Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 296 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
296.1.1
ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων θʹ ἐβασίλευσεν Ἀμύντας ἔτη μβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δ οβʹ. Οἱ λέγοντες Κῦρον τῶν Περσῶν αʹ βασιλέα θʹ ἔτη μόνα βεβασιλευκέναι ἐπὶ τούτου τοῦ Ἀμύντου φασὶν ἦρχθαι τοῦτον βασιλεύειν· ἡμεῖς δὲ ἐπὶ Ἀλκέτα τοῦ ηʹ βασιλέως Μακεδόνων φαμὲν κατὰ τὴν ἀκόλουθον τῇ θείᾳ γραφῇ τάξιν. Μακεδόνων ιʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη μδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ειδʹ. Κατὰ τοῦτον ἡ Ξέρξου διάβασις· οὗτος δέδωκε τοῖς Πέρσαις ὕδωρ καὶ γῆν. Μακεδόνων ιαʹ ἐβασίλευσε Περδίκκας ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ενηʹ. ΣΠΟΡΑΔΗΝ Νάξιοι ἐθαλασσοκράτησαν ιεʹ ἔτη ιʹ, καὶ μετ' αὐτοὺς Ἐρετριεῖς ιςʹ ἔτη ζʹ. Γέλων Συρακούσιος ἐκράτησεν ἔτη ιζʹ. Ἐθαλασσοκράτησαν Αἰγινῆται ιζʹ ἔτη ιʹ. Πυθαγόρας ὁ φιλόσοφος τέθνηκεν ἐτῶν ζεʹ, οἱ δὲ οεʹ. Αἰσχύλος τραγῳδοποιὸς ἐγνωρίζετο. Ὁ Πειραιεὺς ἐτειχίσθη ὑπὸ Θεμιστοκλέους. Λατῖνοι Ῥωμαίων ἀπέστησαν. ἐν Ῥώμῃ ὁ δῆμος ἀπέστη τῆς συγκλήτου. Ἀριστείδης ἐξωστρακίσθη. Ἀθηναῖοι τὸν Πειραιᾶ ἐτείχισαν. Ζεῦξις ζωγράφος ἐγνωρίζετο. Κίμων ἐπ' Εὐρυμέδοντι Πέρσας ἐνίκα ναυμαχίᾳ καὶ πεζομαχίᾳ, καὶ ὁ Μηδικὸς πόλεμος ἐπαύσατο διὰ φιβάλεις ἰσχάδας συστὰς Πέρσαις καὶ 297 Ἀθηναίοις καὶ πᾶσιν Ἕλλησιν ἀπ' αὐτοῦ. Φιβάλεις δὲ δῆμος τῆς Ἀττικῆς. Κρατῖνος καὶ Πλάτων οἱ κωμικοὶ ἤκμαζον. Ἐν Ῥώμῃ Κλαρίων ἀγὼν ἑκατονταετὴς ἤχθη αʹ. Κράτης ὁ κωμικὸς καὶ Τελέσιλλα καὶ Πραξίλλα καὶ Κλεοβουλίνα ἐγνωρίζοντο. Βακχυλίδης ὁ μελοποιὸς ἤκμαζεν. Ὁ τῆς Ἥρας ναὸς ἐνεπρήσθη. Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι σπονδὰς ἐποιήσαντο πρὸς ἀλλήλους τριακοντούτεις. Ἡρόδοτος ἱστορικὸς ἐτιμήθη παρὰ τῆς Ἀθηναίων βουλῆς ἐπαναγνοὺς αὐτοῖς τὰς βίβλους. Εὐριπίδης τραγῳδοποιὸς ἐγνωρίζετο. Πρωταγόρας ὁ σοφιστὴς ἤκμαζε. τούτου Ἀθηναῖοι τὰς βίβλους ἐψηλάφησαν τοῦ καῦσαι. Ἐν Ῥώμῃ πάλιν ὕπατοι. Ἄβαρις Ὑπερβόριος χρησμολόγος ἐγνωρίζετο. Μέλισσος φυσικὸς ἐγνωρίζετο. Φειδίας πλάστης καὶ ἀγαλματοποιὸς ἐγνωρίζετο, ὃς τὴν ἐλεφαντίνην Ἀθηνᾶν ἐποίησε. Θεαίτητος μαθηματικὸς ἤνθει. Ἐν Ἰταλίᾳ Καμπανῶν ἔθνος συνέστη. Δημόκριτος Ἀβδηρίτης φυσικὸς φιλόσοφος ἤκμαζεν. ἐν Αἰγύπτῳ μυηθεὶς ὑπὸ Ὀστάνου τοῦ Μήδου σταλέντος ἐν Αἰγύπτῳ παρὰ τῶν τηνικαῦτα βασιλέων Περσῶν ἄρχειν τῶν ἐν Αἰγύπτῳ ἱερῶν, ἐν τῷ ἱερῷ τῆς Μέμφεως σὺν ἄλλοις ἱερεῦσι καὶ φιλοσόφοις, ἐν οἷς ἦν καὶ Μαρία τις Ἑβραία σοφὴ καὶ Παμμένης, συνέγραψε περὶ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων καὶ πορφύρας λοξῶς· ὁμοίως δὲ καὶ Μαρία. ἀλλ' οὗτοι μὲν Δημόκρι τος καὶ Μαρία ἐπῃνέθησαν παρ' Ὀστάνου ὡς πολλοῖς καὶ σοφοῖς αἰνίγ 298 μασι κρύψαντες τὴν τέχνην, Παμμένους δὲ κατέγνωσαν ἀφθόνως γρά ψαντος. Ἱπποκράτης Κῶος ἰητρῶν ἄριστος ἐγνωρίζετο Ἀσκληπιάδης τὸ γένος. Δικάτωρ ἐν Ῥώμῃ πρῶτος κατεστάθη Ῥοῦφος Λάρκιος. Πανύασις ποιητὴς ἐγνωρίζετο. Ἀριστείδης ὁ λεγόμενος δίκαιος ἐξωστρακίσθη μετὰ πολλοὺς πόνους ὑπὸ Ἀθηναίων. ΚΟΣΜΟΥ ΕΤΗ Ἰωακεὶμ υἱὸς Ἰησοῦ βʹ ἱεράτευσεν ἔτη
296.2.1
