Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 217 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
217.1.1
προσηγορεύθη ὁ πρὶν Ἀλβὰς καλούμενος. τοῦ δὲ κόσμου ἦν ἔτος δφπδʹ. Λατίνων ιαʹ ἐβασίλευσεν Ἀρέμουλος Σιλούιος ἔτη ιθʹ. οὗτος ἐκεραυνώ θη διὰ πολλὴν ἀσέβειαν. τοῦ δὲ κόσμου ἦν ἔτος δχλβʹ. ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων κʹ ἐβασίλευσεν Ἄρχιππος Ἀκάστου ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δυπζʹ. Ἀθηναίων καʹ ἐβασίλευσε Θέρσιππος Ἀρχίππου ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφςʹ. Ἀθηναίων κβʹ ἐβασίλευσε Φόρβας Θερσίππου ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφμςʹ. Ἀθηναίων κγʹ ἐβασίλευσε Μεγακλῆς Φόρβαντος ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφοςʹ. Ἀθηναίων κδʹ ἐβασίλευσε Διόγνητος Μεγακλέους ἔτη
217.2.1
τοῦ δὲ κό σμου ἦν ἔτος δχδʹ. Ἀθηναίων κεʹ ἐβασίλευσε Φερεκλῆς Διογνήτου ἔτη
217.3.1
τοῦ δὲ κόσμου ἦν ἔτος δχλβʹ. Ἀθηναίων κςʹ ἐβασίλευσεν Ἀρίφρων Φερεκλέους ἔτη κʹ, κατὰ δὲ Ἀφρικανὸν ἔτη λαʹ. κατὰ τοῦτον τὸν Ἀρίφρονα ἡ τῶν Ἀσσυρίων κατελύθη ἀρχή, ὡς πάντες συμφωνοῦσι. τοῦ δὲ κόσμου ἦν ἔτος δχναʹ. ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΒΑΣΙΛΕΙΣ Λακεδαιμονίων ςʹ ἐβασίλευσεν Ἀγησίλαος ἔτη
217.4.1
τοῦ δὲ κόσμου ἦν ἔτος δφξζʹ. Λακεδαιμονίων ζʹ ἐβασίλευσεν Ἀρχέλαος ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχιαʹ. 218 Λακεδαιμονίων ηʹ ἐβασίλευσε Τήλεκλος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχοαʹ. Λακεδαιμονίων θʹ ἐβασίλευσεν Ἀλκαμένης ἔτη λζʹ. οὗτος τελευταῖός ἐστι τῆς πρώτης οἰκίας. τῆς δὲ δευτέρας οἰκίας κατὰ τοὺς αὐτοὺς χρόνους ἐβασίλευσαν ἓξ βασιλεῖς. τοῦ δὲ κόσμου ἦν ἔτος δψιαʹ. Ἀπολλόδωρος Λυκούργου νόμιμα ἐν τῷ ηʹ Ἀλκαμένους. ἐν Λακεδαιμο νίᾳ πρῶτος ἔφορος κατεστάθη. ΚΟΡΙΝΘΙΩΝ ΒΑΣΙΛΕΙΣ Κορινθίων ζʹ ἐβασίλευσεν Εὔδημος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχλδʹ. Κορινθίων ηʹ ἐβασίλευσεν Ἀριστομήδης ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχνθʹ. Κορινθίων θʹ ἐβασίλευσεν Ἀγήμων ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχζδʹ. Κορινθίων ιʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
217.5.1
Κορινθίων ιαʹ ἐβασίλευσε Τελέστης ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψλεʹ. Κορινθίων ιβʹ ἐβασίλευσεν Αὐτομένης ἔτος ἕν. τοῦ δὲ κόσμου ἦν ἔτος δψμζʹ. Οἱ Λακεδαιμονίων βασιλεῖς καὶ οἱ Κορινθίων ἕως τοῦδε τοῦ χρόνου διήρκεσαν ἔτεσι τνʹ, μεθ' οὓς ἐνιαύσιοι πρυτάνεις, ὡς μὲν τινές, ἐπὶ Αἰ σχύλου ἄρχοντος καὶ τῆς πρώτης ὀλυμπιάδος, ὡς δὲ ἕτεροι, μετὰ ταῦτα, ὡς πρόκειται. ΚΟΣΜΟΥ ΕΤΗ Βασιλέων Ἰούδα καὶ Βενιαμὶν ἔτη Ὧν πρῶτος ἐβασίλευσε Ῥοβωὰμ υἱὸς Σολομῶντος ἔτη ιζʹ. τοῦ δὲ κό σμου ἦν ἔτος δφιʹ. 219 Ῥοβωὰμ υἱὸς Ναάμας τῆς Ἀμανίτιδος μόνος ἄρσην ἐγένετο παῖς τῷ Σολομῶντι ἐκ χιλίων γυναικῶν, καὶ αὐτὸς ἀνάξιος τῆς βασιλείας ὡς ἀλ λοφύλου γέννημα μητρός. τούτῳ πολεμῶν ὁ Ἱεροβωὰμ οὐκ ἐπαύετο, αὐ τός τε σὺν τῷ Ἰούδα τοῖς εἰδώλοις προσέσχε καὶ τελευτᾷ βασιλεύσας ἔτη ιζʹ. Τῷ εʹ ἔτει Ῥοβωὰμ υἱοῦ Σολομῶν, τοῦ δὲ κόσμου δφιζʹ, ἀνέβη Σου σακεὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ καὶ ἔλαβε πάντας τοὺς θη σαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ πάντα τὰ ὅπλα τὰ χρυσᾶ. Ὁ Ἀβιὰ πολεμῶν τῷ Ἱεροβωὰμ ἀπέκτεινε τοῦ Ἰσραὴλ μυριάδας νʹ. Τοῦ Ἰούδα ἐβασίλευσε βʹ Ἀβιὰ υἱὸς Ῥοβωὰμ ἔτη γʹ. τοῦ δὲ κόσμου ἦνἔτος δφκζʹ. Τοῦ Ἰούδα γʹ ἐβασίλευσεν Ἀσὰ υἱὸς Ἀβιὰ ἔτη μαʹ. τοῦ δὲ κόσμου ἦνἔτος δφλʹ. Οὗτος ἀποστὰς τῆς πατρικῆς ἀσεβείας τὰ εἴδωλα καθεῖλε καὶ τὰ ἄλση ἐξέκοψε, τὴν ἑαυτοῦ τε μητέρα ἔπαυσε τοῦ εἰδωλομανεῖν. Οὗτος Ζαρὲ τὸν Αἰθίοπα κατὰ τῆς Ἰουδαίας στρατεύσαντα μετὰ πλή θους Λιβύων ἐτροπώσατο ἐν μυριάσιν ρʹ ἐπελθόντα. Ἑβραίων ἀρχιερεὺς Ἀβιμέλεχ ἐγνωρίζετο. προεφήτευον δὲ Ἀχιά, Σαμαίας καὶ ὁ ἐπὶ τοῦ ἐν Σαμαρείᾳ θυσιαστηρίου Ἰηού, Ἰωήλ, Ἀζαρίας ὁκαὶ Ἀδδὼ καὶ ὁ υἱὸς αὐτοῦ Ζαχαρίας ὁ καὶ Ἰωδή, Ἀνανὶ καὶ Ἰωπᾶς Τοῦ Ἰούδα ἐβασίλευσε δʹ Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἔτη κεʹ. τοῦ δὲ κόσμουἦν ἔτος δφοαʹ. Καὶ οὗτος εὐσεβής, ὡς ὁ πατὴρ αὐτοῦ Ἀσά, ἐξάρας τὴν εἰδωλολατρείαν πλὴν τῶν ὑψηλῶν. οὗτος τῷ Μωυσέως νόμῳ τὸν Ἰσραὴλ ἐξεπαίδευσε. πρὸς Ἀχαὰβ δὲ εἰρηνεύων κατεγινώσκετο. 220 Προεφήτευεν Ἰηού, προεφήτευεν Ἀνανί, προεφήτευον παρ' ἙβραίοιςἩλίας, Ἰηού, Ἀβδιού, Ὀζιήλ, Μιχαίας. ψευδοπροφῆται δὲ ΣεδεκίαςἘλιέζερ καὶ ἕτεροι. Ἰωσαφὰτ σὺν τῷ Ἀχαὰβ ἦν πολεμῶν. τῶν ἀλλοφύλων ἐπὶ Ἰωσαφὰτ καὶ τῶν Ἰουδαίων συνελθόντων ἀλλήλους κατέσφαξαν θείᾳ ῥοπῇ. Τοῦ Ἰούδα εʹ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰτ ἀσεβὴς ἔτη
217.6.1
τοῦ δὲκόσμου ἦν ἔτος δφζςʹ. Οὗτος ἀνεῖλε τοὺς ἰδίους ἀδελφοὺς καὶ ἐκ τῶν ἀρχόντων τοῦ λαοῦ, δεινῶς τε νοσήσας τὰ ἔντερα σὺν τῇ κοιλίᾳ κατέσπασε. Τούτου τῷ ζʹ ἔτει Ἡλίας ὁ Θεσβίτης ἀνελήφθη. τοῦ δὲ κόσμου ἦν ἔτος δχβʹ. Προεφήτευον Ἀμὼς καὶ Ἐλισσαῖος. Οὗτος γαμβρὸς ἦν τοῦ Ἀχαὰβ καὶ τῆς Ἰεζάβελ ἐπὶ θυγατρὶ Γοθολίᾳ. Τοῦ Ἰούδα ςʹ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωρὰμ ἔτος ἕν. τοῦ δὲ κόσμουἦν ἔτος δχδʹ. Τοῦ Ἰούδα ζʹ ἐβασίλευσε Γοθολία μήτηρ Ὀχοζία, θυγάτηρ Ἀχαάβ, ἣνἐλιθοβόλησεν ὁ λαὸς κατὰ πρόσταξιν Ἰωδαὲ τοῦ ἀρχιερέως, ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχςʹ. Αὕτη καθεῖλε τὸν οἶκον τοῦ θεοῦ. Τοῦ Ἰούδα ηʹ ἐβασίλευσεν Ἰωὰς ἔτη
217.7.1
τοῦ δὲ κόσμου ἦν ἔτος δχιγʹ. Ἰωὰς ἀνῳκοδόμησε τὸν οἶκον τοῦ θεοῦ, ὃν καθεῖλε Γοθολία. Μετὰ δὲ ταῦτα εἰδωλολατρεῖ καὶ ἀναιρεῖ Ζαχαρίαν τὸν προφήτην τὸν 221 υἱὸν Ἰωδαὲ τοῦ ἀρχιερέως παραινοῦντα αὐτῷ τὰ πρὸς ἐπιστροφήν. τοῦτον ἀπέκτειναν οἱ παῖδες αὐτοῦ τῷ μʹ ἔτει τῆς βασιλείας αὐτοῦ. Ἰωδαὲ θεοφιλὴς ἀρχιερεὺς ἐγνωρίζετο βιώσας ἔτη ρλʹ μόνος ἀπὸ τῶν χρόνων Μωυσέως. τούτου υἱὸς Ζαχαρίας προεφήτευσε καὶ Ἐλισσαῖος. τὸν Ἰωὰς εἰδωλομανοῦντα παρῄνει καὶ τὸν λαὸν Ζαχαρίας ὁ προφήτης υἱὸς Ἰωδαὲ ἀποστῆναι, ὃν διὰ τοῦτο ἐν τῷ ναῷ ἀνεῖλεν Ἰωάς. Παρ' Ἑβραίοις Ζαχαρίας ὁ προφήτης ἀναιρεῖται ὑπ' Ἰωὰς τοῦ βασιλέως, ἐν ἄλλῳ δὲ Ἀζαρίας. Ἐλισσαῖος ὁ προφήτης ἐτελεύτησεν ἔτει λζʹ τοῦ Ἰωάς. τοῦ δὲ κόσμου ἦν ἔτος δχμηʹ. Δύναμις Συρίας τὸν Ἰούδαν καὶ τοὺς ἄρχοντας αὐτοῦ ἀπέκτεινε. ΚΟΣΜΟΥ ΕΤΗ Βασιλέων Ἰσραὴλ δέκα σκήπτρων ἔτη Ὧν πρῶτος ἐβασίλευσεν Ἱεροβωὰμ ἐν Σαμαρείᾳ ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφιγʹ. Ἱεροβωὰμ δοῦλος μὲν ἦν Σολομῶντος, πόρνης δὲ υἱός. τούτῳ ἐγένοντο υἱοὶ κηʹ καὶ θυγατέρες
217.8.1
Προεφήτευον ὁ οἰκῶν ἐν Βαιθὴλ καὶ ὁ ἐπὶ τοῦ θυσιαστηρίου εὑρὼν αὐτόν, ὁ ἐξ Ἰούδα προφήτης ἐλθών, θύοντα ταῖς χρυσαῖς δαμάλεσι, καὶ προφη τεύσας αὐτῷ περὶ Ἰωσίου ἐξ οἴκου Δαβὶδ τεχθησομένου βασιλέως καὶ ἀναιρήσοντος τοὺς τῶν εἰδώλων ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον, ὅπερ ἐρράγη, ἐν ᾧ Ἱεροβωὰμ ἐπέθυε· συλλαβεῖν δὲ αὐτὸν προστάξας τὴν χεῖρα ξηραίνε ται, καὶ δεηθεὶς τοῦ προφήτου θεραπεύεται. ὁ δὲ προφήτης ἐπανιὼν ὑπὸ 222 τοῦ λέοντος διεφθάρη, ὅτι μετέσχε τροφῆς παρὰ τῷ ἄλλῳ προφήτῃ τῷ ἐν Βαιθήλ, ἀπατηθεὶς ὑπ' αὐτοῦ, ὃν καὶ ἐφύλαξεν ὁ θήρ, ἕως ἐλθὼν ὁ ἀπα τήσας αὐτὸν παρελθεῖν τὴν