τοῦ δὲ κόσμου ἔτη δςζʹ. Τῷ Ἰσραὴλ καταπονουμένῳ καὶ πρὸς θεὸν ἐπιστρέψαντι δίδοται Σαμ ψὼν τῷ Μανωὲ ἐκ φυλῆς Δάν, ἀγγέλου χρηματίσαντος τῇ μητρὶ στείρᾳ 203 οὔσῃ, ὃς γεννηθεὶς καὶ τραφεὶς ἐρᾷ γυναικὸς ἐν Θαμναθὰ ἀλλογενοῦς. κατιὼν δὲ πρὸς μνηστείαν αὐτῆς σὺν τοῖς γονεῦσι λέοντα χερσὶ διασπᾷ, οὗ τῷ προβλήματι τριάκοντα στολὰς ἀλλοφύλοις ἐν συμποσίῳ καταδι κάζεται δοῦναι, γυναικὸς ἀπατηθείς, ἃς καὶ ἀποδούς, ἀνελὼν λʹ ἀλλο φύλους εἰς Ἀσκάλωνα ἀνεχώρησεν ὀργιζόμενος. ἀλλόφυλοι δὲ τὴν αὐτὴν γυναῖκα τῷ ἀντεραστῇ παρέσχον. ὁ δὲ τὰς ἀλώπεκας θηράσας καὶ κέρκον πρὸς κέρκον δήσας τάς τε ἀρούρας καὶ τοὺς ἀμπελῶνας αὐτῶν ἐνεπύρισεν, ἡνίκα ἀλλόφυλοι κατὰ τοῦ Ἰσραὴλ ἀνελθόντες ἔλαβον δέσμιον καλωδίοις, ὃς τὰ καλώδια περιρρήξας ὄνου γνάθῳ χιλίους αὐτῶν ἀνεῖλε καὶ δίψει περικαεὶς εὐχῇ τῇ πρὸς θεὸν πηγὴν ὕδατος τὸν τῆς σιαγόνος ὅλμον. ἄλλῃ δὲ φιλωθεὶς ἐν Γάζῃ ἔνδοθεν ἐδόκει φρουρεῖσθαι περικλεισάντων αὐτῷ τὰς θύρας τῆς πόλεως τῶν ἀλλοφύλων, ἃς περὶ μέσας νύκτας ἀναλαβὼν ὤμοις σὺν μοχλοῖς καὶ σταθμοῖς ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ἀπέθετο. τρίτῃ δὲ τῇ Δαλιδᾷ γυναικὶ συναπαχθεὶς καὶ τὴν ἐπὶ τῆς κόμης αὐτοῦ θείαν ἰσχὺν ἐξειπὼν ὑπ' αὐτῆς κείρεται καὶ ἀλλοφύλοις προδοθεὶς τυφλοῦται ἐν μυλῶνι πεπεδημένος καθειρχθεὶς, οὗ τὴν ἅλωσιν μετά τινα χρόνον ἑορ τάζοντες, τῶν τριχῶν αὐτῷ ἐξανθουσῶν ἤδη μικρόν, προήγαγον παίζειν αὐτὸν κελεύσαντες. ὁ δὲ τοῖς κίοσι διὰ τοῦ χειραγωγοῦντος αὐτὸν ἐπι στηριχθείς, εὐξάμενος παρὰ θεοῦ τὴν κατ' αὐτῶν ἐκδίκησιν, τούς τε ἐν τῷ οἴκῳ καὶ τοὺς ἐπὶ τῶν στεγῶν ἀνιόντας ἀμφὶ τοὺς γ κατέχωσε, ἐπι σπασάμενος τοὺς κίονας καὶ συνδιαφθαρεὶς αὐτοῖς· ὃν ἔθαψαν οἱ ἀδελφοὶ καὶ οἱ γονεῖς κρίναντα τὸν Ἰσραὴλ ἔτη κʹ. Τὸν ἐν Ὀλυμπίᾳ πρῶτον ὑφ' Ἡρακλέους ἀγῶνα ἀπὸ τοῦ πρώτου ἔτους Σαμψὼν ἀριθμῶν εὑρήσεις ἔτη υλʹ ἕως πρώτης ὀλυμπιάδος. Ἀναρχίας καὶ εἰρήνης ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
188.7.1
Τὰ κατὰ τὸν Μιχᾶ, ὃς ἐποίησε γλυπτὸν καὶ ἐφοὺδ καὶ οἶκον τῷ θεῷ καὶ ἱερέα κατέστησεν, ὃν οἱ χʹ ἐκ φυλῆς Δὰν ἐλθόντες ἔλαβον, ἐν τοῖς χρόνοις τούτοις ἦν, καὶ τὰ κατὰ τὴν γυναῖκα τὴν μελισθεῖσαν καὶ ὁ κατὰ τῆς φυλῆς Βενιαμὶν πόλεμος, ἔνθα ζῆν τὸν Φινεὲς υἱὸν Ἐλεάζαρ λέγει ἡ γραφή. τὰ περὶ τῆς μελισθείσης γυναικὸς ἐν Γαβαὼν καὶ τὸν πόλεμον τῶν ιαʹ φυλῶν πρὸς τὴν φυλὴν Βενιαμὶν μετὰ τὴν τελευτὴν Ἰησοῦ φησιν Ἰώσηππος εὐθέως, καὶ ὁ κατὰ τὸ τέλος τῶν κριτῶν, πολλῆς διαφωνίας οὔσης περὶ τῶν χρόνων τῶν ἀπὸ Μωυσέως ἕως Ἡλεὶ τοῦ ἱερέως. 204 Τὰ μὲν Ἰησοῦ τοῦ Ναυῆ καὶ τῶν μετ' αὐτὸν πρεσβυτέρων ἡ γραφὴ παρεσιώπησεν, ἡ δὲ ἄγραφος συνήθεια τοῦ μὲν Ἰησοῦ κζʹ, τῶν δὲ πρεσ βυτέρων ιηʹ παρέδωκε· καὶ οὕτω σχεδὸν πάντες ὁμοφωνοῦσιν. Εὐσέβιος δὲ μόνος ὁ Καισαρεὺς τὰ τῶν πρεσβυτέρων οὐ παρέλαβεν, ὁ δὲ Ἀφρικανὸς ἔτη λʹ αὐτοῖς ἀπένειμεν, ᾧ πλεῖστα κατεγκαλεῖ ὁ Εὐσέβιος ὡς μεγάλα, φησί, διαμαρτόντι καὶ τολμηροτάτῳ πράγματι ἐπικεχειρηκότι, πρὸς τού τοις ἄλλα οʹ ἔτη, τὰ μʹ μὲν τὰ τῆς ἀναρχίας, λʹ δὲ τὰ τῆς εἰρήνης οἴκοθεν παρεμβαλόντι, τὰ ὅλα ρʹ. ἀλλ' ὁ μὲν Ἀφρικανὸς περὶ τούτων ὡς διαφω νουμένων ἐν τέλει τοῦ εʹ λόγου καθομολογεῖ. Ὁ δὲ Εὐσέβιος τὰ παρὰ τῷ θείῳ ἀποστόλῳ ἐν ταῖς πράξεσι τῶν κριτῶν ἔτη υνʹ συστῆσαι βουληθεὶς συνεχρήσατο τούτων τισί, διαπορεῖ μέντοι λέγων τὰ μετὰ τὴν Μωυσέως τελευτὴν ἄλλως κεῖσθαι μέχρι Σολομῶνος καὶ τῆς τοῦ ἱεροῦ ἐπισκευῆς ἐν τῷ γʹ τῶν βασιλειῶν. λέγει γάρ· καὶ ἐγενήθη ἐν τῷ υμʹ ἔτει τῆς ἐξόδου τῆς ἀπ' Αἰγύπτου ἤρξατο οἰκοδομεῖν Σολομὼν τὸν ναόν. τὸ δὲ Ἑβραϊκόν· καὶ ἐγενήθη ἐν τῷ υʹ καὶ πʹ ἔτει. ταῦτα δέ, φησίν, οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἀκριβῶς συνάγεσθαι ἔλεγον μόνης τῆς τῶν ἐξ Ἰσραὴλ κριτῶν χρονοκρατίας ἀριθμουμένης καὶ μὴ λο γιζομένης ἰδίως τῆς τῶν ἀλλοφύλων, ἀλλὰ τῆς τῶν κριτῶν συννοουμένης· ὅπερ οὐ συνᾴδει τῇ ἱερᾷ τῶν κριτῶν βίβλῳ. τόν γε μὴν ἱερὸν ἀπόστολόν φησιν υνʹ ἔτη τῶν κριτῶν οὐκ ἀκριβολογούμενον εἰπεῖν, ἀλλ' ἐκδοχῇ κοινο τέρᾳ. ἐὰν οὖν κατὰ τὸν ἀπόστολον τὰ τῶν κριτῶν υνʹ ἔτη καὶ τὰ ἐπὶ τῆς ἐρήμου μʹ ἔτη Μωυσέως Ἰησοῦ τε κζʹ καὶ τῶν μετὰ Ἰησοῦν πρεσβυτέρων ιηʹ, καὶ ἔτι Ἡλεὶ τοῦ ἱερέως κʹ, Σαμουὴλ κʹ καὶ Σαοὺλ μʹ, Δαβίδ τε μʹ καὶ Σολομῶνος δʹ συναριθμήσωμεν, ἔσται ὁ πᾶς ἀπὸ τῆς ἐξόδου χρόνος ἐπὶ τὴν τοῦ ναοῦ κατασκευὴν ἐτῶν χνθʹ, κατὰ δὲ Εὐσέβιον χʹ καὶ κατὰ Ἀφρικανὸν ὑπὲρ τὰ ψμʹ. καθ' ἕκαστον δὲ τῶν τριῶν τούτων ἀριθμὸν αἵ τε ἐκ φυλῆς Ἰούδα αἵ τε ἐκ φυλῆς Λευὶ διαγενόμεναι γενεαὶ ἢ καὶ μεριζό μεναι ἀπίθανον ἕξουσι τὴν παιδοποιίαν. ἀπὸ γὰρ Ἀβραὰμ ἕως Δαβὶδ γε νεαὶ ιδʹ. τούτων θʹ ἦν ἐπὶ Μωυσέως ἐν τῇ ἐρήμῳ, καθ' ἣν ἐγνωρίζετο Ναασσὼν υἱὸς Ἀμιναδὰμ ἄρχων φυλῆς Ἰούδα, οὗ τὴν ἀδελφὴν ἘλισάβεἈαρὼν ἀρχιερεὺς ἔγημεν· ὃς ἐν τῇ ἐρήμῳ τελευτᾷ. ἀπὸ Ναασσὼν δὲ ἕως 205 Δαβὶδ γενεαὶ εʹ οὕτως· Σαλμὼν υἱὸς Ναασσών, ὃς ἠγάγετο Ῥαὰβ τὴν πόρνην ἐπὶ Ἰησοῦ, ἐγέννησε τὸν Βοόζ, Βοὸζ δὲ τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ, Ὠβὴδ δὲ τὸν Ἰεσσαὶ καὶ Ἰεσσαὶ τὸν Δαβίδ· πῶς οὖν δυνατὸν τὰς ἀπὸἈβραὰμ ἕως Μωυσέως θʹ διαγενέσθαι γενεὰς ἐν υοʹ ἔτεσι, πέντε δὲ μό νας ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ ἐν χʹ ἔτεσιν ἕως Δαβίδ; ἔσται γὰρ ἕκαστος ρκʹ ἐτῶν ἐν τῷ καιρῷ τῆς παιδοποιίας, ἵνα τὰ χʹ τυχὸν ἐπ' ἴσης μερίσωμεν. οὐ μόνον δὲ αἱ ἐξ Ἰούδα εʹ γενεαὶ ἀπὸ Ναασσὼν ἕως Δαβὶδ κολοβῶσαι τοὺς χρόνους τῶν υνʹ ἐτῶν ἀναγκάζουσιν, ἀλλὰ καὶ οἱ τῶν κατὰ τοὺς αὐ τοὺς χρόνους ἀρχιερατευσάντων ςʹ ἀπὸ Ἐλεαζάρου τοῦ ἱερέως καὶ Ἰησοῦ ἕως τοῦ Σαμουὴλ χρόνοι ἥττονες ὀφείλοντες εἶναι. μετὰ γὰρ τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ Φινεὲς ἀρχιεράτευσε, μεθ' ὃν Ἀβιούδ, εἶτα Μοχθεὶ καὶ Ὀζεὶ καὶ Ἡλεὶ καὶ Ἀχιτώβ. ὥστε ἐκ πάντων δείκνυσθαι, φησίν, ἀναγκαῖον τὸ ὑπεξαιρεῖν τὰς τοῦ Ἰσραὴλ δουλείας, ἤτοι τὰς τῶν ἀλλοφύλων ρκʹ, ἵνα καὶ αἱ γενεαὶ προσφόρως καὶ τὰ υμʹ ἔτη ἀπὸ τῆς ἐξόδου ἐπὶ τὴν τοῦ ναοῦ κατασκευὴν καὶ Σολομῶνα, κατὰ τὴν τρίτην τῶν βασιλειῶν, συν αντήσωσιν. ἐγὼ δὲ τῷ θείῳ Παύλῳ καὶ τῇ βίβλῳ τῶν κριτῶν ἕπομαι. Τὰ κατὰ Ἀφρικανὸν ἀπὸ Ἀδὰμ ἕως τέλους τῶν κριτῶν καὶ ἀρχῆς Ἡλεὶτοῦ ἱερέως ἔτη δςζβʹ, κατὰ δὲ Εὐσέβιον τὸν Παμφίλου δμδʹ, κατὰ δὲ τὴν ἀκριβῆ καὶ εὐαγγελικὴν παράδοσιν καὶ τόδε τὸ χρονογράφιον δτνβʹ. τὰ δὲ υνʹ ἔτη τῶν κριτῶν κατὰ τὸν θεῖον ἀπόστολον ἀπὸ τοῦ γ βʹ ἔτους τοῦ κόσμου ἐπὶ τὸ πρῶτον ἔτος Ἡλεὶ πληροῦται, ἑνὸς ἔτους ὑπολειπομέ νου, ὅπερ Ἀφρικανὸς τὸν Σεμείγαρ λέγει κρατῆσαι τὸν Ἰσραὴλ τῆς γραφῆς οὐκ εἰπούσης χρόνον. Ἡλεὶ ἱερεὺς ἡγήσατο τοῦ Ἰσραὴλ ἔτη κʹ κατὰ τοὺς οʹ, κατὰ δὲ τὸ Ἑβραϊκόν, ᾧ καὶ Εὐσέβιος ἠκολούθησεν, ἔτη μʹ, καὶ οὐχ οὕτως ἐπαγγει λάμενος. τοῦ δὲ κόσμου ἦν ἔτος δτνʹ. Τελευτήσαντος Ἡλεὶ τοῦ ἱερέως ἡ κιβωτὸς ὑπὸ ἀλλοφύλους γίνεται, καὶ μετὰ ταῦτα ἄγεται εἰς οἶκον Ἀμιναδὰμ ἔτη κʹ. Σαμουὴλ ὁ καὶ προφήτης ἔκρινε τὸν Ἰσραὴλ ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτοʹ. 206 Σαοὺλ πρῶτος ἐβασίλευσε τοῦ Ἰσραὴλ ἐκ φυλῆς Βενιαμὶν ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτζʹ. Δαβὶδ ὁ μέγας ἐν προφήταις καὶ βασιλεῦσιν, υἱὸς Ἰεσσαί, Βηθλεεμίτης, ἐκ φυλῆς Ἰούδα, οὗτος ἐβασίλευσε τοῦ Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυκηʹ. Αὐτὸς ᾠκοδόμησεν ἐπὶ τῆς ἀκρωρείας Ἱερουσαλὴμ τὴν Σιών, σκηνὴν ἐν αὐτῇ τῷ θεῷ πηξάμενος, ἐν ᾗ τὴν κιβωτὸν ἀπέθετο. Ὁ ἐπ' αὐτοῦ Γὰδ καὶ Νάθαν καὶ Ἀσὰφ προεφήτευον. Ἐπ' αὐτοῦ ὁ μέγας ποιητὴς Ὅμηρος παρ' Ἕλλησι καὶ Ἡσίοδος. Αὐτὸς νόμῳ πολέμου Συρίαν ὅλην ἕως Εὐφράτου ποταμοῦ καθυπέταξε. Τὰ περὶ τῆς ἀρετῆς τοῦ θεοπάτορος Δαβὶδ οἰκείας τυχόντα τῆς ἱστορίας ἐν τῇ βίβλῳ τῶν βασιλειῶν ἔξεστιν ἐντυχεῖν. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων ξβʹ ἐβασίλευσε Σουσακεὶμ ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυοηʹ. Σουσακεὶμ Λίβυας καὶ Αἰθίοπας καὶ Τρωγλοδύτας παρέλαβε πρὸ τῆς Ἱερουσαλήμ. Αἰγυπτίων ξγʹ ἐβασίλευσε Ψούενος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφιβʹ. Αἰγυπτίων ξδʹ ἐβασίλευσεν Ἀμμενῶφις ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
188.8.1
Αἰγυπτίων ξεʹ ἐβασίλευσε Νεφεχέρης ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφμςʹ. Αἰγυπτίων ξςʹ ἐβασίλευσε Σαΐτης ἔτη ιεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφνβʹ. Αἰγυπτίων ξζʹ ἐβασίλευσε Ψινάχης ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφξζʹ. 207 Αἰγυπτίων ξηʹ ἐβασίλευσε Πετουβάστης ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφοςʹ. Αἰγυπτίων ξθʹ ἐβασίλευσεν Ὀσώρθων ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχκʹ. Αἰγυπτίων οʹ ἐβασίλευσε Ψάμμος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχκθʹ. Αἰγυπτίων οαʹ ἐβασίλευσε Κόγχαρις ἔτη
188.9.1
τοῦ δὲ κόσμου ἦν ἔτος δχλθʹ. ΛΑΤΙΝΩΝ ΒΑΣΙΛΕΙΣ Λατίνων βʹ ἐβασίλευσεν Ἀσκάνιος ἔτη λζʹ, ὁ υἱὸς Αἰνείου, ὃς ἔκτισε πόλιν Ἄλβαν· ἐφ' οὗ τὰ κατὰ Ὀρέστην καὶ τὸν Αἰγίσθου φόνον ὑπ' αὐτοῦ καὶ τῆς μητρὸς Κλυταιμνήστρας. τοῦ δὲ κόσμου ἦν ἔτος δτμγʹ. Λατίνων γʹ ἐβασίλευσε Σιλούιος Αἰνείου ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δτπʹ. Λατίνων δʹ ἐβασίλευσε Σιλούιος† Ἰοῦ ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυθʹ. Λατίνων εʹ ἐβασίλευσεν Αἰνείας Σιλουίου ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυμʹ. Λατίνων ςʹ ἐβασίλευσε Σιλούιος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυζʹ. ΣΠΟΡΑΔΗΝ Ὁ τῶν Λυκίων ἀγὼν πρῶτος ἐτέθη. Ἡρακλειδῶν κάθοδος Ὕλλου τοῦ πρεσβυτέρου παιδὸς Ἡρακλέους ἡγουμένου τῆς κατὰ Πελοποννησίων μάχης, ἥτις ἐπεκράτησεν ἱκανοῖς ἔτεσι μεταξὺ Πελοποννησίων καὶ τῶν Ἡρακλειδῶν. τότε Ῥόδος ἡ νῆσος οἰκίζεται παρὰ Λακεδαιμονίων, ὡς Δέξιππος ἱστορεῖ, μετοικησάντων ἐκ Πε λοποννήσου διὰ τὴν τῶν Ἡρακλειδῶν ἐπίθεσιν. 