τοῦ δὲ κόσμου ἦν ἔτος ειβʹ. Ἐλιάσιβος γʹ ἱεράτευσεν ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εμηʹ. Ἀφρικανοῦ περὶ τοῦ Ἔσδρα ἑπτακαιδεκάτου ἀπὸ Ἀαρὼν τοῦ πρώτου ἱερέωσ Συγχωρήσαντος Ἀρταξέρξου τοὺς ὑπολοίπους τῆς Ἰουδαίων αἰχμαλωσίας ἤθροισεν Ἔσδρας τά τε λείψανα τῶν σκευῶν τοῦ ναοῦ ἦλθεν ἔχων εἰς Ἱερουσαλὴμ καὶ τὸν νόμον ἐδίδασκεν. ὡς δὲ ἐπύθετο κατ' ἐπιγαμίας αὐτοὺς ἀναμεμίχθαι τοῖς ἔθνεσιν, ἠνάγκαζε τοὺς οὐχ ὁμοεθνεῖς ἔχοντας ἐξεῶσαι ἕκαστον τὴν γυναῖκα τὴν ἑαυτοῦ. οἱ δ' ὑπήκουον καὶ τοῦ χειμῶνος ἐπειγομένου τὸ ἔργον ἐπετελεῖτο. Εὐσεβίου περὶ τοῦ Ἔσδρα Ἔσδρας ἱερεὺς παρὰ Ἰουδαίοις ἐγνωρίζετο, καθ' ὃν ἀρχιερεὺς ἦν Ἐλιασὶβ υἱὸς Ἰωακεὶμ τοῦ υἱοῦ Ἰησοῦ τοῦ Ἰωσεδέκ. ἦν δὲ ὁ Ἔσδργραμματεὺς νόμων ἱερῶν διδάσκαλος ἐπιφανὴς τῶν ἀπὸ Βαβυλωνίας ἐπὶ τὴν Ἰουδαίαν ἐπανελθόντων. τὰ κατὰ τὴν Ἐσθὴρ καὶ Μαρδοχαῖόν φασί τινες. ἐγὼ δὲ οὐ πείθομαι· οὐκ ἂν γὰρ ἐσιώπησε τὰς κατ' αὐτὴν πράξεις ἡ τοῦ Ἔσδρα γραφή. 299 Ἐν τῇ δευτέρᾳ τῶν Μακκαβαϊκῶν γέγραπται ὅτι Νεεμίας ἐπεσύναξε τὰς προφητικὰς βίβλους καὶ τῶν βασιλέων καὶ ἄλλων θείων γραφῶν βιβλιοθήκην τε κατεβάλλετο. Τὰ κατὰ Νεεμίαν Νεεμίας νομομαθὴς ἐκ φυλῆς Ἰούδα, οἰνοχόος Ἀρταξέρξου, εἰκοστῷ ἔτει τοῦ αὐτοῦ Ἀρταξέρξου αἰτήσας τὸν βασιλέα ἄνεισιν εἰς Ἱερουσαλὴμ ἐκ Βαβυλῶνος, ἔτι περιόντος Ἔσδρα, τὴν πόλιν τε σὺν τοῖς τείχεσιν ἤγειρεν ἐνόπλοις τοῖς οἰκοδόμοις, ἐπιβουλεύειν αὐτῷ διὰ φθόνον πειρω μένων τῶν πλησιοχώρων ἀλλογενῶν. οὗτος χρεῶν ὀφειλὰς ἀπέκοψε τοῖς Ἰουδαίοις, ἀφορίσας τοὺς ἐθνικοὺς τῶν συναγωγῶν, τοὺς δὲ ὁμογενεῖς ἐκπαιδεύσας σὺν τῷ Ἔσδρᾳ τῷ νόμῳ Μωυσέως ἀκριβῶς καὶ πᾶσι τοῖς πατρῴοις ἔθεσιν. ἐπέκτισε δὲ τὴν πόλιν κατὰ φυλάς. Ἡ δὲ ᾠκοδομήθη πλατεῖα καὶ περίτειχος κατὰ τὴν πρόρρησιν Δανιὴλ τοῦ προφήτου, εἰκοστῷ ἔτει Ἀρταξέρξου τοῦ Μακρόχειρος ἀρξαμένου τοῦ ἔργου καὶ τελειωθέντος κατὰ τὸ λβʹ ἔτος αὐτοῦ, ὡς ἱστορεῖ ἡ τοῦ Ἔσδρα γραφή, ἐπὶ ἀρχιερέως Ἰωδαὲ υἱοῦ Ἰασίβ· μετὰ δὲ τὸν Ἰωδαὲ Ἰωάννης ουἱὸς αὐτοῦ ἀρχιεράτευσεν ἔτη***, μετὰ δὲ τὸν Ἰωάννην ὁ κατὰ Ἀλέξανδρον γενόμενος ὕστερον τὸν Μακεδόνα Ἰασδούς. Ἕως μὲν οὖν Ἔσδρα καὶ Νεεμίου αἱ ἐνδιάθετοι Ἑβραϊκαὶ γραφαὶ ἐκκλησιάζεσθαι παρεδόθησαν ὑπὸ τῶν μακαρίων ἀποστόλων καὶ μαθητῶν τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἁγίων πατέρων καὶ διδασκάλων ἡμῶν, τὰ δὲ μετὰ ταῦτα συμβάντα ἢ πραχθέντα ἕως τῆς θείας σαρκώσεως τοῖς Ἰουδαίοις Ἰώσηππος ἐν τοῖς Μακκαβαϊκοῖς ἱστορεῖ καὶ Ἀφρικανὸς μετ' αὐτὸν ἐν ἐπιτόμῳ. Τὰς μέντοι οʹ ἑβδομάδας παρὰ τῷ Δανιὴλ ἕως Χριστοῦ ἡγουμένου ἐντεῦθεν ἀριθμεῖσθαι δεῖ κατὰ τὸν Ἀφρικανὸν ἔτη υζʹ. Εὐσέβιος δὲ ὁ Καισαρεύς φησιν ὅτι εἴ τις ἐντεῦθεν ἀριθμήσειε τὰ παρὰ τῷ Δανιὴλ οʹ ἑβδομάδας, αἳ γίνονται ἔτη υζʹ, εὕροι ἂν αὐτὰς ἐπὶ Νέρωνα Ῥωμαίων αὐτοκράτορα περαιουμένας, καθ' ὃν πολιορκεῖσθαι ἀρξαμένη ἡ πόλις μετὰ Νέρωνα ἔτους βʹ Οὐεσπασιανοῦ τὴν ἐσχάτην ἅλωσιν ὑπέμεινεν. 300 Ἐν τῇ δευτέρᾳ τῶν Μακκαβαϊκῶν ἐπιστολῇ τοῖς κατ' Αἴγυπτον Ἰουδαίοις γέγραπται περὶ Νεεμίου ὅτι ἀνοικοδομήσας τὸ ἱερὸν καὶ τὸ θυσιαστήριον, μέλλων ἀναφέρειν τὴν θυσίαν ἔπεμψε τοὺς ἐγγόνους τῶν ἱερέων ἐπὶ τὸ φρέαρ, ἐν ᾧ κατέκρυψαν οἱ πατέρες αὐτῶν ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας, λαβόντες ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, ὡς καὶ Ἱερεμίας φησί, τοῦ ἀγαγεῖν πῦρ ἐξ αὐτοῦ. οἱ δὲ ἀπελθόντες οὐχ εὗρον πῦρ, ἀλλ' ὕδωρ παχύ. ἐκέλευσε δὲ Νεεμίας ἐκ τοῦ ὕδατος τούτου ἀποβάψαντας φέρειν καὶ ἐπιρρᾶναι τοῖς ξύλοις καὶ ὑποκειμένοις θύμασι. τοῦ δὲ ἡλίου ἐπινεφοῦς λάμψαντος ἀνήφθη πυρὰ μεγάλη κατὰ τῶν θυσιῶν καὶ ἐδαπάνησεν αὐτάς, ὥστε θαυμάσαι πάντας καὶ δοξάσαι τὸν θεὸν μετ' εὐχῆς. Ἡ τοῦ Ἔσδρα γραφὴ τελευταία οὖσα τῶν ἐνδιαθέτων βιβλίων τῆς παλαιᾶς θεοπνεύστου γραφῆς ἤρξατο τῆς ἱστορίας ἀπὸ τοῦ ιηʹ ἔτους τῆς βασιλείας Ἰωσίου βασιλέως Ἰούδα καὶ τοῦ κατ' αὐτὸν γεγονότος θαυμαστοῦ πάσχα ὑπ' αὐτοῦ. ἱστορεῖ δὲ καὶ περὶ τῶν μετὰ ταῦτα βασιλέων Ἰούδα καὶ περὶ τῆς ὑπὸ Ναβουχοδονόσωρ γεναμένης αἰχμαλωσίας τοῦ Ἰούδα καὶ ἐμπρησμοῦ τῆς Ἱερουσαλήμ, καὶ ἔτι περὶ τῆς ἐπὶ Κύρου γενομένης ἀφέσεως