Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
270.1.1
Ναβοννήδου τοῦ καὶ Ἀσσουήρου Δαρείου τοῦ καὶ Ἀστυάγους καλουμένου ἔτη ιζʹ. Κύρου αʹ ἔτος, ἐν ᾧ καὶ ἡ πρώτη ἄφεσις γέγονεν. ὁμοῦ ἔτη νʹ. Ὁ μέντοι Εὐσέβιος τὸν Ἀστυάγην ἀπὸ τοῦδε τοῦ Σεδεκίου ἐστοιχείωσε βασιλεύσαντα Μήδων ἔτη ληʹ, ἤτοι ἀπὸ τοῦ ιβʹ ἔτους Ναβουχοδονόσωρ ἕως τοῦ εʹ ἔτους Νιριγλησάρου· τούτου τὸ εʹ ἔτος λογισάμενος πρῶτον ἔτος τῆς Κύρου βασιλείας ἐν τῷ κανονίῳ αὐτοῦ, τῆς δὲ ἐπὶ Σεδεκίου αἰχ μαλωσίας ἔτος λαʹ, καὶ μηδ' ὅλως λογισάμενος τὰ Δαρείου τοῦ Ἀστυά γους ἔτη ιζʹ, ὅπερ καὶ ἄλλοι τῶν ἐκκλησιαστικῶν ἱστορικῶν πεποιή κασιν, εἶτα Κύρου λʹ ἐστοιχείωσε, καὶ μετ' αὐτοὺς Καμβύσου ἔτη ηʹ, ἔπειτα βʹ Μάγων ἀδελφῶν μῆνας ζʹ, καὶ Δαρείου Ὑστάσπου ἔτος αʹ. γίνονται ὁμοῦ ἔτη οʹ ἀπὸ δʹ ἔτους Σεδεκίου. Οὐ μέντοι ἐπεσημήνατο ὅτι ἀπὸ τοῦ δʹ ἔτους Σεδεκίου τὰ τῆς αἰχμαλω σίας οʹ ἔτη συναριθμεῖ, ἀλλὰ μᾶλλον ἀπὸ τοῦ ιαʹ ἔτους τοῦ αὐτοῦ Σεδε κίου, λέγω δὴ ἀπὸ τοῦ ιθʹ ἔτους Ναβουχοδονόσωρ, παραθεὶς καὶ Κλήμεν τος χρῆσιν, ἐν οἷς γράφει· Πρῶτον ἔτος αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους, καθ' ἣν ὁ τῶν Χαλδαίων βασιλεὺς Ναβουχοδονόσωρ πολιορκήσας τὰ Ἱεροσόλυμα τὸν νεὼν πυρπολεῖ. διήρκεσέ τε ὁ νεὼς ἀπὸ πρώτης κατασκευῆς ἔτεσι υμβʹ. συνᾴδει δὲ ἡμῖν καὶ ὁ Κλήμης ἐν τῷ πρώτῳ στρωματεῖ φάσκων ἐπὶ τῆς ὀγδόης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοῦ Ἰουδαίων λαοῦ γεγονέναι, βασιλεύσαντος μὲν Αἰγυπτίων Οὐαφρεί, ἄρχοντος δὲ Ἀθήνησι Φιλίππου, συνάγεσθαι δὲ τὰ οʹ ἔτη τῆς ἐρημίας τοῦ τόπου εἰς τὸ βʹ ἔτος Δαρείου. Ἑβραίων αἰχμαλωσίας καὶ ἀφανισμοῦ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ. Οὐαφρεὶ τῷ Αἰγυπτίων βασιλεῖ προσέφυγον ἁλούσης ὑπὸ Ἀσσυρίων τῆς Ἱερουσαλὴμ οἱ τῶν Ἰουδαίων ὑπόλοιποι. μέμνηται δὲ τοῦ Οὐαφρεὶ καὶ Ἱερεμίας ὁ προφήτης. Ταῦτα Εὐσέβιος ὑποτάξας τῷ ιαʹ ἔτει Σεδεκίου, τὴν ἀπαρίθμησιν τῶν οʹ τῆς αἰχμαλωσίας ἐτῶν ἀπὸ τοῦ θʹ ἔτους Ἀστυάγους πεποίηται ἕως τοῦ ληʹ αὐτοῦ ἔτους ἔτη λʹ λογισάμενος αὐτῷ· μεθ' ὃν Κύρου πρῶτον