Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
279.1.1
οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ. τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται ὁ θεὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ ἀναβήτω. Ταῦτα κατὰ παντὸς γράψας δηλονότι κοινῇ τὴν ἐπάνοδον πᾶσιν Ἰουδαίοις ἐθέσπισε τοῖς βουλομένοις. πρόδηλον ἄρα ὅτι πληρωθέντος ῥήματος κυρίου τοῦ λαληθέντος ἐν στόματι Ἱερεμίου τῷ αʹ ἔτει Κύρου κατὰ τὴν θείαν γραφὴν τὸ οʹ ἔτος τῆς αἰχμαλωσίας πεπλήρωται. ἀνατρέ χουσι δὲ ἡμῖν ἀπὸ τοῦ αʹ ἔτους Κύρου καὶ αὐτοῦ ἐπὶ τὸ δʹ ἔτος Ἰωακεὶμ τὸ οʹ ἔτος εὑρίσκομεν ἀρχόμενον οὕτως· Κύρου ἔτος αʹ. Δαρείου Ἀστυάγους ἔτη ιζʹ. Νιριγλησάρου τοῦ καὶ Βαλτάσαρ ἔτη γʹ. Εὐειλὰδ ἔτη εʹ. Ναβουχοδονόσωρ ἔτη κδʹ. Σεδεκίου ἔτη ιαʹ. τῶν βʹ Ἰεχονίων ἔτος αʹ. Ἰωακεὶμ ἔτη ηʹ. ὁμοῦ γίνονται ἔτη οʹ ἀπὸ τοῦ γʹ ἔτους Ἰωακεὶμ ἕως τοῦ αʹ ἔτους Κύρου. Πληρουμένου γὰρ τοῦ γʹ ἔτους Ἰωακεὶμ καὶ ἀρχομένου τοῦ δʹ ἡ ἀρχὴ τῆς βασιλείας Ναβουχοδονόσωρ ἐγένετο καὶ ἡ πρὸς Ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα πρόρρησις καὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ ἀναμιμνήσκουσα αὐτούς, ὅπως ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου ἕως τοῦδε ἔτους κγʹ παρήκουον τοῦ θεοῦ φειδομένου αὐτῶν καὶ ἐξαποστέλλοντος τοὺς προφήτας εἰς διόρθωσιν τῆς εἰδωλομανίας αὐτῶν, καὶ οὐ προσεῖχον αὐτοῖς. ἡνίκα καὶ ἡ τῆς ἐρημώσεως ἀπόφασις δέδοται καὶ ὁ ἑβδομηκον ταετὴς χρόνος διὰ στόματος Ἱερεμίου ὡρίσθη, καὶ ἡ τῶν Χαλδαίων ἐρήμωσις γέγονε τῷ αὐτῷ τῆς ἀνακλήσεως ἔτει τῶν Ἰουδαίων, ἀρχο μένης τῆς Κύρου βασιλείας τοῦ πρώτου Περσῶν βασιλεύσαντος. Ἔχει δὲ ἡ τῆς προφητείας λέξις ταῦτα· ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν ἐν ἔτει δʹ τῆς βασιλείας Ἰωακείμ. διὰ τοῦτο τάδε λέγει κύριος. ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου, ἰδοὺ ἐγὼ ἀποστελῶ καὶ λήψομαι τὴν πατριὰν τοῦ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς. καὶ ἐξερη μώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συρισμὸν αἰώνιον, καὶ ἀπολῶ ἀπ' αὐτῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν 280 νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου. καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμὸν καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν οʹ ἔτη. καὶ ἐν τῷ συμπληρωθῆναι τὰ οʹ ἔτη ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο, φησὶ κύριος, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον. Πρόδηλον δὴ τοῖς βουλομένοις ὀρθῶς νοεῖν ὅτι ἡ τῶν οʹ ἐτῶν ἀπόφασις θεία κατὰ τοῦ οἴκου Ἰούδα καὶ τῆς Ἱερουσαλὴμ ἀπὸ δʹ ἔτους Ἰωακεὶμἐξηνέχθη καὶ ἀπὸ τούτου τοῦ χρόνου ἐδούλευσαν τοῖς ἔθνεσι. Τῷ γὰρ αὐτῷ ἔτει Ναβουχοδονόσωρ ἀνελὼν τὸν Φαραῶ Νεχαῶ, ὃς ἦν καθεστακὼς τὸν Ἰωακεὶμ βασιλεύειν τῆς Ἱερουσαλήμ, ἀποστήσας τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου καὶ μεταστήσας εἰς Αἴγυπτον, ἀνέβη ἐπὶ τὸν Ἰωακείμ, καὶ ἐγεννήθη αὐτῷ δοῦλος ἔτη γʹ. καὶ ἀποστάντα ᾐχμαλώτευσε σὺν τοῖς ἄρχουσι τοῦ λαοῦ καὶ τῶν πολεμιστῶν τοῖς ἀλκιμωτέροις, τέκτοσί τε καὶ τοῖς λοιποῖς ἐκλεκτοῖς ἅπασιν ἱεροῖς καὶ ὡς ἐκεῖ γέγραπται, ὡς εἶναι ταύτην κυρίως αἰχμαλωσίαν χωρὶς τοῦ ἐμπρησμοῦ οἴκου κυρίου καὶ τῆς πόλεως. ἀφ' οὗ οὖν χρόνου ἐδούλευσαν τοῖς ἔθνεσιν ἤγουν τοῖς Χαλδαίοις καὶ ἡ θεία κατ' αὐτῶν ἐξηνέχθη ἀπόφασις τῷ δʹ ἔτει Ἰωακείμ, ἕως τοῦ αʹ ἔτους Κύρου ἀριθμούμενα ἔτη συνάγεται ἀκριβῶς οʹ ἄνευ πάσης βίας καὶ ὑφαιρέσεως τῆς οἱασοῦν ἢ προσθήκης ἐτῶν. οἱ δὲ λοιποὶ πάντες τρόποι τῆς συναριθμήσεως τῶν αὐτῶν οʹ ἐτῶν ἠναγκασμένοι πεφύκασι. καὶ μηδεὶς ὑπολάβοι τοῦτο τῆς ἀληθείας ἐκτὸς πρὸ τῆς τελείας αἰχμαλωσίας ἔτεσιν κʹ λογιζομένους ἡμᾶς τὸ αʹ ἔτος τῆς αἰχμα λωσίας. τοῦτο γὰρ καὶ ἐπὶ τῶν ἐπαγγελιῶν τοῦ Ἀβραὰμ ὁ θεῖος δείκνυσι χρησμὸς γεγονώς· υʹ γὰρ ἔτη δουλεύειν ἔφη τὸ σπέρμα αὐτοῦ ἐν γῇ ἀλλοτρίᾳ πρὸ τοῦ τεχθῆναι τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ καὶ τοὺς πατριάρχας. ἀλλὰ πάντες τῶν αὐτῶν υʹ ἐτῶν τὸν ἀριθμὸν ἀπὸ τῆς θείας ἀποφά σεως ἀριθμοῦσιν. οὐκ ἄτοπον οὖν ἄρα κἀνταῦθα ἀπὸ τῆς διὰ τοῦ προφήτου λεχθείσης Ἱερεμίου θείας ἀποφάσεως, ἥτις, ὡς πολλάκις εἴρηται, τῷ δʹ ἔτει Ἰωακεὶμ ἐξενήνεκται, τὸν τῶν οʹ ἐτῶν ἀριθμεῖν χρόνον τῆς ἐν Βαβυλῶνι παροικίας καὶ τῆς ἐν τῇ Ἰουδαίᾳ δουλείας. τὸ δ' αὐτὸ τέταρτον ἔτος Ἰωακεὶμ πρῶτον ἔτος ἐστὶ τῆς βασιλείας Ναβουχοδονόσωρ, ἀφ' οὗ ἐπὶ 281 τὸ πρῶτον ἔτος Κύρου πληρούμενον καὶ ἀρχόμενον τὸ βʹ ἔτη οʹ συνάγεται. τῷ γὰρ δευτέρῳ ἔτει Κύρου τῶν θεμελίων ὑποβληθέντων τοῦ ναοῦ, Ζοροβάβελ υἱὸς Σαλαθιὴλ τοῦ υἱοῦ Ἰεχονία ἡγουμένου ὡς ἐκ βασιλικοῦ τοῦ Ἰούδα σκήπτρου, καὶ Ἰησοῦ τοῦ υἱοῦ Ἰωσεδὲκ ἀρχιερατεύσαντος, μετὰ μςʹ ἔτη τὸ ἔργον ἐτελειώθη ἐπὶ Δαρείου τοῦ Ὑστάσπου, ὡς ἐκεῖσε πάλιν δηλώσομεν. τοῦ γὰρ Κύρου φιλοτιμησαμένου τὰ πρὸς οἰκοδομὴν καὶ κελεύσαντος εἴρχθησαν ἀρξάμενοι τῆς οἰκοδομῆς, ἀντιταξαμένων καὶ διαβεβηκότων αὐτοὺς τῶν περιοίκων ἐθνῶν, μάλιστα τῶν ἐν Σαμαρείᾳ. Κῦρος οὗτος Ἀστυάγην τὸν προδεδηλωμένον ἑαυτοῦ πάππον βασιλεύοντα Μήδων καθελών, τὴν Περσικὴν εἰσῆξε βασιλείαν, Μήδων βασιλευσάντων ἔτη που μετὰ Σαρδανάπαλον ἀπὸ Ἀρβάκου Μήδου τοῦ καθελόντος αὐτὸν καὶ τὴν Ἀσσυρίων ἀρχήν. Κῦρος οὗτος πολέμῳ τὸν Κροῖσον ἔλαβε καὶ τὴν Λυδῶν βασιλείαν εἰς Σάρδεις ἐλθών, τῷ παιδί τε Καμβύσῃ παιδαγωγὸν αὐτὸν κατέστησεν. Ὁ αὐτὸς Δανιὴλ τὸν προφήτην αὖθις ἐπιφανέστερον πάντων ἀνέδειξε. συντρίψαντα δὲ καὶ τὸν Βῆλον εἰς τὸ μὴ προσκυνεῖσθαι καὶ τὸν δράκοντα ἀνελόντα ἐν τῷ τῶν λεόντων λάκκῳ ἐνέβαλε τὸ δεύτερον. Ἡμῖν μὲν οὖν ἑπομένοις τῇ θείᾳ γραφῇ τῶν Παραλειπομένων, ἧς ἀνωτέρω τὴν χρῆσιν παρεθέμεθα σὺν τῇ ἐπιστολῇ Κύρου, οὕτω δοκεῖ πεπληρῶσθαι τὸ οʹ ἔτος εἰς τὸ παρὸν πρῶτον ἔτος Κύρου ἀπὸ τοῦ δʹ Ἰωακείμ, ὅπερ ἦν ἔτος αʹ τοῦ Ναβουχοδονόσωρ, κʹ δὲ καὶ γʹ ἀπὸ τῆς 282 ἀρχῆς τῆς προφητείας Ἱερεμίου καὶ ιγʹ τῆς Ἰωσίου βασιλείας, ἀφ' οὗ καί τισιν ἔδοξε τὸν αὐτὸν ἑβδομηκονταετῆ χρόνον ἀριθμεῖν ἐπὶ τὸ αʹ ἔτος Κύρου, ὅπερ ἀσύμφωνον καὶ τῇ θείᾳ ἀποφάσει τῇ διὰ στόματος Ἱερεμίου μετὰ κγʹ ἔτος ἐξενεχθείσῃ κατὰ τὸ δʹ ἔτος Ἰωακείμ, ὡς ἔξεστι τοῖς βουλομένοις ἐκ τῆς Ἱερεμίου γραφῆς