208 Τότε καὶ ἡ τῶν Μυκηνῶν ἀρχὴ κατελύθη διαρκέσασα χρόνους ςʹ κατὰ τινάς, κατὰ δὲ ἄλλους ἥττονας. Ἀμαζόνες τῇ Ἀσίᾳ ἐπῆλθον ἅμα Κιμμερίοις. αὗται καὶ τὸ ἐν Ἐφέσῳ ἱερὸν προενέπρησαν. ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων ιεʹ ἐβασίλευσε Θυμοίτης ἔτη θʹ, Ἀφείδαντος ἀδελφός. τοῦ δὲ κόσμου ἦν ἔτος δτξεʹ. Ἐπὶ τούτου ἡ τῶν Ἐρεχθειδῶν βασιλεία κατελύθη παρὰ Ἀθηναίοις Ἀττικῶν λεγομένη, καὶ μετῆλθεν εἰς ἕτερον γένος. Θυμοίτην γὰρ προσ καλεσαμένου Ξάνθου τοῦ Βοιωτίου καὶ μὴ ὑπακούσαντος τοῦ Θυμοίτου, Μέλανθος Ἀνδροπόμπου Πύλιος ἀναδεξάμενος ἐμονομάχησε καὶ νικήσας ἐβασίλευσεν. ἔνθεν Ἀθήνησιν ἡ τῶν Ἀπατουρίων ἑορτὴ ἄγεται διὰ τὸ σὺν ἀπάτῃ γενέσθαι τὴν νίκην. Ἀθηναίων ιςʹ ἐβασίλευσε Μέλανθος Ἀνδροπόμπου Πύλιος ἔτη
188.10.1
τοῦ δὲ κόσμου ἦν ἔτος δτοδʹ. Ἀθηναίων ιζʹ ἐβασίλευσε Κόδρος Μελάνθου ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυιαʹ. Ἐπὶ τούτου ἡ τῶν Ἡρακλειδῶν κάθοδος εἰς Πελοπόννησον γέγονεν, Ἴωνές τε εἰς Ἀθήνας κατέφυγον ἐκπεσόντες ἐξ Ἀχαΐας. Πελοποννήσιοι ἐστράτευσαν ἐπ' Ἀθήνας, οἷς ἑαυτὸν ἐξέδωκε διὰ χρη σμὸν Κόδρος Μελάνθου, καὶ οὐκέτι βασιλεῖς, ἄρχοντες δὲ διὰ βίου τοῖς Ἀθηναίοις καθίσταντο. Ἀθηναίων ιηʹ ἐβασίλευσε Μέδων Κόδρου ἔτη κʹ. οὗτος πρῶτός ἐστι τῶν διὰ βίου λεγομένων ἀρχόντων παρ' Ἀθηναίοις. τοῦ δὲ κόσμου ἦν ἔτος δυλβʹ. Ἀθηναίων ιθʹ ἄρχων βʹ Ἄκαστος Μέδοντος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυνβʹ. Ἐπὶ Ἀκάστου Ἰώνων ἀποικία. καὶ Ὅμηρος ἱστορεῖται γεγονὼς παρ' Ἕλησιν, ὡς τινές, οἱ δὲ ὀλίγῳ πρότερον καὶ ἄλλοι ὕστερον.

Intertext edge

Open linked passage

Note