ἔτος παραθεὶς γράφει πρὸς λέξιν ταῦτα· Κῦρος ἀνῆκε τὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων γένους, καθ' ὃν ἐπανελθόν 271 τες ἀπὸ τῆς Βαβυλωνίας ἀμφὶ τὰς εʹ μυριάδας Ἰουδαίων τὸ θυσιαστήριον ἤγειραν καὶ θεμελίους κατεβάλοντο τοῦ ἱεροῦ. τῶν δὲ περιοίκων ἐθνῶν ἐπισχόντων διέμεινε τὸ ἔργον ἀτελὲς μέχρι Δαρείου τοῦ Ὑστάσπου, μόνου τοῦ θυσιαστηρίου συνεστῶτος. συνάγεται δὲ ὁ πᾶς χρόνος τῆς αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους ἔτη οʹ, ἀριθμούμενα κατὰ μὲν τινὰς ἀπὸ τοῦ τρίτου ἔτους Ἰωακεὶμ ἐπὶ κʹ ἔτος Κύρου τοῦ Περσῶν βασιλέως, κατὰ δὲ ἑτέρους ἀπὸ τῆς ἀρχῆς τῆς προφητείας Ἱερεμίου, ἣ γέγονε κατὰ τὸ ιγʹ ἔτος Ἰωσίου βασιλέως Ἰουδαίων. ἀπὸ δὲ τοῦ εʹ ἔτους τῆς προφητείας Ἱερεμίου ἐπὶ τὸ αʹ ἔτος Κύρου ἔτη οʹ γίνονται. τῆς δὲ ἐρημίας τοῦ ἱεροῦ ἡ ἑβδομηκονταετὴς ἀποπεραιοῦται κατὰ τὸ βʹ ἔτος Δαρείου τοῦ Περσῶν βασιλέως. Ὅτι μὲν οὖν ἑαυτὸν παρελογίσατο καὶ τὴν ἀλήθειαν ἐν τοῖς ἀπὸ τοῦ ιαʹ ἔτους Σεδεκίου ἕως τοῦ βʹ ἔτους Δαρείου τοῦ Ὑστάσπου τὰ οʹ ἔτη ἐπιλο γισάμενος φανερόν. ἀνθ' ὧν γὰρ ἐχρῆν αὐτὸν τὰ λοιπὰ κʹ ἔτη τοῦ Ναβουχο δονόσωρ, τοῦ καὶ τὴν ἅλωσιν τοῦ ἔθνους ποιησαμένου, λογίσασθαι καὶ τῶν ἐφεξῆς ὑπ' αὐτοῦ, λέγω δὴ τοῦ τε υἱοῦ αὐτοῦ Εὐειλὰδ Μαροδὰχ καὶ Νιριγλησάρου τοῦ γαμβροῦ αὐτοῦ, ὡς προδεδήλωται, εἶθ' ἑξῆς ἐπὶ τὸν Ναβόννηδον τὸν καὶ Δαρεῖον Ἀστυάγην τὸν Ἀσσουήρου ἐλθεῖν (ὃςγέγονεν ἔσχατος βασιλεὺς Μήδων ἀπὸ Ἀρβάκου τοῦ καθελόντος σὺν τῷ Βελεσὺ τὴν Ἀσσυρίων ἀρχὴν καὶ τὸν ταύτης ὕστατον βασιλέα Σαρδανάπαλον), ἀφεὶς τὴν πρόσφορον τῇ χρονικῇ ὑποθέσει ἀκολουθίαν ἐπὶ τὰς ὀλυμπιάδας κατέφυγεν, ἐπιλαθόμενος ὥσπερ ἑαυτοῦ καὶ τῶν ἡλωκότων τὸ ἔθνος, καὶ μετὰ τὴν ἅλωσιν ἔτη που κρατησάντων τοῦ Ἰουδαίων ἔθνους ἐπὶ τῆς αἰχμαλωσίας λʹ, ὅπερ πάντη τῆς ἀκριβοῦς ἀποδείξεως ἀλλότριον ἦν. Ὁ γὰρ ἱερὸς Κλήμης πρὸς Ἕλληνας παραταττόμενος ἐν τοῖς ἱεροῖς αὐτοῦ στρωματεῦσι λόγοις εὐλόγως ταῖς ὀλυμπιάσι κέχρηται. ἐνταῦθα δὲ γραφικῆς ἀπὸ κτίσεως κόσμου προκειμένης σπουδῆς ἀποδεῖξαι τοὺς χρόνους οὐχ οἷόν τε ἐξ ὀλυμπιάδων μόνων τὰ ἀπορούμενα τῆς γραφῆς ἐπιλύσασθαι, καὶ μάλιστα τῆς τῶν ὀλυμπιάδων ἀρχῆς οὐκ ἐχούσης μίαν καὶ τὴν αὐτὴν θέσιν, ὡς ἐν τῷ περὶ αὐτῶν εἴρηται ἡμῖν λόγῳ. Τὸ δὲ κατὰ διαφόρους τρόπους τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖσθαι ἀληθές, ἐπεὶ καὶ κατὰ διαφόρους καιροὺς γέγονεν ἡ αὐτὴ αἰχμαλωσία τοῦ 272 Ἰουδαίων γένους, καὶ πᾶσα ἀνάγκη τὰ κατ' ἄλλους καὶ ἄλλους καιροὺς πραχθέντα μὴ τὴν αὐτὴν καὶ μίαν ἀρχὴν ἔχειν. ἀλλὰ καὶ ἐπάνοδος κατὰ διαφόρους γέγονε χρόνους. καὶ χρὴ κἀκεῖνα συλλογίζεσθαι τοὺς ἀκριβῶς ἐπιβάλλοντας καὶ μὴ βιάζεσθαι μήτε τὰς γραφικὰς ἀποφάσεις μήτε τὰς ἐθνικὰς χρονοκρατορίας πρὸς τὸν ἴδιον σκοπόν. ἐντεῦθεν γὰρ ἡ πολλὴ διαφωνία γίνεται καὶ γέγονε τοῖς πολλοῖς τῶν ἱστορικῶν, ὥστε σχεδὸν δύο μὴ εὑρίσκειν ἡμᾶς τοὺς ἐν πᾶσιν ὁμοφωνοῦντας. Ὅθεν καὶ σπουδὴ γέγονεν ἡμῖν κατὰ δύναμιν ταῖς θείαις πρότερον ἐξακολουθοῦσι γραφαῖς, ἔπειτα δὲ καὶ τοῖς ἀκριβῶς τι γράψασι τὸν περὶ τούτων λόγον ὑποσημήνασθαι, εἰ καὶ ἐν ἄλλοις τι διήμαρτον. Ἐπειδὴ δὲ τὰ καθολικὰ τῶν μερικωτέρων προλαμβανόμενα σαφεστέραν ἔχει τὴν ἀπόδειξιν, ἡ δὲ τῶν οʹ ἐτῶν τῆς αἰχμαλωσίας τοῦ Ἰούδα μερική τις οὖσα πρὸς τὴν τῶν ιβʹ φυλῶν ἀνάκλησις ποτὲ μὲν τῷ αʹ ἔτει Κύρου λέγεται γενέσθαι, ποτὲ δὲ τῷ βʹ ἔτει Δαρείου τοῦ Ὑστάσπου, ὡς ἐφεξῆς τὰς δι' Ἱερεμίου τοῦ προφήτου θείας ἐξενεχθείσας ἀποφάσεις δείξομεν μαρτυρούσας, ἀπὸ ποίου χρόνου ἀρξάμεναί πως ἐπὶ τὸ αʹ ἔτος Κύρου τὸν ἑβδομηκονταετῆ συνάγουσι χρόνον, τὸν δὲ καθ' ὅλου περί τε τῶν ἐν Σαμαρείᾳ δέκα τοῦ Ἰσραὴλ λεγομένων φυλῶν λόγον καὶ περὶ τῶν ἐν Ἱερουσαλὴμ βʹ τοῦ Ἰούδα καὶ αὐτῶν ἐπιλεγομένων τῆς αἰχμαλωσίας καὶ τῆς ποσότητος τοῦ χρόνου τῆς κακώσεως, κοινὴν καὶ μίαν ἐκ θεοῦ ἀπόφασιν παρ' ἑνὶ τῶν προφητῶν μόνῳ, παρ' ἄλλῳ δὲ οὐδενὶ γεγραμμέ νην παρειλήφαμεν. Ἴδωμεν τί φησιν ὁ περὶ ταύτης διαλεγόμενος καὶ ὑπὲρ ταύτης κακούμενος μέγας προφήτης Ἰεζεκιὴλ ὡς ἐκ τοῦ χρηματίζοντος πρὸς αὐτὸν πνεύμα τος κατὰ τὸ εʹ ἔτος τῆς αἰχμαλωσίας Ἰωακείμ, ὅπερ ἓν καὶ τὸ αὐτὸ ὑπῆρχε τῷ εʹ ἔτει τῆς βασιλείας Σεδεκίου. φησὶν οὖν· καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας οἴκου Ἰσραὴλ ἐπ' αὐτὸ κατὰ ἀριθμὸν τῶν ἡμερῶν νʹ καὶ ρʹ, ἃς κοιμηθήσῃ ἐπ' αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτοῦ. καὶ ἐγὼ δέδωκά σοι τὰς βʹ ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας. καὶ λήψῃ τὰς ἀδικίας οἴκου Ἰσραὴλ καὶ συντελέσῃ ταῦτα. καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιόν, καὶ λήψῃ τὰς ἀδικίας οἴκου Ἰούδα μʹ ἡμέρας. ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι. καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν 273 σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ' αὐτήν. καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου. Ἐκ τούτων παρίσταται τοῖς βουλομένοις ὀρθῶς νοεῖν ὅτι ὁ πᾶς τῆς αἰχμαλωσίας χρόνος τοῦ παντὸς ἔθνους τῶν Ἑβραίων ἔτεσιν ρζʹ περιγρά φεται, ἀρξάμενος μὲν ἀπὸ τῆς ὑπὸ Θεγλαφαλασὰρ καὶ Φακεὲ πρώτης αἰχμαλωσίας, ἥτις τῷ κοσμικῷ δψξβʹ ἔτει γέγονε κατὰ τὸ ιβʹ ἔτος Ἄχαζ, λήξας δὲ ἐπὶ τὸ αʹ ἔτος Κύρου τοῦ πρώτου Περσῶν καὶ Μήδων καὶ Ἀσσυρίων καὶ Βαβυλωνίων βασιλέως, ὅπερ καὶ αὐτὸ συντρέχει τῷ δ νβʹ ἔτει τοῦ κόσμου. ἐὰν ἄρα ἐκ τῶν δ νβʹ τοῦ κόσμου ἐτῶν ἀφέλωμεν τὰ αὐτὰ ρζʹ ἔτη, ὑπολείπεται ἡμῖν, ὡς προείρηται, δψξβʹ, καὶ ἐὰν τοῖς δψξβʹ κοσμικοῖς ἔτεσι προσθῶμεν ἔτη ρκʹ ἀπὸ τοῦ αʹ ἔτους Ὠσηὲ ἕως τοῦ δʹ ἔτους Σεδεκίου, ὑπολειφθήσεται ἡμῖν τὰ τῆς αἰχμαλωσίας τοῦ Ἰούδα οʹ ἔτη ἕως τοῦ βʹ ἔτους Κύρου. ἀλλὰ καὶ τὰ ρνʹ ἔτη τῶν θʹ τοῦ Ἰσραὴλ φυλῶν ἀπὸ τοῦ αὐτοῦ δψξβʹ ἔτους τοῦ κόσμου ψηφιζόμενα εἰς τὸ κςʹ ἔτος λήγει τοῦ Ναβουχοδονόσωρ, ὅπερ ἦν ηʹ ἀπὸ τοῦ ιαʹ ἔτους Σεδεκίου καὶ τελείας ἐρημώσεως Ἱερουσαλήμ. ἀπὸ δὲ τοῦ κζʹ ἔτους Ναβουχοδονόσωρ ἤτοι θʹ τῆς ἁλώσεως ἐπὶ τὴν ἀρχὴν Κύρου τὰ λοιπὰ μʹ κατὰ τὸν Ἰεζεκιήλ. Ἴσως δ' ἄν τις εὐλόγως ἀπορήσοι πῶς Ἱερεμίας μὲν καὶ Ζαχαρίας οἱ προφῆται σὺν τῇ γραφῇ τοῦ Ἔσδρα οʹ ἔτη φασὶ τῆς αἰχμαλωσίας Ἰούδα, ὁ δὲ Ἰεζεκιὴλ μόνα μʹ. πρὸς ὅ φαμεν ὅτι δυνατὸν κἀκείνους τῷ Ἰεζεκιὴλ συμφωνεῖν ἀριθμουμένων τῶν αὐτῶν