Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 288 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
288.1.1
ΚΟΣΜΟΥ ΕΤΗ Ἀρχιερέων τῶν ἀπὸ Κύρου Ὧν πρῶτος Ἰησοῦς υἱὸς Ἰωσεδὲκ ἔτη ξʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ νβʹ. Ἐν Βαβυλῶνι προεφήτευσε Δανιὴλ καὶ Ἰεζεκιήλ, ἐν δὲ τῇ Ἰουδαίᾳ Ἀμβακούμ, ἐν δὲ τῇ ἀνακλήσει τῆς αἰχμαλωσίας Ἀγγαῖος καὶ Ζαχαρίας προεφήτευον. Ζοροβάβελ υἱὸς Σαλαθιὴλ υἱοῦ Ἰεχονίου τοῦ βασιλέως καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἡγοῦντο. Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἱεράτευε· προεφήτευον δὲὕστατοι προφητῶν Ἀγγαῖος, Ζαχαρίας ὁ τοῦ Ἀδδώ, καὶ Μαλαχίας. ἡγεῖτο τῶν Ἑβραίων Ζοροβάβελ υἱὸς Σαλαθιήλ. Ζαχαρίου καὶ Ἀγγαίου καὶ Μαλαχίου προφητευόντων καὶ Ζοροβάβελ καὶ Ἰησοῦ ἐξαρχόντων τοῦ λαοῦ καὶ τῆς οἰκοδομῆς ἐπληρώθη τῷ ςʹ ἔτει τῆς βασιλείας Δαρείου τοῦ Ὑστάσπου τὸ ἔργον τοῦ ναοῦ. τοῦ δὲ κόσμου ἦν ἔτος ε. Ἰησοῦν υἱὸν Ἰωσεδὲκ τὸν ἀρχιερέα λʹ καὶ αʹ ἔτος ἐστοιχείωσαν ἀπὸ τοῦ λαʹ ἔτους Κύρου ἀρχιερατεύσαντα ἅπαντες. ἡ δὲ γραφὴ τοῦ Ἔσδρα ἀπὸ τοῦ αʹ ἔτους Κύρου, ἐν ᾧ μετὰ τοῦ Ζοροβάβελ ἡγήσατο τῆς αἰχμαλωσίας εἰς τὴν Ἱερουσαλήμ, ἀρχιερέα αὐτὸν ὁμολογεῖ. καλῶς ἄρα ἡμῖν ἐστοιχείω ται ξʹ ἔτη ἱερατεύσας. ἀπὸ γὰρ τοῦ αʹ ἔτους Κύρου ἕως τοῦ κʹ ἔτους Δαρείου ἔτη ξʹ συνάγεται. Ἰωακεὶμ υἱὸς Ἰησοῦ ἱεράτευσεν ἔτη λςʹ. ΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ Περσῶν βʹ ἐβασίλευσε Καμβύσης υἱὸς Κύρου ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ πγʹ. 289 Καμβύσης ἐπιστρατεύων κατὰ τῶν βʹ ἀδελφῶν Μάγων ἔφιππος τρωθεὶς τελευτᾷ. Καμβύσης κατὰ Ἰώσηππον ςʹ ἔτη βασιλεύσας ἐπανιὼν ἐξ Αἰγύπτου θνήσκει ἐν Δαμασκῷ. Τὸν Καμβύσην τινὲς Ναβουχοδονόσωρ νομίζουσι τὸν κατὰ τὴν Ἰουδήθ· οὐκ ἔστι δέ, ὡς προδέδεικται καὶ ἐν τοῖς μετὰ ταῦτα δειχθήσεται. Περσῶν γʹ ἐβασίλευσαν Μάγοι ἀδελφοὶ δύο μῆνας ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ ζαʹ. Περσῶν δʹ ἐβασίλευσε Δαρεῖος Ὑστάσπου ἔτη λςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ ζβʹ. Δαρεῖος Ὑστάσπου καὶ Παρυσάτιδος παῖς ἔτι ἰδιοτεύων ηὔξατο τῷ θεῷ, εἰ βασιλεύσοι Περσῶν, ἀνεγεῖραι τὸν ἐν Ἱεροσολύμοις ναὸν καὶ πάντα τὰ Ἰουδαίων ἀποδοῦναι ἱερὰ σὺν τοῖς αἰχμαλώτοις καὶ πατρῴοις ἔθεσι. τούτων τῶν εὐχῶν Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἀκουστὴς καὶ σύμβουλος αὐτῷ γεγόνει. διὸ καὶ ἀνέμνησε συνήθης ὢν καὶ πρὸ τῆς βασιλείας. Κῦρος μὲν τὴν πρώτην Ἰουδαίοις ἀνάκλησιν ἐπὶ τὰ σφέτερα προσεφώνη σεν ἐκ τῆς ὑπὸ Ναβουχοδονόσωρ αἰχμαλωσίας πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, φιλοτιμησάμενος ἅμα καὶ τὰ πρὸς οἰκοδομήν, καὶ τὸν Ζοροβάβελ υἱὸν τοῦ Σαλαθιὴλ υἱοῦ Ἰεχονίου υἱοῦ τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδαὡς ἐκ βασιλικοῦ γένους τοῦ Ἰούδα ἡγεῖσθαι τῆς ἀνόδου συνεχώρησε, συνεξάρχοντος αὐτῷ καὶ ἀρχιερατεύοντος Ἰησοῦ τοῦ υἱοῦ Ἰωσεδέκ· καθ' ὃν χρόνον τῶν θεμελίων ὑποβληθέντων τοῦ ναοῦ καὶ τοῦ θυσιαστη ρίου εἴρχθη ἡ οἰκοδομὴ τοῦ ἱεροῦ ἐν Ἱερουσαλὴμ ἕως τοῦ βʹ ἔτους τῆς βασιλείας Δαρείου, ὡς ἐν τῷ Ἔσδρᾳ γέγραπται. Ὅτι ἐν τοῖς χρόνοις Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως κατέγραψεν κατὰ τῶν κατοικούντων ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ Βάλσαμος καὶ Μιθριδάτης καὶ Ταβέλλιος καὶ Ῥάθυμος καὶ Βεέλτεθμος καὶ Ῥαμέλιος οἱγραμματεῖς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν