Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 234 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
234.1.1
ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Κάρανος ὁ Ἀργεῖος Φείδωνος ἀδελφὸς τοῦ τότε βασιλέως Ἀργείας ἰδίαν κτήσασθαι χώραν σπεύδων, δύναμιν λαβὼν παρὰ Φείδωνος τοῦ ἀδελφοῦ ἔκ τε Ἄργους καὶ τῆς ἄλλης Πελοποννήσου τοῖς κατὰ Μακεδο νίαν τόποις ἐπῆλθε. συμμαχήσας δὲ καὶ τῷ τῶν Ὀρεστῶν βασιλεῖ κατὰ τῶν πλησιοχώρων Ἐορδανῶν λεγομένων, τῆς κατακτηθείσης χώρας τὸ ἥμισυ προσλαβὼν διὰ τὴν συμμαχίαν, παρέλαβε τὴν Μακεδονίαν καὶ ἔκτισε πόλιν ἐν αὐτῇ κατὰ χρησμόν, ἐξ ἧς ὁρμώμενος συνεστήσατο τὴν Μακεδονικὴν βασιλείαν, ἣν καθεξῆς οἱ ἀπ' αὐτοῦ διεδέχοντο. ἦν δὲ ὁ Κάρανος ιαʹ ἀπὸ Ἡρακλέους, ζʹ δὲ ἀπὸ Τημένου τοῦ μετὰ τῶν ἄλλων Ἡρακλειδῶν κατελθόντος εἰς Πελοπόννησον. Κάρανος Μακεδόνων αʹ ἐβασίλευσεν ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψαʹ. πρὸ τῆς πρώτης ὀλυμπιάδος ἔτεσιν
234.2.1
ἀπὸ Καράνου τοῦ αʹ βασιλέως Μα κεδόνων ἕως Ἀλεξάνδρου τοῦ κτιστοῦ βασιλεῖς Μακεδόνων κδʹ ἔτη υπʹ. Φείδων Ἄργους κρατῶν ἀδελφὸς Καράνου τοῦ αʹ βασιλέως Μακεδόνων μέτρα καὶ σταθμία πρῶτος ἐφεῦρεν, ὥς τινες· ἦσαν δὲ καὶ πρὸ τούτου. Μακεδόνων βʹ ἐβασίλευσε Κοινὸς ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψλαʹ. ΚΟΣΜΟΥ ΕΤΗ Τοῦ Ἰούδα θʹ ἐβασίλευσεν Ἀμεσίας ἔτη κθʹ, υἱὸς αὐτοῦ. τοῦ δὲ κόσμου ἦν ἔτος δχνγʹ. Ἀμεσίας ἐστράτευσε κατὰ τῶν Ἰδουμαίων καὶ τῶν υἱῶν Σηείρ, καὶ 235 ἔλαβε νικήσας τοὺς θεοὺς αὐτῶν, καὶ ἀγαγὼν εἰς Ἱερουσαλὴμ ἐλάτρευσεν αὐτοῖς. Ἀνῃρέθησαν δὲ ἐν τῷ πολέμῳ ἐκ τοῦ Ἰούδα ἄνδρες γ ὑπὸ τῶν ιʹ φυλῶν. Τὰ κατὰ Ναιεμὰν τὸν ἀρχιστράτηγον βασιλέως Συρίας, καὶ ὅπως τῆς λέπρας ἀπηλλάγη. ταύτην τε Γιεζεὶ ὁ δοῦλος Ἑλισσαίου χρήμασιν ἐπεσπάσατο ψευσάμενος τῷ προφήτῃ. Προφήτῃ ξυλευομένῳ παρὰ τὸν Ἰορδάνην ἐξέπεσε τὸ σιδήριον τοῦ στελεοῦ, ὅπερ ἀναπλεῦσαν ὡς ξύλον προστάξει Ἑλισσαίου ἀπέλαβεν ὁ προφήτης. Ἀμεσίας ἐπαναστάσεως γινομένης ἀνῃρέθη φυγὼν εἰς Λαχείς, βασιλεύ σας ἔτη κθʹ. Τοῦ Ἰούδα ιʹ ἐβασίλευσεν Ἀζαρίας ὁ καὶ Ὀζίας, υἱὸς Ἀμεσίου, ἔτη νβʹτοῦ δὲ κόσμου ἦν ἔτος δχπβʹ. Οὗτος εὐσεβὴς ἦν καὶ τοῖς περιοίκοις τῶν ἐθνῶν πολεμήσας πόλεις ἔλαβε πλείστας. φιλεργότατος δὲ ὢν πύργοις καὶ τείχεσι τὰς πόλεις κατεφρούρησε τήν τε ἔρημον λάκκοις ὑδάτων κατεφρεάτωσεν. Οὗτος Ὀζίας εἰσελθεῖν εἰς τὰ ἅγια πειραθείς, κωλύοντος αὐτὸν Ἀζαρίου τοῦ ἀρχιερέως ἐλεπρώθη· καὶ ἦν ἀπρόσιτος διὰ τὸ αἶσχος. Ἰωάθαμ δὲ ὁ υἱὸς αὐτοῦ ἐδίκαζεν ἀντ' αὐτοῦ τὸν Ἰούδαν. Προεφήτευον δὲ Ἀμώς, Ὠσηέ, Ἡσαΐας. Πρώτη ὀλυμπιὰς ἤρξατο ἔτει Ὀζίου μεʹ. Τοῦ Ἰούδα ιαʹ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς Ὀζίου ἔτη ιςʹ. τοῦ δὲ κόσμουἦν ἔτος δψλδʹ. Ἀρχὴ ὀλυμπιάδος γʹ πρώτη Ἰωάθαμ. Ἰωάθαμ εὐσεβὴς ὢν ᾠκοδόμησε τὴν πύλην οἴκου κυρίου, Ἀμμανίταις τε χρήματα ἐπετάξατο. Ἔτι προεφήτευον Ὠσηέ, Ἰωήλ, Ἡσαΐας, Ὠδήδ, Μιχαίας Ἰωάθαμ πλεῖστα ᾠκοδόμησεν ἐν Ἱερουσαλήμ. 236Τοῦ Ἰούδα ιβʹ ἐβασίλευσεν Ἄχαζ ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψνʹ. Ἄχαζ συντυχὼν τῷ Θεγλαφαλασὰρ ἐν Δαμασκῷ θυσιαστήριόν τι εἰδω λικὸν εἶδε. τούτου λαβὼν τὰ μέτρα ἀπέστειλεν εἰς Ἱερουσαλὴμ πρὸς Οὐρίαν τὸν ἀρχιερέα, κελεύσας ὅμοιον αὐτοῦ ποιῆσαι, ἐφ' ᾧ τοῖς θεοῖς Σύρων ἔθυεν ὑποστρέψας· τὸν δὲ ναὸν τοῦ θεοῦ ἔκλεισεν. Ἔτι προεφήτευον Ἡσαΐας, Ὠσηέ, Μιχαίας. Τοῦ Ἰούδα ιγʹ ἐβασίλευσεν Ἐζεκίας ἔτη
234.3.1
τοῦ δὲ κόσμου ἦν ἔτος δψξςʹ. Ἐζεκίας υἱὸς Ἄχαζ καὶ Ῥαβουνᾶ τῆς θυγατρὸς Ζαχαρίου πάντων εὐσεβέστερος γέγονε τῶν πρὸ αὐτοῦ βασιλευσάντων ἐν Ἱερουσαλὴμ μετὰ τὸν Δαβίδ. οὗτος τὰ εἰδωλεῖα κατέσκαψε καὶ τὰς στήλας αὐτῶν συνέτριψε, τά τε ἐν τοῖς ὑψηλοῖς καθεῖλεν ἀπὸ Σολομῶνος μέχρις αὐτοῦ θυμιώμενα ὑπὸ τῶν Ἰουδαίων, καὶ τὰ ἄλση ἐξέκοψεν, ἀφανίσας καὶ τὸν ὄφιν ὃν ὕψωσε Μωυσῆς ἐν τῇ ἐρήμῳ τὸν χαλκοῦν, ἕως αὐτοῦ ὑπὸ τοῦ λαοῦ θυμιώ μενον καὶ λατρευόμενον, μετὰ τῶν λοιπῶν βδελυγμάτων. Ἐζεκίας μὲν οὖν ὁ βασιλεὺς Ἰούδα μετὰ τὸ κατασκάψαι τὰ εἰδωλεῖα καὶ τὰ ἄλση ἐκκόψαι καὶ τὸν χαλκοῦν ὄφιν ἐξαλεῖψαι τοὺς εὑρισκομένους εἰδωλολατροῦντας ἐξ Ἰουδαίων ἐθανάτου. τοσοῦτον γὰρ τῇ εἰδωλολατρείᾳ συνείχοντο ὥστε τῶν θυρωμάτων ὄπισθεν ζωγραφεῖν τὰ βδελύγματα τῶν ἐθνῶν καὶ προσκυνεῖν αὐτοῖς, καὶ ἵνα τῶν παρ' Ἐζεκίου ψηλαφᾶν πεμπομένων κρύβοιντο ἀνοιγομένων τῶν θυρῶν. ἦν δὲ καὶ Σολομῶνος γραφή τις ἐγκεκολαμμένη τῇ πύλῃ τοῦ ναοῦ παντὸς νοσήματος ἄκος περιέχουσα, ᾗ προσέχων ὁ λαὸς καὶ τὰς θεραπείας νομιζόμενος ἔχειν κατεφρόνει τοῦ θεοῦ· διὸ καὶ ταύτην Ἐζεκίας ἐξεκόλαψεν, ἵνα πάσχοντες τῷ θεῷ προσέχωσιν. Ἐπολέμησε δὲ τοῖς ἀλλοφύλοις μέχρι Γάζης. Ἀσσυρίων τε ἀπέστη πρότερον ὑπήκοος ὢν καὶ τὰ διεφθαρμένα τείχη τῆς Ἱερουσαλὴμ ἀνεκαίνισεν, δεύτερον αὐτῇ περιθεὶς τείχισμα, ἀφανίσας 237 δὲ τὰ πέριξ τῆς πόλεως ὕδατα διὰ δίψαν τῶν πολεμίων καὶ μόνην ἀποστρέ ψας ἔνδον τῆς πόλεως τὴν τοῦ Σιλωὰμ πηγήν. Ἐπιστρατεύσαντος δ' αὐτῷ τοῦ Σεναχηρεὶμ καὶ τὰς πέριξ πορθοῦντος πόλεις συγγνώμην αὐτῷ τῆς ἀποστασίας ᾔτει, δοὺς καὶ τʹ τάλαντα ἀργυρίου χρυσίου τε λʹ. ὁ δὲ ταῦτα λαβὼν οὐκ ἀπέστη, ἀλλὰ Ῥαψάκην στρατηγὸν αὐτοῦ σὺν ὄχλῳ βαρεῖ κατὰ τῆς Ἱερουσαλὴμ πέμψας ἀπειλὰς ἔγραψε πρὸς Ἐζεκίαν καὶ εἰς θεὸν βλασφημίας. τὸ δὲ βιβλίον τῆς γραφῆς ταύτης ἐνώπιον κυρίου ἁπλώσας ἐθαρρύνετο πρὸς τοῦ προφήτου Ἡσαΐου, μὴ φοβεῖσθαι δὲ τοὺς ἀσεβεῖς ὡς ὑπὸ θεοῦ πτοηθησομένους. Τότε ἄγγελος κυρίου νυκτὸς διέφθειρε παραδόξως ρπεʹ χιλιάδας ἀνδρῶν τῆς τῶν Ἀσσυρίων παρεμβολῆς. καὶ Σεναχηρεὶμ σὺν τοῖς ὑπολοί ποις ἀνέζευξεν ἀδόξως εἰς τὴν Ἀσσυρίαν, ἀκηκοὼς ὅτι καὶ ὁ τῶν Αἰθιόπων βασιλεὺς Βαραθὰχ ἔρχεται πολεμήσων αὐτόν. ἐλθὼν δὲ εἰς Νινευὶ τοὺς αἰχμαλώτους τοῦ Ἰσραὴλ ἐκακούχει, αὐτός τε ὑπὸ τῶν ἰδίων ἀναιρεῖται τέκνων. Ὁ δὲ βασιλεὺς Ἐζεκίας νοσήσας πρὸς θάνατον τῷ ιεʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπηγορεύθη τοῦ ζῆν ὑπὸ Ἡσαΐου καὶ στραφεὶς καὶ δακρύσας πρὸς θεὸν ἐτῶν ιεʹ προσθήκην ζωῆς ἔλαβε διὰ τοῦ παραδόξου σημείου πιστουμένην τῆς ἐπανόδου τοῦ ἡλίου ἐκ τῆς φυσικῆς κινήσεως δέκα βαθμοὺς ἀναποδισάσης καθ' ὅλην τὴν οἰκουμένην, ὡς εἶναι τὴν ἡμέραν ἐκείνην μόνην χωρὶς τῆς ἰδίας νυκτὸς ὡρῶν κβʹ. οὗτος Ἐζεκίας πρὸ τῆς νόσου, φασί, σωφροσύνην ἤσκει, ἀθάνατος δι' αὐτῆς ἔσεσθαι ἐλπίζων καὶ τὸ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα» εἰς τοῦτο νοῶν. ἐν δὲ τῷ ἀσθενεῖν ηὔξατο ἀναστὰς παιδοποιήσειν. Ὁ δὲ Μαρωδὰχ Βαλαδὰν ἐκπλαγεὶς τῷ σημείῳ τῆς ἡλιακῆς ἀναποδί σεως, ἀκούσας τε τὰ κατὰ τὴν Ἐζεκίου συμβάντα νόσον, ἀπέστειλε πρέσβεις καὶ δῶρα, συνηδόμενος αὐτῷ τῆς ζωῆς. ὁ δὲ Ἐζεκίας ἀφεὶς 238 διηγεῖσθαι τὰς δυνάμεις τοῦ θεοῦ τὸν ἐν τοῖς βασιλείοις ὑπεδείκνυε πλοῦ τον. Ἡσαΐας δὲ τῆς ἀλαζονείας αὐτὸν καταμεμψάμενος ὡς ἐν ἐπι τιμίῳ τὴν μέλλουσαν τῶν ὑποδειχθέντων τοῖς ἐχθροῖς ἅλωσιν προεφή τευσεν. Ἐζεκίας ὕδασι κατάρρυτον ἐποίησε τὴν Ἱερουσαλήμ. Ἐπὶ τούτου Μιχαίας προεφήτευσε κατὰ τῆς Ἱερουσαλὴμ ὅτι Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ἱερουσαλὴμ ἄβατος ἔσται, καὶ οὐκ ἀνῃρέθη ὑπὸ Ἐζεκίου. Τῷ ιδʹ ἔτει Ἐζεκίου, κόσμου δὲ δψοηʹ, ἀνέβη Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς· καὶ ἔδωκεν αὐτῷ Ἐζεκίας πᾶν τὸ ἀργύριον οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως. Τοῦ Ἰσραὴλ ιʹ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς Ἰηοὺ ἔτη ιζʹ. οὗτος ὑπόσπονδος Σύροις ἐγένετο, μετὰ δὲ ταῦτα πολεμήσας αὐτοῖς ἐρρύσατο τὸν Ἰσραήλ. τοῦ δὲ κόσμου ἦν ἔτος δχληʹ. Τοῦ Ἰσραὴλ ιαʹ ἐβασίλευσεν Ἰωὰς ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχνεʹ. Ἰωὰς βασιλεὺς Ἰσραὴλ τροπωσάμενος πολέμῳ τὸν Ἰούδαν συνέλαβεν Ἀμεσίαν τὸν βασιλέα Ἰούδα καὶ καθεῖλε τὰ τείχη Ἱερουσαλὴμ πήχεις υʹ, καὶ σκυλεύσας αὐτὴν ἐπανῆλθεν εἰς Σαμάρειαν. Τούτοις τοῖς χρόνοις προεφήτευσεν Ὠσηέ, Ἀμώς, Ἰωνᾶς, Ναούμ, ἡνίκα καὶ Ἰωνᾶς ἐκπεμφθεὶς εἰς Νινευὶ εἰς Θαρσεὶς φεύγει καὶ ὑπὸ κήτους καταποθεὶς τριήμερος ἀνεμεῖται. Θαρσεὶς δὲ Ῥόδον καὶ Κύπρον Ἀφρικανὸς λέγει εἶναι. Τοῦ Ἰσραὴλ ιβʹ ἐβασίλευσεν Ἱεροβωὰμ ἔτη μαʹ υἱὸς Ἰωάς. οὗτοςἀπέδωκε τὸ ὅριον Ἰσραὴλ κατὰ τὴν προφητείαν Ἰωνᾶ τοῦ Ἀμαθὶ τοῦ Γετθαίου τοῦ προφήτου. τοῦ δὲ κόσμου ἦν ἔτος δχοαʹ. 239 Τοῦ Ἰσραὴλ ιγʹ ἐβασίλευσε Ζαχαρίας μῆνας ςʹ, μεθ' ὃν ιδʹ Σελοὺμ ἡμέρας λʹ. τοῦτον ἀποκτείνας Μαναὴμ ὁ τοῦ Γαδὶ ἐβασίλευσε τοῦ Ἰσραὴλ ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψιβʹ. Τοῦ Ἰσραὴλ ιεʹ ἐβασίλευσε Μαναὴμ ἔτη ιβʹ. τὰ δὲ πολλὰ τῶν ἀντιγρά φων ἔτη ιʹ ἔχουσι. τοῦ δὲ κόσμου ἦν ἔτος δψιβʹ. Οὗτος τοὺς μὴ δεχομένους αὐτὸν ἐν τάφοις διέφθειρε καὶ τὰς ἐγκύους γυναῖκας ἀνέρρηξεν ἀσεβῶς. Τοῦ Ἰσραὴλ ιςʹ ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἔτη ιʹ. Ἀφρικανὸς δὲ ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψκδʹ. Τὸν Φακεσίαν ἀποκτείνας Φακεὲ υἱὸς Ῥωμελίου ἐβασίλευσε τοῦ Ἰσραήλ. Τοῦ Ἰσραὴλ ιζʹ ἐβασίλευσε Φακεὲ υἱὸς Ῥωμελίου ἔτη κηʹ κατὰ τὸν ἀκριβῆ λόγον. τοῦ δὲ κόσμου ἦν ἔτος δψλδʹ. Οὕτω γὰρ εὑρεθήσεται τὸ θʹ ἕτος τοῦ ιηʹ καὶ τελευταίου βασιλέως τῶν ιʹ φυλῶν Ὠσηὲ συντρέχον τῷ ςʹ ἔτει Ἐζεκίου βασιλέως Ἰούδα κατὰ τὴνγραφὴν καὶ† οὐ καλῶς, καθ' ὃ γέγονεν ἡ πρώτη τοῦ Ἰσραὴλ αἰχμαλωσία. εἰσὶ μέντοι τινὰ τῶν ἀντιγράφων κʹ ἔχοντα ἔτη τοῦ Φακεέ, ὡς καὶ Ἀφρικανὸς καὶ Εὐσέβιος, καὶ ἕτερα ιηʹ, ἀλλ' οὐ χρὴ πείθεσθαι διὰ τὴν εἰρημένην ἀναγκαίαν αἰτίαν. Φακεὲ βασιλεὺς Ἰσραὴλ καὶ Ῥασσὼν βασιλεὺς Συρίας πολεμήσαντες τῷ Ἄχαζ ἀνεῖλον τοῦ Ἰούδα ιβʹ μυριάδας ἐν ἡμέρᾳ μιᾷ, γυναικῶν δὲ καὶ παίδων ἔλαβον κʹ μυριάδας αἰχμαλώτους, οὓς συμβουλῇ Ἰωβὴλ τοῦ προφήτου ἀπέλυσαν. Ἄχαζ δὲ τὸ ἐν τοῖς θησαυροῖς ἀργύριον πέμψας τῷ Ἀσσυρίων βασιλεῖ Θεγλαφασὰρ εἰς βοήθειαν αὐτὸν ἤγαγε, μὴ ὑπακούσας Ἡσαΐου τοῦ προφήτου κωλύοντος καὶ σημεῖον τὴν τίκτουσαν παρθένον διδόντος· ὃς ἐλθὼν τήν τε Συρίαν καὶ τὸν Ἰσραὴλ πορθεῖ καὶ τοῦ λαοῦ πλεῖστον ἀποικίζει εἰς Ἀσσυρίους. 240 Ὠσηὲ δὲ ἀνελὼν τὸν Φακεὲ ἐβασίλευσε. Πολλὰ καμὼν περὶ τῆς συμφωνίας τῶν δύο βασιλειῶν τῶν Ἑβραίων τῶν διαιρεθεισῶν μετὰ Σολομῶντα ἕως Ἐζεκίου βασιλέως Ἰούδα καὶ Ὠσηὲβασιλέως Ἰσραὴλ ιηʹ καὶ ἐσχάτου τῶν ἐν Σαμαρείᾳ, διὰ τὸ τὰς ἱερὰς τῶν βασιλέων δέλτους μὴ ἀκριβῶς ἐκφαίνειν ἐν ποίῳ χρόνῳ τῶν βασιλέων Ἰούδα ἕκαστος τῶν ἐν Σαμαρείᾳ βασιλευσάντων ἤρξατο βασιλεύειν, μηδ' αὖ πάλιν ἕκαστος τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἐν ποίῳ ἔτει τῶν βασιλέων Ἰσραὴλ ἤρξατο κρατεῖν, μόλις ἠδυνήθην σύμφωνον εὑρεῖν τὸ πρῶτον ἔτος Ὠσηὲ πρὸς τὸ ιβʹ Ἄχαζ διὰ τὸ πάντα σχεδὸν τὰ ἀντίγραφα τὸν Φακεὲ υἱὸν Ῥωμελίου ἢ ιηʹ ἔτη ἢ κʹ λέγειν κεκρατηκέναι τῶν ἐν Σαμαρείᾳ ιʹ φυλῶν. Ἐν ἑνὶ δὲ ἀντιγράφῳ λίαν ἠκριβωμένῳ κατά τε στιγμὴν καὶ προσῳδίαν ἐκ τῆς ἐν Καισαρείᾳ τῆς Καππαδοκίας ἐλθόντι εἰς ἐμὲ βιβλιοθήκης, ἐν ᾧ καὶ ἐπεγέγραπτο ὡς ὁ μέγας καὶ θεῖος Βασίλειος τὰ ἐξ ὧν ἐκεῖνο ἀπε γράφη ἀντιβαλὼν διωρθώσατο βιβλία, ἐν τούτῳ οὖν εὗρον κηʹ ἔτη τῆς βασιλείας Φακεέ, καὶ συγκρίνας πρὸς τὸ εἰρημένον ιβʹ ἔτος Ἄχαζ μᾶλλον ἐγγίζειν τὸ πρῶτον ἔτος Ὠσηὲ κατὰ τὴν τῶν βασιλειῶν γραφήν, οὕτω καὶ ἐστοιχείωσα. φησὶ γὰρ πρὸς λέξιν ἡ δʹ τῶν βασιλειῶν· «ἐν ἔτει ιβʹ Ἄχαζ βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπιἸσραὴλ θʹ ἔτη.» εἰ τοίνυν δῶμεν τὸν Φακεέ, ὡς τὰ πολλὰ τῶν ἀντιγράφων, οἷς καὶ Εὐσέβιος ἠκολούθησεν, ἔτη ιηʹ ἢ καὶ κʹ, εὑρεθήσεται ἡ ἀρχὴ τῆς βασιλείας Ὠσηὲ τῷ βʹ ἔτει πληρουμένῳ τοῦ Ἄχαζ καὶ ἀρχομένῳ τῷ τρίτῳ, τὸ δὲ τέλος, ὅπερ ἐστὶν θʹ τοῦ αὐτοῦ Ὠσηέ, τῷ ιαʹ Ἄχαζ, καὶ εὑρεθήσεται ἡ αὐτὴ θεία γραφὴ οὐ μόνον ἐν τούτῳ σφαλλομένη, ἀλλὰ καὶ ἐν τῷ φάσκειν ἔπειτα ὅτι «καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ δʹ βασιλεῖ Ἐζεκίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ζʹ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλμανασὰρβασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν», καὶ τὰ ἑξῆς. λείπεται γὰρ τὸ δʹ ἔτος Ἐζεκίου ἐκ τοῦ ιηʹ ἔτους Φακεέ, βʹ δὲ Ἄχαζ, οὐχ ἑπτά, ἀλλὰ ιδʹ, ἅ ἐστι διπλασίονα, πρὸς δὲ τὴν ἀκριβῆ στοιχείωσιν συμφωνεῖ. τῷ ιαʹ ἔτει Ἄχαζ βασιλέως Ἰούδα τὸ θʹ ἔτος Ὠσηὲ συνέταξεν Εὐσέβιος ἐν τῷκανόνι αὐτοῦ· ὅπερ πάντη ἀσύμφωνον. 241 Τοῦ Ἰσραὴλ ιηʹ καὶ τελευταῖος ἐβασίλευσεν Ὠσηὲ ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψξβʹ. ΧΑΛΔΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Τὸ πρῶτον ἔτος Ναβονασάρου Χαλδαίων βασιλέως ἀπὸ τοῦ δψμςʹ ἔτους τοῦ κόσμου δεῖ ἀριθμεῖν, καὶ ἀπ' αὐτοῦ ἕως τελευτῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος ἔτη υκδʹ, ὡς εἶναι ἀπὸ Ἀδὰμ ἕως Ἀλεξάνδρου τελευτῆς εροʹ. Σαλμανασὰρ ὁ καὶ Ναβονάσαρος Χαλδαίων πρῶτος ἐβασίλευσεν ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψμςʹ. Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων κατὰ τοῦ Ὠσηὲ ἐλθὼν τὴν Σαμάρειαν καὶ τὸν Ἰσραὴλ ὑπόφορον ἔθετο. ἔπειτα δὲ μαθὼν τὸν Ὠσηὲ πρεσβευόμενον εἰς βοήθειαν ἐλθεῖν τῷ Αἰθίοπι Ἀδραμέλεχ τῷ κατὰ τὴν Αἴγυπτον καὶ Σηγὼρ βασιλεῖ Αἰγύπτου, τόν τε Ὠσηὲ καθεῖρξεν ἐν φυλακῇ καὶ τὰς ιʹ φυλὰς τοῦ Ἰσραὴλ ᾐχμαλώτευσεν. Ἡ τῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν λεγομένων τοῦ Ἰσραὴλ βασιλευομένων Ἑβραίων ἀρχὴ τούτῳ τῷ ζʹ ἔτει Ὠσηὲ τοῦ τελευταίου βασιλέως αὐτῶν ἤρξατο πολιορκεῖσθαι, ὅπερ ἦν ἀρχὴ τοῦ δʹ ἔτους Ἐζεκίου, ὥς φησιν ἡ δʹ τῶν βασιλειῶν ὅτι «ἐγένετο ἐν τῷ ἔτει τῷ δʹ βασιλεῖ Ἐζεκίᾳ, αὐτὸς ὁ ἐνιαυτὸς ζʹ Ὠσηὲ υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλμανασὰρ βασιλεὺςἈσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκησεν αὐτὴν καὶ κατεβάλετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ςʹ Ἐζεκία. οὗτος ἐνιαυτὸς θʹ τῷ Ὠσηὲ βασιλεῖ Ἰσραήλ. καὶ συνελήφθη Σαμάρεια καὶ ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Χαλχὰλ καὶ ἐν Ἀβὼρ ποταμῷ Γωζὰν καὶ ὄρη Μήδων, ὅτι οὐκ εἰσήκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν.» Αὕτη πρώτη τοῦ Ἰσραὴλ αἰχμαλωσία πέφυκεν εἰς Ἀσσυρίους, ἥτις γέγονεν ἀρχομένῳ ςʹ ἔτει Ἐζεκίου, κοσμικῷ δὲ ἔτει δψοʹ πληρουμένῳ. διήρκεσε δὲ ἡ αὐτὴ τῶν ιʹ φυλῶν βασιλεία ἐν Σαμαρείᾳ ἀπὸ τοῦ αʹ βασι 242 λέως αὐτῶν Ἱεροβωὰμ δούλου Σολομῶντος ἐν βασιλεῦσι ιηʹ, ἔτεσι δὲ σξʹ. ἀπὸ γὰρ τοῦ κοσμικοῦ δφιγʹ ἀρξαμένη εἰς τὸ ὑποτεταγμένον δψοαʹ ἔληξε, κατὰ δὲ Ἀφρικανὸν δψνʹ, κατὰ δὲ Εὐσέβιον δυνεʹ. Εὐσέβιος δὲ ὁ Καισαρεὺς σνʹ ἔτη ἐπελογίσατο καὶ ἄλλοι σμςʹ, πλὴν τὸ ἀκριβέστερον καὶ τῇ γραφῆ τῶν βασιλειῶν συμφωνότερον ὡς πρὸς τὸ ςʹ ἔτος Ἐζεκίου καὶ αὐτὸ ἀρχόμενον συναντᾷ τὸ θʹ ἔτος Ὠσηὲ καὶ αὐτὸ πληρούμενον. οὕτω γὰρ χρὴ νοεῖν τὸ τέλος τοῦ θʹ ἔτους Ὠσηὲ ἀρχὴν τοῦ ςʹ ἔτους Ἐζεκίου. οὕτως γὰρ ἂν ὀρθῶς νοηθείη. Ἐκ τῆς αἰχμαλωσίας τῆς ὑπὸ Σαλμανασὰρ γενομένης τῶν ιʹ φυλῶν τοῦ Ἰσραὴλ τῶν ἐν Σαμαρείᾳ ἦν Τωβίας ὁ δικαιότατος φυλῆς Νεφθαλεὶμ ἐν Νινευὶ τῇ πόλει. οὗτος τοὺς ὑπὸ Σαλμανασὰρ καὶ τῶν λοιπῶν Χαλδαίων ἀναιρουμένους θάπτων διαγνωσθεὶς φεύγει καταλείψας τὴν κτῆσιν αὐτοῦ. τοῦ δὲ Σεναχηρεὶμ ἀναιρεθέντος ὑπὸ τῶν τέκνων αὐτοῦ καὶ τοῦ Σαλμανασὰρ ἀποθανόντος Ἀρχεδὼν υἱὸς Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίωνἀδελφιδοῦν τοῦ Τωβίου Ἀρχίκαρον ἔταξεν ἐπὶ τὴν ἐκλογιστείαν, ὃς τὸν Τωβίαν αἰτήσας ἔλαβε παρὰ τοῦ βασιλέως. ὁ δ' αὐτὸς ὥρᾳ καύματός τινα τῶν Ἑβραίων θάψας ὕπνωσεν ἐν τῇ αὐλῇ παρὰ τὸ τεῖχος ὑπὸ στρουθῶν νοσσιάν· τούτου τοὺς ὀφθαλμοὺς ἀφοδεύσαντες ἐπήρωσαν οἱ στρουθοί. Ὁ δὲ πρεσβύτατος ἅμα καὶ τυφλὸς ὢν ἐν Ῥαγαῖς τῆς Μηδείας τὸν υἱὸν ἀποστέλλει Τωβίαν πρός τινα Γαβαὴλ ὁμόφυλον ἀγαγεῖν παρακατα θήκην ταλάντων ἀργυρίων
234.4.1
ὁ δὲ ἀπιὼν μισθωτὸν ὁδοδείκτην ἐπιζητή σας εὗρεν ἀγνοῶν Ῥαφαὴλ τὸν ἀρχάγγελον, ὑφ' οὗ μυηθεὶς τὰ περὶ τῆς χολῆς τοῦ ἰχθύος καὶ τοῦ ἥπατος καὶ τῆς καρδίας, τά τε κατὰ τὴν δαιμονιῶσαν συγγενίδα πράττει καὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς ἀνοίγει ἐπανελθών. Ἀναγκαῖον δὲ οἶμαι τῇ παρούσῃ αἰχμαλωσίᾳ ζητῆσαι πῶς τῆς τῶν Ἀσσυρίων βασιλείας πρὸ ζςʹ ἐτῶν καθαιρεθείσης ὑπὸ Ἀρβάκου τοῦ Μήδου τοῦ ταύτην εἰς Μήδους μετενέγκαντος ἡ γραφὴ τὸν Σαλμανασὰρ βασιλέα Ἀσσυρίων καλεῖ καὶ τὴν ἀποικίαν εἰς Ἀσσυρίους φησὶ τῶν ιʹ φυλῶν, εἶτα τὴν τοπικὴν θέσιν τῆς κατοικίας αὐτῶν ἐν Χαλχὰλ καὶ ἐν 243 Ἀβὼρ ποταμοῖς Γωζὰν καὶ ὄρεσι Μήδων. ἢ δῆλον ὅτι Μήδων μὲν γένος κατὰ διαδοχὴν ἀπὸ Ἀρβάκου ἐβασίλευσεν, ἡ δὲ βασιλεία καὶ Ἀσσυρίων ἐλέγετο διὰ τὸ εὐγενὲς καὶ παλαιὸν τῆς ἀρχῆς καὶ τὸ τῆς χώρας ὄνομα καὶ Μήδων διὰ τὸ ὄψιμον τῆς ἐξουσίας καὶ τὴν χώραν Μηδίαν λεγομένην. Σαλμανασὰρ δὲ καλῶς ἄν, οἶμαι, νοηθείη αὐτὸς οὗτος ὁ ἀπὸ Ἀρβάκου βασιλεύων Ἀσσυρίων καὶ Μήδων, ὃς ἦν τῶν Ἀσσυρίων μὲν ἀρχηγός, ὑπὸ δὲ τὴν ἡγεμονίαν ἄρτι κατατεταγμένος. οὕτω γάρ φασιν οἱ τὰ Βαβυ λωνιακὰ γράψαντες, ὅτι Ἀρβάκης τὴν βασιλικὴν προσηγορίαν καὶ τὸν πλοῦτον εἰς Μήδους μετήγαγεν, Ἀσσυρίων δὲ βασιλέα κατέστησε Βέλεσυν ὑπ' αὐτὸν δηλονότι. καὶ οὗτοι λοιπὸν ἦσαν κατὰ διαδοχὴν ὑπὸ Μήδους τεταγμένοι, ὥς τισι δοκεῖ, ἕως τοῦ ηʹ βασιλέως Ἀσσυρίων καὶ Μήδων Δαρείου τοῦ καὶ Ἀστυάγους, ὃν Κῦρος καθελὼν εἰς Πέρσας τὴν βασιλείαν μετήνεγκεν, ὥς τισιν ἔδοξεν. ἕτεροί φασι μετὰ Σαρδανάπαλον κρατῆσαι καὶ τῆς Ἀσσυρίων ἀρχῆς Νίνον, ὥς που καὶ Κάστωρ ἐν τῷ κανόνι αὐτοῦ φησιν ὧδε· πρώτους μὲν οὖν τοὺς Ἀσσυρίων βασιλεῖς κατετάχαμεν, τὴν μὲν ἀρχὴν ἀπὸ Βήλου πεποιημένους, τῷ δὲ τὰ τῆς βασιλείας αὐτοῦ ἔτη μὴ παραδεδόσθαι σαφῶς τοῦ μὲν ὀνόματος μνημο νεύομεν, τὴν δὲ ἀρχὴν τῆς χρονογραφίας ἀπὸ Νίνου πεποιήμεθα, καὶ καταλήγομεν ἐπὶ Νίνον τὸν διαδεξάμενον τὴν βασιλείαν παρὰ Σαρδανα πάλου. Ἐκ δὲ τῶν ἐν τῇ θείᾳ γραφῇ μνημονευομένων ὀνομάτων φαίνονται τρεῖς ἀρχαὶ πρὸ τῆς Κύρου βασιλείας μετὰ Σαρδανάπαλον. ἕως γὰρ τούτου λόγος κρατεῖ Ἀσσυρίους ἄρχειν τῶν δύο λοιπόν, λέγω δὴ Μήδων καὶ Χαλδαίων, μετὰ δὲ Σαρδανάπαλον ποτὲ μὲν Μήδους ἄρχειν τῶν Ἀσσυρίων, ποτὲ δὲ Χαλδαίους. καὶ ἡ μὲν τῶν Μήδων ἀρχὴ ἤδη ἀνωτέρω ἡμῖν ἐν κανονίῳ ἐστοιχειώθη ἰδιάζοντι ἀπὸ Ἀρβάκου, ἡ δὲ τῶν Χαλδαίων λείπεται στοιχειωθῆναι, ἥτις ἀπὸ Σαλμανασάρ, ὃν καὶ Ναβονάσαρον καλοῦσι, λαμβάνεται παρά τε Χαλδαίοις ἐν τῇ τῶν ἀστέρων ψηφοφορίᾳ καὶ παρὰ τοῖς Ἑλλήνων μαθηματικοῖς, ὡς μαρτυρεῖ καὶ ὁ σοφώτατος Κλαύδιος Πτολεμαῖος ἐν τῇ μεγάλῃ συντάξει τῇ τῆς ἀστρονομίας τοῖς 244 ἀπὸ Ναβονασάρου χρώμενος ἔτεσιν, ἔν τε ταῖς τῶν δύο φωστήρων ἐποχαῖς συνόδοις τε καὶ πανσελήνοις καὶ ταῖς κατ' αὐτὰς συμβαινούσαις σεληνιακαῖς καὶ ἡλιακαῖς ἐκλείψεσιν, ἔν τε ταῖς τῶν πέντε πλανωμένων κατὰ μῆκος καὶ πλάτος ψηφοφορίαις καὶ τῶν λοιπῶν ἀπλανῶν ἀστέρων. πάντων γὰρ αὐτὴν ἀκριβεστέραν ὁμολογοῦσιν εἶναι, συνάγουσαν ἀπὸ τοῦ αὐτοῦ Ναβονασάρου ἐπὶ τὸ πρῶτον ἤτοι ζʹ ἔτος Ἀλεξάνδρου τοῦ Μακε δόνων καὶ Περσῶν καὶ πάσης σχεδὸν τῆς οἰκουμένης βασιλεύσαντος ἔτη υιθʹ, ἐπὶ δὲ τὴν τελευτὴν τοῦ αὐτοῦ Ἀλεξάνδρου ἔτη υκδʹ. Ἐπεὶ δὲ συμφωνεῖν ἀναγκαῖον ἡγησάμεθα δεῖξαι τοῖς καθ' ἡμᾶς ἔτεσι τοῦ κόσμου τὴν τῶν οὐρανίων κίνησιν, σύμφωνος δὲ καὶ τοῖς Χαλδαίων καὶ Ἑλλήνων σοφοῖς ὁ ἀπὸ Ναβονασάρου χρόνος μεμαρτύρηται, κοινή τις ἔστω ἀρχὴ τὸ δψμζʹ ἔτος, τὸ αὐτὸ ὑπάρχον τῷ πρώτῳ ἔτει Ναβονασάρου, ἵν', εἴ τις βουληθείη κατὰ τὰς ἐν τῇ μεγάλῃ συντάξει τοῦ μεγάλου Πτολεμαίου ἐκτεθειμένας γραμμικὰς ἢ κανονικὰς δείξεις ψηφοφορίαν τινὰ τῶν οὐρανίων φορῶν ἐπιλογίσασθαι, λαμβάνων τὰ ἀπὸ τοῦ δψμζʹ ἔτους τοῦ κόσμου, εἶτα ἀπὸ πρώτου ἔτους Ναβονασάρου μίαν καὶ τὴν αὐτὴν εὕροι ἐποχὴν μέχρι τελευτῆς Ἀλεξάνδρου τοῦ κτιστοῦ, καθ' ἣν κόσμου μὲν ἔτος εροʹ ὑπῆρχεν, ἀπὸ δὲ τοῦ πρώτου ἔτους Ναβονασάρου ἔτη γίνονται υκδʹ, ὡς προείρηται. τὰς μέντοι ἀπὸ τῆς τελευτῆς Ἀλεξάνδρου ψηφοφορίας τῶν ἀστέρων ὁ αὐτὸς φιλόσοφος ἐν προχείροις κανόσιν αυοςʹ ἐτῶν περιόδων ἤτοι ἀποκαταστάσει Αἰγυπτιακοῦ ἑνὸς ἔτους ἐξέθετο. πλὴν καὶ ἀπὸ τοῦδε τοῦ χρόνου ἤτοι ἀπὸ τῆς τελευτῆς Ἀλεξάνδρου καὶ τοῦ εροʹ κοσμικοῦ ἔτους; ἡνίκα ὁ ἀπὸ Φιλίππου τοῦ μετὰ Ἀλέξανδρον τὸν κτιστὴν χρόνος, τῶν προχείρων κανόνων τὴν ἀρχὴν εἴληφεν. εἴ τις βουληθείη σύνοδον, πανσέληνον ἢ ἄλλην τινὰ ψηφοφορίαν τῶν ἀστέρων ἐπιλογίσασθαι κατὰ τὴν προκειμένην ἀκριβῆ τῶν κοσμικῶν ἐτῶν ποσότητα, ἤγουν καὶ πασχουαλίων, ἄπταιστον εὑρήσει καὶ τὴν αὐτὴν ἀκριβῆ κατάληψιν τοῖς τε κατὰ τὴν μεγάλην σύνταξιν Πτολεμαίου ἀπὸ Ναβονασάρου ἔτεσι καὶ τοῖς ἀπὸ τῆς τελευτῆς Ἀλεξάνδρου ἤτοι ἀρχῆς Φιλίππου τοῦ μετὰ Ἀλέξανδρον τὸν κτιστὴν ἕως Αὐγούστου Καίσαρος καὶ ἔτι ἕως Διοκλητιανοῦ καὶ αὖθις ἕως τοῦ παρόντος ςτβʹ ἔτους. Ἀπὸ δὲ Ναβονασάρου τοὺς χρόνους τῆς τῶν ἀστέρων κινήσεως Χαλδαῖοι ἠκρίβωσαν καὶ ἀπὸ Χαλδαίων οἱ παρ' Ἕλλησι μαθηματικοὶ λαβόντες, 245 ἐπειδή, ὡς ὁ Ἀλέξανδρος καὶ Βήρωσσός φασιν οἱ τὰς Χαλδαϊκὰς ἀρχαιολο γίας περιειληφότες, Ναβονάσαρος συναγαγὼν τὰς πράξεις τῶν πρὸ αὐτοῦ βασιλέων ἠφάνισεν, ὅπως ἀπ' αὐτοῦ ἡ καταρίθμησις γίνεται τῶν Χαλδαίων βασιλέων. Εἰσὶν οὖν, ὡς πρόκειται ἐν κανονίῳ, οἱ αὐτοὶ ἀπὸ Ναβονασάρου χρόνοι υκδʹ κατά τε τὴν μαθηματικὴν καὶ ἐκκλησιαστικὴν ἔκδοσιν, τὰ μὲν καθ' ὅλου ἔτη τὰ αὐτὰ συνάγοντες υκδʹ, τὰ δὲ κατὰ μέρος οὐ πανταχοῦ τὰ αὐτά· οἷον Κύρου μὲν ἡ θεία γραφὴ λαʹ ἔτος ὑποφαίνει τῆς βασιλείας καὶ ἐν τοῖς κοσμικοῖς ἔτεσιν οὕτως στοιχειοῦμεν, ὁ δὲ μαθηματικὸς κανὼν θʹ μόνα ἔτη Κύρῳ νέμει. καὶ ἐν ἄλλοις δέ τισιν αὐτοῦ τε Ναβονασάρου διαφορὰν εὑρήσεις ἐν τοῖς κατὰ μέρος, ἐν δὲ τῷ τέλει τὴν ἰσότητα. Τὰ ἀπὸ Ναβονασάρου ἔτη τοῦ καὶ Σαλμανασὰρ βασιλέως Χαλδαίων ἕως Ἀλεξάνδρου τοῦ κτιστοῦ τελευτῆς κατὰ τὸν ἀστρονομικὸν κανόνα αʹ Ναβονασάρου ἔτη ιδʹ βʹ Ναβίου ἔτη βʹ. ιςʹ γʹ Χινζήρου καὶ Πώρου ἔτη εʹ. καʹ δʹ Ἰλουλαίου ἔτη εʹ. κςʹ εʹ Μαρδοκεμπάδου ἔτη ιβʹ. ληʹ ςʹ Ἀρκεανοῦ ἔτη εʹ. μγʹ ζʹ Ἀβασιλεύτου ἔτη βʹ. μεʹ ηʹ Βηλίβου ἔτη γʹ. μηʹ θʹ Ἀπαραναδίσου ἔτη ςʹ. νδʹ ιʹ Ἠριγεβάλου ἔτος αʹ. νεʹ ιαʹ Μεσησιμορδάκου ἔτη δʹ. νθʹ
234.5.1
Ἀβασιλεύτου ἄλλου ἔτη ηʹ. ξζʹ ιγʹ Ἰσαρινδίνου ἔτη ιγʹ. πʹ 246 ιδʹ Σαοσδουχίνου ἔτη
234.6.1
πθʹ ιεʹ Κινηλαδάλου ἔτη ιδʹ. ργʹ ιςʹ Ναβοπαλασάρου πατρὸς Ναβουχοδονόσωρ ἔτη
234.7.1
ρκδʹ ιζʹ Ναβουκολασσάρου τοῦ καὶ Ναβουχοδονόσωρ ἔτη μγʹ. ρξζʹ ιηʹ Ἰλλοαρουδάμου ἔτη γʹ. ροʹ ιθʹ Νηριγασολασάρου ἔτη εʹ. ροεʹ κʹ Ναβοναδίου τοῦ καὶ Ἀστυάγους ἔτη λδʹ. σθʹ καʹ Κύρου ἔτη θʹ. σιηʹ κβʹ Καμβύσου ἔτη ηʹ. σκςʹ κγʹ Δαρείου ἔτη λςʹ. σξβʹ κδʹ Ξέρξου ἔτη καʹ. σπγʹ κεʹ Ἀρταξέρξου αʹ ἔτη μαʹ. τκδʹ κςʹ Δαρείου βʹ τοῦ καὶ Νόθου ἔτη ιθʹ. τμγʹ κζʹ Ἀρταξέρξου δευτέρου ἔτη μςʹ. τπθʹ κηʹ Ὤχου ἔτη καʹ. υιʹ κθʹ Σάρου ἔτη βʹ. υιβʹ λʹ Δαρείου τρίτου τοῦ καὶ Ἀρσάμου ἔτη ςʹ. υιηʹ λαʹ Ἀλεξάνδρου τοῦ μεγάλου ἔτη ςʹ. υκδʹ Τὰ ἀπὸ Σαλμανασὰρ ἤτοι Ναβονασάρου ἔτη κατὰ τὴν ἐκκλησιαστικὴν στοιχείωσιν ἕως Κύρου καὶ ἔπειτα Ἀλεξάνδρου τοῦ Μακεδόνοσ αʹ Ναβονάσαρος ὁ καὶ Σαλμανασὰρ ἐν τῇ γραφῇ λεγόμενος ἔτη κεʹ. βʹ Νάβιος ἔτη ηʹ. γʹ Χίνζηρος καὶ Πῶρος ἔτη εʹ. δʹ Ἰλουλαῖος ἔτη εʹ. εʹ Μαρδοκέμπαδος ἔτη ιβʹ. ςʹ Ἀρκεανὸς ἔτη εʹ. 247 ζʹ Ἀβασίλευτος ἔτη βʹ. ηʹ Βήλιλος ἔτη γʹ. θʹ Ἀπαρανάδισος ἔτη ςʹ. ιʹ Ἠριγέβαλος ἔτος αʹ. ιαʹ Μεσησιμόρδακος ἔτη δʹ. ιβʹ Ἀβασίλευτος ἄλλος ἔτη ηʹ. ιγʹ Ἰσαρινδῖνος ἔτη ιγʹ. ιδʹ Σαοσδουχῖνος ἔτη θʹ. ιεʹ Κινηλάδανος ἔτη ιδʹ. ιςʹ Ναβοπαλάσαρος ἔτη καʹ. ιζʹ Ναβουχοδονόσωρ υἱὸς ἔτη μγʹ.
234.8.1
Εὐειλὰδ Μαροδὰχ ἔτη εʹ. ιθʹ Νηριγλήσαρος ὁ καὶ Βαλτάσαρ ἔτη γʹ. κʹ Ναβονάδιος ὁ καὶ Ἀστυάγης Δαρεῖος Ἀσουήρου καὶ Ἀρταξέρξης ἔτη ιζʹ. καʹ Κῦρος Περσῶν πρῶτος βασιλεὺς ἔτη λαʹ. κβʹ Καμβύσης υἱὸς Κύρου ἔτη ηʹ. κγʹ Μάγοι ἀδελφοὶ βʹ Σμέρδιος, Παυζούτης μῆνας ζʹ. κδʹ Δαρεῖος υἱὸς Ὑστάπου ἔτη λςʹ. κεʹ Ξέρξης υἱὸς Δαρείου μῆνας κʹ. κςʹ Ἀρταξέρξης Ξέρξου ὁ μακρόχειρ ἔτη μγʹ. κζʹ Ξέρξης υἱὸς Ἀρταξέρξου μῆνας βʹ. κηʹ Σογδιανὸς μῆνας ζʹ. κθʹ Δαρεῖος ὁ Νόθος ἔτη ιθʹ. λʹ Ἀρταξέρξης ὁ Μνήμων ἔτη μʹ. λαʹ Ὦχος Ἀρταξέρξου υἱὸς ἔτη εʹ. λβʹ Ἄρσου ἀδελφοῦ Ὤχου ἔτη δʹ.
234.9.1
Δαρείου γʹ Ἀρσάμου ἔτη ςʹ. λδʹ Ἀλεξάνδρου Μακεδόνος ἔτη ςʹ. 248 ΧΑΛΔΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Χαλδαίων βʹ ἐβασίλευσε Νάβιος ἔτη ηʹ, κατὰ δὲ ἄλλους βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψοβʹ. Χαλδαίων γʹ ἐβασίλευσε Χίνζηρος καὶ Πῶρος ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψπʹ. Χαλδαίων δʹ ἐβασίλευσεν Ἰλουλαῖος ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψπεʹ. Χαλδαίων εʹ ἐβασίλευσε Μαρδοκέμπαδος ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψζʹ. Χαλδαίων ςʹ ἐβασίλευσεν Ἀρκεανὸς ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωβʹ. Χαλδαίων ζʹ ἐβασίλευσεν Ἀβασίλευτος ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωζʹ. Χαλδαίων ηʹ ἐβασίλευσε Βήλιβος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωθʹ. Χαλδαίων θʹ ἐβασίλευσεν Ἀπαρανάδισος ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωιβʹ. Χαλδαίων ιʹ ἐβασίλευσεν Ἠριγέβαλος ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωιηʹ. Χαλδαίων ιαʹ ἐβασίλευσε Μεσησιμόρδακος ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωιθʹ. Χαλδαίων ιβʹ ἐβασίλευσεν Ἀβασίλευτος ἄλλος ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωκγʹ. Χαλδαίων ιγʹ ἐβασίλευσεν Ἰσαρινδῖνος ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωλαʹ. Χαλδαίων ιδʹ ἐβασίλευσε Σαοσδουχῖνος ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωμδʹ. Χαλδαίων ιεʹ ἐβασίλευσε Κινηλαδὰν ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωνγʹ. Χαλδαίων ιςʹ ἐβασίλευσε Ναβοπαλάσαρος ἔτη καʹ, ὁ πατὴρ τοῦ Ναβουχοδονόσωρ, κατὰ δὲ ἄλλους ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωξζʹ. Τοῦτον ὁ Πολυίστωρ Ἀλέξανδρος Σαρδανάπαλον καλεῖ πέμψαντα πρὸς 249 Ἀστυάγην σατράπην Μηδείας καὶ τὴν θυγατέρα αὐτοῦ Ἀμυΐτην λαβόντα νύμφην εἰς τὸν υἱὸν αὐτοῦ Ναβουχοδονόσωρ. οὗτος στρατηγὸς ὑπὸ Σάρακος τοῦ Χαλδαίων βασιλέως σταλείς, κατὰ τοῦ αὐτοῦ Σάρακος εἰς Νίνον ἐπιστρατεύει· οὗ τὴν ἔφοδον πτοηθεὶς ὁ Σάρακος ἑαυτὸν σὺν τοῖς βασιλείοις ἐνέπρησε, καὶ τὴν ἀρχὴν Χαλδαίων καὶ Βαβυλῶνος παρέλαβεν ὁ αὐτὸς Ναβοπαλάσαρος ὁ τοῦ Ναβουχοδονόσωρ πατήρ. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ Αἰγυπτίων παʹ ἐβασίλευσε Νεχαῶ ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωνδʹ. Αἰγυπτίων πβʹ ἐβασίλευσε Ψαμμήτιχος ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
234.10.1
Αἰγυπτίων πγʹ ἐβασίλευσε Νεχαῶ βʹ Φαραῶ ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
234.11.1
Αἰγυπτίων πδʹ ἐβασίλευσε Ψάμμουθις ἕτερος ὁ καὶ Ψαμμήτιχος ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωπεʹ. Αἰγυπτίων πεʹ ἐβασίλευσεν Οὔαφρις ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ βʹ. Αἰγυπτίων πςʹ ἐβασίλευσεν Ἄμωσις ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ λςʹ. Ἕως τοῦ δ πςʹ χρόνου ἡ τῶν Αἰγυπτίων βασιλεία διαρκέσασα ἀπὸ τοῦ βψοςʹ κοσμικοῦ ἔτους ἐν δυναστείαις ιʹ, βασιλεῦσι δὲ πςʹ, ἔτεσι βσιαʹ, ὑπὸ Καμβύσου καθῃρέθη ἐπὶ τοῦ πςʹ βασιλεύσαντος τῆς Μεστραίας ἤτοι Αἰγύπτου χώρας Ἀμώσεως ἀπὸ τοῦ αʹ αὐτῶν Μεστραῒμ τοῦ καὶ Μηνέως. ἐπὶ τούτου γὰρ ἀποστᾶσαν τῆς κατ' αὐτὸν ἀρχῆς τὴν Αἴγυπτον ὅπλοις καὶ μάχαις κρατεραῖς ὑπηγάγετο Καμβύσης ταύτην, ἔνθα καὶ Πυθαγόραν εὑρὼν ἐπιξενωθέντα διὰ φιλοσοφίαν σὺν τοῖς αἰχμαλώτοις εἰς Πέρσας τελεῖ, ἡνίκα φασὶν αὐτὸν εἰς Χαλδαίους ἐλθεῖν καὶ τὴν παρ' ἐκείνοις σοφίαν μετελθεῖν καὶ πάλιν ἐκεῖθεν ἀναζεύξαντα εἰς Ἰταλίαν χωρῆσαι, φυγόντα τὴν πατρίδα Σάμον διὰ Πολυκράτην τὸν τύραννον, καὶ διαζῆσαι τὴν Ἰταλικὴν διατριβὴν συστησάμενον. 250 Ἔμεινε δὲ ἡ Αἴγυπτος ὑπὸ Πέρσας ἔτι ἕως Δαρείου τοῦ Ξέρξου. ἔστιν οὖν κζʹ δυναστεία, καθ' ἣν Πέρσαι ἐκράτησαν ἀπὸ εʹ ἔτους Καμ βύσου. ΡΩΜΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ῥωμαίων ιζʹ ἐβασίλευσε Νουμᾶς Πομπίλιος ἔτη μαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψπʹ. Νουμᾶς μετὰ Ῥωμύλον βασιλεύσας Ῥώμης πρῶτος νόμους Ῥωμαίοιςεἰσήγαγεν. ὁ αὐτὸς τὸ Καπετώλιον ἐκ θεμελίων ᾠκοδόμησεν. ὁ αὐτὸς τῷ ἐνιαυτῷ δύο μῆνας προσέθηκε, τόν τε Ἰανουάριον καὶ τὸν Φεβρουάριον, δεκαμηνιαίου τοῦ ἐνιαυτοῦ πρὸ τούτου χρηματίζοντος. ὁ αὐτὸς καὶ γογγιάριον ἔδωκεν, ἀσσάρια ξύλινα καὶ σκύτινα καὶ ὀστράκινα. Ῥωμαίων ιηʹ ἐβασίλευσε Τοῦλλος Ὁστίλιος ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωκαʹ. Οὗτος καὶ Σίλβιος παρά τισι λέγεται. τοῦτόν φασι πρῶτον περιβα λέσθαι πορφύραν ἐν βασιλεῦσι Ῥωμαίων καὶ ῥάβδον κατασχεῖν. οὗτος τῆς οἰκίας αὐτῷ καταφλεχθείσης σκηπτῷ συγκαυσθεὶς τελευτᾷ. Ἄλλοι δέ τινες τῶν ἱστορικῶν τέταρτον αὐτὸν ἀπὸ Ῥωμύλου τάττουσιν ἢ
234.12.1
Ἀγκῶνα Μαρκίωνα μετὰ Νουμᾶν προτάττοντες αὐτοῦ καὶ Πρίσκον Ταρκύνιον καὶ Σίλβιον Τοῦλλον, καὶ μετὰ τούτους τὸν Τοῦλλον Ὁστίλιον. ΑΘΗΝΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀθηναίων λʹ ἐβασίλευσεν Ἀλκμαίων ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψκθʹ. 251 Ἐπὶ τούτου Ἀθήνησιν ἡ διὰ βίου κατελύθη ἀρχή. μετὰ Ἀλκμαίωνα τὸνλʹ βασιλέα Ἀθηναίων κατεστάθησαν ἄρχοντες δεκαετεῖς ζʹ. Ὧν πρῶτος ἄρχων δεκαετὴς Ἀθηναίων λαʹ Χάροψ Αἰσχύλου ἔτη ιʹ. οὗτος πρῶτος δεκαετής. τοῦ δὲ κόσμου ἦν ἔτος δψλαʹ. Ἀθηναίων λβʹ ἐβασίλευσεν Αἰσιμίδης ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
234.13.1
