Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
290.1.1
Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις τὴν ὑπογεγραμμένην ἐπιστολήν· βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδες σοῦ Ῥάθυμος ὁ τὰ προσπίπτοντα καὶ Ῥαμέλιος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ οἱ κριταὶ οἱ ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ. καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι Ἰουδαῖοι οἱ ἀναβάντες παρ' ὑμῶν πρὸς ἡμᾶς εἰς Ἱερουσαλὴμ τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσι τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται. ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται. καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο· καὶ τὰ ἑξῆς τῆς ἐπιστολῆς. Ἰσοδύναμα τούτοις πρὸς Ἀρταξέρξην, ὥς φησι, γεγραμμένα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἄνοδον πρὸ τῆς Δαρείου τοῦ Ὑστάσπου βασιλείας, ὡς τὰ ἑπόμενα δείκνυσι τῆς γραφῆς μετὰ τὴν ἀντίγραφον ἐπιστολὴν Ἀρταξέρξου, ἧς ἀναγνωσθείσης Ῥάθυμος καὶ Ῥαμέλιος ὁ γραμματεὺς καὶ οἱ τούτου συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ἱερουσαλὴμ μεθ' ἵππου καὶ ὄχλου τάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας. καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως, καθ' ὃν χρόνον Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, φίλτατος προϋπάρχων Δαρείῳ τῷ Ὑστάσπου καὶ διὰ πολλὴν οἰκειότητα τιμηθείς, εἶναι εἷς τῶν τριῶν σωματοφυλάκων εὐδοκιμήσας ὑπὲρ τοὺς ἄλλους δύο σωματοφύλακας ἐν τῇ περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας προτάσει προετράπη παρ' αὐτοῦ αἰτήσασθαι ὃ θέλει. ὁ δὲ ἀναμνήσας αὐτὸν τῶν εὐχῶν αὐτοῦ, ἃς ηὔξατο ἀνοικοδομῆσαι τὴν Ἱερουσαλὴμ ἐν ᾗ ἡμέρᾳ παρελάμβανε Δαρεῖος τὸ βασίλειον αὐτοῦ, καὶ πάντα τὰ σκεύη ἃ ἐχώρισε Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα ὁ αὐτὸς Κῦρος, ἠξίωσε Ζοροβάβελ τὸν αὐτὸν Δαρεῖον βασιλέα Περσῶν πληρῶσαι τὰς εὐχάς, ἃς ἐκ στόματος ηὔξατο τῷ βασιλεῖ τοῦ οὐρανοῦ. Καὶ τότε ἀναστὰς Δαρεῖος κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ Ἰουδαίους οἰκοδομῆσαι τὴν Ἱερουσαλήμ. καὶ πᾶσι τοπάρχαις ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα 291 κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ἱερουσαλήμ, καὶ ὅπως οἰκοδομήσωσι μετ' αὐτοῦ τὴν πόλιν. καὶ ἔγραψε πᾶσι τοῖς Ἰουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ἰουδαίαν ὑπὲρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν, καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσωσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν, καὶ ἵνα Ἰδουμαῖοι ἀφιῶσι τὰς κώμας ἃς διακρατοῦσι τῶν Ἰουδαίων, καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ' ἐνιαυτὸν τάλαντα κʹ μέχρι τοῦ οἰκοδομηθῆναι, καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαρπώματα καρποῦσθαι καθ' ἡμέραν, καθὰ ἔχουσιν ἐντολήν, ἑπτὰ καὶ δέκα προσ φέρειν ἄλλα τάλαντα, ιʹ κατ' ἐνιαυτόν, καὶ πᾶσι τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν, αὐτοῖς τε καὶ τοῖς ἐγγόνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν. ἔγραψε δὲ δοθῆναι καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν, ἐν ᾗ λατρεύουσι, καὶ τοῖς Λευίταις δοῦναι τὴν χορηγίαν, ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ οἶκος, καὶ Ἱερουσαλὴμ οἰκοδομηθῆναι. καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια. καὶ ἐξαπέστειλε πάντα τὰ σκεύη, ἃ ἐχώρισε Κῦρος ἀπὸ Βαβυλῶνος. καὶ ὅσα εἶπε Κῦρος ποιῆσαι, καὶ αὐτοῖς ἐπέταξε ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ἱερουσαλήμ. Ταῦτα μὲν ἐν Ἔσδρα πρώτῳ βιβλίῳ γέγραπται, ἅτινα παραθέσθαι ἀναγκαῖον ἐνταῦθα ἡγησάμεθα μετὰ τῶν ἑξῆς παρατεθησομένων ἐκ τοῦ βʹ βιβλίου τοῦ αὐτοῦ Ἔσδρα, ἐπεὶ καὶ μόνος τὰ κατὰ τὴν ἀνάκλησιν ἀπεδείχθη τῆς αἰχμαλωσίας γράψας ὀρθῶς καὶ ὑπὸ τῶν οʹ σοφῶν ἱερέων ἑρμηνευθεὶς ἐπὶ Πτολεμαίου Φιλαδέλφου σὺν ταῖς λοιπαῖς θεοπνεύστοις γραφαῖς ἐδοκιμάσθη ἀναγινώσκεσθαι. Τέως δ' οὖν ἐκ τῶν εἰρημένων ὀρθῶς ἐστι κατανοῆσαι ὅτι Κῦρον τὸν παρ' αὐτῷ καλούμενον Ἀρταξέρξην δηλοῖ, πρὸς ὃν κατέγραψε Βάλσαμος καὶ Μιθριδάτης καὶ οἱ σὺν αὐτοῖς κατὰ τῶν οἰκοδομούντων τὴν Ἱερουσα λὴμ τοῦ παυθῆναι τὴν οἰκοδομήν, πρῶτον μὲν ὅτι φασὶν ἐν τῇ πρὸς αὐτὸν ἐπιστολῇ· γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι Ἰουδαῖοι οἱ ἀναβάντες παρ' ὑμῶν πρὸς ἡμᾶς εἰς Ἱερουσαλήμ. παρὰ τίνος δὲ ἄλλου ἀναβεβήκασιν, εἰ μὴ παρὰ Κύρου; ἔπειτα δὲ ὅτι Ἀρταξέρξης ἀπὸ Κύρου ἕως Δαρείου τοῦ Ὑστάσπου οὐδεὶς ἐβασίλευσεν, ὡς ἐκ τοῦ κανόνος τῶν βασιλέων δηλοῦται, καὶ αὖθις ὅτι Μιθριδάτην λέγει σὺν Βαλσάμῳ καὶ τοῖς λοιποῖς καταγεγραφέναι τῶν οἰκοδομούντων, ὃν καὶ παρειληφότα τὰ 292 ἱερὰ καὶ πάντα τὰ σκεύη οἴκου κυρίου κατὰ πρόσταξιν Κύρου ὡς γαζοφύ λακα προείρηκεν. ἔτι μὴν πρὸς τούτοις, εἰ μὴ ἐπὶ Κύρου γέγονε ταῦτα, ἀλλ' ἐνεργεῖτο τὰ κατὰ τὴν οἰκοδομήν, πῶς οὐκ ἂν ἐτελειώθη λʹ ἔτεσι τὰ συντελεσθέντα μετὰ ταῦτα ἐν τέσσαρσιν ἀπὸ τοῦ βʹ ἔτους Δαρείου Ὑστάσπου ἕως τοῦ ςʹ ἔτους αὐτοῦ; τῷ γὰρ βʹ ἔτει Κύρου ἀναβάντες σὺν τῷ Ζοροβάβελ καὶ Ἰησοῦ ἀρχιερεῖ Νεεμίᾳ τε καὶ Σαρετᾷ καὶ Μαρδοχαίῳ ἐν μυριάσιν ἀνδρῶν τέσσαρσι καὶ δισχιλίοις τριακοσίοις ἑξήκοντα χωρὶς δούλων αὐτῶν καὶ παιδίσκων καὶ αὐτῶν ἑπτακισχιλίων τλʹ καὶ ζʹ ᾀδόντων καὶ ᾀδουσῶν. Τῷ μηνί, φησί, τῷ ζʹ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς Ἱερουσαλήμ. καὶ ἀνέστη Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβάβελ υἱὸς Σαλαθιὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον θεοῦ Ἰσραὴλ τοῦ ἀνενέγκαι ὁλοκαυτώσεις ἐπ' αὐτῷ κατὰ τὰ γεγραμμένα ἐν νόμῳ Μωυσῇ ἀνθρώπῳ τοῦ θεοῦ. καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ὅτι ἐν καταπλήξει ἐπ' αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν. καὶ ἀνέβη ἐπ' αὐτὸ ὁλοκαύτωσις τῷ κυρίῳ ὁλοκαυτώσεις τὸ πρωὶ καὶ εἰς ἑσπέραν, καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμ μένον, καὶ ὁλοκαυτώσεις τὴν ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ. καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς κυρίου τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένῳ ἑκουσίως τῷ κυρίῳ. ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ζʹ ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις κυρίῳ. καὶ ὁ οἶκος κυρίου οὐκ ἐθεμελιώθη. καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσι καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοῖς Σιδωνίοις καὶ Τυρίοις, ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ἰόππης κατ' ἐπιχορήγησιν Κύρου βασιλέως Περσῶν ἐπ' αὐτούς. καὶ ἐν τῷ ἔτει τῷ βʹ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ θεοῦ εἰς Ἱερουσαλήμ, ἐν μηνὶ τῷ βʹ ἤρξατο Ζορο βάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς 293 αἰχμαλωσίας εἰς Ἱερουσαλήμ, καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ υἱοῦ εἰκοσαετοῦς καὶ ἐπάνω τοῦ νικοποιεῖν ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ κυρίου. καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Καδμιὴλ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ υἱοὶ Ἰούδα ὁμοῦ τοῦ νικοποιεῖν ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ θεοῦ, οἱ υἱοὶ Ἰωναδὰδ καὶ οἱ υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται. καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου, δηλαδὴ τῷ ἔτει τῷ γʹ Κύρου ἐθεμελίωσαν τὸν οἶκον κυρίου, δευτέρῳ δὲ τῆς ἀναβάσεως αὐτῶν, ἡνίκα καὶ ἔστησαν, ὥς φησι τὰ ἀκόλουθα τούτοις ἡ δευτέρα τοῦ Ἔσδρα βίβλος, οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξι καὶ οἱ υἱοὶ Ἀσὰφ ἐν κυμβάλοις, καὶ πολλοὶ σὺν αὐτοῖς ἐκ τῶν ἱερέων καὶ Λευιτῶν καὶ ἄρχοντες πατριῶν πρεσβύτεροι, οἵ, φησίν, εἶδον τὸν οἶκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν, ἔκλαιον ἐν φωνῇ μεγάλῃ, καὶ ὄχλος ἐν σημασίᾳ μετ' εὐ φροσύνης τοῦ ὑψῶσαι φωνήν. καὶ οὐκ ἦν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ, ὅτι ὁ λαὸς ἐκραύγασε φωνῇ μεγάλῃ. καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν. Καὶ ἤκουσαν οἱ θλίβοντες Ἰούδαν καὶ Βενιαμίν· καὶ τὰ λοιπὰ περὶ τῶν γεγραμμένων τῷ Μιθριδάτῃ πρὸς Ἀρθασασθὰ καὶ τοῖς