πείθεσθαι, ἧς καὶ τὴν χρῆσιν προὐθήκαμεν διὰ τὸ εὐσύνοπτον, καὶ τῇ χρονικῇ συναριθμήσει ζγʹ συλλογιζομένῃ ἀντὶ τῶν οʹ ἀπὸ τοῦ ιγʹ ἔτους Ἰωσίου. Ἄξιον δὲ καὶ τὸν θεόφρονα Ἔσδραν τὰ αὐτὰ τῇ βʹ τῶν Παραλει πομένων τρανότερον ἡμῖν διδάσκοντα, ὅτι τῷ αʹ ἔτει Κύρου ὁ ἑβδομη κονταετὴς χρόνος πεπλήρωται, προάγειν, ἐν οἷς οὕτω γράφει· Κῦρος Ἑλληνιστὶ ἐκαλεῖτο, Ἀρταξέρξης δὲ Περσιστί. τῷ γʹ ἔτει αὐτοῦ κατέγραψε πρὸς αὐτὸν Βάλσαμος καὶ Μιθριδάτης καὶ Ῥωμέλιος περὶ τῶν οἰκοδομούντων τὸν ναόν, καὶ ἔπαυσεν αὐτοὺς μετὰ τὸ θεμελιῶσαι ὁ αὐτὸς Κῦρος. Τοῦτον ὁ Ἔσδρας καλεῖ Ἀρταξέρξην ἐν τῇ γραφῇ αὐτοῦ καὶ Ἀρτασασθάς. ὁ δὲ τὸν Ἔσδραν ἀπολύσας μετὰ τιμῆς εἰς Ἱερουσαλὴμ ἄλλος Ἀρταξέρξηςἐστίν, ὁ λεγόμενος Μακρόχειρ, ἔγγονος Δαρείου τοῦ Ὑστάσπου. Κῦρος στρατεύσας ἐπὶ Μασσαγέτας ὑπὸ Τομύριδος γυναικὸς βασιλίδος αὐτῶν διεφθάρη. μεθ' ὃν Καμβύσης παῖς κρατεῖ Περσῶν ἔτη ηʹ. τοῦτον οἴονταί τινες εἶναι Ναβουχοδονόσωρ βʹ τὸν κατὰ Ὁλοφέρνην καὶ τὴν Ἰουδήθ, ὡς καὶ Ἀφρικανός, ὅπερ ἀδύνατον, πρῶτον μὲν ὅτι ὀκτωκαιδεκάτῳ ἔτει αὐτοῦ γέγραπται ἐν τῇ Ἰουδὴθ ἐξαπεστάλθαι Ὁλοφέρνης κατὰ Συρίας καὶ Παλαιστίνης καὶ Αἰγύπτου, οὗτος δὲ ηʹ μόνα ἔτη ἐβασίλευσε καὶ πῶς τῷ ὀκτωκαιδεκάτῳ ἔτει αὐτοῦ ἐξέπεμψεν Ὁλοφέρνην; ἔπειτα ὅτι ἐπὶ Ἰωακεὶμ τοῦ μεγάλου ἀρχιερέως, ὃς ἦν υἱὸς Ἰησοῦ τοῦ Ἰωσεδέκ, 283 γέγραπται πεπρᾶχθαι τὰ κατὰ Ἰουδὴθ καὶ Ὁλοφέρνην· ὁ δὲ Ἰωακεὶμμετὰ τὴν Καμβύσου τελευτὴν ἀρχιεράτευσεν εἰς ἔτη κʹ. Λείπεται ἄρα τὰ κατὰ τὴν Ἰουδὴθ ἐν τῷ μεταξὺ χρόνῳ τοῦ τε Μακρόχει ρος Ἀρταξέρξου καὶ τοῦ Καμβύσου γεγονέναι. ἀλλ' ἐν μὲν τοῖς χρόνοις Δαρείου τοῦ μετὰ Καμβύσην οὐ δυνατὸν τοῦτο φάναι. τὸν γὰρ ἅπαντα χρόνον αὐτοῦ σχεδὸν ὁ Ζοροβάβελ ἡγεῖτο τῶν Ἰουδαίων, φίλτατος ὢν τῷ αὐτῷ Δαρείῳ Ὑστάσπου σὺν Ἰησοῦ τῷ τοῦ Ἰωσεδέκ. ἀλλ' οὐδὲἐπὶ τοῦ Μακρόχειρος Ἀρταξέρξου ἀπὸ τοῦ κʹ ἔτους αὐτοῦ ἕως τοῦ λβʹ, ἐν ᾧ χρόνῳ ὁ Νεεμίας τὰ τείχη Ἱερουσαλὴμ ἀνήγειρεν. Ἐλιάσιβος γὰρ ἱεράτευεν, ὁ μετὰ τὸν Ἰωακείμ, υἱὸς αὐτοῦ, ἐπὶ Νεεμίου, ὡς γέγρα πται. Λείπεται ἄρα ἐπὶ Ξέρξου τοῦ υἱοῦ Δαρείου τοῦ Ὑστάσπου τόν τε Ἰωακεὶμ υἱὸν Ἰησοῦ τοῦ Ἰωσεδὲκ προσεχῶς μετὰ τὸν πατέρα Ἰησοῦδιαδεξάμενον τὴν ἀρχιερωσύνην περὶ τὸ κʹ ἔτος αὐτοῦ πεπρᾶχθαι τὰ κατὰ Ἰουδήθ, ὡς ἐντεῦθεν καὶ ἕτερόν τι ζήτημα ἀναφαίνεσθαι περὶ Ἰησοῦ τοῦ Ἰωσεδέκ, ὅτι ξʹ που ἔτος ἀρχιεράτευσεν. ἀπὸ γὰρ Κύρου πρώτου ἔτους ἕως τοῦ ςʹ ἔτους Δαρείου, ἐν ᾧ ὁ ναὸς ᾠκοδομήθη, τεσσαράκοντα ἓξ ἔτη καταριθμοῦνται. οἰκειοτέρως οὖν καταλογισθείη ἐπὶ τούτου τοῦ Ξέρξου τὰ κατὰ Ἰουδὴθ διὰ τὸ κατὰ τούτους τοὺς χρόνους τὸν Ἰωακείμ, ὡς γέγραπται, ἐκεῖσε ἀρχιερατεῦσαι. Ὁ γὰρ αὐτὸς Ξέρξης καὶ Αἴγυπτον ἀποστᾶσαν ἐπὶ Δαρείου τοῦ πατρὸς αὐτοῦ καθυπέταξεν. αὐτὸς ἄρα ἐστὶ Ναβουχοδονόσωρ ὁ ἐν τῇ Ἰουδὴθ βίβλῳ φερόμενος, καθ' ὃν Ὁλοφέρνης ὑπ' αὐτῆς ἀναιρεῖται θεοῦ συμ μαχήσαντος. ΡΩΜΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ῥωμαίων ιθʹ ἐβασίλευσεν Ἄγκος Μάρκιος ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωνγʹ. Ῥωμαίων κʹ ἐβασίλευσε Ταρκύινος ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωοςʹ. 284 Ῥωμαίων καʹ ἐβασίλευσε Σερούιος ὁ καὶ Σίλβιος Τοῦλλος ὁ ἐκ δούλης ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ ιγʹ. Ῥωμαίων κβʹ ἐβασίλευσε Ταρκύινος Σούπερβος ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ νζʹ. Οὗτος τὸν πρὸ αὐτοῦ βασιλεύοντα Σίλβιον Τοῦλλον κηδεστὴν οἰκεῖον ὄντα ἀνελὼν ἐβασίλευσεν ἀντ' αὐτοῦ. ἀνῃρέθη δὲ καὶ αὐτὸς διὰ Ταρκύινον τὸν ἴδιον παῖδα μοιχεύσαντα Λουκρουτίαν τὴν Κολατίνου γυναῖκα ἀνδρὸς ἐπισήμου, ὃς ἅμα Βρούττῳ μετὰ τὴν Ταρκυίνου ἀναίρεσιν πρῶτος τὴν ὑπάτων ἀρχὴν ἀναδείκνυσι, μὴ δεχομένων Ῥωμαίων βασιλεύεσθαι ἕως τῆς Ἰουλίου Καίσαρος ἀρχῆς. Τινὲς βούλονται Κρόνον πρῶτον Ἀλβανὸν κρατῆσαι τῶν κατὰ τὴν ἑσπέραν τόπων. μεθ' ὅν φασι Πεῖκον υἱὸν αὐτοῦ, τὸν καὶ Δία, βασιλεῦσαι· εἶτα Φαῦνον Διὸς υἱόν, τὸν καὶ Ἑρμῆν· ἐφ' οἷς Ἡρακλῆς ἐπανελθὼν ἀπὸ Ἱσπανίας, καὶ μετ' αὐτὸν Λατῖνος, ἐφ' οὗ Αἰνείας μετὰ τὴν ἅλωσιν Τροίας ἐλθὼν ὅπλοις καὶ πλούτῳ βασιλικῷ παρεσκευασμένος ζεύγνυται Λαβηνίᾳ θυγατρὶ αὐτοῦ καὶ βασιλεύει Λατίνων καὶ οἱ ἐξ αὐτοῦ μετ' αὐ τόν. οἱ πάντες ἕως Ῥωμύλου βασιλεῖς ιςʹ τοῦ κτιστοῦ Ῥώμης· ἀφ' οὗ οἱ πρότερον Ἀλβανοί, εἶτα Ἰταλοί, ἔπειτα Λατῖνοι, Ῥωμαῖοι μετεκλήθησαν. Ἀπὸ δὲ Ῥωμύλου ἐπὶ τὸ παρὸν κδʹ ἔτος Ταρκυίνου Σουπέρβου ἔτη μὲν γίνονται σκεʹ, ἤτοι ἀπὸ τοῦ ιγʹ ἔτους αὐτοῦ, καθ' ὃ ἔκτισε Ῥώμην, βασιλεῖς δὲ Ῥωμαίων ζʹ, μεθ' οὓς λοιπὸν ὕπατοι, ἀρξάμενοι ἀπὸ Κολατί νου καὶ Βρούττου. εἶτα δήμαρχοι καὶ δικάτωρες· μεθ' οὓς πάλιν ὕπατοι πάντες διεγένοντο ἔτεσι υογʹ, τοῦτ' ἔστιν ἀπὸ τοῦ δ παʹ κοσμικοῦ ἔτους ἕως τοῦ ευνδʹ, καθ' ὃ Γάιος Ἰούλιος Καῖσαρ ἐμονάρχησε πρῶτος. 285 ΣΠΟΡΑΔΗΝ Πρῶτοι ὕπατοι Ῥωμαίων Κολατῖνος καὶ Βροῦττος. Σάμου τύραννοι Πολυκράτης καὶ Συλοσῶν καὶ Παντόγνωστος ἀδελ φοὶ γεγόνασι. Θαλῆς θνήσκει. Κῦρος Σάρδεις εἷλεν. Ἅρπαγος εὐδοκιμῶν παρὰ Κύρῳ κατὰ τῆς Ἰωνίας ἐστράτευσε. Θεόγνιος ποιητὴς ἐγνωρίζετο. Πεισίστρατος Ἀθηναίων τὸ βʹ ἐβασίλευσε. Φερεκύδης ἱστορικὸς ἐγνωρίζετο Πυθαγόρου διδάσκαλος. Σιμωνίδης μελοποιὸς ἐγνωρίζετο. Φωκυλίδης καὶ Ξενοφάνης φυσικὸς τραγῳδοποιὸς ἐγνωρίζετο. Πολυκράτης Σαμίων τυραννῶν ἀνεσταυρώθη. Ἁρμόδιος καὶ Ἀριστογείτων ἀνεῖλον Ἵππαρχον τύραννον, καθ' οὓς Λέαινα ἡ ἑταίρα ὑπ' αὐτῶν ἐταζομένη κατειπεῖν τοὺς συνωμότας τὴν ἑαυτῆς ἀπέτρισε γλῶτταν. Λέαιναν μόνην ἑταίραν εἰκόνι Ἀθηναῖοι ἐτίμησαν ἐν ἀκροπόλει. ἄγλωττον δὲ Λέαιναν ταύτην παρεζωγράφησαν ἀντὶ ἐπιγραφῆς τὸ πάθος δηλοῦντες. Τιμήσεως ἐν Ῥώμῃ γενομένης εὑρέθησαν μυριάδες ιβʹ τοῦ πλήθους. Λακεδαιμόνιοι ιδʹ ἐθαλασσοκράτησαν ἔτη ιβʹ τοῦ πλήθους βʹ. Δημόκριτος Ἀβδηρίτης φυσικὸς φιλόσοφος καὶ Ἡράκλειτος ὁ σκοτεινὸς λεγόμενος καὶ Ἀναξαγόρας φυσικοὶ ἤκμαζον· Ἑλλάνικος ἱστορικὸς ἐγνωρίζετο. ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων ςʹ ἐβασίλευσε Φίλιππος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δωπςʹ. 