θείαν ἐντολὴν ἔθαψεν αὐτόν. τὰς δύο χρυσᾶς δαμάλεις διὰ τοῦτο ἐποίησεν, ἐκκόψαι θέλων, ὥς φασι, τὸν ὑπ' αὐτὸν λαὸν τῆς εἰς Ἱερουσαλὴμ ἀνόδου ὁ Ἱεροβωάμ. Τοῦ Ἰσραὴλ βʹ ἐβασίλευσε Ναδὰβ ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφλεʹ. Τοῦ Ἰσραὴλ γʹ ἐβασίλευσε Βαασὰ υἱὸς Ἀχιὰ ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφλζʹ. Οὗτος τὸν Ναδὰβ ἀνελὼν υἱὸν Ἱεροβωὰμ ἐβασίλευσε τοῦ Ἰσραήλ. ὁ αὐτὸς ἐπολέμει τῷ Ἀσὰ βασιλεῖ Ἰούδα ἀνελθὼν ἐν Ῥαμά. Ἀσὰ δὲ χρήμαςφιλωθεὶς τῷ βασιλεῖ Συρίας υἱῷ Ἄδερ, τοῦτον ἔπεισεν ἀντιπορθεῖν τὰς πόλεις τοῦ Ἰσραήλ, καὶ οὕτως ἀπέστη Βαασὰ ἐκ τῆς Ῥαμά. Ἀσὰ ὑπὸ τοῦ προφήτου διὰ τὴν εἰς Σύρους πεποίθησιν καὶ οὐκ εἰς θεὸν ὀνειδίζεται. Ἰηοὺ υἱὸς Ἀνανίου προεφήτευσε τῷ Βαασά, ὅτι ἀπολεῖται ὁ οἶκος αὐτοῦ ὡς ὁ οἶκος Ἱεροβωάμ, διότι εἰδωλολάτρησε· καὶ γέγονε κατὰ τὴν προφη τείαν αὐτοῦ. ἀποθανόντος γὰρ τοῦ Βαασὰ Ζαμβρὶ ὁ ἐπὶ τῶν ἁρμάτων υἱοῦ αὐτοῦ ἀνεῖλεν αὐτὸν καὶ ἐβασίλευσε. Τοῦ Ἰσραὴλ δʹ ἐβασίλευσεν Ἠλὰ ἔτη βʹ καὶ ὁ υἱὸς αὐτοῦ Ζαμβρὶ ἡμέρας ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφξαʹ. Μετὰ τὸ ἀνελεῖν τὸν Ἠλὰ Ζαμβρὶ ἐβασίλευσεν ἡμέρας ζʹ. ὃς ἀκούσας ὅτι ὁ λαὸς τὸν Ἀμβρὶ ἀνηγόρευσεν ἑαυτὸν ἐνέπρησεν. ὁ δὲ Ἰσραὴλ εἰς δύο διῃρέθη, καὶ τὸ μὲν ἥμισυ αὐτοῦ ὀπίσω Ἀβεννῆ, τὸ δὲ ἥμισυ ὀπίσω Ἀμβρί. ἀποθανόντος δὲ Ἀβεννῆ πάντες ὑπὸ τὸν Ἀμβρὶ γεγόνασι. Τοῦ Ἰσραὴλ εʹ ἐβασίλευσεν Ἀμβρὶ ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δφξγʹ. Ἀμβρὶ ὁ εʹ βασιλεὺς Ἰσραὴλ κτίζει τὴν Σαμαρέων πόλιν, τὴν νῦν κα λουμένην Σεβαστήν, καὶ ἐπωνόμασεν αὐτὴν Σεμμὴρ εἰς ὄνομα Σομὼρ τοῦ κυρίου τοῦ ὄρους. 223 Τοῦ Ἰσραὴλ ςʹ ἐβασίλευσεν Ἀχαὰβ ὁ υἱὸς Ἀμβρὶ ἔτη
217.9.1
τοῦ δὲ κόσμου ἦν ἔτος δφοεʹ. Οὗτος ἔλαβε γυναῖκα Ἰεζάβελ θυγατέρα Αἰθαὰλ βασιλέως Σιδωνίων, δι' ἣν τῷ Βαὰλ δουλωθεὶς τὴν θεοσέβειαν ἐξωρκίσατο. τότε καὶ τὴν Ἱεριχὼ ἀνέστησεν Ἀζὰν ὁ ἐκ Βαιθήλ, ἀποθανόντος αὐτῷ τοῦ πρωτοτόκου υἱοῦ ἐν τῷ θεμελιοῦν αὐτὴν Ἀβειρὼν καὶ τοῦ νεωτέρου Σεγοὺβ ἐν τῷ ἐφιστᾶν τὰς πύλας ἐπὶ συμπληρώσει τῆς οἰκοδομῆς, κατὰ τὴν ἐξ ενεχθεῖσαν διὰ Ἰησοῦ θείαν ἀράν. Τότε καὶ Ἠλίας ὁ Θεσβίτης ἐλθὼν ᾤκησε κατὰ ἀνατολὰς λάθρα παρὰ τὸν χείμαρρον Χαρεσθά, προκαταγγείλας τῷ Ἀχαὰβ τὴν τριετῆ ἀνομβρίαν, κόραξιν ἀρτοφόροις καὶ σαρκοβόροις ὑπηρετούμενος· ἐκλείποντος δὲ αὐ τῷ τοῦ κατὰ τὸν χείμαρρον ὕδατος εἰς Σεραφθὰ τῆς Σιδωνίας ἄπεισι θεοῦ προστάξει, ξενισθείς τε παρὰ τῆς χήρας ἐσθίει τὴν μονοήμερον αὐτῆς βρῶσιν, τόν τε καμψάκην εὐλογεῖ σὺν τῇ ὑδρίᾳ τοῦ ἐλαίου καὶ τὸν παῖδα θανόντα ἀνίστησιν. ἐπανελθὼν δὲ πρὸς τὸν Ἀχαὰβ μετὰ γʹ ἔτη καὶ συν αντήσας αὐτῷ θάνατον ἀπειλοῦντι πράττει τὰ κατὰ τοὺς ψευδοπροφήτας καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων ωνʹ ὄντας καὶ ὑπὸ Ἰεζάβελ διατρεφομένους τῆς τοὺς θείους προφήτας ἀναιρούσης, οὓς Ἀβδιοὺ διέσῳζεν, εἰς προφη τείαν τε πρόεισιν ἔτι παῖς ὢν διὰ τοῦτο καίπερ μόνος ἐν προφήταις ἐκ προγόνων προφητῶν μὴ γενεαλογούμενος. ἐπεὶ δὲ ἀνεῖλε τοὺς ἱερεῖς ὁ ζη λωτὴς Ἠλίας τοὺς τῆς αἰσχύνης, ὄμβρῳ τὴν γῆν δι' εὐχῆς ἐπικλύζει καὶ πάλιν φεύγει εἰς Βηρσαβεὲ κἀκεῖθεν εἰς τὴν ἔρημον, φοβηθεὶς ἀπειλοῦσαν αὐτῷ θάνατον τὴν Ἰεζάβελ· ἔνθα θάνατον αἰτοῦντι παραστὰς ἄγγελος ὑπνώσαντι μεταλαβεῖν θεοσδότου τροφῆς κελεύει καὶ ποτοῦ, ᾗ καὶ ἐν ισχύσας μόνῃ μʹ νυχθημέρων ὁδὸν ἐπορεύετο ἐν Χωρὴβ τῷ ὄρει ἤτοι Σι ναίῳ, καὶ κατέπαυσεν ἐν τῷ σπηλαίῳ Μωυσέως. Ἐρωτώμενος δὲ παρὰ κυρίου δι' ἣν ἐκεῖ ἦλθεν αἰτίαν, τὰ τοῦ ζήλου τοῦ 224 κατὰ θεὸν ἐκαυχᾶτο καὶ ὅτι μόνος θεοσεβὴς ὢν