Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 209 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
209.1.1
ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Λακεδαιμονίων αʹ ἐβασίλευσεν Εὐρυσθεὺς ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυκγʹ. Εὐρυσθεὺς καὶ Προκλῆς Σπάρτης ἐκράτησαν. Λακεδαιμονίων βʹ ἐβασίλευσεν Ἆγις ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυξεʹ. Λακεδαιμονίων γʹ ἐβασίλευσεν Ἐχέστρατος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυξςʹ. Λακεδαιμονίων δʹ ἐβασίλευσε Λαβώτης ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφαʹ. Λακεδαιμονίων εʹ ἐβασίλευσε Δόρυσθος ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφληʹ. ΚΟΡΙΝΘΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἐκ τῶν Διοδώρου περὶ τῆς τῶν Κορινθίων ἀρχῆσ Τούτων ἡμῖν διευκρινημένων λείπεται περὶ τῆς Κορινθίας καὶ Σικυωνίας εἰπεῖν ὃν τρόπον ὑπὸ Δωριέων κατῳκίσθησαν. τὰ γὰρ κατὰ τὴν Πελο πόννησον ἔθνη σχεδὸν πάντα, πλὴν Ἀρκάδων, ἀνάστατα συνέβη γενέσθαι κατὰ τὴν κάθοδον τῶν Ἡρακλειδῶν. Οἱ τοίνυν Ἡρακλεῖδαι κατὰ τὴν διαίρεσιν ἐξαίρετον ποιησάμενοι τὴν Κορινθίαν καὶ τὴν ταύτης πλησιόχωρον διεπέμψαντο πρὸς τὸν Ἀλήτην, παραδιδόντες αὐτῷ τὴν προειρημένην χώραν. ἐπιφανὴς δὲ ἀνὴρ γενόμενος καὶ τὴν Κόρινθον αὐξήσας ἐβασίλευσεν ἔτη ληʹ. μετὰ δὲ τὴν τούτου τε λευτὴν ὁ πρεσβύτατος ἀεὶ τῶν ἐκγόνων ἐβασίλευσε μέχρι τῆς Κυψέλου τυραννίδος, ἥτις τῆς καθόδου τῶν Ἡρακλειδῶν ὑστερεῖ ἔτεσι υμζʹ. καὶ πρῶτος μὲν παρ' αὐτοῖς διεδέξατο τὴν βασιλείαν Ἰξίων ἔτη ληʹ, μεθ' ὃν ἦρξεν Ἀγέλας ἔτη λζʹ, μετὰ δὲ τούτους Πρύμνης ἔτη λεʹ, καὶ Βάκχις ὁμοίως τὸν ἴσον χρόνον γενόμενος ἐπιφανέστατος τῶν πρὸ αὐτοῦ. διὸ καὶ συνέβη τοὺς μετὰ ταῦτα βασιλεύσαντας οὐκέτι Ἡρακλείδας, ἀλλὰ Βακχίδας προσαγορεύεσθαι. μετὰ τοῦτον Ἀγέλας μὲν ἔτη λʹ, Εὔδημος δὲ ἔτη κεʹ, Ἀριστομήδης εʹ καὶ λʹ. 210 Οὗτος δὲ τελευτήσας ἀπέλιπεν υἱὸν Τελέστην παῖδα τὴν ἡλικίαν, οὗ τὴν κατὰ γένος βασιλείαν ἀφείλατο θεῖος ὢν καὶ ἐπίτροπος Ἀγήμων, ὃς ἦρξεν ἔτη