Ἀθηναίων λγʹ ἐβασίλευσε Κλεόδικος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψναʹ. Ἀθηναίων λδʹ ἐβασίλευσεν Ἱππομένης ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψξαʹ. Ἀθηναίων λεʹ ἐβασίλευσε Λεωκράτης ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψοαʹ. Ἀθηναίων λςʹ ἐβασίλευσεν Ἄψανδρος ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψπαʹ. Ἀθηναίων λζʹ ἐβασίλευσεν Ἐρυξίας ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψζαʹ. Ἕως τοῦδε τοῦ δωαʹ ἔτους ἐξ Ἀδὰμ οἱ Ἀθηναίων βασιλεῖς πρῶτοι ιζʹ καὶ μετ' αὐτοὺς οἱ διὰ βίου λεγόμενοι ἄρχοντες ιγʹ, ἔπειτα δεκαετεῖς ζʹ, ὁμοῦ πάντα λζʹ, κρατήσαντες τῆς Ἀθηναίων ἀρχῆς ἀπὸ τοῦ γ μεʹ κοσμικοῦ ἔτους ἐπαύσαντο, διαρκέσαντες ἐπὶ ἔτη ὅλα ωνςʹ. μετὰ τούτους ἄρχοντες ἐνιαυσιαῖοι εὑρέθησαν ἐξ εὐπατριδῶν, ἐννέα τε ἀρχόντων Ἀθήνησιν ἀρχὴ κατεστάθη· ἡ δὲ τῶν ἐνιαυσιαίων ἤρχθη τῷ δωδʹ ἔτει τοῦ κόσμου, Κρέοντος πρώτου ἄρχοντος ἡγησαμένου ἐπὶ τῆς ιθʹ ὀλυμπιάδος, οἱ δὲ ἐπὶ κεʹ. ἀφ' οὗ ἐπὶ σνʹ ὀλυμπιάδα ἄρχοντες γʹ μέχρι Φιλίνου, καθ' ὃν ὑπάτευον Γράτος Σαβινιανὸς Ῥωμαίων καὶ Σέλευκος ἀπὸ τῶν περὶ Βροῦττον μετὰ τοὺς βασιλεῖς ὑπατευσάν των, ψκεʹ καταριθμούμενοι ἐπὶ τὸ εψκγʹ ἔτος τοῦ κόσμου κατὰ τὸν Ἀφρικανόν, ὅπερ ἦν Ἀντωνίνου τοῦ καὶ Αὐγέντου Ῥωμαίων βασιλέως ἔτος γʹ. 252 ΣΠΟΡΑΔΗΝ Ἀρκτῖνος Μιλήσιος ἐποποιὸς ἤκμαζεν. Ἐν Ἰταλίᾳ Πανδοσία καὶ Μεταπόντιος πόλεις ἐκτίσθησαν. Ἀθήνησι αʹ ἐναυπηγήθη τριήρης ὑπὸ Μηνοκλέους. Θηβαῖοι Κυρήνην ᾤκισαν κατὰ χρησμόν. οἰκιστὴς δὲ αὐτῆς Βάττος ὁ καὶ Ἀριστοτέλης. Ἐν Πόντῳ Τραπεζοῦς ἐκτίσθη. Ἐν Σικελίᾳ Νάξος ἐκτίσθη. Ἐν Σικελίᾳ Χερρόνησος ἐκτίσθη. ΜΗΔΩΝ ΒΑΣΙΛΕΙΣ Μήδων ςʹ ἐβασίλευσεν Ἀφραάρτης ἔτη ναʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωληʹ. Μήδων ζʹ ἐβασίλευσε Κυαξάρης ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωπθʹ. ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων γʹ ἐβασίλευσε Τύρμας ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψνθʹ. Μακεδόνων δʹ ἐβασίλευσε Περδίκκας ἔτη μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωδʹ. Μακεδόνων εʹ ἐβασίλευσεν Ἀργαῖος ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
234.14.1
Οὗτος ὁ Ἀργαῖος πρῶτος ἐν Μακεδονίᾳ τείχη ἤγειρε. ΣΠΟΡΑΔΗΝ Ἀρχίλοχος καὶ Σιμωνίδης καὶ Ἀριστόξενος οἱ μουσικοὶ ἐγνωρίζοντο. Γυμνὴ παιδεία πρῶτον ἐν Λακεδαιμονίᾳ ἤχθη. 253 Ἔτι Σιβύλλη Σαμία χρησμῳδὸς ἡ καὶ Ἡροφίλα ἐγνωρίζετο. ἡ γὰρ Κυμαία κατὰ τοὺς Τρωϊκοὺς χρόνους ἤκμαζε. Κύζικος ᾠκίσθη. Ζάλευκος ὁ νομοθέτης Λοκρῶν ἤκμαζε. Κύψελλος Κορίνθου ἐτυράννησεν ἔτη κηʹ. Λέσχης Λέσβιος ὁ τὴν μικρὰν Ἰλιάδα ποιήσας καὶ Ἀλκμαίων ἤκμαζεν. Ἐν Πόντῳ πόλις Ἴστορος ἐκτίσθη. Ἄκανθος καὶ Στάγερα ἐν Ἑλλάδι ἐκτίσθησαν. Λάμψακος καὶ Ἄβδηρα ἐκτίσθησαν. Τέρπανδρος μουσικὸς ἐγνωρίζετο. Ἐν Σικελίᾳ Σελινοῦς ἐκτίσθη. Δωδώνης τῷ μαντείῳ κατὰ τούτους Ἕλληνες τοὺς χρόνους ἐχρή σαντο. Φάλαρις Ἀκραγαντίνων ἐτυράννησε. Θαλῆς Ἐξαμοίου Μιλήσιος φιλόσοφος εἷς τῶν ζʹ σοφῶν ἐγνωρίζετο, ὃς λέγεται ζῆσαι ὑπὲρ τὰ ρʹ ἔτη. Ἐν Πόντῳ Βουρυσθένης ἐκτίσθη. Σινώπη ἐκτίσθη. Μυρταῖος Ἀθηναῖος ποιητὴς ἐγνωρίζετο. Ἔτι Τέρπανδρος μελοποιός, ὃς τὴν ἑπτάτονον ἁρμονίαν εὑρεῖν λέγεται, ἤκμαζε. Βάττος Κυρήνην ἐπέκτισε. Κορινθίων Περίανδρος ὁ Κυψέλλου ἐτυράννησε. Λιπάρα ἐκτίσθη. Ἐπίδαμνος, ἡ νῦν καλουμένη Δυρράχιον, ἐκτίσθη. Προύσια ἐκτίσθη. Φάλαρις τυραννῶν κατελύθη. Δράκων κατά τινας ἐνομοθέτει. 254 Ἀρίων ἐγνωρίζετο Μηθυμναῖος. οὗτος ἐπὶ δελφῖνος εἰς Ταίναρον διεσώθη. Ἀλκμὰν κατά τινας ἐγνωρίζετο. ΚΟΣΜΟΥ ΕΤΗ Τοῦ Ἰούδα ιδʹ ἐβασίλευσε Μανασσῆς ἔτη νεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψζβʹ. Μανασσῆς υἱὸς Ἐζεκίου καὶ Ἐψιβαὰλ ιβʹ ἐτῶν βασιλεύσας τοῦ Ἰούδαμιαρώτατος γέγονε καὶ ἀσεβέστατος εἰδωλολατρείαις καὶ αἱματεκχυσίαις ἀδίκοις, οἰωνισμοῖς τε καὶ φαρμακείαις καὶ μοιχείαις συζῶν. οὗτος ἐν οἴκῳ κυρίου Διὸς ἄγαλμα τετραπρόσωπον ἔστησεν. ἁλοὺς δὲ ὑπὸ Ἀσσυρίων βασιλέως ἐπιστρατεύσαντος αὐτῷ καὶ εἰς ἄγαλμα χαλκοῦν κατακλεισθεὶς ἐδεήθη τοῦ θεοῦ τὴν ᾠδὴν ᾄσας, ἥτις μέχρι καὶ νῦν θαυμαστή τίς ἐστι καὶ γέμουσα κατανύξεως, ἐφ' ᾗ δυσωπηθεὶς ὁ θεός, διαρραγέντος τοῦ ἀγάλματος, διεσώθη ἀποκαταστὰς εἰς τὴν βασιλείαν αὐτοῦ. οὗτος πεῖραν λαβὼν τῆς ἀφάτου φιλανθρωπίας τοῦ θεοῦ ἐπὶ τοῖς μετανοοῦσι τῆς εἰδωλολατρείας καὶ λοιπῆς ἐπαύσατο ματαιότητος, τὸ τοῦ Διὸς εἴδωλον ἐκβαλὼν ἐξ οἴκου κυρίου, ὃ ἦν αὐτὸς εἰσαγαγών, καὶ ῥίψας ἔξω τῆς πόλεως σὺν τοῖς λοιποῖς βδελύγμασιν. ὁ αὐτὸς τὸ νότιον τεῖχος τῆς Ἱερουσαλὴμ ᾠκοδόμησε καὶ τὸν ναὸν ἀνεκτίσατο, ζήσας τὸ λοιπὸν ἐν εὐσεβείᾳ. Προεφήτευον Ἰωήλ, Ἀβδιοῦ, Ἰωνᾶς, Ναούμ, Ἀμβακούμ. Ὀλδὰ γυνπαρ' Ἑβραίοις προεφήτευε. Τοῦ Ἰούδα ιεʹ ἐβασίλευσεν Ἀμὼς υἱὸς Μανασσῆ ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωμζʹ. 255 Οὗτος πονηρότατος ἦν. τοῦτον τῷ βʹ ἔτει αὐτοῦ ἀνεῖλον οἱ περὶ αὐτόν· ὁ δὲ λαὸς ἐπεξῆλθε τῷ φόνῳ τὸν Ἀμὼς υἱὸν Μανασσῆ. δώδεκα ἔτη Εὐσέβιος λέγει βασιλεῦσαι κατὰ τοὺς οʹ· ψεύδεται δέ. Τοῦ Ἰούδα ιςʹ ἐβασίλευσεν Ἰωσίας υἱὸς Ἀμὼς ἔτη λαʹ. τοῦ δὲ κόσμουἦν ἔτος δωμθʹ. καὶ Γεδιδᾶς τῆς Ὀζίου θυγατρός. Σκύθαι τὴν Παλαιστίνην κατέδραμον καὶ τὴν Βασὰν κατέσχον τὴν ἐξ αὐτῶν κληθεῖσαν Σκυθόπολιν. Χελκίας ἀρχιερεὺς ἱεράτευσε πατὴρ Ἱερεμίου καὶ Σωσάννης. Σοφονίας προεφήτευε. Τῷ ιγʹ ἔτει Ἰωσίου, κόσμου δὲ ἔτει δωξγʹ ἤρξατο προφητεύειν Ἱερεμίας. ἀπὸ δὲ τοῦ εʹ ἔτους τῆς προφητείας αὐτοῦ, τοῦτ' ἔστιν ἀπὸ τοῦ ιηʹ ἔτους Ἰωσίου, ἀριθμοῦσί τινες τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἕως τοῦ αʹ ἔτους Κύρου. Ὀλδὰ γυνὴ Ἑβραία προεφήτευεν. Ἰωσίας υἱὸς Ἀμὼς καὶ Γεδδιδὰς τῆς Ὀζίου θυγατρὸς ἐβασίλευσε τοῦ Ἰούδα, ὀκταέτης ὢν ἀρξάμενος τοῦ βασιλεύειν, ἔτη λδʹ. Οὗτος εὐσεβέστατος πάντων τῶν πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν βασι λευσάντων ὤφθη. ἐπὶ αὐτοῦ Χελκίας ἀρχιερεὺς εὑρὼν ἐν τῷ ναῷ βιβλίον τοῦ νόμου καὶ Σαφατεὶ τῷ γραμματεῖ κοινωσάμενος ἐπέδειξε τῷ Ἰωσίᾳ. ὁ δὲ τοὺς θείους λόγους ἐπαναγνωσθέντας ἀκούσας, σφόδρα θεοφιλὴς ὤν, διέρρηξε τὴν ἐσθῆτα αὐτοῦ, καὶ τὸν ναὸν τοῦ θεοῦ καθαρίσας ἀπὸ τῶν βδελυγμάτων ὧν ἔστησεν ὁ πατὴρ αὐτοῦ Ἀμώς, τήν τε Ἱερουσαλὴμ καὶ ὅλον τὸν Ἰούδαν ἀποστήσας τῆς εἰδωλολατρείας τὰ εἴδωλα καὶ τὰ τῶν ἀσεβῶν ὀστᾶ τοῖς θυσιαστηρίοις ἐπέκαυσε, παντοίως ἐκπορθήσας τὰ κατὰ πᾶσαν τὴν Ἰουδαίαν καὶ τὴν Σαμάρειαν μιάσματα, καθὼς προεφήτευσε περὶ αὐτοῦ ὁ ἐξ Ἰούδα παραγενόμενος προφήτης πρὸς Ἱεροβωάμ, ὃν ἐθανάτωσεν ὁ λέων ὑποστρέφοντα διότι ἔφαγεν εἰς τὸν οἶκον τοῦ συμπρο φήτου αὐτοῦ. ἐπὶ αὐτοῦ τὸ θαυμαστὸν ἤχθη πάσχα. 256 Οὗτος συμβαλὼν εἰς πόλεμον τῷ Νεχαῷ Φαραῷ οὐκ ἐπελθόντι αὐτῷ, ἀλλὰ καὶ παραιτουμένῳ τὴν πρὸς αὐτὸν μάχην, κατατοξευθεὶς Ἰωσίας ἐτελεύτησεν, ἀποκομισθεὶς εἰς Ἱερουσαλήμ. Ἰωσίας υἱὸς Ἀμὼς υἱοῦ Μανασσῆ λʹ καὶ ἓν ἔτος βασιλεύσας ἐν Ἱερουσαλὴμ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν βασιλεῖς ὑπερῆρε τῷ θείῳ ζήλῳ, τά τε πανταχοῦ εἴδωλα καὶ σεβάσματα καθελὼν καὶ τοὺς εἰδωλο λατροῦντας ἐξάρας, τοὺς μὲν ζῶντας, τοὺς δὲ θανόντας ἐν τοῖς τάφοις αὐτῶν. Τῷ ιηʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐγένετο πάσχα ἐν Ἱερουσαλήμ, οἷον, φησὶν ἡ τῶν Παραλειπομένων βʹ βίβλος, οὐκ ἐγένετο ἐν Ἰσραὴλ ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραήλ. οὐκ ἐποίησαν ὡς τὸ φασέκ, ὃ ἐποίησεν Ἰωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ἰούδας καὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν Ἱερουσαλήμ. Οὗτος τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφεὶμ καὶ τὰ εἴδωλα καὶ τὰ καρεσείμ, ἃ ἦν ἐν γῇ Ἰούδα καὶ ἐν Ἰσραήλ, ἐνεπύρισεν, ἵνα στήσῃ τοὺς λόγους τοὺς γεγραμμένους τοῦ νόμου ἐπὶ τοῦ βιβλίου ὃ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ κυρίου. Ὅμοιος Ἰωσίου οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψε πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῇ, καὶ μετὰ τοῦτον οὐκ ἀνέστη ὅμοιος αὐτῷ. πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐ τοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ ὁ κύριος ἐν τῷ Ἰούδᾳ ἐπὶ πάντα τὰ παροργίσματα ἃ παρώργισε Μανασσῆς. καὶ εἶπε κύριος· καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπωσάμην τὴν πόλιν, ἣν ἐξελεξάμην, Ἱερουσαλήμ, καὶ τὸν οἶκον, ὃν εἶπα· ἔστω τὸ ὄνομά μου ἐκεῖ. Καὶ ἀνέβη Νεχαῶ Φαραῶ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσίας εἰς συνάντησιν αὐτῷ. καὶ ἀπέστειλε Νεχαῶ πρὸς Ἰωσίαν ἀγγέλους λέγων· τί ἐμοὶ καὶ σοί, βασιλεῦ Ἰούδα; καὶ οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον πολεμῆσαι. καὶ ὁ θεὸς εἶπε κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ θεοῦ τοῦ μετ' ἐμοῦ, μὴ 257 καταφθείρῃ σέ. καὶ οὐκ ἀπέστρεψεν Ἰωσίας τὸ πρόσωπον αὐτοῦ ἀπ' αὐτοῦ, ἀλλ' ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη. καὶ οὐκ ἤκουσε τὸν λόγον Νεχαῶ διὰ στόματος θεοῦ, καὶ ἦλθε τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδών. καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσίαν. καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ· ἐξαγάγετέ με, ὅτι ἐπόνησα σφόδρα. καὶ ἐξήγαγον οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον, ὃ ἦν αὐτῷ. καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἀπέθανε καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ πᾶς Ἰούδας καὶ Ἱερουσαλὴμ ἐπένθησεν ἐπὶ Ἰωσίαν. καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσίαν καὶ εἶπονπάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσίαν ἕως τῆς σήμερον. καὶ ἔδωκεν αὐτὸν πρόσταγμα ἐπὶ Ἰσραήλ, ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων. Εἶτα καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου, καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ τοῦ πατρὸς αὐτοῦ. εἴκοσι τριῶν ἐτῶν Ἰωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. καὶ ἔδησεν αὐτὸν Φαραῶ Νεχαῶ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμὰθ τοῦ μὴ βασιλεύειν ἐν Ἱερουσαλήμ. καὶ ἤγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἐπέβαλε φόρον ἐπὶ τὴν γῆν ρʹ τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου. καὶ κατέστησε Φαραῶ Νεχαῶ τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσίου βασιλέα, καὶ μετέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακείμ, καὶ τὸν Ἰωάχαζ ἀδελφὸν αὐτοῦ εἰσήγαγεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ. υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ιαʹ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. συνῳδὰ δὲ καὶ ἡ δʹ τῶν βασιλειῶν τούτοις γράφει. Εὗρον δὲ ἔν τινι ἀντιγράφῳ ὅτι μετὰ τὴν τελευτὴν Ἰωσίου Ἱερεμίας ὁ προφήτης κατὰ χρησμὸν θεῖον προσέταξε τοῖς ἱερεῦσιν ἆραι τὴν θείαν κιβωτὸν καὶ τὴν σκηνὴν καὶ ἀκολουθῆσαι αὐτῷ. καὶ ἐξελθὼν τὴν πόλιν ἀνέβη εἰς τὸ ὄρος, ὅπου καὶ Μωυσῆς ἀναβὰς εἶδε τὴν γῆν τῆς ἐπαγγελίας. καὶ εὑρὼν σπήλαιον εἰσήγαγεν ἐν αὐτῷ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν καὶ τὰ λοιπὰ ἅγια σκεύη φράξας τὴν εἴσοδον. τινὲς δὲ τῶν σὺν αὐτῷ ἱερέων ὑπέστρεψαν ἐπισημήνασθαι τὸν τόπον, καὶ ἐκρύβη ἀπ' αὐτῶν. οἷς καὶ ἐμέμψατο Ἱερεμίας γνοὺς τῷ πνεύματι, ἄγνωστον ἔσεσθαι τὸν τόπον εἰπών, ἕως ἐπισυναγάγῃ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἵλεως γένηται τῷ Ἰσραήλ. 258 Τοῦ Ἰσραὴλ ιζʹ ἐβασίλευσεν Ἰωάχαζ μῆνας γʹ, υἱὸς Ἰωσίου. Τοῦτον τὸν Ἰωάχαζ Ἰεχονίαν ὀνομάζει ὁ Ἔσδρας οὕτω λέγων πρὸςλέξιν· καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ἰεχονίαν υἱὸν Ἰωσίου ἀνέδειξαν βασιλέα. εἶτα· καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ καὶ ἐν Ἱερουσαλὴμ μῆνας γʹ. καὶ ἀπέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ἱερου σαλήμ, καὶ ἐζημίωσε τὸ ἔθνος ἀργυρίου τάλαντα ρʹ καὶ χρυσίου τάλαντα ιʹ. καὶ ἀνέδειξε βασιλέα Ἰωακεὶμ τὸν ἀδελφὸν αὐτοῦ. Τοῦ Ἰούδα ιηʹ ἐβασίλευσεν Ἐλιακείμ, ὁ καὶ Ἰωακείμ, ἔτη ιαʹ. τοῦ δὲκόσμου ἦν ἔτος δωπγʹ. Τὸ δʹ ἔτος Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα (κόσμου δὲ ἦν ἔτοςδωπγʹ καὶ πρῶτον ἔτος βασιλέως Βαβυλῶνος Ναβουχοδονόσωρ) ὁ μέγας Ἱερεμίας φησί· τὸ δ' αὐτὸ κγʹ ἔτος τῆς ἑαυτοῦ προφητείας πρὸς τὸν λαὸν Ἰούδα ἐξαριθμεῖ ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου βασιλέως ἀρχόμενον, ἀφ' οὗ καί τινες τῶν ἐξηγητῶν, ἐν οἷς καὶ Εὐσέβιος, τὸν ἑβδομηκονταετη ρικὸν τῆς αἰχμαλωσίας χρόνον βούλονται μετρεῖσθαι, ἕως τοῦ αʹ ἔτους Κύρου γινόμενον ἔτη
234.15.1
κατὰ δὲ δεύτερον τρόπον ὁ αὐτὸς ἑβδομηκον ταετὴς χρόνος συνάγεται ἀπὸ τοῦ ἐνεστῶτος δʹ ἔτους Ἰωακείμ, ἀφ' οὗ καὶ ὁ θεὸς διὰ τοῦ προφήτου ἐγκαλεῖ τῷ λαῷ τοῦ Ἰούδα περὶ τῆς ἀπειθίας, ἐπὶ τὸ αʹ ἔτος τοῦ αὐτοῦ Κύρου, κατὰ δὲ γʹ καὶ τελευταῖον ἀπὸ τοῦ ιαʹ ἔτους Σεδεκίου ἕως τοῦ βʹ ἔτους Δαρείου. τισὶ δὲ ἀκριβέστερον δοκεῖ ἀπὸ τοῦ εʹ ἔτους τῆς προφητείας Ἱερεμίου, ὥς φησιν Εὐσέβιος, τὰ ἐπὶ τὸ αʹ ἔτος Κύρου ἀριθμεῖν. ἀλλ' οὐδ' οὕτως ἀκριβῶς σῴζεται. Οὐρίας υἱὸς Ἀμὼς κατὰ τῆς Ἱερουσαλὴμ προεφήτευσεν. Οὐρίας 259 προφητεύων κατὰ τῆς Ἱερουσαλὴμ φεύγει εἰς Αἴγυπτον. μεταπεμψάμενος δὲ αὐτὸν Ἰωακεὶμ καὶ ἀγαγὼν ἀπ' Αἰγύπτου ἀναιρεῖ. Τῷ δʹ ἔτει Ἰωακεὶμ λέγει ὁ Ἱερεμίας ὅτι ἐπάταξεν ὁ Ναβουχοδονόσωρ τὸν Νεχαῶ Φαραῶ. τὸ δὲ τέλος τοῦ δʹ ἀρχὴ τοῦ εʹ ἐστὶ καὶ οὐδὲν δια φέρει. Τῷ αὐτῷ ἔτει γέγονεν ὁ λόγος κυρίου πρὸς Ἱερεμίαν περὶ τοῦ χάρτου, ὃ ἀνέγνω Βαροὺχ τῷ εʹ ἔτει Ἰωακεὶμ μηνὶ θʹ κατὰ πρόσωπον κυρίου καὶ πάσης τῆς ἐκκλησίας Ἰούδα ἐν Ἱερουσαλὴμ ἐν οἴκῳ Γαμαρίου τοῦ γραμματέως· ἔνθεν καὶ ὁ ἑβδομηκονταετὴς χρόνος. Σχόλ. Στοιχείωσις ἀκριβὴς ἀπὸ τοῦ αʹ ἔτους τῶν οʹ ἐτῶν τῆς αἰχμαλω σίας μέχρι καὶ αὐτῆς τῆς κατὰ σάρκα γεννήσεως τοῦ Χριστοῦ κατὰ τὴν παροῦσαν συντάξαντα βίβλον, ἀπὸ δʹ ἔτους Ἰωακείμ, κόσμου δωπγʹ, ἕως ὅτ' ἀπελύθη ἡ αἰχμαλωσία, ἤγουν αʹ ἔτους Κύρου, ἔτη οʹ. καὶ ἀπὸ τοῦ βʹ ἔτους Κύρου, ὅτε ὁ ναὸς ἐθεμελιώθη ἡγεμονεύοντος Ζοροβάβελ καὶ ἀρχιερατεύοντος Ἰησοῦ, ἕως συμπληρώσεως ἐτῶν Ὀνίου ἀρχιερέως τοῦ τελευταίου ἔτη τξγʹ. κόσμου ἔτη ετιεʹ. καὶ ἀπὸ ἀρχῆς τῶν ἀνιέρων διὰ χρημάτων κρατησάντων Ἰάσονος, Μενελάου καὶ Λυσιμάχου ἐπὶ τῆς ἀπιστίας Ἀντιόχου ἕως Ἰούδα υἱοῦ Ματθίου ἔτη ιθʹ. κόσμου δὲ ἔτη ετλδʹ. καὶ ἀπὸ τῆς ἀρχῆς Ἰούδα ἀρχιερέως υἱοῦ Ματθίου ἕως λγʹ ἔτους Ἡρώδου, τεσσαρακοστοῦ δὲ τρίτου ἔτους Αὐγούστου Καίσαρος, ὅτε τὸ κατὰ σάρκα ἐκ τῆς ἁγίας παρθένου ὁ κύριος ἐτέχθη, ἔτη ρξζʹ, κόσμου δὲ εφαʹ, μηνὶ Δεκεμβρίῳ ἰνδικτ. αʹ. Πέντε γεγόνασιν οἱ υἱοὶ τοῦ μακαρίου Ἰωσίου, Ἰωάχαζ, Ἐλιακεὶμ ὁκαὶ Ἰωακείμ, Ἰωνᾶν, Σεδεκίας ὁ καὶ Ἰεχονίας, καὶ πέμπτος Σαλούμ. Καὶ τὸν μὲν Ἰωάχαζ ὑπὸ τοῦ λαοῦ μετὰ θάνατον Ἰωσίου τοῦ πατρὸς χρισθέντα εἰς βασιλέα μετέστησε Νεχαῶ Φαραῶ εἰς Αἴγυπτον, ἔνθα καὶ ἀποθνήσκει. φόρον τε ἀργυρίου ταλάντων ρʹ καὶ χρυσίου ταλάντου ἑνός, ἢ ὥς τινες ιʹ, τῇ Ἰουδαίᾳ ἐπέθηκεν, καταστήσας Ἐλιακεὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τὸν καὶ Ἰωακεὶμ μετακληθέντα ὑπ' αὐτοῦ. Ἀναιρεθέντος δὲ τοῦ αὐτοῦ Νεχαῶ Φαραῶ ὑπὸ τοῦ Ναβουχοδονόσωρ 260 τῷ βʹ ἔτει τῆς βασιλείας αὐτοῦ, κατὰ τὸ δʹ ἔτος Ἰωακείμ, ὥς φησιν Ἱερεμίας, ἀνελθὼν κατεδουλώσατο τὸν Ἰωακεὶμ ὁ Ναβουχοδονόσωρ ἔτη γʹ, τοῦτ' ἔστιν ἕως τοῦ ηʹ ἔτους αὐτοῦ Ἰωακείμ. ἀποστάντα δὲ πάλιν χειρωσάμενος ᾐχμαλώτισε, καταστήσας ἀντ' αὐτοῦ τὸν Ἰωαχεὶμ υἱὸν αὐτοῦ παῖδα ὀκταέτη. Ἡ μὲν ἱερὰ βίβλος τῶν Παραλειπομένων μετὰ τὸ ἀποικισθῆναι τὸν Ἰωακεὶμ σὺν τοῖς ἱερεῦσι καὶ τοῖς λοιποῖς ἐμφανέσι τῶν Ἰουδαίων καὶ τῶν ἱερῶν σκευῶν κατὰ τὸ ηʹ ἔτος τῆς βασιλείας Ναβουχοδονόσωρ δεθέντα πέδαις χαλκαῖς ὑπ' αὐτοῦ καὶ αἰχμάλωτον εἰς Βαβυλῶνα ληφθέντα, φησὶν ὅτι κατέστησε τὸν Ἰωαχεὶμ υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ τὸν καὶ Ἰεχονίαν παῖδα ὀκταέτη ὑπόφορον· καὶ μετὰ τρεῖς μῆνας καὶ δέκα ἡμέρας ἔλαβεν αὐτὸν πολιορκήσας σὺν τῇ μητρὶ καὶ τοῖς λοιποῖς ἄρχουσιν Ἰούδα καὶ τοῖς εὐνούχοις καὶ τοῖς δυνατοῖς τῆς γῆς καὶ πᾶσι τοῖς θησαυ ροῖς αἰχμαλώτους εἰς Βαβυλῶνα, καὶ ἐβασίλευσε τὸν Ματθανίαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ, κγʹ ὄντα ἐτῶν, δῆλον δ' ὅτι τοῦ Ἰωσίου υἱόν. συμφωνεῖ δὲ καὶ ἡ δʹ τῶν βασιλειῶν. Ὁ δὲ ἱερὸς Ἱππόλυτος ἐν τῷ κατὰ τὴν Σωσάνναν καὶ τὸν Δανιὴλ συγγράμματι τρία ἔτη λέγει τὸν υἱὸν Ἰωακεὶμ Ἰωαχεὶμ τὸν καὶ Ἰεχονίανμετὰ τὸν πατέρα κρατήσαντα μετοικισθῆναι εἰς Βαβυλῶνα σὺν τοῖς λοιποῖς, ὡς πρόκειται. τὸν δὲ Δανιὴλ καὶ τοὺς τρεῖς παῖδας τῆς παρούσης αἰχμαλωσίας λέγει. τοῦτον δὲ λέγει καὶ τῆς Σωσάννης ἄνδρα εἶναι· καὶ πιθανὸς ὁ λόγος. Τὴν δὲ Σωσάνναν Χελκίου τοῦ ἀρχιερέως εἶναι θυγατέρα βεβαιοῦνται τοῦ εὑρόντος ἐπὶ Ἰωσίου τὸ βιβλίον. ταύτης ἀδελφὸς Ἱερεμίας, ὥς φησι, καὶ εἰκότως. ἐκ τούτων λέγει γεννηθῆναι τὸν Ἰεχονίαν, οὗ μέμνηται ὁ θεῖος εὐαγγελιστὴς Ματθαῖος. τοῦ δὲ Ἰεχονίου υἱόν φησι τὸν Σαλαθιήλ, καὶ τοῦ Σαλαθιὴλ τὸν Ζοροβάβελ, καὶ οὕτω τὴν γενεαλογίαν τοῦ σωτῆρος ἐκ τῆς ἱερατικῆς καὶ βασιλικῆς κατάγεσθαι φυλῆς μέχρι Ἰωσὴφ τοῦ δικαίου καὶ τῆς ἁγίας παρθένου καὶ θεοτόκου. ἀπαγορεύει δὲ τὸν Σαλαθιὴλ ἀπὸ Σεδεκίου τεχθῆναι, ὃν καὶ Ἰεχονίαν καλεῖ, ὡς βδελυκτοῦ τῷ θεῷ 261 γεγονότος· καὶ εἰκότως. ἐπειδὴ δὲ ὁ χρόνος τῶν δʹ γενεῶν εἰς ξηʹ ἔτη μεριζόμενος ἀπὸ πρώτου ἔτους Ναβουχοδονόσωρ ἐπὶ τὸ αʹ ἔτος Κύρου, καθ' ὃ ὁ Ζοροβάβελ τῆς ἀπολυτρώσεως τῆς αἰχμαλωσίας ἡγήσατο, μᾶλλόν τινες τὸν Σαλαθιὴλ τοῦτον αὐτοῦ τὸν Ἰεχονίου καὶ τῆς Σωσάννης ὑπολαμβάνουσιν υἱὸν εἶναι, ἵνα τὸν Ζοροβάβελ δείξωσιν εἴκοσί που χρόνων κατὰ τὴν ἀνάκλησιν. Τοῦ Ἰούδα ιθʹ ἐβασίλευσεν Ἰεχονίας υἱὸς Ἰωακείμ, ὁ καὶ Ἰωαχείμμῆνας γʹ, ἄλλοι δὲ ἔτη γʹ, ὡς καὶ ὁ ἱερὸς Ἱππόλυτος. τοῦ δὲ κόσμου ἦν ἔτος
234.16.1
Τούτου, φησί, τῷ τρίτῳ ἔτει γέγονεν ἡ πρώτη μετοικεσία ὑπὸ Ναβουχο δονόσωρ μεταστήσαντος αὐτὸν εἰς Βαβυλῶνα καὶ ιʹ χιλιάδας ἀνδρῶν, ἐν οἷς καὶ τὸν Δανιὴλ καὶ τοὺς τρεῖς παῖδας συναπενεχθῆναί φησι. τοῦτον λέγει εἶναι τὸν ἄνδρα Σωσάννης Ἰωακείμ. Τοῦ Ἰούδα κʹ ἐβασίλευσε Σεδεκίας ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
234.17.1
Ἀφρικανὸς ἀπὸ τοῦ αʹ ἔτους Σεδεκίου τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖ. Τῷ εʹ ἔτει Σεδεκίου, κόσμου δὲ δ ʹ, ἤρξατο προφητεύειν ὁ μέγας προφήτης Ἰεζεκιήλ. τῷ δ' αὐτῷ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ Σεδεκίας τοῖς ἐν Βαβυλῶνι αἰχμαλώτοις ἐδήλωσεν ὅτι μετὰ οʹ ἔτη ἀναζεύξουσιν ἐκ Βαβυλῶνος κατὰ τὴν Ἱερεμίου προφητείαν. Ἀνανίας ψευδοπροφήτης ἀνθιστάμενος Ἱερεμίᾳ θνήσκει, καθ' ὃν χρόνον Ἰεζεκιὴλ προφητεύει ἐν Βαβυλῶνι. Ἐν Ἱερουσαλὴμ ἐγένοντο δούλων ἐλευθερίαι. Τοὺς υἱοὺς Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ εἰσελθόντας ἐπὶ τῆς Σεδεκίου πολιορκίας εἰς Ἱερουσαλὴμ ὁρῶν Ἱερεμίας μὴ πίνοντας οἶνον μηδὲ ὑπὸ στέγην οἰκοῦντας διὰ τὴν τοῦ πατρὸς ἐντολήν, τοὺς Ἰουδαίους ὠνείδιζεν ἀπειθοῦντας τῷ θεῷ καὶ μηδὲ κἂν ὡς οὗτοι τῷ πατρὶ πειθομένους τῷ κτίσαντι. 262 Ἱερεμίας ὁ προφήτης ἐξελθὼν εἰς πόλιν Βενιαμὶν ὠνήσασθαι ἀγρὸν συνελήφθη ὑπό τινος Ἱερούα, τῷ Σεδεκίᾳ τε παρεδόθη καὶ εἰς τὴν φυλακὴν καθείρχθη. ἔνθα προφητεύων τὰ τῇ πόλει καὶ τῷ ἔθνει συμβησό μενα εἰς λάκκον ἐνεβλήθη. τοῦτον ὁ Αἰθίοψ Ἀβδεμέλεχ οἰκεῖος Σεδεκίου ἀνείλατο τοῦ λάκκου, δυσωπήσας τὸν βασιλέα. τούτῳ προσαχθεὶς Σεδεκίας καί τινα μαθὼν παρ' αὐτοῦ πρὸς σωτηρίαν οὐχ ὑπήκουσεν. ἦν δὲ φυλαττόμενος ἐν τῇ αὐλῇ ἕως ὅταν ἡ πόλις ἥλω. ΧΑΛΔΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Χαλδαίων ιζʹ ἐβασίλευσε Ναβουχοδονόσωρ ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωπηʹ. Ἄξιον δὲ περὶ τοῦ Ναβουχοδονόσωρ ὀλίγα παραθέσθαι καὶ τοῦ πατρὸς αὐτοῦ ἐκ τῶν Βηρώσσου λέγοντος οὕτως· ἀκούσας δὲ ὁ πατὴρ αὐτοῦ Ναβοπαλάσαρος ὅτι τεταγμένος σατράπης ἔν τε Αἰγύπτῳ καὶ τοῖς περὶ Συρίαν τὴν κοίλην καὶ τὴν Φοινίκην τόποις ἀποστάτης γέγονε, οὐ δυνάμενος αὐτὸς ἔτι κακοπαθεῖν συστήσας τῷ υἱῷ Ναβοκοδροσόρῳ μέρη τινὰ τῆς δυνάμεως ἐξέπεμψεν ἐπ' αὐτόν. συμμίξας δὲ Ναβοκοδρόσορος τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε κρατεῖ καὶ τὴν χώραν ἐξ ἀρχῆς ὑπὸ τὴν αὐτῶν βασιλείαν ἐποιήσατο. τῷ τε πατρὶ αὐτοῦ συνέβη Ναβοπα λασάρῳ ἀρρωστήσαντι μεταλλάξαι τὸν βίον βασιλεύσαντι ἔτη καʹ. αἰσθόμενος δὲ μετ' οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβοκοδρό σορος, καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πράγματα καὶ τὴν λοιπὴν χώραν, καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων τῶν κατὰ τὴν Αἴγυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων μετὰ τῆς βαρυτάτης δυνάμεως καὶ τῆς λοιπῆς ὠφελείας ἀνακομίζειν εἰς τὴν Βαβυλωνίαν, αὐτὸς ὁρμήσας ὀλιγοστὸς παρεγένετο διὰ τῆς ἐρήμου εἰς Βαβυλῶνα. καταλαβὼν δὲ τὰ πράγματα διοικούμενα ὑπὸ Χαλδαίων καὶ διατηρουμένην τὴν βασιλείαν ὑπὸ τοῦ βελτίστου αὐτῶν, κυριεύσας ὁλοκλήρου τῆς πατρικῆς ἀρχῆς, τοῖς αἰχμαλώτοις ἔταξε τὰς κατοικίας. Αὐτὸς δὲ ὁ Ναβουχοδονόσωρ ἐκ τῶν λαφύρων τό τε Βήλου ἱερὸν καὶ 263 τὰ λοιπὰ φιλοτίμως κοσμήσας, τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν καὶ ἑτέραν ἔξωθεν προσκαταχαρισάμενος καὶ ἀναγκάσας πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέφοντας ἐπὶ τὴν πόλιν κατασκευάζειν, ὑπερεβάλλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιβόλους, τρεῖς δὲ τῆς ἔξω, τούτων δὲ τοὺς μὲν ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου, τοὺς δὲ ἐξ αὐτῆς τῆς πλίνθου. καὶ τειχίσας ἀξιολόγως τὴν πόλιν καὶ τοὺς πυλῶνας κοσμήσας ἱεροπρεπῶς προσκατεσκεύασε τοῖς πατρικοῖς βασι λείοις ἕτερα βασίλεια ἐχόμενα ἐκείνων, ὑπὲρ ὧν τὸ μὲν ἀνάστημα καὶ τὴν λοιπὴν πολυτέλειαν μακρὸν ἴσως ἔσται ἐάν τις ἐξηγῆται, πλὴν ὄντα ὑπερβολῇ μεγάλα καὶ ὑπερήφανα συνετελέσθη ἡμέραις ιεʹ. ἐν δὲ τοῖς βασιλείοις τούτοις ἀναλήμματα λίθινα ὑψηλὰ ἀνοικοδομήσας καὶ τὴν ὄψιν ἀποδοὺς ὁμοιοτάτην τοῖς ὄρεσι, καταφυτεύσας δένδρεσι παντοδαποῖς ἐξειργάσατο· καὶ κατεσκεύασε τὸν καλούμενον κρεμαστὸν παράδεισον διὰ τὸ τὴν γυναῖκα αὐτοῦ ἐπιθυμεῖν τῆς ὀρείας διαθέσεως, τεθραμμένην ἐν τοῖς κατὰ Μήδειαν τόποις. Ταῦτα ὁ Βήρωσσος ἱστορεῖ περὶ τοῦ Ναβουχοδονόσωρ καὶ ἕτερα πλεῖστα ἐν τρίτῃ τῶν Χαλδαϊκῶν βίβλῳ, μεμφόμενος τοῖς ψευδῶς