τοῦ ἔθνους τῷ οʹ ἔτει ἀπὸ τοῦ δʹ ἔτους Ἰωακεὶμ κατὰ τὴν προφητείαν Ἱερεμίου, καὶ τοῦ ἀριθμοῦ τῶν ἐπανελθόντων ἐκ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλήμ, τῶν τε ἱερῶν σκευῶν, καὶ ὅπως ὑπὸ τῶν ἐν Σαμαρείᾳ φθονηθέντες ἐκωλύθησαν ἀναστῆσαι τὸν ναὸν καὶ τὴν πόλιν, γραψάντων πρὸς Κῦρον κατ' αὐτῶν, καὶ προσέτι περὶ τῆς μβʹ ἔτη ἐπὶ Δαρείου τοῦ Ὑστάσπου γεγονυίας δευτέρας ἀφέσεως τοῦ λαοῦ καὶ αὐτῆς διὰ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἀρχιερέως καὶ ἀνακαινίσεως τοῦ οἴκου τοῦ θεοῦ, καὶ αὖθις τῆς ἐπὶ Ἀρταξέρξου τρίτης γεγονυίας διὰ Νεεμίου καὶ Ἔσδρα ἀνανεώσεως τῆς πόλεως καὶ τῶν τειχέων Ἱερουσαλήμ. ΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ Περσῶν εʹ ἐβασίλευσε Ξέρξης υἱὸς Δαρείου ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εκηʹ. 301 Ξέρξης Αἴγυπτον παρέλαβε· Ξέρξης εἰς Ἀθήνας ἐλθὼν ἐνέπρησεν αὐτὰς ἐπὶ Καλλιάδου Ἀθηναίων ἄρχοντος. Τινὲς δέ φασιν ὅτι Ἔσδρας τούτῳ τῷ Ξέρξῃ υἱῷ Δαρείου φίλος ὢν ἐπὶ αὐτοῦ ἀνῆλθεν εἰς Ἱερουσαλὴμ διδάξαι τὸν θεῖον νόμον, ὡς πάντων τῶν κατὰ τούσδε τοὺς χρόνους ἐμπειρότερος γραμματεὺς καὶ ἱερεύς· ἡμῖν δὲ τοῦτο οὐ δοκεῖ σύμφωνον τῇ τοῦ Ἔσδρα γραφῇ. Μᾶλλον δὲ τὰ κατὰ τὴν Ἰουδὴθ ἄν τις ἀξίως ὑπολάβοι πεπρᾶχθαι ἐπὶ τούτου καὶ τὸν Ὁλοφέρνην, ἐπεὶ καὶ Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας, ὡς ἐν τῇ Ἰουδὴθ γέγραπται, ἦν ἀρχιερατεύων κατὰ τοὺς χρόνους αὐτῆς, ὁ δ' αὐτὸς καὶ ἐπὶ τοῦδε τοῦ Ξέρξου. εὐλόγως ἄρα καὶ Ναβουχοδονόσωρ ἄν τις τὸν αὐτὸν ὑπολάβοι Ξέρξην, οὗ κατὰ τὸ ιηʹ ἔτος ὁ Ὁλοφέρνης ἐξαπεστάλη κατὰ πάσης Συρίας καὶ Αἰγύπτου, ὡς ἐκεῖσε γέγραπται. Οὗτος καὶ τὴν Αἴγυπτον τυραννήσασαν ἐπὶ τοῦ πατρὸς αὐτοῦ Δαρείου καθυπέταξε καὶ τὰς Ἀθήνας ἐνέπρησε σὺν πολλαῖς μυριάσι καὶ ναυτικῷ μεγίστῳ παραγενόμενος εἰς Ἑλλάδα· ὃς εἰσελθὼν τὰς Θερμοπύλας καὶ κατελθὼν εἰς Πειραιᾶ τῇ στρατηγίᾳ Θεμιστοκλέους ἐν Ἀρτεμισίῳ καὶ Σαλαμῖνι νίκῃ δεινῶς πράξας μόλις ἐπάνεισιν εἰς τὰ οἰκεῖα, Μαρδόνιον καὶ Μασίστιον στρατηγοὺς καταλείψας σὺν λʹ μυριάσιν ἐν Πλατείαις καὶ Μυκάλῃ πολέμῳ κρατηθέντας κἀκεῖσε διαφθαρέντας πολλά τε βουληθέν τας Ἀθηναίοις σπείσασθαι καὶ μὴ δυνηθέντας. Τότε καὶ Φειδίας ὁ πλάστης καὶ Ἡρόδοτος ἱστορικὸς ἤκμαζον. Κατὰ τοῦτόν φασι πρῶτον γενέσθαι δικάτωρα Ῥωμαίοις Τιβέριον Μάρκιον. Καὶ Μιλτιάδην τὸν στρατηγὸν μετὰ τὴν ἐν Μαραθῶνι κατὰ Περσῶν νίκην ἐκείνην ἀδίκως ὑπ' Ἀθηναίων μέχρι θανάτου δεθῆναι καὶ μηδὲ ταφῆς ἀξιωθῆναι, ἕως Κίμων ἑαυτὸν εἰς τὸν δεσμὸν ὑπὲρ τοῦ πατρὸς ἔδωκε, μόλις ἔπειτα λυθεὶς δι' Ἐλπινίκης ἰδίας ἀδελφῆς ἀνδρὶ πλουσίῳ συναφθείσης διὰ τὴν ὥραν, δι' οὗ καὶ τὸν ἀδελφὸν ἔλυσε Κίμωνα. 302 Περσῶν ςʹ ἐβασίλευσεν Ἀρτάβανος υἱὸς Ξέρξου μῆνας ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εμηʹ. Περσῶν ζʹ ἐβασίλευσεν Ἀρταξέρξης Ξέρξου ὁ λεγόμενος Μακρόχειρ ἔτη μαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εμθʹ. Ἐν ἔτει ζʹ βασιλεύοντος τοῦ Ἀρταξέρξου ἐν τῷ εʹ μηνὶ ἀνέβη Ἔσδρας ὁ ἱερεὺς καὶ νομοδιδάσκαλος μετὰ πολλῶν αἰχμαλώτων ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ, χρυσοῦ ταλάντων ρʹ καὶ ἀργυρίου ταλάντων χνʹ καὶ λοιπῶν σκευῶν χρυσῶν καὶ ἀργυρῶν καὶ χαλκῶν ἐκλεκτῶν, ὡς γέγραπται ἐν αʹ καὶ βʹ βίβλῳ αὐτοῦ, ὅτι ὁ θεὸς ἔδωκεν ἐν καρδίᾳ τοῦ βασιλέως τοῦ δοξά σαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἱερουσαλήμ, καὶ ἔδωκεν αὐτῷ χάριν ἐνώπιον Ἀρταξέρξου καὶ τῶν ἑπτὰ συμβούλων καὶ πάντων ἀρχόντων τῶν αὐτοῦ. καὶ ἔγραψε πᾶσι τοῖς ἄρχουσι καὶ γαζοφύλαξι Συρίας καὶ Φοινίκης διδόναι πᾶν ὃ ἂν γένηται εἰς χρείαν τοῦ ἱεροῦ καὶ προστάξῃ Ἔσδρας ἕως ταλάντων ρʹ ἀργυρίου καὶ σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ ἁλὸς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου πρὸς τὸ τελεῖσθαι, φησί, τῷ θεῷ τῷ ὑψίστῳ ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ, καὶ μηδένα ἄλλον ἄρχειν τοῦ Ἰουδαίων ἔθνους πλὴν Ἔσδρα τοῦ ἀρχιερέως, καὶ καθηγεῖσθαι αὐτὸν ἐν τοῖς νομίμοις, καὶ ὅσα ἐκεῖσε γέγραπται λοιπὰ περί τε τοῦ κολάζειν αὐτὸν τοὺς παραβαίνοντας τὸν νόμον κυρίου, θανατοῦν τε καὶ ἀτιμάζειν καὶ ζημίας ἐπάγειν τοῖς ἀξίοις τούτων, καὶ διδάσκειν ἐπιμελῶς τοὺς ἀγνοοῦντας. καὶ εὐλογητός, φησί, μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν μου τοῦ βασιλέως. Ταῦτα καὶ ἕτερα παραπλήσια τούτοις ἔγραψεν Ἀρταξέρξης ἐνισχύων τὸν Ἔσδραν καὶ τοὺς σὺν αὐτῷ· ὁ δ' αὐτὸς θεοφιλέστατος ὢν καὶ ἐπιστή μων τοῦ θείου νόμου παραγενόμενος εἰς Ἱερουσαλὴμ τοσαύτην ἀκρίβειαν περὶ τὴν φυλακὴν τῶν θείων ἐντολῶν ἐπεδείξατο ὥστε πάντα τὸν λαὸν συμμιχθέντα γυναιξὶν ἀλλοφύλοις καὶ αὐτοὺς τοὺς ἱερεῖς καὶ Λευίτας παρὰ τὸν Μωυσέως νόμον ἀποζεῦξαι τῆς αὐτῶν συζυγίας, ὅπερ οὐδεὶς ἄλλος τῶν πρὸ αὐτοῦ φαίνεται δράσας. Οὗτος παρ' ὅλην τὴν συγγραφὴν αὐτοῦ ἀρχιερέως ἄλλου οὐ μέμνηται ἢ ἑαυτοῦ. ἑαυτὸν δὲ ἱερέα γενεαλογεῖ υἱὸν Ἀζαρέου τοῦ Ἐζερίου τοῦ 303 Χελκίου τοῦ Σαλήμου τοῦ Σαδδοῦ τοῦ Βοκοκὰ τοῦ Ἀβασαὶ τοῦ Φινεὲς τοῦ Ἐλεάζαρ τοῦ Ἀαρὼν τοῦ πρώτου ἱερέως. Ταῦτα ἐν τῷ αʹ βιβλίῳ διὰ ιʹ γενεῶν ἑαυτὸν καταγαγών, ἐν δὲ τῷ βʹ διὰ ιςʹ γενεῶν οὕτως ἑαυτὸν γενεαλογεῖ· Ἔσδρας υἱὸς Σαρείου υἱοῦ Ἀζαρίου υἱοῦ Ἐλκία υἱοῦ Σελοὺμ υἱοῦ Σαδδοὺκ υἱοῦ Ἀχιτὼβ υἱοῦ Σαμαρεία υἱοῦ Ἐσδρία υἱοῦ Μαρεὼθ υἱοῦ Ζαρέα υἱοῦ Ὀζεὶ υἱοῦ Βοκκεὶ υἱοῦ Ἀβισουὲυἱοῦ Φινεὲς υἱοῦ Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πρώτου. Καὶ ἀρχιερεὺς δὲ ἐν τέλει τοῦ αʹ βιβλίου αὐτοῦ φέρεται, ἐν οἷς γέγραπται ὅτι «καὶ εἶπεν Ἀταράτης Ἔσδρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας· ἡ ἡμέρα αὕτη ἐστὶν ἁγιωτάτη τῷ κυρίῳ.» Ὡς ἐκ τούτων τεκμαίρεσθαι ἡμᾶς, μᾶλλον δὲ εἰπεῖν πληροφορεῖσθαι ὅτι αὐτὸς Ἔσδρας ἱεράτευσε μετὰ τὸν Ἰωακεὶμ υἱὸν Ἰησοῦ τοῦ Ἰωσεδέκτὸν ἐπὶ τῆς Ἰουδὴθ καὶ Ὁλοφέρνου ἐν τοῖς χρόνοις Ξέρξου ἀρχιερατεύσαντα, ὡς τῆς Νεεμίου τοῦ οἰνοχόου Ἀρταξέρξου τούτου ἀναβάσεως μετὰ ιγʹ ἔτη τῆς Ἔσδρα τούτου ἀνόδου κατὰ τὸ κʹ ἔτος Ἀρταξέρξου τοῦ βασιλέως. ὁ γὰρ αὐτὸς Ἀρταξέρξης Μακρόχειρ καὶ τὸν ἀρχιερέα Ἔσδραν τῷ ζʹ ἔτει αὐτοῦ θεόθεν κινηθεὶς ἐξέπεμψε πρὸς διδασκαλίαν τῶν ἐν Ἱερουσαλὴμ Ἰουδαίων, καὶ αὖθις τὸν Νεεμίαν μετὰ ιγʹ ἔτη πρὸς ἀνοικοδομὴν τῶν τειχῶν τελείαν καὶ τῆς πόλεως τῷ κʹ ἔτει τῆς βασιλείας αὐτοῦ διὰ πολλὴν οἰκείωσιν δοθεῖσαν καὶ αὐτῷ ὡς θεοφιλεῖ πρὸς Ἀρ ταξέρξην καὶ αἰτησαμένῳ ἀναστῆσαι τὴν πόλιν τῶν πατέρων. Ἐπὶ τούτου δὲ Ἐλιασοὺβ ἦν ἀρχιερεὺς υἱὸς Ἰωακείμ, ὡς γέγραπται ἐν λόγοις Νεεμίου, ἐν τέλει βʹ Ἔσδρα βιβλίου, ὅτι «καὶ ἀνέστη Ἐλιασοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς.» ὥσπερ οὖν ἐν τοῖς κατὰ Νεεμίαν λόγοις ἐμνήσθη αὐτοῦ ἡ τοῦ Ἔσδρα γραφή, οὕτως ἂν καὶ ἐν τοῖς κατὰ τὸν αὐτὸν Ἔσδραν, εἴπερ ἱεράτευεν, οὐκ ἂν ἀπεσιώπησεν αὐτόν. πλὴν ἐπειδὴ πάντες οἱ προγενέστεροι τὸν Ἐλιασούβ, 304 ὃν καὶ Ἐλιάσιβον καλοῦσι, μετὰ Ἰωακεὶμ τὸν πατέρα αὐτοῦ ἐστοιχείωσαν, ἀναγκαζόμεθα καὶ ἡμεῖς. Ἐπὶ Ἀρταξέρξου τούτου τοῦ Μακρόχειρος ἐπολέμησαν Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς ἀλλήλους τὸν ἱερὸν λεγόμενον πόλεμον. Τότε καὶ Κάμιλλος παρὰ Ῥωμαίοις ὑπάτευσεν ἄριστος στρατηγὸς ἀλόγως διωχθεὶς ἐκ συκοφαντίας, ὃς οὐ καρτερήσας ὁρᾶν πολιορκουμένην ὑπὸ Γάλλων τὴν Ῥώμην, δύναμιν συλλέξας ἠλευθέρωσε τῆς πολιορκίας τὴν πόλιν ἐπελθὼν ἔξωθεν καὶ διαφθείρας τοὺς πολεμίους. Τότε καὶ Θουκυδίδης ὁ συγγραφεὺς παρ' Ἀθηναίοις ἤκμαζε. Τότε καὶ ὁ Πελοποννησιακὸς συνέστη πόλεμος διὰ τὸ γεγονὸς ὑπὸ Περικλέους ψήφισμα μὴ κοινωνεῖν Μεγαρεῦσι τοὺς Ἀθηναίους, ὡς ὑβρίσασιν Ἀσπασίαν τὴν γαμετὴν αὐτοῦ, καὶ διὰ τὴν τοιαύτην αἰτίαν προσθεμένων τῶν Μεγαρέων τοῖς Λακεδαιμονίοις. Τότε καὶ Κίμων στρατηγὸς ἀκμάσας, ἀχαριστηθεὶς μετ' οὐ πολὺν ἐξωρίσθη χρόνον ὑπ' Ἀθηναίων τῶν καὶ Ἀριστείδην ἐξορισάντων καὶ τοὺς Θεμιστοκλέους πόνους ἀγνωμονησάντων οὕτως ὡς φάρμακον αὐτὸν ἑλέσθαι καὶ καταλῦσαι τὸν βίον. Τότε καὶ Δημόκριτος Ἀβδηρίτης φυσικὸς φιλόσοφος ἐγνωρίζετο καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος, Ζήνων τε καὶ Παρμενίδης οἱ φιλόσοφοι καὶ Ἱπποκράτης Κῶος ἰητρός· ῥήτορες δὲ Λυσίας τε καὶ Ἰσαῖος καὶ Ἀντισθένης ὠνομάζοντο, Ἀριστοφάνης τε ὁ κωμικὸς καὶ Εὐριπίδης ποιητὴς καὶ Ἡράκλειτος φυσικὸς φιλόσοφος, καθ' οὕς φασι καὶ Σωκράτην φιλόσοφον τεχθῆναι. ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων ιβʹ ἐβασίλευσεν Ἀρχέλαος ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος επαʹ. Μακεδόνων ιγʹ ἐβασίλευσεν Ὀρέστης ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζεʹ. 305 ΣΠΟΡΑΔΗΝ Ἐν Ῥώμῃ Σουνία παρθένος φθαρεῖσα κατωρύγη ζῶσα. Λίθος ἐκ τοῦ οὐρανοῦ ἔπεσεν ἐν Ποταμοῖς Αἰγός. Σωκράτης ἐγεννήθη. Πίνδαρος καὶ Σιμωνίδης μελοποιοὶ ἐγνωρίζοντο. Ἡ ἐν Θερμοπύλαις μάχη καὶ ἡ ἐν Σαλαμῖνι ναυμαχία. Ἐν Ῥώμῃ Πόρπιλά τις παρθένος ἐπὶ διαφθορᾷ καταγνωσθεῖσα ζῶσα κατωρύγη. Χοίριλος καὶ Προύνικος ἐγνωρίζοντο. Οἱ περὶ Διαγόραν φυσικοὶ φιλόσοφοι ἤκμαζον. Ἱέρων Συρακουσίων ἐτυράννει καὶ ὅλης Σικελίας. Σοφοκλῆς τραγῳδοποιὸς πρῶτος ἐπεδείξατο. Θεμιστοκλῆς εἰς Πέρσας φεύγει διὰ τὴν Ἀθηναίων ἄνοιαν, ὃς αἷμα ταύρου πιὼν τελευτᾷ. Σικελίας δημοκρατία. Ἡλίου ἔκλειψις. Ἀναξαγόρας θνήσκει. Κίμων ἐπ' Εὐρυμέδοντι ναυμαχίᾳ Πέρσας νικᾷ καὶ πεζομαχίᾳ. Εὐήνιος ἐλεγείας ποιητὴς ἐγνωρίζετο. Ἐμπεδοκλῆς καὶ Παρμενίδης φυσικοὶ φιλόσοφοι ἐγνωρίζοντο. Ζήνων καὶ Ἡράκλειτος ὁ σκοτεινὸς ἤκμαζον. Δήμαρχοι ἐν Ῥώμῃ καὶ ἀγορανόμοι ᾑρέθησαν μηκέτι ὄντων ὑπά των. Νόμους ἐκ τῆς Ἑλλάδος Ῥωμαῖοι μετεστείλαντο, ἀφ' ὧν τὰς δώδεκα δέλτους συνέθηκαν. 306 ΚΟΣΜΟΥ ΕΤΗ Ἀρχιερεὺς δʹ Ἰωδαὲ ἔτη λςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος επβʹ. Ἀρχιερεὺς εʹ Ἰωάννης ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εριηʹ. Ἀρχιερεὺς ςʹ Ἰαδδοῦς ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερνʹ. Μανασσῆς ἀδελφὸς Ἰαδδοῦς ἀρχιερέως ᾠκοδόμησε τὸ ἐν Γαριζεὶν ἱερὸν Σαμαρείας. ΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ Περσῶν ηʹ ἐβασίλευσε Ξέρξης υἱὸς Ἀρταξέρξου μῆνας βʹ. Περσῶν θʹ ἐβασίλευσε Σογδιανὸς μῆνας ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζʹ. Περσῶν ιʹ ἐβασίλευσε Δαρεῖος ὁ Νόθος ἀνελὼν Σογδιανὸν ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζαʹ. Κατὰ τοῦτον τὸν ἐπικληθέντα Δαρεῖον Νόθον ἡ Ἀθηναίων συμφορὰ γέγονεν ἐν Σικελίᾳ, καὶ Αἴγυπτος ἀπέστη Περσῶν. Τότε δὴ καὶ Πολυδάμας Σκοτουσαῖος παγκράτιον νικήσας παρ' Ὤχῳ τῷ Περσῶν βασιλεῖ γέγονε μετὰ χρόνους, λέοντας διαχρώμενος καὶ ὡπλισμένοις γυμνὸς πολεμῶν, παμμεγέθης ὑπάρχων καὶ ἀλκιμώτατος. Περσῶν ιαʹ ἐβασίλευσεν Ἀρταξέρξης, υἱὸς Δαρείου Νόθου, ὁ καὶ Μνήμων, ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εριʹ. Εὐσέβιός φησι· κατὰ τοῦτόν μοι δοκεῖ ἡ κατὰ τὴν Ἐσθὴρ ἱστορία, εἰ δὴ αὐτός ἐστιν ὁ παρὰ μὲν Ἑβραίοις Ἀσούηρος, παρὰ δὲ τοῖς οʹ ἑρμηνευταῖς Ἀρταξέρξης. Τῷ λβʹ ἔτει Ἀρταξέρξου υἱοῦ Δαρείου Νόθου Ἀλέξανδρος ὁ Φιλίππου Μακεδόνων βασιλεὺς ἐξ Ὀλυμπιάδος ἐγεννήθη. Ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ Μνήμονος Κῦρος ἀδελφὸς αὐτοῦ, Δαρείου τοῦ Νόθου παῖς καὶ Παρυσάτιδος, οἰκῶν ἐν τῇ Ἀσίᾳ, ἐπιστρατεύει κατὰ τοῦ 307 ἀδελφοῦ περὶ τῆς βασιλείας μετὰ πλήθους Ἑλληνικοῦ στρατοπέδου, συνόντος αὐτῷ Ξενοφῶντος ἱστορικοῦ τοῦ γράψαντος τὴν ἀνάβασιν αὐτοῦ. πολέμου δὲ συστάντος ὑπὲρ τὸν Τίγριν ποταμὸν σταδίοις τξʹ κατὰ τὸν Ξενοφῶντα, πίπτει μὲν τρωθεὶς ὁ Κῦρος, κρατοῦσι δὲ τῶν Περσῶν Ἕλληνες. Ἀρταξέρξης δὲ μηδ' ὅπλοις κρατεῖν Ἑλλήνων ἰσχύων μηδ' ἀταράχως ἐπανελθεῖν πείθων, παρασπονδήσας δόλῳ τοὺς στρατηγοὺς διὰ Τησαφέρνους ἀνεῖλε. Ξενοφῶν δὲ τοὺς Ἕλληνας παραλαβών, ἀπαχθεὶς εἰς Ἑλλάδα διέσωσε διὰ μαχίμων ἐθνῶν ἐπὶ τὸν Εὔξεινον πόντον ἐπανελθὼν εἰς Βυζάντιον, κἀκεῖθεν ἐλθὼν εἰς Θρᾴκην, Σεύθῃ τῷ Θρᾳκῶν βασιλεῖ παραδοὺς Λακεδαιμονίους συμμαχήσοντας Θίβρωνι παρέπεμψε διαβιβά σας εἰς Πέργαμον ναυαρχοῦντι τῶν Λακεδαιμονίων. Περσῶν ιβʹ ἐβασίλευσεν Ὦχος ὁ καὶ Ἀρταξέρξου παῖς ἔτη εʹ, κατὰ δὲ τινὰς κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερνʹ. Ὦχος Ἀρταξέρξου παῖς εἰς Αἴγυπτον στρατεύων μερικὴν αἰχμαλωσίαν εἷλεν Ἰουδαίων, ὧν τοὺς μὲν ἐν Ὑρκανίᾳ κατῴκισε πρὸς τῇ Κασπίᾳ θαλάσσῃ, τοὺς δὲ ἐν Βαβυλῶνι, οἳ καὶ μέχρι νῦν εἰσιν αὐτόθι, ὡς πολλοὶ τῶν Ἑλλήνων ἱστοροῦσιν. Οὗτος ὁ Ὦχος κρατήσας Αἰγύπτου βʹ ἔτη ἀναιρεῖται ὑπὸ Βαγώου τινὸς Πέρσου τῶν ἐν τέλει. Ὁ αὐτὸς καὶ Σιδῶνα κατέσκαψεν. Ἕως Ὤχου καὶ Νεκτανεβὼ ὁ Μανεθῶ τὰς λαʹ δυναστείας Αἰγύπτου περιέγραψε τρίτου τόμου ἔτη ανʹ, τὰ δὲ μετὰ ταῦτα ἐξ Ἑλληνικῶν συγγραφέων. Μακεδόνων βασιλεῖς ιεʹ. Οὗτος ὁ Ὦχος εἰς Αἴγυπτον ἐπιστρατεύσας ἔτι ζῶντος τοῦ πατρὸς Ἀρταξέρξου, ὡς καὶ ἄλλοι, μετὰ ταῦτα ἐκράτησεν Αἰγύπτου, φυγόντος Νεκτανεβώ, ὡς τινές, εἰς Αἰθιοπίαν, ὡς δὲ ἕτεροι, εἰς Μακεδονίαν· ἡνίκα καὶ Ὀλυμπιάδι μιχθεὶς διὰ γοητείας υἱὸν ἔσχεν Ἀλέξανδρον Ἄμμωνοςεἶναι θεοῦ υἱὸν νομιζόμενον. 308 Περσῶν ιγʹ ἐβασίλευσεν Ἀρσῆς Ὤχου ἀδελφὸς ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερνεʹ. Περσῶν ιδʹ ἐβασίλευσε Δαρεῖος Ἀρμουσάμου ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερνθʹ. Οὗτος ὁ Δαρεῖος ὁ Ἀρμουσάμου συμβαλὼν Ἀλεξάνδρῳ ἐν Ἰσσῷ ποταμῷτῆς Κιλικίας ἡττᾶται. Ἰωσήππου Δαρεῖος Ἀρσάμου, ὃν Ἀλέξανδρος καθεῖλε, Σαναβαλλέτην τινὰ Χουσαῖον σατράπην ἔπεμψεν ἐν τῇ Ἰουδαίᾳ. τούτου γαμβρὸς ἐπὶ θυγατρὶ γέγονε Νικᾶς ὁ τοῦ τηνικαῦτα ἀρχιερέως Ἰαδδοῦς ἀδελφός, ὁ καὶ Μανασσῆς, ὃν μὴ δυνηθεὶς Σαναβαλλέτης εἰς Ἱερουσαλὴμ καταστῆσαι ἀρχιερέα, κτίζει ναὸν ἐν τῷ ὄρει Γαριζείν, δεηθεὶς πρῶτον μὲν Δαρείου, ἔπειτα δὲ καὶ Ἀλεξάνδρου τοῦ μεγάλου, καὶ καθιστᾷ αὐτὸν ἀρχιερέα ἐν τῷ αὐτῷ ναῷ τῷ ὑπὸ Σαμαρειτῶν νῦν προσκυνουμένῳ. ΑΙΓΥΠΤΙΩΝ ΔΥΝΑΣΤΕΙΑΙ Αἴγυπτος ἀπέστη Περσῶν δευτέρῳ ἔτει Νόθου Δαρείου. Αἰγυπτίων κηʹ δυναστεία Ἀμυρταῖος Σαΐτης ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζβʹ. Αἰγυπτίων κθʹ δυναστεία Μενδησίων βασιλέων δʹ. ὧν αʹ Νεφερίτης ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζηʹ. Αἰγυπτίων κθʹ δυναστεία, βʹ Ἄχωρις ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερδʹ. Αἰγυπτίων κθʹ δυναστεία, γʹ Ψάμμουθις ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εριζʹ. Αἰγυπτίων κθʹ δυναστεία, δʹ Νεφερίτης μῆνας δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εριθʹ. 