209.2.1
μετὰ τοῦτον κατέσχεν Ἀλέξανδρος ἔτη κεʹ. τοῦτον ἀνελὼν Τελέστης ὁ στερηθεὶς τῆς πατρῴας ἀρχῆς ἦρξεν ἔτη ιβʹ. τούτου δ' ὑπὸ τῶν συγγενῶν ἀναιρεθέντος Αὐτομένης μὲν ἦρξεν ἐνιαυτόν, οἱ δ' ἀπὸ Ἡρακλέους Βακχίδαι πλείους ὄντες διακοσίων κατέσχον τὴν ἀρχὴν καὶ κοινῇ μὲν προειστήκεισαν τῆς πόλεως ἅπαντες, ἐξ αὐτῶν δὲ ἕνα κατ' ἐνιαυ τὸν ᾑροῦντο πρύτανιν, ὃς τὴν τοῦ βασιλέως εἶχε τάξιν, ἐπὶ ἔτη ζʹ μέχρι τῆς Κυψέλου τυραννίδος, ὑφ' ἧς κατελύθησαν. Εἰσὶν οὖν οἵδε βασιλεῖς Κορινθίων Ἀλήτης ἔτη ληʹ. Ἰξίων ἔτη ληʹ. οςʹ. Ἀγέλας ἔτη λζʹ. ριγʹ. Πρύμνης ἔτη λέ. ρμηʹ. Βάκχις ἔτη λεʹ. ρπγʹ. Ἀγέλας ἔτη λʹ. σιγʹ. Εὔδημος ἔτη κεʹ. σληʹ. Ἀριστομήδης ἔτη λεʹ. σογʹ. Ἀγήμων ἔτη ιςʹ. σπθʹ. Ἀλέξανδρος ἔτη κεʹ. τιδʹ. Τελέστης ἔτη ιβʹ. ὁμοῦ τκςʹ. Αὐτομένης ἔτος αʹ. τκζʹ. μεθ' οὓς ἐνιαύσιοι πρυτάνεις ἔτη ζʹ. ὁμοῦ
209.3.1
Κορινθίων αʹ ἐβασίλευσεν Ἀλήτης ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυκγʹ. Κορινθίων βʹ ἐβασίλευσεν Ἰξίων ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυξαʹ. Κορινθίων γʹ ἐβασίλευσεν Ἀγέλας ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυζθʹ. 211 Κορινθίων δʹ ἐβασίλευσε Πρύμνης ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφλδʹ. Κορινθίων εʹ ἐβασίλευσε Βάκχις ἔτη λεʹ. ἀφ' οὗ οἱ μετὰ αὐτὸν βασιλεῖς ἐκλήθησαν Βακχίδαι. τοῦ δὲ κόσμου ἦν ἔτος δφξθʹ. Κορινθίων ςʹ ἐβασίλευσεν Ἀγέλας ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχδʹ. ΣΠΟΡΑΔΗΝ Πελασγοὶ βʹ ἐθαλασσοκράτησαν ἔτη πεʹ. Νειλεὺς Πελοποννησίων καὶ Ἀθηναίων ἡγούμενος εἰς Ἀσίαν ἐλθὼν τὰς Ἰωνίας ᾤκισε πόλεις ἐκβαλὼν τοὺς Κᾶρας. Ὅμηρον τὸν παρ' Ἕλλησι μέγαν ποιητὴν οἱ μὲν πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶ γεγονέναι περικρατήσαντα, οἱ δὲ περὶ Ἐρατοσθένην μετὰ ἔτη ρʹ τῶν Τρωικῶν, οἱ δὲ περὶ Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν μετὰ ἔτη ρʹ, οἱ δὲ περὶ Φιλόχορον ἐπὶ τῆς Ἰωνικῆς ἀποικίας, καθ' ἕνα τῶν διὰ βίου ἀρχόντων Ἀθήνησιν Ἄρχιππον μετὰ τὰ Τρωικὰ ἔτεσιν ρπʹ. οἱ δὲ περὶ Ἀπολλόδωρον τὸν Ἀθηναῖον ὕστερον τῶν Ἰλιακῶν ἔτη σμʹ. ἄλλοι μικρὸν πρὸ τῶν ὀλυμπιάδων ἔτεσι υʹ ἐγγὺς μετὰ Ἰλίου ἅλωσιν, καὶ ἕτεροι κατὰ Ἀρχίλοχον περὶ τὴν κγʹ ὀλυμπιάδα μετὰ ἔτη φʹ που τῆς ἁλώσεως Τροίας· καὶ ἁπλῶς εἰπεῖν ὁ περὶ αὐτοῦ χρόνος πάντη τοῖς πα λαιοῖς ἀσύμφωνος. ΣΠΟΡΑΔΗΝ Μυρίνα ἡ παρά τισι Σμύρνα λεγομένη ἐκτίσθη ἐν Ἀσίᾳ. Ἔφεσος ἐκτίσθη ἐν Ἀσίᾳ ὑπὸ Ἀνδρονίκου. Κύμη ἐκτίσθη ἐν Ἰταλίᾳ. Καρχηδὼν ἐπεκτίσθη ὑπὸ Καρχηδόνος τοῦ Τυρίου, ὡς δ' ἄλλοι ὑπὸ Δι δοῦς τῆς ἐκείνου θυγατρὸς μετὰ τὰ Τρωικὰ ἔτεσιν ρλγʹ. ἐκαλεῖτο δὲ πρὸ τούτου Ὀριγώ. Τρίτοι ἐθαλασσοκράτησαν Θρᾷκες ἔτη οθʹ. 212 Θρᾷκες ἀπὸ Στρυμῶνος διαβάντες κατέσχον τὴν νῦν Βιθυνίαν, τότε δὲ Βεβρυκίαν καλουμένην. Θρᾷκες ἐθαλασσοκράτουν. Τέταρτοι ἐθαλασσοκράτησαν Ῥόδιοι, κατὰ δέ τινας πέμπτοι, ἔτη κγʹ. Κατὰ δέ τινας Ὅμηρος ἤκμαζε. Φρύγες πέμπτοι ἐθαλασσοκράτησαν ἔτη κεʹ, κατὰ δέ τινας ςʹ. ΚΟΣΜΟΥ ΕΤΗ Σολομὼν υἱὸς Δαβὶδ ἐβασίλευσε τοῦ Ἰσραὴλ ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυοʹ. Αὐτὸς τὸν ἐν Ἱερουσαλὴμ πρῶτον ναὸν ᾠκοδόμησε τῷ βʹ ἔτει τῆς βασι λείας αὐτοῦ, ἔνθα ὁ Δαβὶδ ὁ πατὴρ αὐτοῦ τὴν Σιὼν ἐπήξατο, σὺν αὐτῷ καὶ βασιλικοὺς οἴκους ἐκπρεπῶς δειμάμενος· πάντας τε τοὺς πλησιοχώ ρους βασιλεῖς δωροφόρους ἐκτήσατο. Οὗτος ἐν σοφίᾳ θείᾳ καὶ ἀνθρωπίνῃ πλούτῳ τε καὶ δόξῃ πάντας τοὺς πρὸ αὐτοῦ ὑπερῆρε, μέγας καὶ θεοφιλὴς ἐν νεότητι φανεὶς ἕως τοῦ παρατρα πῆναι εἰς γυναικομανίαν. οὗ τὴν σοφίαν βασίλισσα νότου πόρρωθεν ἦλθεν ἀκοῦσαι, καὶ πολλοῖς προβλήμασι καὶ αἰνίγμασι τοῦτον πειράσασα πάν των ηὗρεν ἀνώτερον· ὅθεν καὶ τὴν νομικὴν πολιτείαν ἐξ αὐτοῦ μαθοῦσα τὸν ὑπ' αὐτῇ συνετῶς ἐξεπαίδευσε λαόν. Ἐπ' αὐτοῦ προεφήτευον Νάθαν καὶ Ἀχιὰς ὁ Σιλωνίτης Σαμμαίας τε καὶ Ἀδδὼ καὶ Σαδώκ. 213 Σολομὼν τὸν ἐν Ἱερουσαλὴμ ναὸν ἀρξάμενος κτίζειν ἀπὸ δευτέρου ἔτους τῆς βασιλείας αὐτοῦ, ὅπερ ἦν ιδʹ τῆς ζωῆς αὐτοῦ, ἐν ζʹ ἔτεσιν ἐτελείωσεν ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, κʹ δὲ ἔτει τῆς ζωῆς αὐτοῦ. εἰσὶν οὖν ἀπὸ Ἀδὰμ ἕως ηʹ ἔτους αὐτοῦ ἔτη δυοηʹ, κατὰ δὲ τὸν Ἀφρικανὸν δυνζʹ, κατὰ δὲ Εὐσέβιον
209.4.1
Ἐκ δὲ τῶν θείων γραφῶν ἔξεστι καταμαθεῖν τῷ βουλομένῳ τὴν τοῦ ἡμετέρου λόγου ἀκρίβειαν. Ἑβραίων ἀρχιερεὺς ηʹ ἀπὸ Ἀαρὼν Σαδὼκ ἐγνωρίζετο κατὰ τὸν Εὐσέβιον, κατὰ δὲ τὸν ἀκριβῆ λόγον ιαʹ ἐστὶν ὁ Σαδὼκ ἀπὸ Ἀαρὼν οὕτως· αʹ Ἀαρών,
209.5.1
Ἐλεάζαρ, γʹ Φινεές, δʹ Ἀβιούδ, εʹ Βοχεί, ςʹ Ὀζεί, ζʹ Ἡλεί, ηʹ Ἀτώβ, θʹ Σαμουήλ, ιʹ Ἀβιάθαρ, ιαʹ Σαδώκ. Ὁ Τυρίων βασιλεὺς ἀπέστειλε Σολομῶνι πρὸς βοήθειαν τῆς οἰκοδομῆς τοῦ ναοῦ μυριάδας ἀνδρῶν ηʹ. Σιράμου τοῦ Τυρίων βασιλέως θυγατέρα ἔγημε ὁ Σολομών, ὡς Τατια νὸς ἱστορεῖ. Ἰωσήππου ἐκ τῆς Φοινίκων μαρτυρίας περὶ τῆς Τυρίων βασιλείας καὶ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ Ἔστι τοίνυν παρὰ Τυρίοις ἀπὸ παμπόλλων ἐτῶν γράμματα δημοσίᾳ γραφέντα καὶ πεφυλαγμένα λίαν ἐπιμελῶς, ἐν οἷς γέγραπται ὅτι ὁ ἐν Ἱεροσολύμοις ᾠκοδομήθη ναὸς ὑπὸ Σολομῶνος τοῦ βασιλέως ἔτεσι θᾶτ τον ρμγʹ καὶ μησὶν ηʹ τοῦ κτίσαι Τυρίους Καρχηδόνα. ἀνεγράφη δὲ παρ' ἐκείνοις οὐκ ἀλόγως ἡ τοῦ ναοῦ κατασκευὴ τοῦ παρ' ἡμῖν. Σίρωμος γὰρ ὁ τῶν Τυρίων βασιλεὺς φίλος ἦν τοῦ βασιλέως ἡμῶν Σολομῶνος, πα τρικὴν φιλίαν πρὸς αὐτὸν διαδεξάμενος. οὗτος οὖν συμφιλοτιμούμενος εἰς τὴν τοῦ κατασκευάσματος τῷ Σολομῶνι λαμπρότητα χρυσίου μὲν κʹ καὶ ρʹ ἔδωκε τάλαντα, τεμὼν δὲ καλλίστην ὕλην ἐκ τοῦ ὄρους, ὃ καλεῖται Λίβανος, εἰς τὸν ὄροφον ἀπέστειλεν. ἀντεδωρήσατο δὲ αὐτῷ ὁ Σολομὼν 214 ἄλλοις τε πολλοῖς καὶ διττὰ καὶ χώραν τῆς Γαλιλαίας ἐν τῇ Χαβόλῳ λε γομένῃ. μάλιστα δ' αὐτοὺς εἰς φιλίαν ἡ τῆς σοφίας συνήγαγεν ἐπιθυμία. προβλήματα γὰρ ἀλλήλοις ἀντέστελλον λύειν κελεύοντες, καὶ κρείττων ἐν τούτοις ἦν ὁ Σολομὼν καὶ τὰ ἄλλα σοφώτερος. Σῴζονται δὲ μέχρι δεῦρο παρὰ τοῖς Τυρίοις πολλαὶ τῶν ἐπιστολῶν, ἃς ἐκεῖνοι πρὸς ἀλλήλους ἔγραφον. ὅτι δὲ οὐ λόγος ἐστὶν ὑπ' ἐμοῦ συγκείμε νος ὁ περὶ τῶν παρὰ τοῖς Τυρίοις γραμμάτων, παραθήσομαι μάρτυρα δεξιὸν ἄνδρα περὶ τὴν Φοινικικὴν ἱστορίαν ἀκριβῆ γεγονέναι πεπιστευμέ νον Δίωνα. Οὗτος τοίνυν ἐν ταῖς περὶ Φοινίκων ἱστορίαις γράφει τὸν τρόπον τοῦτον. Ἀβιβάλου τελευτήσαντος υἱὸς αὐτοῦ Σίρωμος ἐβασίλευσεν. οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσε καὶ μεῖζον τὸ ἄστυ ἐποίησε καὶ τοῦ Ὀλυμπίου Διὸς τὸ ἱερὸν καθ' ἑαυτὸ ὂν ἐν ἴσῳ χώσας τὸν μεταξὺ τό πον συνῆψε τῇ πόλει καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν. ἀναβὰς δὲ εἰς τὸν Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ἱερῶν κατασκευήν. τὸν δὲ τυραννοῦντα Ἱεροσολύμων Σολομῶνα πέμψαι φασὶ πρὸς τὸν Σίρωμον αἰνίγματα καὶ παρ' αὐτοῦ λαβεῖν ἀξιοῦν· τὸν δὲ μὴ δυνηθέντα διακρῖναι τῷ λύσαντι χρήματα ἀποτείνειν. ὁμολογήσαντα δὲ τὸν Σίρωμον καὶ μὴ δυνηθέντα λῦσαι τὰ αἰ νίγματα, πολλὰ τῶν χρημάτων εἰς τὸ ἐπιζήμιον ἀναλῶσαι. εἶτα δι' Ἀβδάμο νόν τινα Τύριον ἄνδρα τά τε προτεθέντα λῦσαι καὶ αὐτὸν ἄλλα προβαλεῖν, ἃ μὴ λύσαντα τὸν Σολομῶνα πολλὰ τῷ Σιρώμῳ προσαποτῖσαι χρήματα. Δίων μὲν οὕτως περὶ τῶν προειρημένων ἡμῖν μεμαρτύρηκεν. ἀλλὰ πρὸς τοῦτο παραθήσομεν καὶ Μένανδρον τὸν Ἐφέσιον. γέγραφε δ' οὗτος τὰς ἐφ' ἑκάστου τῶν βασιλέων πράξεις τὰς παρὰ τοῖς Ἕλλησι καὶ βαρβάροις γενομένας, ὅς φησι περὶ Σιρώμου· τελευτήσαντος δὲ Ἀβιβάλου διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Σίρωμος, ὃς βιώσας ἔτη νγʹ ἐβασίλευσεν λδʹ. οὗτος ἔχωσε τὸν εὐρύχωρον, τόν τε χρυσοῦν κίονα ἐν τοῖς τοῦ Διὸς ἀνέθη κεν, ἐπί τε ὕλην ξύλων ἀπελθὼν ἔκοψεν ἀπὸ τοῦ Λιβάνου ὄρους κέδρινα ξύλα εἰς τὰς τῶν ἱερῶν στέγας. εἶτα ἐπὶ τούτου ἦν Ἀβδήμουνος παῖς νεώτε ρος, ὃς ἀεὶ ἐνίκα τὰ προβλήματα ἃ ἐπέτασσε Σολομὼν ὁ Ἱεροσολύμων βασιλεύς. ψηφίζεται δὲ ὁ χρόνος ἀπὸ τούτου τοῦ βασιλέως ἄχρι Καρχηδό νος κτίσεως οὕτως. 