286 Μακεδόνων ζʹ ἐβασίλευσεν Ἀερόπας ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ καʹ. Μακεδόνων ηʹ ἐβασίλευσεν Ἀλκέτας ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ μδʹ. ΣΠΟΡΑΔΗΝ Τῆς Αἰγύπτου σειομένης παρ' ἔθος οἱ Χαλδαῖοι δεδιότες ἀνέζευξαν πολιορκοῦντες αὐτήν. Καμαρίνα πόλις ἐκτίσθη. Πέρινθος ἐκτίσθη. Ἡ τῶν Κορινθίων κατελύθη μοναρχία κατὰ τούτους τοὺς χρόνους. Τοῖς ἀγωνιζομένοις παρ' Ἕλλησι τράγος ἐδίδοτο, ἀφ' οὗ καὶ τραγικοὶ ἐκλήθησαν. Θαλῆς Μιλήσιος ἔκλειψιν ἡλίου σύμπασαν προεῖπεν. Ἴσθμια καὶ Πύθια πρώτως ἤχθη μετὰ Μελικέρτην. Οἱ ζʹ σοφοὶ ὠνομάσθησαν. Ἀστυάγης Λυδοὺς κατεπολέμει. Ἀναξίμανδρος Μιλήσιος φυσικὸς φιλόσοφος ἐγνωρίζετο. Ἄβαρις ἦλθεν ἐκ τῆς Σκυθίας εἰς Ἑλλάδα. Κατὰ τούτους τοὺς χρόνους τοὺς παρ' Ἕλλησιν ζʹ φιλοσόφους ἀκμάσαι λόγος, ὧν τὰ ὀνόματα Σόλων Ἀθηναῖος, Θαλῆς Μιλήσιος, Πιττακὸς Λέσβιος, Χείλων Λακεδαιμόνιος, Βίας Πριηνεύς, Ἀνάχαρσις ὁ Σκύθης ἀγράμματος, Κλεόβουλος Λίνδιος. Ιβʹ Φωκαεῖς ἐθαλασσοκράτησαν ἔτη μδʹ. Νέμεα πρῶτον ἤχθη ἀγὼν ὑπ' Ἀργείων μετὰ τὸν ἐπ' Ἀρχεμόρῳ. Αἴσωπος μυθοποιὸς ἐγνωρίζετο, ὃς ὑπὸ Δελφῶν ἀπώλετο. Ὁ τῶν Παναθηναίων γυμνικὸς ἀγὼν ἤχθη. Εὐγάμων Κυρηναῖος ὁ τὴν Τηλεγονίαν ποιήσας ἐγνωρίζετο. 287 Πυθαγόρας ὁ Σάμιος Ὀλυμπίασιν ἐκκριθεὶς παίδων πυγμὴν ὡς ἁπαλὸς προσβὰς τοὺς ἄνδρας ἐνίκα. κατὰ τὴν νδʹ ὀλυμπιάδα Ἀρριχίων Φιγαλεὺς τὸ τρίτον νικῶν παγκράτιον ψιλισθεὶς ἀπέθανε, νεκρός τε ἐστέφθη, φθάσαντος ἀπείπασθαι τοῦ ἀνταγωνιστοῦ κλωμένου τοῦ ποδὸς ὑπ' αὐτοῦ. Πεισίστρατος Ἀθηναίων ἐτυράννησε καὶ εἰς Ἰταλίαν παρῆλθεν. Ἀναξιμενίδης φυσικὸς ἐγνωρίζετο. Στησίχορος τέθνηκε. Σιμωνίδης ἤκμαζε. Χείλων εἷς τῶν ζʹ φιλοσόφων Λακεδαιμονίων ἔφορος γέγονε. ΛΥΔΩΝ ΒΑΣΙΛΕΙΣ αʹ Ἄρδυσος Ἀλυάτου ἔτη λςʹ. βʹ Ἀλυάτης ἔτη ιδʹ. γʹ Μίλης ἔτη ιβʹ. δʹ Κανδαύλης ἔτη ιζʹ. εʹ Γύγης ἔτη λςʹ. ςʹ Ἄρδυσος ἔτη ληʹ. ζʹ Σαδυάτης ἔτη ιεʹ.
279.2.1
Ἀλυάτης ἔτη μθʹ. θʹ Κροῖσος ἔτη ιεʹ. Κροῖσος κατὰ Κύρου στρατεύσας ἥλω σὺν τῇ Λυδῶν βασιλείᾳ διαρκε σάσῃ ἔτη σλβʹ. οὗτος θʹ βασιλεὺς Λυδῶν γεγονὼς ἔτη ιεʹ ἐβασίλευσεν ἕως τοῦ ιδʹ ἔτους Κύρου. Ἡ Λυδῶν βασιλεία ἀρξαμένη τῷ δψλεʹ ἔτει τοῦ κόσμου κατελύθη τῷ δ ξςʹ, ἤτοι Κύρου τοῦ Περσῶν ἔτει ιδʹ, διαρκέσασα ἔτεσι σλβʹ ἐν βασιλεῦσι θʹ.

Intertext edge

Open linked passage

Note