μʹ ἐτῶν ἀπὸ τῆς ὑστάτης ἐν Αἰγύπτῳ γενομένης αἰχμαλωσίας τοῦ Ἰούδα. Καὶ μεθ' ἕτερα κατὰ τὴν θείαν διὰ Ἱερεμίου πρόρρησιν· ἡνίκα τοὺς λίθους κατέκρυψεν ἐν προθύροις οἴκου Φαραῶ τοῦ καὶ Οὐαφρεὶ ἐν Τάφναις, ὁ προφήτης Ἱερεμίας ἀπειλήσας Αἰγύπτῳ καὶ τοῖς ἐν αὐτῇ τὴν ἔλευσιν Ναβουχοδονόσωρ καὶ τοῖς προσφυγοῦσιν εἰς Αἴγυπτον καταλοί ποις Ἰούδα πρὸς Οὐαφρεὶ κατὰ θείαν πρόσταξιν, ᾗ φησί· καὶ εἰσελεύσεται 274 καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς θάνατον εἰς θάνατον, καὶ οὓς εἰς ἀποικισμὸν εἰς ἀποικισμόν, καὶ οὓς εἰς ῥομφαίαν εἰς ῥομφαίαν. Καὶ μεθ' ἕτερα· καὶ ἐκλείψουσι πᾶς Ἰούδας κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ. ταῦτα δὲ μετὰ ιʹ ἔτη που ἢ θʹ τῆς ἐπὶ Σεδεκίου γέγονεν αἰχμαλωσίας, ἀφ' οὗ ἐπὶ Κύρου ἔτη μʹ γίνεται οὕτως· Ναβουχοδονόσωρ λοιπὰ ιεʹ. Μαροδὰχ εʹ. Βαλτάσαρ γʹ. Δαρείου Ἀστυάγους ιζʹ. ὁμοῦ
270.2.1
Κύρου λαʹ. Ἐν Βαβυλῶνι προεφήτευον Δανιήλ, Ἰεζεκιήλ. οἱ τρεῖς παῖδες ἐγνωρί ζοντο. Ἐν Αἰγύπτῳ Ἱερεμίας ἐλιθάσθη. Ἐν τῇ Ἰουδαίᾳ Ἀμβακοὺμ προεφήτευεν. Ἐν Βαβυλῶνι ψευδοπροφῆται Ἀχίας, Σεδεκίας, Σαμαίας. Τὸν προφήτην Δανιὴλ ὁ ἅγιος Ἱππόλυτος ἐκ τῆς αἰχμαλωσίας Ἰούδα καὶ τοὺς τρεῖς παῖδας λέγει τῆς ἐπὶ Ἰωακείμ. ἄλλοι δὲ ἐκ τῆς ἐν Σαμα ρείᾳ. Δανιὴλ τῷ Ναβουχοδονόσωρ τῷ κʹ ἔτει αὐτοῦ, κόσμου δὲ δ δʹ, διεσάφησε τὰ ἐνύπνια, καὶ ὡς θεὸς ὑπ' αὐτοῦ προσκυνηθεὶς καὶ θυμιαθείς, ἄρχων πρώτιστος Βαβυλῶνος κατεστάθη. τὸ γὰρ κʹ ἔτος τῆς ὅλης αὐτοῦ βασιλείας βʹ λέγει ὁ Δανιὴλ ἀπὸ τῆς τελείας ἐρημώσεως τοῦ ναοῦ, τὸ λςʹ ὀκτωκαιδέκατον, ὅτε καὶ τὰ κατὰ τὴν κάμινον καὶ τοὺς τρεῖς παῖδας ἐπράχθη. Χαλδαίων ιηʹ ἐβασίλευσεν Εὐειλὰδ Μαροδὰχ ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ λαʹ. Τινὲς τοῦτον ιβʹ ἔτη λέγουσι βασιλεῦσαι, ἴσως τὰ ζʹ ἔτη τῆς ἀποκτηνώ σεως τοῦ Ναβουχοδονόσωρ συναριθμοῦντες τοῖς εʹ αὐτοῦ. οὗτος τὸν Ἰωακεὶμ ἐξαγαγὼν τῆς φρουρᾶς σύσσιτον καὶ σύνθρονον κατέστησε. 