διώκεται ζητούμενος ἀναι ρεθῆναι. κελευσθεὶς δὲ παραστῆναι τῇ ἑξῆς ἐνώπιον κυρίου παριόντος πρῶ τον θεωρεῖ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας προ πορευόμενον κυρίου, καὶ δεύτερον συσσεισμόν, καὶ τρίτον πῦρ· ἐν οἷς, φη σίν, οὐκ ἦν ὁ τούτων κύριος. μεθ' ἃ αὔρας λεπτῆς φωνῆς ἀκούει, ἐπικα λύψας τε τὸ πρόσωπον πρὸ τοῦ σπηλαίου ἵσταται. καὶ αὖθις ἐπερωτᾶται τίνος χάριν αὐτόθι παραγέγονε, καὶ πάλιν τὰ αὐτὰ πάλιν ἀποκρίνεται. καὶ ἀκούει προστάττουσαν θείαν φωνὴν ἀπελθεῖν εἰς τὴν ἔρημον Δαμασκοῦ καὶ χρῖσαι βασιλέα μὲν Συρίας τὸν Ἀζαήλ, προφήτην δὲ ἀνθ' αὑτοῦ τὸν Ἑλισσαιέ, μὴ ἀγνοεῖν δὲ ὅτι καὶ ἄλλοι εἴησαν ἑπτακισχίλιοι θεοφιλεῖς ἐξ Ἰσραήλ μοι θεῷ πεφυλαγμένοι. Ἐν οἷς παιδευθεὶς ταπεινοῦσθαι θεῷ ἐλέγχει πάλιν τὸν Ναβουθαὶ θά νατον τῷ Ἀχαὰβ ἀδίκως εἰσπραχθέντα διὰ τὸν ἀμπελῶνα. ὁ Ἀχαὰβ ἀπατηθεὶς τοῖς ψευδοπροφήταις συμβαλὼν Σύροις ἀναιρεῖται Μιχαίου προ ειρηκότος τοῦ προφήτου τὸ ἐκβάν. Τοῦ Ἰσραὴλ ζʹ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἀχαὰβ ἔτη βʹ. τοῦ δὲ κόσμουἦν ἔτος δφζζʹ. Ὀχοζίας υἱὸς Ἀχαὰβ παρανομώτατος ἦν πάντων τῶν πρὸ αὐτοῦ. τούτῳ συμμαχήσας Ἰωσαφὰτ κατεγνώσθη ὑπὸ τοῦ θεοῦ. τῷ Ὀχοζίᾳ νοσοῦντι καὶ χρησμὸν ἀποστείλαντι λαβεῖν ἐν εἰδωλίᾳ μυίας Ἀκκαρὼν συν τυχὼν Ἠλίας ὁ Θεσβίτης ὀνειδίζει τὴν εἰδωλολατρίαν. προσκληθεὶς δὲ διαφθείρει τοὺς δύο πεντηκοντάρχους ἅμα τοῖς στρατιώταις. ἐπὶ δὲ τῷ τρίτῳ δυσωπηθεὶς ἦλθε πρὸς Ὀχοζίαν καὶ τὸν θάνατον αὐτῷ κατήγγειλε. Τοῦ Ἰσραὴλ ηʹ ἐβασίλευσεν Ἰωρὰμ ἀδελφὸς Ὀχοζίου ἔτη ιβʹ, καὶ αὐτὸςυἱὸς Ἀχαάβ. τοῦ δὲ κόσμου ἦν ἔτος δφζηʹ. Μωὰβ ἀθετήσαντι μετὰ θάνατον Ἀχαὰβ ὁ Ἰωρὰμ υἱὸς Ἀχαὰβ βασιλεύων τοῦ Ἰσραὴλ ἀνέβη πολεμεῖν Μωαβίταις, παραλαβὼν καὶ Ὀχοζίαν βασιλέα Ἰούδα καὶ τὸν βασιλέα Ἐδώμ. ἑπτὰ δὲ ἡμέραις ἀνυδρίᾳ μέλλοντες διαφθείρεσθαι προσέδραμον τῷ προφήτῃ Ἑλισσαίῳ, ὃς προεφήτευσεν αὐ τοῖς ὕδατά τε λαβεῖν εἰς πλησμονὴν ἐκ τοῦ χειμάρρου καὶ τὰς πόλεις Μωὰβ ἐν αὐτῇ τῇ ἡμέρᾳ, καὶ πάσας τὰς πηγὰς ἐμφράξαι, καὶ πᾶσαν οἰκο δομὴν Μωαβιτῶν καθελεῖν. 225 Νοσοῦντος τοῦ υἱοῦ Ἄδερ βασιλέως Συρίας ὁ προφήτης Ἑλισσαῖος προθεσπίζει τῷ Ἀζαὴλ περὶ τῆς βασιλείας καὶ τῶν μελλόντων κακῶν τῷ Ἰσραὴλ δι' αὐτοῦ. Πέμπτῳ ἔτει Ἰωρὰμ ἐβασίλευσεν Ἀζαὴλ Συρίας υἱὸς Ἄδερ βασιλέως Συρίας. ἀπέστειλε δὲ δύναμιν συλλαβεῖν τὸν Ἑλισσαῖον εἰς Βαιθήλ, οὓς τυφλώττοντας καὶ πρὸς τοὺς ἐχθροὺς ἀντιστρεφομένους εἰς Σαμάρειαν Ἑλισσαῖος ἐπιστὰς σῴζει μέλλοντας ἀπόλλυσθαι. Ὁ υἱὸς Ἄδερ τὴν Σαμάρειαν καὶ τὸν Ἰσραὴλ ἐπολιόρκησεν, ὥστε λιμῷ τακῆναι σφοδρῷ τοὺς ἐν τῇ πόλει καί τινας γυναῖκας τὰ ἴδια τέκνα φαγεῖν. Ἰωρὰμ δὲ ὁ βασιλεὺς Ἰσραὴλ ἀποτεμεῖν τὸν Ἑλισσαῖον ἀποφηνάμενοςλύσιν λαμβάνει τῆς λιμοῦ, θείᾳ φυγόντων ἐκστάσει τῶν πολεμίων καὶ πάντα καταλειψάντων τὰ πρὸς ζωὴν τῷ Ἰσραήλ. Ἑλισσαιὲ μετὰ Ἠλία θαυματουργὸς καὶ προφήτης ἐγνωρίζετο. Ἑλισσαιὲ τὸν Ἰηοὺ πέμψας ἔχρισε βασιλέα Ἰσραήλ. Τοῦ Ἰσραὴλ θʹ ἐβασίλευσεν Ἰηοὺ ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχιʹ. Ἐπὶ τούτου λιμὸς καὶ σεισμὸς μέγας κατὰ τὴν Ἰουδαίαν ἐγένετο. Οὗτος ἀνεῖλε τὸν Ὀχοζίαν καὶ τοὺς υἱοὺς Ἀχαὰβ καὶ Ἰεζάβελ τὴν Σιδωνίαν. Ἰηοὺ βασιλεὺς Ἰσραὴλ προσεκύνει ταῖς χρυσαῖς δαμάλεσιν, ἃς ἐποίη σεν Ἱεροβωὰμ ἐν Βαιθὴλ καὶ ἐν Δάν, τῇ νῦν Πανεάδι καλουμένῃ. Τούτῳ Ἀζαὴλ βασιλεὺς Συρίας ἐπιστρατεύσας ἀνεῖλε πλείστους κατὰ τὸ ῥῆμα Ἑλισσαίου τοῦ προφήτου. Ἀζαὴλ βασιλεὺς Συρίας πορθήσας τὸν Ἰσραὴλ κατὰ τοῦ Ἰωὰς καὶ τῆς Ἱερουσαλὴμ ἡτοιμάζετο. τούτῳ δὲ ἀποστείλας πάντα τὰ ἅγια καὶ τὸ χρυ σίον Ἰωὰς ἔπεισεν ἀναστρέψαι. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων οζʹ ἐβασίλευσε Ταράκης ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψνςʹ. Αἰγυπτίων οηʹ ἐβασίλευσεν Ἀμαὴς ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψοςʹ. 226 Αἰγυπτίων οθʹ ἐβασίλευσε Στεφινάθης ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