σὺν αὐτῷ Συριστί, κατὰ τὸ αὐτὸ δηλονότι ἔτος γʹ Κύρου, τοῦ παύσασθαι τοὺς οἰκοδομοῦντας τὸν ναόν. Ἀρθασασθὰ δὲ καὶ Ἀρταξέρξην ἕνα τὸν αὐτὸν ὑποληπτέον Περσικῶς καλούμενον, Κῦρον δὲ Ἑλληνιστὶ λεγόμενον, τὸν καὶ τὴν ἄφεσιν αὐτοῖς πρώτῳ ἔτει αὐτοῦ προσφωνήσαντα καὶ τὴν ἀνοικοδομὴν προστάξαντα τοῦ ναοῦ καὶ τῆς πόλεως καὶ τὴν τῶν ἱερῶν σκευῶν ευʹ χρυσῶν τε καὶ ἀργυρῶν, διὰ Σαλμανασὰρ μετὰ τὴν τῆς ἀποικίας ἀνάβασιν ἀριθμηθέντων αὐτῶν ἀπὸ Μιθριδάτου Γασβαρηνοῦ γαζοφύλακος Κύρου, ὡς γέγραπται, καὶ αὖθις ἐκ διαβολῆς τῶν γραψάντων αὐτῷ παύσαντα τοὺς Ἰουδαίους οἰκοδομεῖν ἕως τοῦ βʹ ἔτους Δαρείου τοῦ Ὑστάσπου· ὡς ἐκ τούτων σαφῶς παρίστασθαι ὅτι ἐπὶ ἔτη μʹ καὶ αʹ ἔμεινε τὰ θεμέλια ὑποβεβλημένα, ἀπὸ δὲ τοῦ βʹ ἔτους Δαρείου ἕως ςʹ ἀνεπληρώθη διὰ χειρῶν τοῦ αὐτοῦ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἐν μςʹ ἔτεσιν ὅλοις ἀπὸ τοῦ αʹ ἔτους Κύρου. διὸ καὶ εἴρηται παρὰ τῶν Ἰουδαίων ὅτι «μςʹ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν γʹ ἡμέραις ἐγείρεις αὐ τόν;» πρὸς τὸν κύριον ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ. 294 Τούτῳ τῷ βʹ ἔτει Δαρείου τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ ιαʹ μηνὸς σαββάτου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων· ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐφ' ἵππον πυρρόν· καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν βʹ ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. καὶ εἶπα· τί οὗτοι, κύριε; καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἐγὼ δείξω σοι τί ἐστι ταῦτα. καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν βʹ ὀρέων καὶ εἶπε πρός με· οὗτοί εἰσιν οὓς ἐξαπέσταλκε κύριος τοῦ περιοδεῦ σαι τὴν γῆν. καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπαν· περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπε· κύριε παντοκράτορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο τὸ οʹ ἔτος; Ταῦτα ἐν τῷ προφήτῃ Ζαχαρίᾳ φέρεται κατὰ τὸ βʹ ἔτος Δαρείου ὡς ἐκ τοῦ λαλοῦντος πρὸς αὐτὸν ἀγγέλου πρὸς κύριον λεγόμενα, εἴτε τρόπῳ εὐχῆς εἴτε ἄλλης τινὸς προσωποποιίας χάριν οἰκονομήσαντος τοῦ ἀνεξ ερευνήτου θεοῦ τοῖς κρίμασιν, ὅσον δέ γε ἡμᾶς κατανοῆσαι, δηλοῦντος τοῦ λόγου τὸν οʹ χρόνον ἤδη πεπληρῶσθαι κατὰ τὸν λόγον κυρίου διὰ Ἱερεμίου ἐν τῷ αʹ ἔτει Κύρου, ὡς ἐκεῖσε ἀποδέδεικται κατὰ τὴν τῶν Παραλειπομένων καὶ τοῦ Ἔσδρα γραφήν, τὸν δὲ λοιπὸν ἀπ' ἐκεί νου χρόνον ἕως ἔτους Δαρείου δευτέρου ἀμφιβαλλόμενον εἶναι καὶ μήτε τῆς τελείας ἐρημώσεως καταλογίζεσθαι μήτε τῆς τελείας ἀνοικοδομῆς· διὸ καί φησιν «ἕως τίνος οὐκ ἐλεήσεις τὴν Ἱερουσαλὴμ τοῦτο τὸ ἔτος οʹ» ἀντὶ τοῦ εἰπεῖν «ἕως πότε τὸ οʹ τοῦτο ἔτος παρεκτανθήσεται τὸ ἤδη παρελθόν», καὶ οὐχ, ὥς τινες ὑπειλήφασι κατά τινα προσδιορισ μὸν συμπληρώσεως ἀριθμοῦ τῶν οʹ ἐτῶν ἀπὸ τῆς καθαιρέσεως Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ ἕως τοῦ βʹ ἔτους Δαρείου λελέχθαι παρὰ τοῦ ἀγγέλου. Ἄνευ γὰρ πάσης ὑφαιρετικῆς ἢ προσθετικῆς ἐπινοίας πγʹ ἔτη εἰσὶν ἀπὸ τοῦ ιθʹ ἔτους Ναβουχοδονόσωρ, ἐν ᾧ Σεδεκίας ᾐχμαλώτευται σὺν τῷ λαῷ καὶ ἡ πόλις Ἱερουσαλὴμ σὺν τῷ λαῷ ἐμπέπρησται· ἀπὸ δὲ τῆς θείας ἀποφάσεως τῆς ἐν τῷ δʹ ἔτει Ἰωακεὶμ ἐξενεχθείσῃς κατὰ τῶν κατοικούντων Ἱερουσαλήμ, ὁπόθεν καὶ ὁ ἑβδομηκονταετὴς χρόνος 295 ἀναγκαίως ἀριθμεῖται, ἔτη εἰσὶν ργʹ ἕως τοῦ αὐτοῦ δευτέρου ἔτους Δαρείου. ὅτι δὲ οὐ κατὰ προσδιορισμὸν ἀκριβοῦς χρόνου, ἀλλὰ κατὰ παρέκτασιν εἴρηται τοῦτο πρὸς τοῦ ἀγγέλου, προφανὲς καὶ ἐκ τῶν μετὰ γʹ ἔτη ἐν τῷ δʹ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Δαρείου πρὸς Ζαχαρίαν ἐκ θεοῦ λεγομένων τῇ δʹ τοῦ θʹ μηνὸς Χασελεῦ πρὸς λέξιν οὕτως· Ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων· εἰπὸν πρὸς πάντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων· ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ οʹ ἔτη μὴ νηστείαν ἐνηστεύ σατέ μοι; Ὁρᾷς πῶς οὐ κατὰ τὸν ἀκριβῆ προσδιορισμὸν οὐδὲ ἐνταῦθα ὁ τῶν οʹ ἐτῶν ἀριθμὸς οὐδὲ ἐν τῷ βʹ ἔτει Δαρείου παρείληπται, ἀλλὰ τὸν ἐπὶ πρώτου ἔτους Κύρου πληρωθέντα κατὰ τὴν Ἱερεμίου πρόρρησιν δηλοῖ. πῶς γὰρ δυνατὸν καὶ τῷ βʹ ἔτει Δαρείου καὶ τῷ δʹ τὰ αὐτὰ οʹ ἔτη καταριθ μεῖσθαι, ὥς τισι νενόμισται, ἀπταίστως; Δαρεῖος Ὑστάσπου Περσῶν δʹ ἐβασίλευσεν ἔτη λςʹ. Οὗτος τὰς μυθευομένας κατὰ τῆς Ἑλλάδος μυριάδας μετὰ Δάτιδος Δατίου καὶ Σαφέρνους τῶν στρατηγῶν ἐξέπεμψε πεισθεὶς τοῖς τυράννοις Ἱππίᾳ τῷ Ἀθηναίῳ καὶ Δημαράτῳ τῷ Λακεδαιμονίῳ διωχθεῖσιν οἴκοθεν, λοιπὸν δὲ καὶ διὰ τὴν Σάρδεων ἅλωσιν ὑπὸ τῶν Ἀθηναίων μὴ καὶ φερόντων τῶν κατὰ τὴν Ἀσίαν τὴν Περσῶν ἀνάγκην. τότε δὴ κακῶς πράττουσιν ἐν Μαραθῶνι Πέρσαι, Μιλτιάδου καὶ Ἀριστείδου καὶ Καλλιμάχου καλῶς ἐστρατηγηκότων, ἐν οἷς καὶ ὁ τύραννος Ἱππίας πίπτει μετὰ τῶν βαρβά ρων Ἀθηναίοις μαχόμενος. αὐτὸς δὲ Δαρεῖος οὐκ ἐνεγκὼν τὸ πάθος ἐξ ἀθυμίας ἀπόλλυται. Ἐπὶ αὐτοῦ τινες νομίζουσι τὰ κατὰ τὸν Γὼγ καὶ Μαγὼγ τετελέσθαι παρὰ τοῦ μεγάλου προαγορευθέντα Ἰεζεκιήλ. ἐπιστρατεύσας γὰρ σὺν διαφόροις ἔθνεσιν, ὥς φασι, Συρίαν μὲν καὶ Φοινίκην καὶ τὰς παραθαλασ σίους ἐσκύλευσε, τῇ δὲ Ἱερουσαλὴμ ἐπελθὼν κατεβλήθη θεήλατος, σκηπτοῖς καὶ πληγαῖς τοῦ θεοῦ πατάξαντος αὐτὸν σὺν τῷ πλήθει καὶ νίκην δεδωκότος χωρὶς ὅπλων τοῖς ἐν Ἱερουσαλὴμ καὶ πλοῦτον ἄπειρον λαφύρων, στρατηγοῦντος ἐπὶ τῆς Ἰουδαίας τοῦ Ζοροβάβελ, μεθ' ὃν οὐκ ἦρξεν ἄλλος ἐξ Ἰούδα, ἀλλ' οἱ ἀρχιερεῖς ἡγεμόνευον.

Intertext edge

Open linked passage

Note