275 Χαλδαίων ιθʹ ἐβασίλευσε Νιριγλήσαρος ὁ καὶ Βαλτάσαρ ἐν τῷ Δανιὴλ λεγόμενος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ λςʹ. Τοῦτον τὸν Νιριγλήσαρον τὸν καὶ Βαλτάσαρ ἐν τῷ προφήτῃ Δανιὴλ λεγόμενον οἱ μὲν υἱόν φασι τοῦ Ναβουχοδονόσωρ καὶ ἀδελφὸν τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος Εὐειλὰδ Μαροδὰχ καὶ ὑπ' αὐτοῦ ἀναιρεθέντος, οἱ δὲ γαμβρὸν ἐπ' ἀδελφῇ. ἴσως δὲ καὶ ἄμφω ἀληθῆ. Ἐπὶ τούτου Δανιὴλ καὶ Ἰεζεκιὴλ οἱ μεγάλοι προεφήτευον. Οὗτος ἁμαρτήσας περὶ τὰ ἱερὰ οἴκου κυρίου ἀναιρεῖται ὑπὸ Ἀστυάγους κατὰ τὴν πρόρρησιν τοῦ Δανιήλ. ἐπὶ τούτου ἡ ἐν τῷ τοίχῳ ὤφθη γραφή, ἣν ὁ προφήτης Δανιὴλ ἡρμήνευσε δηλοῦσαν τῆς Χαλδαίων ἀρχῆς εἰς Μήδους καὶ Πέρσας μετάθεσιν. Οὗτος τὸν υἱὸν Ἰωακεὶμ Ἰεχονίαν ἐκβαλὼν τῆς φρουρᾶς τῷ λζʹ ἔτει τῆς εἰς Βαβυλῶνα αὐτοῦ καθείρξεως ἐτίμησε καὶ συνεστιάτορα ἔσχε. Βαλτάσαρ ὁ καὶ Νιριγλήσαρος πίνων ἐν τοῖς ἱεροῖς σκεύεσιν οἴκου κυρίου σὺν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ παλλακαῖς ἐν δείπνῳ εἶδεν ὡς ἀνθρώπου δακτύλους ἐκλάμποντας ἐν τῷ τοίχῳ, ὧν τὴν γραφὴν μόνος Δανιὴλ ἡρμήνευσεν οὕτως ἔχουσαν· μανή, ὅ ἐστιν ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν, θεκέλ, ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα, φαρές, διῄρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη καὶ Βαλτάσαρ. ΜΗΔΩΝ ΒΑΣΙΛΕΙΣ Μήδων ηʹ ἐβασίλευσεν Ἀστυάγης Δαρεῖος ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ καʹ. 276 Ἀπὸ Ναβονασάρου ἐπὶ τὸ αʹ ἔτος Δαρείου τοῦ καὶ Ἀστυάγους ἔτη εἰσὶ κατὰ μὲν τὸν μαθηματικὸν κανόνα ροςʹ, κατὰ δὲ τὸν παρόντα ἐκκλησιαστι κὸν ροζʹ, καὶ οὐδὲν διενήνοχε. χρὴ γὰρ εἰδέναι ὅτι ὁ Χαλδαϊκὸς καὶ ἀστρονομικὸς κανὼν τὸν μὲν Ἀστυάγην ἔτη λδʹ λογίζεται Χαλδαίων βασιλεῦσαι, ὁ δὲ ἐκκλησιαστικὸς ιζʹ τὸ πλεῖστον, ἐπεὶ καὶ ιαʹ μόνα τινές φασι. τῷ δὲ Κύρῳ ὁ αὐτὸς ἀστρονομικὸς κανὼν θʹ μόνα λογίζεται, ὁ δὲ ἐκκλησιαστικὸς λαʹ. ἡμεῖς οὖν ἐπὶ τὴν ἀρχὴν Ἀστυάγους παρ' ἐνιαυτὸν ἕνα συμφωνοῦντας ἠγάγομεν τοὺς δύο τούτους κανόνας. Ναβόννηδος ὁ τελευταῖος βασιλεὺς Μήδων, Ἀστυάγης παρ' αὐτοῖς λεγόμενος, ὁ αὐτὸς δὲ καὶ Δαρεῖος Ἀσουήρου καʹ ἔτει τῆς βασιλείας αὐτοῦ καταστρεψάμενος