217.10.1
Αἰγυπτίων πʹ ἐβασίλευσε Νεχεψὸς ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωμαʹ. ΛΑΤΙΝΩΝ ΒΑΣΙΛΕΙΣ Λατίνων ιβʹ ἐβασίλευσε Κάρμεντος ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχναʹ. Λατίνων ιγʹ ἐβασίλευσε Σιλούιος ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχξζʹ. Λατίνων ιδʹ ἐβασίλευσε Περκὰς Σιλούιος ἔτη λβʹ. κατὰ τοῦτον ἡ αʹ ὀλυμπιάς. τοῦ δὲ κόσμου ἦν ἔτος δχπεʹ. Λατίνων ιεʹ ἐβασίλευσεν Ἄμουλος Σιλούιος ἔτη κγʹ καὶ Νομήτωρ, ὥς τισι δοκεῖ, ἔτη βʹ μετὰ Ἄμουλον ἰδίως, τινὲς δὲ σὺν αὐτῷ φασι. τοῦ δὲ κόσμου ἦν ἔτος δψιζʹ. Ῥῶμος καὶ Ῥωμύλος ἐγεννήθησαν Ἄρει καὶ Ἰλίᾳ τῇ Νομήτορος, κατὰδὲ τινὰς πρὸ ἐτῶν ιʹ. Ῥωμύλον φασὶ κατὰ τὸ τέλος τῆς ζʹ ὀλυμπιάδος βασιλεῦσαι τῶν Λα τίνων ἀπὸ Αἰνείου, Ῥώμην τε κτίσαι καὶ μετονομάσαι τὴν πόλιν καὶ τὸ ἔθνος τῷ ἰδίῳ ὀνόματι Ῥωμαίους, τοὺς πρότερον λεγομένους Λατίνους· ἄλλοι δὲ κατὰ τὴν ςʹ ὀλυμπιάδα καὶ ἕτεροι κατὰ τὴν ηʹ φασί, καὶ ἁπλῶς εἰπεῖν πολλὴ γέγονε διαφωνία περί τε τοῦ χρόνου τῆς κτίσεως αὐτῆς καὶ τῶν οἰκιστῶν. Κεφαλίων γὰρ ὁ Γεργησαῖος συγγραφεὺς πάνυ παλαιὸς μετὰ δευτέραν τῆς Τροίας ἁλώσεως γενεάν φησι τὴν πόλιν ἐκτίσθαι ὑπὸ Ῥώμου ἑνὸς τῶν Αἰνείου παίδων δʹ, ἀδελφοῦ δὲ Ἀσκανίου καὶ Εὐρυλέοντος καὶ Ῥωμύλου, οὕς φησι γεγενῆσθαι τῷ Αἰνείᾳ. συμφωνοῦσι δὲ τῷ Κεφαλίωνι Δημαγό 227 ρας τε καὶ Ἀγάθυμος καὶ ἄλλοι πολλοὶ περὶ τοῦ χρόνου τούτου καὶ Ῥώμου τοῦ κτιστοῦ Ῥώμης καὶ οἰκιστοῦ αὐτῆς, κατὰ τὸν Κεφαλίωνα, ἑνὸς αὐτοῦ πεφυκότος τῶν ἐξ Ἰλίου διασωθέντων καὶ ἡγεμόνος τῆς ἀποικίας Ῥώμου. Ὁ δὲ τὰς ἐν Ἄργει συναγαγὼν ἱερείας οἰκιστὴν γενέσθαι τῆς Ῥώμης φησὶ τὸν Αἰνείαν ἐκ Μολοττῶν εἰς Ἰταλίαν ἐλθόντα σὺν Ὀδυσσεῖ, καὶ ταύτην εἰς ὄνομα Ῥώμης μιᾶς τῶν σὺν αὐτῷ Ἰλιάδων ὀνομάσαι τῆς ἐμπρησάσης ἅμα ταῖς ἄλλαις Τρῳάσι τὰ σκάφη, βαρουμένης τῇ πλάνῃ. ὁμο λογεῖ δὲ σὺν ἄλλοις ταῦτα καὶ Δαμαστὴς ὁ Σιγειεύς. Ἀριστοτέλης δὲ ὁ φιλοίστωρ τινὰς τῶν ἀπὸ Τροίας ἀναχθέντων Ἀχαιῶν περὶ τὸν Μάλεον πλέοντας χειμῶνι μεγάλῳ καταληφθῆναι ὑπὸ τῶν πνευ μάτων τε πλανωμένους πολλαχῆ τοῦ πελάγους εἰς τόπον τῆς Ὀπικῆς κα λούμενον Λάτιον ἐλθεῖν ἐπὶ τῷ Τυρρηνικῷ πελάγει κείμενον, ἔνθα τὰς ναῦς ἀνελκύσαντες κατὰ χειμερινὴν ὥραν παρεσκευάζοντο πρὸς τὴν ἄπαρ σιν ἔαρος ἀρχῇ. γυναῖκες δέ τινες αἰχμαλωτίδες ἐξ Ἰλίου συνοῦσαι τὰς ναῦς αὐτοῖς ἐνέπρησαν, ἵνα μὴ δοῦλαι κατ' οἴκους αὐτῶν ἐπανιοῦσαι γένων ται. οἱ δὲ μὴ βουλόμενοι τὸν τόπον κατῴκισαν, οὐκ ἔχοντες ὅπως ἐπὶ τὰ σφέτερα πλεύσωσι. Πρὸς τούτοις καὶ Καλλίας ὁ τὰς πράξεις Ἀγαθοκλέους γράφων γυναῖκά τινα Ῥώμην τοὔνομά φησι Τρῳάδα τὸ γένος σὺν τοῖς Τρωσὶν ἐλθοῦσαν τῷ τηνικαῦτα βασιλεύοντι Λατίνῳ τῆς Ἰταλίας γήμασθαι καὶ τεκεῖν αὐτῷ παῖδας τρεῖς, Ῥῶμον καὶ Ῥωμύλον καὶ Τηλέγονον, ὃν οἰκῆσαι ἐν ἄλλοις χωρίοις ἐλέγετο· Ῥῶμον δὲ καὶ Ῥωμύλον παῖδας Λατίνου καὶ Ῥώμηςτῆς Τρῳάδος τὴν πόλιν κτίσαι καὶ Ῥώμην καλέσαι τῷ μητρῴῳ ὀνόματι, τούς τε ἀπὸ Λατίνου Λατίνους, τοὺς καὶ Ἀβορήγινας πρότερον λεγομένους, Ῥωμαίους προσαγορεῦσαι. Πάλιν Ξεναγόρας ὁ ξυγγραφεὺς Ῥῶμον, Ἀντίαν καὶ Ἀρδίαν τρεῖς υἱοὺςὈδυσσέως καὶ Κίρκης λέγει εἶναι, οἳ καὶ τρεῖς κτίσαντες ἐπωνύμους πόλεις ᾤκισαν. 228 Ὁ δέ γε Χαλκιδεὺς Διονύσιος τὸν οἰκιστὴν τῆς πόλεως Ῥῶμον κατὰ μὲν τινὰς Ἀσκανίου, κατὰ δὲ ἄλλους Ἠμαθίωνος υἱὸν ἀποφαίνει. Καὶ ἕτεροι ὑπὸ Ῥώμου τοῦ Ἰταλοῦ καὶ Λεύκης τῆς μητρὸς αὐτοῦ φασιν ἐκτίσθαι τὴν πόλιν Ἑλλήνων συγγραφεῖς καὶ ἄλλοι ἄλλως διαφερόμενοι. Κατὰ δὲ τοὺς Ῥωμαίων λογογράφους ὕστερον γεγονότας, ἐπεὶ παλαιὸς οὐδεὶς παρ' αὐτοῖς, οἱ μὲν Αἰνείου Ῥωμύλον καὶ Ῥῶμον φάσκουσιν υἱούς, ἕτεροι δὲ θυγατρὸς Αἰνείου, τίνος πατρὸς ἀγνοοῦντες, καὶ τούτους ὑπ' Αἰνείου δοθῆναι Λατίνῳ πρὸς ὁμηρίαν εἰρήνης, ὃς ἄπαις τελευτῶν μοῖραν τῆς ἀρχῆς αὐτοῖς ἀπένειμε. Τινὲς δ' αὖ φασιν Ἀσκάνιον τὸν Αἰνείου υἱὸν μετὰ τὴν τοῦ πατρὸς τε λευτὴν νείμασθαι τὴν ἀρχὴν ἅμα Ῥώμῳ καὶ Ῥωμύλῳ τοῖς ἀδελφοῖς, κτίσαι δὲ αὐτὸν μὲν τὴν Ἄλβαν καὶ ἄλλας πόλεις, Ῥέμον δὲ Καπύην ἀπὸ Κάπυος προπάππου, Ἀγχίσαν δὲ ἀπὸ Ἀγχίσου τοῦ πάππου, Αἰνείαν δὲ τὴν μετὰ ταῦτα κληθεῖσαν Ἰάνικλον εἰς ὄνομα τοῦ πατρός, Ῥώμην δὲ εἰς ἑαυτοῦ ὄνομα, ἥτις μετά τινα χρόνον ἐρημωθεῖσα ὑπὸ Ῥωμύλου καὶ Ῥέμου τῶν ἀδελφῶν ἀνεκτίσθη, χρόνοις ἔπειτα τῆς Ἀλβανῶν ἀποικίας ἡγη σαμένων, κατὰ τὴν ζʹ· ὀλυμπιάδα μετὰ ιεʹ γενεάς. Ἀντίοχος δὲ ὁ Συρακούσιος καὶ πρὸ Τρωικῶν φησι τὴν Ῥώμην ἐκτίσθαι, βασιλεύοντος Μόργητος Ἰταλίας ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας μετὰ τὸν πρῶτον λεγόμενον Ἰταλὸν βασιλέα καταγεγηρακότα. Καὶ ταῦτα μὲν περὶ τῶν παλαιῶν αὐτῆς κτίσεων. τὴν μέντοι μετέπειτα καὶ αὐτὴν ἀσυμφώνως γράφουσι κτίσιν αὐτῆς, Τίμαιος μὲν πρὸ ηʹ καὶ λʹ τῆς πρώτης ὀλυμπιάδος λέγων ἐτῶν ἐκτίσθαι Ῥώμην, Λεύκιος δὲ Κίγκλιος, εἷς τοῦ βουλευτικοῦ συνεδρίου Ῥώμης, κατὰ τὸ δʹ ἔτος τῆς ιβʹ ὀλυμπιά δος, Φάβιος δὲ Κόιντος ἀρχομένης ηʹ ὀλυμπιάδος, Πόρκιος δὲ Κάτων, ἀνὴρ φιλόπονος περὶ συναγωγὴν τῶν ἀρχαιολογουμένων ἱστοριῶν, μετὰ τὰ Τρωικὰ χρόνοις ὕστερον
217.11.1
οὗτος δὲ ὁ χρόνος κατὰ τὴν Ἐρατο σθένους χρονολογίαν τῷ πρώτῳ ἔτει συμπίπτει τῆς ζʹ ὀλυμπιάδος. Καὶ ταῦτα μὲν ἀρκούντως ἡμῖν περί τε τοῦ χρόνου καθ' ὃν ἐκτίσθη 229 Ῥώμη περί τε τοῦ κτιστοῦ καὶ τῆς ἐξ αὐτοῦ προσηγορίας Ῥωμαίων. πρὸ δέ γε τούτου Λατῖνοι μὲν ἀπὸ Λατίνου παιδός, ὥς φασιν, Ἡρακλέους ἐλέγοντο καὶ πρὸ Λατίνου Ἀβορήγινες ἐκ τῶν πρὸ Λατίνου Ῥωμαίοις γενεαρχησάντων πρωτογόνων· οὕτω γὰρ ἑρμηνεύεται παρὰ Ῥωμαίοις ἡ τῶν Ἀβορηγίνων προσηγορία, οὓς αὐτόχθονάς φασιν Ἰταλίας· καὶ πρό γε τούτων Σικελούς τινας, ἔθνος αὐθιγενὲς καὶ βάρβαρον, οἰκῆσαι τὴν χώ ραν· ὧν πρεσβυτέραν ἱστορίαν οὐκ ἔστιν εὑρεῖν, ὡς Διονύσιος ὁ Ἁλικαρ νασεὺς ἐν πρώταις Ῥωμαϊκαῖς ἱστορίαις. Περὶ τῆς ἀρχαιογονίας Ῥωμαίων ἐκ τῆς ζʹ Διοδώρου Σικελιώτου Ἔνιοι μὲν οὖν τῶν συγγραφέων πλανηθέντες ὑπέλαβον τοὺς περὶ τὸν Ῥωμύλον ἐκ τῆς Αἰνείου θυγατρὸς γεννηθέντα κεκτικέναι τὴν Ῥώμην· τὸ δ' ἀληθὲς οὐχ οὕτως ἔχει, πολλῶν μὲν ἐν τῷ μεταξὺ χρόνῳ τοῦ τε Αἰνείου καὶ Ῥωμύλου γεγονότων βασιλέων, ἐκτισμένης δὲ τῆς πόλεως κατὰ τὸ βʹ ἔτος τῆς ζʹ ὀλυμπιάδος. αὕτη γὰρ ἡ κτίσις ὑστερεῖ τῶν Τρωι κῶν ἔτεσι τρισὶ πλείω τῶν υʹ καὶ λʹ. Αἰνείας γὰρ μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἐτῶν τριῶν παρελθόντων παρέλαβε τὴν τῶν Λατίνων βασιλείαν, καὶ κατασχὼν τριετῆ χρόνον ἐξ ἀνθρώπων ἠφανίσθη καὶ τιμῶν ἔτυχεν ἀθανάτων. τὴν δ' ἀρχὴν διαδεξάμενος Ἀσκάνιος υἱὸς ἔκτισεν Ἄλβαν τὴν νῦν καλουμένην Λόγγαν, ἣν ὠνόμασεν ἀπὸ τοῦ ποταμοῦ τοῦ τότε μὲν Ἀλβὰ καλουμένου, νῦν δὲ Τιβέρεως ὀνομαζομένου. Περὶ δὲ τῆς προσηγορίας ταύτης Φάβιος ὁ τὰς Ῥωμαίων πράξεις ἀνα γράψας ἄλλως μεμυθολόγηκε. φησὶ γὰρ Αἰνείᾳ γενέσθαι λόγιον τετρά πουν αὐτῷ καθηγήσασθαι πρὸς κτίσιν