309 Αἰγυπτίων λʹ δυναστεία Σεβεννυτῶν, αʹ Νεκτανέβης ἐβασίλευσεν ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερκʹ. Αἰγυπτίων λαʹ δυναστεία Σεβεννυτῶν, Νεκτάνεβος βʹ, ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερκηʹ. Αἰγυπτίων λβʹ δυναστεία, βʹ Τεὼς ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερμςʹ. ΣΠΟΡΑΔΗΝ Πλάτων πρὸς Σωκράτην ἐφοίτα· Σιμίας καὶ Κέβης καὶ οἱ λοιποὶ Σωκρατικοί. Ἀφρικανοῦ· ὀλυμπιὰς πζʹ· ὁ Πελοποννησίων καὶ Ἀθηναίωνπόλεμος ζʹ καὶ εἰκοσαετής, ὃν Θουκυδίδης συνέγραψε, δι' Ἀσπασίας πόρνας βʹ καὶ στήλας κατὰ Μεγαρέων ἀστυγειτόνων Ἀθηναίοις συνέστη. ὀλυμπιὰς πηʹ· Βακχυλίδης μελοποιὸς ἐγνωρίζετο. Ἀθηναίους ἔπεισεν ὁ λιμός. Σωκράτης φιλόσοφος καθαρτικὸς ἤνθει. Εὔπολις καὶ Ἀριστοφάνης κωμικοί, Σοφοκλῆς τε ὁ τραγῳδοποιὸς ἐγνωρίζετο. Γοργίας καὶ Ἱππίας καὶ Πρόδικος, ὡς δὲ τινές, καὶ Ζήνων καὶ Παρμενί δης κατὰ τούτους ἤκμαζον. Πῦρ ἐκ τῆς Αἴτνης ἐν τοῖς κατὰ Σικελίαν τόποις ἐρράγη. σεισμῶν γεγονότων ἡ πρὸς Λοκροῖς Ἀταλάντη σχισθεῖσα νῆσος ἐγένετο. Λακεδαιμόνιοι πρὸς Ἀθηναίους ἐσπείσαντο. Εὔδοξος ὁ Κνίδιος ἐγνωρίζετο. Λακεδαιμόνιοι ἀπῴκισαν Ἡρακλεῖδα. Ἀθηναίων συμφορὰ ἐν Σικελίᾳ. 310 Ἀθηναῖοι ἐτυραννήθησαν. Ἀλκιβιάδην ἀνεῖλε Φαρνάβαζος. Κύρου Πέρσου ἀνάβασις, ἣν ἱστορεῖ Ξενοφῶν ὁ Γρύλλου. Σωκράτης ῥήτωρ, Κτησίας, Διόδωρος ἐγνωρίζοντο. Ἀθηναῖοι τὰ κδʹ Ἑλληνικὰ γράμματα κατὰ τούτους τοὺς χρόνους ἐχρήσαντο, ιςʹ μόνα ὄντα πρότερον. Οἱ ἐν Ἀθήναις τύραννοι κατελύθησαν. Ἀθηναῖοι ἡττηθέντες ὑπὸ Λυσάνδρου ἐν Αἰγὸς Ποταμοῖς παρέδοσαν ἑαυτοὺς Λακεδαιμονίοις ἔτη ρνζʹ. Ῥόδιοι ἐκ τῆς Τριπόλεως εἰς μίαν συνῆλθον πόλιν. Καὶ Κῦρος ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην ἀπὸ τῆς Ἑλλάδος ἀνελθὼν ἀναιρεῖται, ὡς ἱστορεῖ Ξενοφῶν τὴν ἀνάβασιν, ὃς ἡγήσατο τῶν μυρίων ἐν τῇ καθόδῳ. Οἱ λʹ ἐν Ἀθήναις κατελύθησαν τύραννοι. Σαλπιγκτῶν καὶ κηρύκων ἀγὼν προσετέθη ἐν Ὀλυμπίᾳ. Ἑλίκη καὶ Βοῦρα πόλεις ἐν Ἀχαΐᾳ ἤτοι Πελοποννήσῳ κατεπτώθησαν μεγάλῳ σεισμῷ, ὧν ἔτι κατὰ θάλασσαν ἴχνη φαίνεται τοῖς πλέουσιν ἀπὸ Πατρῶν ἐπὶ Κόρινθον εἰς δεξιά. Εὐδόξιος ἀστρολόγος ἐγνωρίζετο. Καρχηδονίων ὁ ἱερὸς πόλεμος. Σκηπίων Ἀφρικανὸς Ῥωμαῖος δικάτωρ πορθήσας Καρχηδόνα Ἀφρικὴντὴν χώραν μετωνόμασε. Σωκράτης ἐξ ἀνοίας Ἀθηναίων ἀποθνήσκει, κατακριθεὶς πιεῖν τὸ κώνειον. 311 Ὁ ἐν Ἐφέσῳ ναὸς αὖθις ἐνεπρήσθη. Διογένης κυνικὸς φιλόσοφος ἐγνωρίζετο. Διονύσιος Σικελίας ἐτυράννει. Πλάτων καὶ ἄλλοι Σωκρατικοὶ φιλόσοφοι ἤνθουν. Γαλάται καὶ Κέλται Ῥώμης ἐκράτησαν πλὴν τοῦ Καπετωλίου. Εὐαγόρας βασιλεύων τῆς Κύπρου ἐξέστη. Πρεσεντίνους ἐνίκησαν Ῥωμαῖοι. Ἰσοκράτης σοφιστὴς ἤκμαζε. Διονύσιος τύραννος Σικελίας ἀπέθανε κρατήσας ἔτη
296.3.1
μεθ' ὃν ὁ βʹ υἱὸς αὐτοῦ Διονύσιος ὁ νεώτερος, καθ' ὃν ὁ Πλάτων ἐν Σικελίᾳ γέγονε τὸ βʹ. Ἀριστοτέλης Πλάτωνι ἐμαθήτευσεν ἀπὸ ιζʹ ἔτους τῆς ζωῆς αὐτοῦ. Τότε, φασί, καὶ Σωκράτης ἐξ ἀνοίας τῶν Ἀθηναίων τὸ κώνειον πιὼν ἐτέλεσε τὸν βίον. Ἐπ' αὐτοῦ Διονύσιος ἐτυράννει τῆς Σικελίας, καθ' ὃν ὁ Πλάτων ἀποδημήσας ἱστορίας ἕνεκα τῶν λεγομένων Αἰτναίων τοῦ πυρὸς κρατήρων, ὥς φασιν οἱ κατ' αὐτὸν φιλόσοφοι, ὡς δὲ Ἀριστείδης ὁ ῥήτωρ κατὰ Πλάτωνος γράψας, Σικελικῆς χάριν τραπέζης, τῷ τυράννῳ γινώσκεται διά τινος Δίωνος γυναικαδέλφου τοῦ Διονυσίου ἀνδρὸς προσκειμένου φιλοσοφίᾳ. ὡς δὲ ἐπηρώτησε Διονύσιος Πλάτωνα, τίς εὐδαίμων ἐν ἀνθρώποις, ἐλπίζων ἀκοῦσαι παρὰ τοῦ φιλοσόφου ὅτι σύ, ὁ δ' οὐ κολακεύ σας τὸν τύραννον, ἀλλ' εἰπὼν ὅτι Σωκράτης, ἀπαντᾶν τοὺς κατ' ἐκεῖνον ζῶντας φιλοσόφως. αὖθις ἠρωτήθη, τί ἔργον πολιτικοῦ, καὶ ἀπεκρίνατο τῷ αὐτῷ τυράννῳ τὸ καλοὺς καὶ ἀγαθοὺς ποιεῖν τοὺς πολίτας, ἀκούσειν ποθοῦντι παρὰ Πλάτωνος ὅτι τὸ ὀρθῶς δικάζειν· ηὔχει γὰρ ἐπὶ τούτῳ Διονύσιος. εἶτά φησι· τὸ ὀρθῶς δικάζειν τίνος ἔργον σοὶ δοκεῖ; πρὸς ὃν ὁ Πλάτων· μόριόν τι μικρὸν πολιτικοῦ τὸ δικάζειν ὀρθῶς. ἀκεσταῖς γὰρ ἐοίκασι τοῖς τὰ διερρωγότα ἱμάτια ἀνυφαίνουσι. τρίτον αὐτὸν ἐπανήρετο τὸ τύραννον εἶναι, φάς, ποταπόν σοι φαίνεται; πρὸς