σὺν ἄλλοις ἄρχουσι τῶν Χαλδαίων Νιριγλήσαρον, τὸν καὶ Βαλτάσαρ, γαμβρὸν τοῦ Εὐειλὰδ Μαροδὰχ υἱοῦ Ναβουχοδονόσωρ, ὃς ἀνεῖλεν αὐτὸν καὶ κατέσχε τὴν βασιλείαν Χαλδαίων καὶ Μήδων ἄλλα ἔτη ιζʹ, κατὰ δέ τινας ἔτη ιαʹ, ἀπὸ τοῦ κζʹ ἔτους τῆς βασιλείας αὐτοῦ, ὡς γέγραπται, καὶ Δαρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν ὢν ἐτῶν ξʹ. Οὗτος τὸν Δανιὴλ πρῶτον ἐν μεγιστᾶσι κατέστησε καὶ αὖθις ἐν τῷ λάκκῳ τῶν λεόντων ἐνέβαλεν συσκευασθέντα διὰ φθόνον ὑπὸ τῶν συμ μεγιστάνων αὐτοῦ. Τούτῳ ἡ Ἐσθὴρ ἐζεύχθη διὰ κάλλος ἐκλεχθεῖσα ἐπὶ αὐτοῦ. Τὰ κατὰ τὸν Μαρδοχαῖον καὶ Ἀμὰν καὶ ἡ διὰ τῆς Ἐσθὴρ ἀπολύτρωσις τῶν Ἑβραίων. Ὁ αὐτὸς καὶ Ἀρταξέρξης ἐλέγετο καὶ Ἀστυάγης καὶ Δαρεῖος Ἀσουήρουκαὶ Ναβόννηδος. Ἐπὶ αὐτοῦ Δανιὴλ τὰς διὰ τοῦ Γαβριὴλ ὀπτασίας εἶδεν καὶ τὸν χρόνον τῆς παρουσίας τοῦ κυρίου ἔμαθεν. 277 Ὁ αὐτὸς πάππος ἦν Κύρου, Δαρεῖος, Ἀσούηρος ὁ καὶ Ἀστυάγης. Κατ' Ἰνδῶν καὶ ἄλλων ἐθνῶν ἑορτάζων ἐπινίκια Οὐασθὴν τὴν ἰδίαν γυναῖκα ὡς ὡραιοτάτην ὀφθῆναι τοῖς συνισταμένοις αὐτῷ μεγιστᾶσιν ἠξίου· τὴν δὲ μὴ βουληθεῖσαν ἠτίμωσε, προστάξας ἐπιλεγῆναι παρθένους ἐκ πάσης αὐτοῦ τῆς ἐξουσίας, ὧν εὑρέθη πασῶν εὐμορφοτάτη Ἔδεσα ἡ καὶ Ἐσθήρ, ἀνεψιὰ Μαρδοχαίου Ἑβραία ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἐπὶ Σεδεκίου. ταύτῃ συνήφθη Δαρεῖος ὁ καὶ Ἀρταξέρξης. Μαρδοχαῖος δὲ εἷς τῶν σωματοφυλάκων ταχθεὶς τοῦ βασιλέως, ὁράμασι θορυβηθείς, ἐπακροασάμενός τε τῶν βʹ εὐνούχων τῶν φυλασσόντων τὸν βασιλέα βουλομένων ἀνελεῖν αὐτόν, μηνύει τῷ βασιλεῖ. ὧν ἀναιρεθέντων Ἀμὰν ὁ ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως μυρία τάλαντα ὑπέσχετο εἰσοίσειν τῷ βασιλεῖ, εἰ ἀπολέσοι τὸ γένος τῶν Ἑβραίων. Μαρδοχαῖος δὲ διὰ τῆς Ἐσθὴρ τὸν βασιλέα ἔπεισεν ἀναιρεθῆναι τὸν Ἀμάν. Τινὲς μὲν οὖν τὰς οʹ ἑβδομάδας ἀπὸ τοῦδε τοῦ χρόνου βούλονται ἀριθμεῖσθαι, ἕτεροι δέ, ὡς καὶ Ἀφρικανός, ἀπὸ Νεεμίου καὶ τελείας ἀνοικοδομῆς τοῦ ναοῦ καὶ τῆς πόλεως, ἥτις γέγονε κατὰ τὸ κʹ ἔτος Ἀρταξέρξου τοῦ καὶ Μακρόχειρος, ὅπερ ἦν κόσμου εξηʹ. ἕτεροι ἀπὸ τῆς οἰκοδομῆς τοῦ ναοῦ τῆς διὰ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ υἱοῦ Ἰωσεδέκ, τῷ βʹ ἔτει Δαρείου, ἀριθμοῦσι τὰς αὐτὰς οʹ ἑβδομάδας. Τὰ πάντα τῆς βασιλείας Δαρείου τοῦ Ἀστυάγους ἔτη ληʹ, Μήδων μὲν καʹ, κατὰ δὲ ἄλλους κζʹ, Μήδων δὲ καὶ Χαλδαίων ἔτη ιζʹ, κατὰ δέ τινας ιαʹ. πλὴν εἴτε οὕτως εἴτε οὕτως οὐδὲν τῇ ἀληθείᾳ ἀντίκειται. οἱ γὰρ σπουδάζοντες δεῖξαι τὰ οʹ ἔτη τῆς αἰχμαλωσίας ἀπὸ τοῦ ιθʹ ἔτους τοῦ Ναβουχοδονόσωρ καὶ τῆς τελείας ἐρημώσεως οἴκου κυρίου καὶ αἰχμαλω σίας τοῦ ἔθνους ἕως τοῦ βʹ ἔτους Δαρείου τοῦ Ὑστάσπου, ταῦτα τὰ ἔτη 278 τοῦ Ἀστυάγους ὑπεξαιροῦσιν, ἵνα τὸν ἑβδομηκονταετῆ χρόνον στήσωσιν· ἀλλ' ἡ τῶν κοσμικῶν ἐτῶν παραύξησις ἀντίκειται τοῖς οὕτω δρῶσι συναριθμουμένη τούτοις, ἣν οὐκ ἔστιν ἀφελεῖν. ὁ μέντοι Ἰώσηππος συνηρίθμησεν αὐτά, ὡς καὶ ἀνωτέρω δεδήλωται, νʹ ἔτη, εἰπὼν ἀφανῆ τὸν ναὸν μεῖναι ἀπὸ τοῦ ιθʹ ἔτους Ναβουχοδονόσωρ ἕως τοῦ βʹ ἔτους Κύρου τοῦ πρώτου Περσῶν καὶ Μήδων καὶ Ἀσσυρίων καὶ Χαλδαίων Συρίας τε καὶ Λυδῶν βασιλείας κρατήσαντος. ΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ Κῦρος Περσῶν καὶ Μήδων Χαλδαίων τε καὶ Ἀσσυρίων, Συρίας καὶ Λυδῶν. Κύρου πρώτου βασιλέως Περσῶν ἔτη λαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ νβʹ. Κῦρος οὗτος ἅπασαν μικροῦ τὴν Ἀσίαν ὑπέταξε τῇ Περσῶν βασιλείᾳ, ἕως Ἀλεξάνδρου τοῦ Μακεδόνος οὕτω διαρκέσασαν ἔτεσιν ἀπ' αὐτοῦ τοῖς ὅλοις. Κῦρος οὗτος πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τὴν ἐκ τῆς αἰχμαλωσίας ἀνάκλησιν Ἰουδαίοις προσεφώνησεν· ἤδη γὰρ τὸ οʹ ἔτος πεπλήρωτο, καθὼς γέγραπται ἐν τῇ βʹ τῶν Παραλειπομένων. Ἔτους αʹ Κύρου βασιλέως Περσῶν Μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου διὰ στόματος Ἱερεμίου ἐξήγειρε κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε κηρύξαι ἐπὶ πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων· τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν. πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι κύριος ὁ θεὸς τοῦ

Intertext edge

Open linked passage

Note