πόλεως. μέλλοντος δ' αὐτοῦ θύειν ὗν ἔγκυον τῷ χρώματι λευκὴν ἐκφυγεῖν ἐκ τῶν χειρῶν καὶ διωχθῆναι πρός τινα λόφον, πρὸς ᾧ κομισθεῖσαν τεκεῖν λʹ χοίρους. τὸν δὲ Αἰνείαν τό τε παράδοξον θαυμάσαντα καὶ τὸ λόγιον ἀνανεούμενον ἐπιχειρῆσαι μὲν οἰκῆσαι τὸν τόπον, ἰδόντα δὲ κατὰ τὸν ὕπνον ὄψιν ἐναργῶς διακωλύουσαν 230 καὶ συμβουλεύουσαν μετὰ λʹ ἔτη κτίζειν, ὅσοσπερ ὁ τῶν τεχθέντων ἀριθ μὸς ἦν, ἀποστῆναι δὴ τῆς προθέσεως. ΡΩΜΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ῥωμαίων αʹ ἐβασίλευσε Ῥωμύλος, ιςʹ δὲ ἀπὸ Αἰνείου. ἐβασίλευσε δὲ ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψμβʹ. Ἀπὸ Ῥωμύλου οἱ πρότερον καλούμενοι Λατῖνοι Ῥωμαῖοι προσηγορεύθησαν. Οὗτος ὁ Ῥωμύλος ἀνελὼν Ῥέμον τὸν ἀδελφὸν αὐτοῦ βασιλεύει μόνος καὶ κτίζει καὶ τειχίζει Ῥώμην κατὰ τὴν ζʹ ὀλυμπιάδα ἢ ὥς τινες κατὰ τὴν ηʹ, ἥτις τοῖς χρόνοις Ἀχὰζ συντρέχει καὶ τῷ δψνβʹ ἔτει τοῦ κόσμου. Οὗτος δὲ αʹ πόλεις λέγεται κτήσασθαι ὑποτελεῖς Ῥώμης. Ἀπὸ Ἰλίου ἁλώσεως, ἣ γέγονε τῷ δτλαʹ ἔτει τοῦ κόσμου, ἕως κτίσεως Ῥώμης καὶ τοῦ δψνεʹ κοσμικοῦ ἔτους γίνονται ἔτη υκδʹ. Ῥωμύλος πρῶτος ἐκ τοῦ δήμου ἐστράτευσεν ἄνδρας, συγκλητικούς τε ρʹ γέροντας ἐποίησε καὶ πατρικίους ἐξ αὐτῶν ἐκάλεσε, ναούς τε καὶ τείχη ἐν Ῥώμῃ ᾠκοδόμησε. Ῥωμύλος ἐν τῷ Ῥωμαίων βουλευτηρίῳ δολοφονηθεὶς ἀποθνήσκει. Ἐν τῷ ιγʹ ἔτει τῆς βασιλείας Ῥωμύλου κτίζεται ἡ Ῥώμη. ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων κζʹ ἐβασίλευσε Θεσπιεὺς Ἀρίφρονος ἔτη κζʹ, κατὰ δὲ ἄλλους ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχοαʹ. Ἀθηναίων κηʹ ἐβασίλευσεν Ἀγαμίστωρ Θεσπιέως ἔτη ιζʹ, κατὰ δὲ ἄλλους ἔτη κζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχζηʹ. Ἀθηναίων κθʹ ἐβασίλευσεν Αἰσχύλος ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψιεʹ. 231 Αἰσχύλου τῷ βʹ ἔτει πληρουμένῳ καὶ ἀρχομένῳ τῷ γʹ αὐτοῦ ἔτει, ὃς ἦν κθʹ βασιλεὺς Ἀθηναίων ἀπὸ τοῦ αʹ αὐτῶν Κέκροπος τοῦ διφυοῦς, ιβʹ δὲ τῶν διὰ βίου ἀρχόντων, ἡ πρώτη ὀλυμπιὰς ἤχθη κατὰ τὸ δψκαʹ ἔτος ἀπὸ Ἀδάμ, Ἀζαρίου δὲ βασιλέως Ἰούδα ἔτει λθʹ, ὡς πρόκειται. Ὀλυμπιὰς δέ ἐστι παρ' Ἕλλησι τετραετηρικὸς χρόνος, οὗ κατὰ τὴν συμπλήρωσιν ἀρχομένου τοῦ ἔτους ὁ Ὀλυμπιακὸς ἀγὼν ἤγετο. τοῦτον Ἑλλήνων παῖδες ἀσυμφώνως ἱστοροῦσι καταδεδεῖχθαι. τινὲς γὰρ αὐτῶν ἀπὸ τῆς ὑπὸ Ἡρακλέους τοῦ Ἀλκμήνης τοῦ ἀγῶνος θέσεως τὸ πρῶτον ἦρχθαι τὸ τῆς Ὀλυμπιακῆς ἀθλήσεως εἶδός φασι πρὸ χʹ ἐτῶν τῆσδε τῆς πρώτης ὀλυμπιάδος· ἄλλοι δὲ ὑπὸ Ἀεθλίου τεθῆναι τὸν ἀγῶνα κἀντεῦθεν ἀθλητὰς ὀνομάζεσθαι τοὺς ἀγωνιστάς, μεθ' ὃν Ἐπειὸς παῖς αὐτοῦ, εἶτα Ἐνδυμίων, ἔπειτα Ἀλεξῖνος καὶ μετὰ τοῦτον Οἰνόμαος καὶ μετὰ τοῦτον, ὥς φασι, Πέλοψ εἰς τιμὴν τῇ πατρίδι προέστη τοῦ ἀγῶνος καὶ τῆς θυσίας. ἀριθμοῦσί τε ἀπὸ τοῦ Ἀλκμήνης Ἡρακλέους ἕως τοῦδε τοῦ χρόνου γενεὰς ιʹ, ἄλλοι τρεῖς τελείας φασὶν ὀλυμπιάδας ἐπὶ Ἴφιτον τὸν ἀνανεωσάμενον τὸν ἀγῶνα. τοῦτον γὰρ Ἠλεῖον ὄντα καὶ προνοούμενον τῆς Ἑλλάδος παῦσαί τε σπεύδοντα πολέμων τὰς πόλεις ἐκ πάσης Πελοπον νήσου πέμψαι θεωροὺς τοὺς πευσομένους περὶ τῆς τῶν πολέμων ἀπαλ λαγῆς, χρησμόν τε λαβεῖν Πυθικὸν τοῦτον· ὦ Πελοποννήσου ναέται περὶ βωμὸν ἰόντες, θύετε καὶ πείθεσθε τά κεν μάντεις ἐνέπωσιν, Ἠλεῖοι πρόπολοι πατέρων νόμον ἰθύνοντες. τοῖς δὲ Ἠλείοις τάδε προαγορεῦσαι. τὴν αὑτῶν ῥύεσθε πάτραν, πολέμου δ' ἀπέχεσθε, κοινοδίκου φιλίας ἡγούμενοι Ἑλλήνεσσι, ἔστ' ἂν ἐνὶ ξυνόδοις ἔλθῃ φιλόφρων ἐνιαυτός. 