215 Σίρωμος ἔτη λδʹ. Βααλβάζερος υἱὸς ἔτη ιζʹ. Ἀβδάσταρτος υἱὸς ἐβασί λευσεν ἔτη θʹ. τοῦτον οἱ τῆς τροφοῦ αὐτοῦ τρεῖς παῖδες ἀνεῖλον· καὶ ἐβα σίλευσεν ὁ πρεσβύτερος αὐτῶν· μεθ' ὃν Ἄσταρτος Ἐλεαστάρτου ιβʹ. μεθ' ὃν Ἀσθάρυμος ἀδελφὸς αὐτοῦ ἔτη θʹ. ὃν ἀδελφὸς Φέλλης ἀνελὼν μῆ νας ηʹ ἐβασίλευσε. τοῦτον Εἰθόβαλος ὁ τῆς Ἀστάρτης βασιλεὺς κτείνας ἐβασίλευσεν ἔτη λβʹ. μεθ' ὃν Βαλέζερος υἱὸς ἔτη ηʹ. τούτου Μέτηνος υἱὸς ἔτη
209.6.1
μεθ' ὃν Μυγδαλίων Φυσμανοῦν ἔτη μζʹ. τούτου ἔτει ζʹ ἡ ἀδελφὴ αὐτοῦ Καρθάγενα φυγοῦσα ἐν Λιβύῃ πόλιν ἔκτισε Καρθάγεναν τὴν καὶ Καρχηδόνα. ἔτει ιβʹ τῆς Σιρώμου βασιλείας ὁ ἐν Ἱεροσολύμοις ναὸς ᾠκοδομήθη. γίνονται ἔτη ἀπὸ τούτου ἕως Καρχηδόνος οἰκοδομῆς ρμγʹ, μῆνες ηʹ. Σολομὼν ἐλάτρευσε τῇ Ἀστάρτῃ, καταλείψας τὸν θεὸν καὶ τῷ Χαμὼς βδελύγματι Μωαβιτῶν καὶ τῷ Μολὼχ Ἀμανιτῶν, γυναιξὶν ἐθνικαῖς ἀπα τηθείς. εἶχε γὰρ ἑπτακοσίας γαμετὰς Ἰσραηλίτιδάς τε καὶ ἐθνικάς, τρι ακοσίας δὲ παλλακάς. πάσας δὲ τὰς ἐθνικὰς παρὰ τὴν θείαν ἐντολὴν ἠγά γετο. ἕνα δὲ μόνον ἔσχεν ἄρσενα, καὶ τοῦτον ἐξ ἀλλοφύλου Ναάμας τῆς Ἀμανίτιδος ἀνάξιον τῆς ἀρχῆς. Ἀχίας ὁ Σιλωνίτης προεφήτευσε τῷ Ἱεροβωὰμ ὅτι βασιλεύσει τῶν ιʹ φυλῶν, ὅπερ ἀκούσας Σολομὼν ἐζήτει ἀνελεῖν τὸν Ἱεροβωάμ. ὁ δὲ προσ φυγὼν τῷ Σουσακεὶμ βασιλεῖ Αἰγύπτου γαμβρὸς αὐτοῦ γίνεται ἐπὶ θυ γατρί, καὶ μετὰ θάνατον Σολομῶντος κρατεῖ τῶν αὐτῶν ιʹ φυλῶν. Τῷ δφζʹ ἔτει τοῦ κόσμου Σολομὼν ἐτελεύτησε, καὶ ἐσχίσθη ἡ βασιλεία τῶν υἱῶν Ἰσραὴλ εἰς δύο κατὰ τὴν θείαν ἀπόφασιν τὴν ἐξενεχθεῖσαν κατὰ Σολομῶντος καὶ τοῦ υἱοῦ αὐτοῦ πρὸς Ἱεροβωὰμ δι' Ἀχία τοῦ Σιλωνίτου. καὶ ἐβασίλευσε Ῥοβωὰμ υἱὸς αὐτοῦ ἐν Ἱερουσαλὴμ τῶν δύο φυλῶν, τοῦ τε Ἰούδα καὶ τοῦ Βενιαμίν· αἱ δὲ ἄλλαι ιʹ φυλαὶ τοῦ Ἰσραὴλ ἐβασίλευσαν ἑαυταῖς ἐν Σαμαρείᾳ τὸν Ἱεροβωὰμ δοῦλον Σολομῶντος, καὶ ἔμειναν οὕτω διῃρημέναι αἱ δύο βασιλεῖαι ἕως τῆς εἰς Χαλδαίους αἰχμαλωσίας.