γράψασιν Ἑλλήνων ἱστορικοῖς ὑπὸ τῆς Ἀσσυρίας Σεμιράμεως κτισθῆναι Βαβυλῶνα καὶ τὰ κατ' αὐτὴν θαυμάσια. Τὸν Φαραῶ Νεχαῶ Ναβουχοδονόσωρ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀνεῖλε κατὰ τὸν Εὐφράτην ἐπὶ μάχῃ κρατερᾷ εʹ ἔτει Ἰωακεὶμ ἀρχομένῳ, καὶ ἐλθὼν ἐπὶ Ἰωακεὶμ καὶ τὴν Ἰουδαίαν κατεδουλώσατο τὸν Ἰωακεὶμ γʹ ἔτη, ὥς φησιν ἡ δʹ τῶν βασιλειῶν καὶ ἡ βʹ τῶν Παραλειπο μένων. καὶ μετὰ γʹ ἔτη ἠθέτησεν αὐτῷ, καὶ ἀπέστειλε κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ Μωὰβ καὶ υἱῶν Ἀμμών, καὶ κατίσχυσαν ἐν γῇ Ἰούδα κατὰ τὸν λόγον κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν. ταῦτα παρ' αὐτοῖς ἦν προφητεύων κατὰ τοὺς χρόνους τούτους Οὐρίας υἱὸς Ἀμαίου, ὃν φυγόντα εἰς Αἴγυπτον ἀγαγὼν ὁ Ἰωακεὶμ ἀνεῖλε, καὶ Ἱερεμίας ἀρξάμενος καὶ αὐτός, ὡς προδεδήλωται, τῆς προφητείας ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου. 264 Τὸν Ναβουχοδονόσωρ ὁ Μεγασθένης ἐν τῇ δʹ τῶν Ἰνδικῶν Ἡρακλέους ἀλκιμώτερον ἀποφαίνει, ὃς ἀνδρείᾳ μεγάλῃ Λιβύης τὸ πλεῖστον καὶ Ἰβηρίας κατεστρέψατο. συμφωνεῖ δὲ αὐτῷ καὶ Φιλόστρατος ἐν ταῖς ἱστορίαις, ἔνθα καὶ περὶ τῆς Τύρου πολιορκίας καὶ τῶν Φοινίκων πάλαι, αἵτινες ἱστορίαι φέρονται περὶ τοῦ Ναβουχοδονόσωρ, ὅτι Συρίαν καὶ Αἴγυπτον καὶ πᾶσαν τὴν Φοινίκην κατεστρέψατο πολέμοις. Ναβουχοδονόσωρ τὸν Ἰωακεὶμ χειρωσάμενος ιαʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἀρχομένῳ σὺν πολλοῖς τῶν Ἰουδαίων καὶ τῶν ἱερῶν σκευῶν αἰχμάλωτον εἰς Βαβυλῶνα ἀπήγαγε, δήσας αὐτὸν πέδαις χαλκαῖς, ὡς ἐν τῷ βʹ τῶν Παραλειπομένων γέγραπται. τὸν δὲ Ἰωαχεὶμ υἱὸν αὐτοῦ τὸν καὶ Ἰεχονίαν παῖδα ὀκταέτη καταστήσας βασιλέα ὑπόφορον, μετὰ τρεῖς μῆνας καὶ δέκα ἡμέρας πάλιν ἐπελθὼν τῇ Ἰουδαίᾳ κατὰ τὸ αὐτὸ ἔτος ἐπολιόρκησε τὴν Ἱερουσαλήμ· πρὸς ὃν ἐξῆλθεν Ἰωαχεὶμ καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ σὺν αὐτῷ καὶ οἱ ἄρχοντες καὶ οἱ εὐνοῦχοι αὐτοῦ. καὶ ἔλαβεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν ἔτει ὀγδόῳ τῆς βασιλείας αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὴν πόλιν καὶ ἐξήνεγκε πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἃ ἐποίησε Σολομὼν βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ κυρίου κατὰ τὸ ῥῆμα κυρίου· καὶ ἀπῴκισε πᾶσαν τὴν Ἱερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίᾳ καὶ δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πάντα τὰ τέκνα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς. καὶ ἀπῴκισε τὸν Ἰωαχεὶμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα καὶ τὰς γυναῖκας τοῦ βασιλέως καὶ τοὺς εὐνούχους καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν αἰχμαλωσίας ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα, καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως, ἄνδρας ἰσχύος, ποιοῦντας πόλεμον ζ, καὶ τὸν τέκτονα καὶ τὸν συγ κλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα. καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Ματθίαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ, καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ Σεδεκίαν. υἱὸς εἴκοσι ἐτῶν Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ιαʹ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. 265 Ταῦτα πρὸς λέξιν ἐν τῇ δʹ τῶν βασιλειῶν γεγραμμένα παρεθέμην, ὥστε εἰδέναι τοὺς ἐντυγχάνοντας διαφόρους αἰχμαλωσίας τοῦ Ἑβραίων γένους γεγενῆσθαι, καὶ διὰ τοῦτο τὰς τῶν προφητῶν προρρήσεις μὴ καθ' ἕνα τρόπον ἢ χρόνον νοεῖσθαι εἰρηκότων· ἔτη οʹ διαρκέσει τὸ ἔθνος ἐπὶ τῆς Βαβυλωνίας αἰχμάλωτον· ὧν δὲ ἡ ἀρχὴ διάφορος, τούτων καὶ τὸ τέλος διάφορον. Ὅθεν κατὰ μὲν τοῦ Ἔσδρα τὴν γραφὴν τῷ πρώτῳ ἔτει Κύρου ὁ ἑβδομη κονταετὴς χρόνος ἐπληρώθη ἀρξάμενος ἀπὸ τοῦ δʹ ἔτους Ἰωακείμ, ἡνίκα καὶ ἀπόφασις τοῦ θεοῦ ἐξῆλθε διὰ στόματος Ἱερεμίου, κατὰ δὲ τὴν προφητείαν Ζαχαρίου τοῦ προφήτου βοῶντος μετὰ ἔτη μβʹ· κύριε ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο οʹ ἔτος; ἄλλοθέν ποθεν ὁ αὐτὸς οὗτος οʹ χρόνος ἕξει τὴν ἀρχήν. οὗτος δὲ ἀπὸ τῆς τελευτῆς Ναβουχοδονόσωρ εὑρίσκεται λαμβανόμενος ἐπὶ τὴν τελείαν οἰκοδομὴν τοῦ ναοῦ, ἥτις ἀρξαμένη μὲν τὸ πρῶτον ἀπὸ τοῦ αʹ ἔτους Κύρου ἐπαύθη ὑπὸ τοῦ αὐτοῦ Κύρου μόνων τῶν θεμελίων ὑπερβληθέντων, μέχρις ἔτους βʹ Δαρείου τοῦ Ὑστάσπου. τῷ δὲ βʹ ἔτει τοῦ αὐτοῦ Δαρείου τελείας ἀφέσεως δοθείσης τῷ ἔθνει καὶ τῇ ἀνοικοδομῇ τοῦ ναοῦ, τῷ ςʹ ἔτει Δαρείου ἐτελειώθη τὸ ἔργον, ὡς ἐφεξῆς δειχθήσεται ἐκ τῆς ἱερᾶς τοῦ Ἔσδρα γραφῆς. εἰσὶν οὖν τὰ ἀπὸ τοῦ δʹ ἔτους Ἰωακεὶμ ἕως πρώτου ἔτους Κύρου οʹ ἔτη τῆς τοῦ Ἰούδα αἰχμαλωσίας ταῦτα· Ἰωακεὶμ ἀπὸ τοῦ δʹ ἔτους ἕως ιαʹ ἔτη ηʹ. Σεδεκίου ἔτη ιαʹ. Ναβουχοδο νόσωρ ἔτη κεʹ. Εὐειλὰδ Μαροδὰχ ἔτη εʹ. Νιριγλησάρου τοῦ καὶ Βαλτάσαρ ἔτη γʹ. Δαρείου Ἀστυάγους ἔτη ιζʹ. Κύρου αʹ. ὁμοῦ οʹ. τὰ δὲ ἀπὸ τῆς τελευτῆς Ναβουχοδονόσωρ ἐπὶ τὴν τελείαν οἰκοδομὴν τοῦ ναοῦ καὶ τοὺς χρηματισμοὺς Ζαχαρίου τοῦ προφήτου πάλιν οʹ ἔτη συναριθμεῖται οὕτως· Εὐειλὰδ Μαροδὰχ ἔτη εʹ. Νιριγλήσαρος ἔτη γʹ. Δαρεῖος Ἀστυάγης ἔτη ιζʹ. Κῦρος λαʹ. Καμβύσης ηʹ. Δαρεῖος Ὑστάσπου ςʹ. ἐτελειώθη ὁμοῦ οʹ. Ἐκ ταύτης τῆς αἰχμαλωσίας ἦν Δανιὴλ ἅμα τοῖς σὺν αὐτῷ Ἀνανίᾳ, Ἀζαρίᾳ, Μιζαήλ. οὗτος ὁ Δανιὴλ παιδευθεὶς τὴν παιδείαν εὐάρεστος ἐγένετο τῷ βασιλεῖ Ναβουχοδονόσωρ. ταῦτα καὶ ὁ Ἀφρικανὸς μαρτυρῶν, ὅτι ἐκ τῆς βʹ αἰχμαλωσίας Ἰούδα ἦν ὅ τε Δανιὴλ καὶ οἱ τρεῖς παῖδες. 266 Πανόδωρος δὲ καὶ ἕτεροι τῶν ἱστορικῶν ἐκ τῆς ἐν Σαμαρείᾳ ὑπὸ Σαλμανα σὰρ αἰχμαλωσίας. Τοῦ Ἰούδα κʹ ἐβασίλευσε Σεδεκίας ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωζςʹ. Ἀφρικανὸς ἀπὸ τοῦ αʹ ἔτους Σεδεκίου τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖ. Τῷ εʹ ἔτει Σεδεκίου, κόσμου δὲ δ ʹ, ἤρξατο προφητεύειν ὁ μέγας προφήτης Ἰεζεκιήλ. τῷ δ' αὐτῷ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ Σεδεκίας τοῖς ἐν Βαβυλῶνι αἰχμαλώτοις ἐδήλωσεν ὅτι μετὰ οʹ ἔτη ἀναζεύξουσιν ἐκ Βαβυλῶνος κατὰ τὴν Ἱερεμίου προφητείαν. Ἀνανίας ψευδοπροφήτης ἀνθιστάμενος Ἱερεμίᾳ θνήσκει, καθ' ὃν χρόνον Ἰεζεκιὴλ προφητεύει ἐν Βαβυλῶνι. Ἐν Ἱερουσαλὴμ ἐγένοντο δούλων ἐλευθερίαι. Τοὺς υἱοὺς Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ εἰσελθόντας ἐπὶ τῆς Σεδεκίου πολιορκίας εἰς Ἱερουσαλὴμ ὁρῶν Ἱερεμίας μὴ πίνοντας οἶνον μηδὲ ὑπὸ στέγην οἰκοῦντας διὰ τὴν τοῦ πατρὸς ἐντολήν, τοὺς Ἰουδαίους ὠνείδιζεν ἀπειθοῦντας τῷ θεῷ καὶ μηδὲ κἂν ὡς οὗτοι τῷ πατρὶ πεποιθομένους τῷ κτίσαντι. Ἱερεμίας ὁ προφήτης ἐξελθὼν εἰς πόλιν Βενιαμὶν ὠνήσασθαι ἀγρὸν συνελήφθη ὑπό τινος Ἱερούα, τῷ Σεδεκίᾳ τε παρεδόθη καὶ εἰς τὴν φυλακὴν καθείρχθη. ἔνθα προφητεύων τὰ τῇ πόλει καὶ τῷ ἔθνει συμβησό μενα εἰς λάκκον ἐνεβλήθη. τοῦτον ὁ Αἰθίοψ Ἀβδεμέλεχ οἰκεῖος Σεδεκίου ἀνείλατο τοῦ λάκκου, δυσωπήσας τὸν βασιλέα. τούτῳ προσαχθεὶς Σεδεκίας καί τινα μαθὼν παρ' αὐτοῦ πρὸς σωτηρίαν οὐχ ὑπήκουσεν. ἦν δὲ φυλαττόμενος ἐν τῇ αὐλῇ ἕως ὅταν ἡ πόλις ἥλω. Τὰ τῆς τετάρτης τῶν βασιλειῶν περὶ τῆς τελείας αἰχμαλωσίας Σεδεκίου καὶ τῶν καταλειφθέντων ἐπὶ Ἰωακεὶμ Ἰουδαίων καὶ ἱερῶν οἴκου κυρίου καὶ ἐρημώσεως Ἱερουσαλήμ. Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ θʹ τῆς βασιλείας Σεδεκίου ἐν τῷ μηνὶ τῷ ιʹ, ιαʹ τοῦ μηνὸς, ἦλθε Ναβουχοδονόσωρ ὁ βασιλεὺς Βαβυλῶνος, αὐτὸς καὶ