232 Τούτου χάριν καὶ Ἴφιτος κατήγγειλε τὴν ἐκεχειρίαν ἐπὶ ἡμέρῳ τροφῇ χρῆσθαι ὑπὸ Ἡρακλέους, καὶ χεῖρας ἀλλήλοις οὐκ ἐπέφερον. τὸν δὲ ἀγῶνα τετέλεκεν Ἴφιτος Ἡρακλείδης σὺν Λυκούργῳ συγγενεῖ· ἑκάτεροι δὲ Ἡρακλεῖδαι. τότε δὲ ἀγὼν σταδίου μόνον ἦν καὶ οὐδεὶς ἀνεγράφετο νικηφόρος, ἀμελούντων τῶν τηνικάδε. ὀγδόῃ δὲ καὶ εἰκοστῇ ὀλυμπιάδι Κόροιβος Ἠλεῖος ἀνεγράφη στάδιον νικήσας, καὶ ἡ κατ' αὐτὸν ὀλυμπιὰς πρώτη ἐτάχθη, ἀφ' ἧς Ἕλληνες ἀριθμεῖν τι δοκοῦσιν ἀκριβῶς χρονικόν. ταῦτα Ἀριστόδημος ἱστορεῖ καὶ συνῳδὰ τούτῳ Πολύβιος. Καλλίμαχος δέ φησιν ὀλυμπιάδας ιγʹ παρεῖσθαι μὴ ἀναγραφείσας, τῇ δὲ ιδʹ Κόροιβον Ἠλεῖον νικῆσαι. ὥστε ἐκ πάντων ἡμῖν δείκνυσθαι τὸν περὶ τῶν ὀλυμπιάδων λόγον οὐ παρὰ πᾶσιν εἶναι τὸν αὐτόν. ὅθεν καὶ τοῖς ἐκκλησιαστικοῖς ἱστορικοῖς οὐ συμπεφώνηται, ὡς ἔστι μαθεῖν τοὺς βουλομένους τοῖς ἐκείνων συγγράμμασιν ἐντυγχάνοντας. ἡμῖν γὰρ τοῦτο μόνον ἐσπούδασται, σαφῆ τινα καὶ κεφαλαιώδη τοῖς ἀγνοοῦσι θεωρίαν ἐκθέσθαι, οὐχ ὅτι ταῖς θείαις γραφαῖς περὶ ὀλυμπιάδων τι εἴρηται, ἀλλ' ὅτι πολλοῖς ὁ περὶ αὐτῶν λόγος πατράσιν ἐν χρήσει γέγονε διὰ τὸ μετρεῖσθαι αὐτὰς παρά τε Μακεδόσι καὶ Ῥωμαίοις καὶ Πέρσαις καὶ Αἰγυπτίοις καὶ αὐτοῖς Ἰουδαίοις, ὡς μαρτυρεῖ Φίλων καὶ Ἰώσηππος ὀνομάζοντες αὐτάς. Οὐκ ἄμουσον δ' ἂν εἴη καὶ τὴν
217.12.1
Αἰγυπτίοις περὶ τῶν τετραετηρικῶν ὀλυμπιάδων ἔννοιαν ἄλλην τινὰ τῆς παρὰ τοῖς Ἀθηναίοις οὖσαν ἐν βραχεῖ δηλῶσαι τοῖς ἀγνοοῦσιν. ἡ γὰρ σελήνη παρ' Αἰγυπτίοις κυρίως ὀλυμπιὰς καλεῖται διὰ τὸ κατὰ μῆνα περιπολεῖν τὸν ζῳδιακὸν κύκλον, ὃν οἱ παλαιοὶ αὐτῶν Ὄλυμπον ἐκάλουν. Αὕτη γὰρ ἀπὸ καρκίνου τοῦ ἰδίου οἴκου ὡς ἀπὸ κέντρου προερχομένη τὰ ιβʹ κατασπάζεται ζῴδια ἐν νυχθημέροις κθʹ# 171καὶ λεπτοῖς λγʹ, γʹ. τῷ δὲ ἐνιαυτῷ ὅλῳ δωδεκάκις αὐτὰ περιπολοῦσα πληροῖ νυχθήμερα τνδʹ καὶ ὥρας ηʹ καὶ λεπτὰ μʹ. ὁ δὲ ἥλιος ἐν νυχθημέροις τξεʹ δʹ περιπολεῖ τὸν αὐτὸν Ὄλυμπον, ὡς λείπεσθαι τὸν σεληνιακὸν ἐνιαυτὸν τοῦ ἡλιακοῦ 233 νυχθήμερα ιʹ, ὥρας καʹ, λεπτὰ εʹ. πληροῖ οὖν ὁ ἥλιος ἐν ὀλυμπιάδι μιᾷ τετραετηρικῇ ἡμέρας αυξαʹ, ἡ δὲ σελήνη νυχθήμερα αυιζʹ, ὥρας ιαʹ, λεπτὰ κθʹ, ὡς λείπεσθαι σελήνιον αʹ# 171. ἐν δὲ ὀλυμπιάσι δύο γίνονται σελήνια ζθʹ, νυχθήμερα δὲ β κβʹ, ἃ καὶ ὁ ἥλιος ἐν τοῖς ηʹ ἔτεσι. Καὶ τοιαύτη μὲν ἡ τῶν Αἰγυπτίων δόξα περὶ ὀλυμπιάδων, τῶν δὲ παρὰ τοῖς Ἀθηναίοις ὀλυμπιάδων ἀνεγράφησαν σταδιονῖκαι σμηʹ μόνοι καὶ ἐτῶν πθʹ, ἀρξαμένων ἀπὸ τοῦ καθολικοῦ κοσμικοῦ δψκεʹ ἔτους ἕως τοῦ εψιδʹ, τοῦτ' ἔστιν ἀπὸ τοῦ μεʹ ἔτους Ὀζίου. Εὐσέβιος δὲ τὴν πρώτην ὀλυμπιάδα ἐπὶ Ἰωάθαμ συνάγει τοῦ μετὰ ηʹ ἔτη βασιλεύσαντος τοῦ Ἰούδα καὶ τὸν Ἀφρικανὸν προφέρει συνᾴδοντα αὐτῷ ἐν τούτῳ. ὁ δὲ Ἀφρικανὸς μᾶλλον ἐναντιοῦται τῷ Εὐσεβίῳ, κατὰ τὸ αʹ ἔτος Ἄχαζ τὴν πρώτην ὀλυμπιάδα φάσκων ἦρχθαι ἔν τε τῷ γʹ καὶ ἐν τῷ δʹ λόγῳ τῶν ἱστορικῶν αὐτοῦ τρανῶς, ἐν οἷς ὧδε γράφει· ἀναγραφῆναι δὲ πρώτην τὴν τεσσαρεσκαιδεκάτην, ἡνίκα καὶ Κόροιβος στάδιον. τότε ἐβασίλευσεν Ἄχας ἐπὶ Ἱερουσαλὴμ ἔτος πρῶτον. εἶτα ἐν τῷ τετάρτῳ φησίν· ἦν δ' ἄρα τοῦ Ἄχας βασιλείας ἔτος πρῶτον, ᾧ συντρέχειν ἀπεδεί ξαμεν τὴν πρώτην ὀλυμπιάδα. ΜΗΔΩΝ ΒΑΣΙΛΕΙΣ Μήδων αʹ ἐβασίλευσεν Ἀρβάκης, ὁ καταλύσας τὴν τῶν Ἀσσυρίων ἀρχήν, ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχοςʹ. Μήδων βʹ ἐβασίλευσε Μανδαύκης ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψδʹ. Μήδων γʹ ἐβασίλευσε Σώσαρμος ἔτη
217.13.1
τοῦ δὲ κόσμου ἦν ἔτος δψκδʹ. Μήδων δʹ ἐβασίλευσεν Ἄρτυκας ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψνδʹ. Μήδων εʹ ἐβασίλευσε Διοικὴς ἔτη νδʹ. Διοικὴς ὁ Μήδων βασιλεὺς ἔκτισεν Ἐκβάτανα τὴν πόλιν μεγάλην καὶ διαβόητον. τοῦ δὲ κόσμου ἦν ἔτος δψπδʹ.