ὃν ἀντέφη Πλάτων· 312 σφόδρα δεινόν, ὅπου γε καὶ τὰ κουρευτικὰ μαχαίρια φοβεῖται μὴ ὑπ' αὐτῶν ἀναιρεθῇ. Πρὸς ταῦτα, φασὶν οἱ Πλατωνικοὶ Πλάτωνος ὑπεραπολογούμενοι τοῦ διδασκάλου ἐν τοῖς κατὰ τοῦ Ἀριστείδου, Διονύσιος ὁ Σικελίας τύραννος χαλεπήνας ἐπὶ τῷ φιλοσόφῳ μηδ' ὅλως αὐτὸν κολακεύσαντι ἀπεφήνατο Πλάτωνα Συρακουσῶν αἴρεσθαι ἡλίου ὑπὲρ γῆν ὄντος, καὶ ἐπρίατο αὐτὸν Ἀννίκηρίς τις ἐξ Αἰγίνης, οὗ χάριν ὁ λόγος παρὰ τοῖς Πλατωνικοῖς μέχρι νῦν ἐπεκράτησε· καὶ οὐδεὶς Ἀννίκηριν ἐγίνωσκεν, εἰ μὴ Πλάτωνα ἐπρίατο. ἕτεροι δὲ ἱστοροῦσιν ὅτι Πόλλιδι τινὶ πρὸς πρᾶσιν παραπλέοντι τὴν Σικελίαν παραδοὺς ὁ τύραννος ἐκβάλλει τῆς νήσου, ὃς τὸν φιλόσοφον παραλαβὼν Αἰγινήταις πρὸς Ἀθηναίους οὐκ εἰρηνεύουσι προσορμίσας ἀποδέδωκε τὸν Πλάτωνα, τοῦτο κελεύσαντος αὐτῷ λάθρα τοῦ Διονυσίου. αὐτὸς δὲ Πλάτων τοῦ πριαμένου μεταθέντος αὐτὸν εἰς Ἀθήνας διαπλεῖ. Διονυσίου δὲ τελευτήσαντος ιηʹ ἔτει τῆς τυραννίδος κρατεῖ Διονύσιος παῖς αὐτοῦ μετ' αὐτόν· τῆς δὲ Σικελίας τυραννεῖ, Πλάτωνά τε μετακα λεῖται τῷ Δίωνι χαριζόμενος καὶ σφόδρα τιμᾷ παραγενάμενον διὰ τὴν Δίωνος προτροπὴν ἐλπίδι τοῦ μεταβάλλειν εἰς ἀριστοκρατίαν τὴν τυραννίδα. Δίωνος δὲ συκοφαντίᾳ προδοσίας ἐκδιωχθέντος ὑπὸ τοῦ τυράννου τῆς νήσου καὶ πλεύσαντος εἰς Ἀθήνας ἐκπέμπεται καὶ Πλάτων, ἐν ᾗ μεταμεληθεὶς ὁ τύραννος μετακαλεῖται Πλάτωνα, ὑποσχόμενος ἐπαναγαγεῖν καὶ Δίωνα δι' αὐτόν. καὶ παραγίνεται Πλάτων, Διονυσίου δὲ ψευσαμένου μετ' ὀλίγον ἀπαίρει. Ὁ δὲ Δίων ἐπαναστὰς μεθ' Ἑλληνικῆς δυνάμεως ἐκβάλλει Διονύσιον τῆς ἀρχῆς, αὐτός τε μετ' ὀλίγον ἀναιρεῖται παρά τινων οἰκείων· καὶ Διονύσιος πάλιν κρατεῖ, ὃς ὑπὸ Κορινθίων καὶ Τιμολέοντος στρατηγοῦ ἀχθεὶς ἐν Κορίνθῳ ἀσχήμως ἐκεῖ τελευτᾷ ἐν πενίᾳ καταγηράσας. Πλάτων τελευτῶν κατὰ τὴν ρζʹ ὀλυμπιάδα Σπεύσιππον ἀδελφιδοῦν διάδοχον τῆς Πλατωνικῆς διατριβῆς προεστήσατο. Ἀριστοτέλης ὁ Νικομάχου Σταγειρίτης μαθητὴς Πλάτωνος ἤνθει. 313 τούτου μαθητὴς γνησιώτατος Ἀλέξανδρος ὁ Φιλίππου πᾶσαν λογικὴν καὶ σωματικὴν παίδευσιν ἀσκηθεὶς ὑπ' αὐτοῦ ἐπὶ σοφίᾳ καὶ λόγοις δογματικοῖς. Ἤνθουν Ξενοκράτης διάδοχος Σπευσίππου Πλάτωνος, Κράτης καὶ Διογένης κυνικοί, καὶ Ἱππαρχία Κράτητος γυνὴ φιλόσοφος. Δημοσθένης ὁ ῥήτωρ. Ἠρίνα ποιήτρια. Διονύσιος ὁ τύραννος ἐξέπεσε Σικελίας. ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων ιδʹ ἐβασίλευσεν Ἀρχέλαος ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εζηʹ. Μακεδόνων ιεʹ ἐβασίλευσεν Ἀμύντας ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
296.4.1
Μακεδόνων ιςʹ ἐβασίλευσε Παυσανίας ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εργʹ. Μακεδόνων ιζʹ ἐβασίλευσεν Ἀμύντας ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερδʹ. Μακεδόνων ιηʹ ἐβασίλευσεν Ἀργαῖος ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερθʹ. Μακεδόνων ιθʹ ἐβασίλευσεν Ἀμύντας ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εριαʹ. Μακεδόνων κʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερκγʹ. Μακεδόνων καʹ ἐβασίλευσε Πτολεμαῖος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερκδʹ. Μακεδόνων κβʹ ἐβασίλευσε Περδίκκας ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερκζʹ. Μακεδόνων κγʹ ἐβασίλευσε Φίλιππος ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερλγʹ. Οὗτος δοθεὶς πρὸς ὁμηρείαν εἰς Θήβας Ἐπαμυνοδότῳ κατὰ τὰς Θήβας ἀκμάζοντι στρατηγικῷ ἀνδρί, τότε ζηλωτὴς γέγονε τῆς αὐτοῦ ἀρετῆς, 314 βασιλεύσας δὲ ὄντως μετιὼν τοῖς πράγμασιν· ὅθεν καὶ τὴν Μακεδόνων ἀρχὴν μεγάλως ηὔξησε. τούτου δὲ ἀναιρεθέντος ὑπὸ Παυσανίου Ἀλέξαν δρος παῖς αὐτοῦ ἐβασίλευσεν ὁ Πέρσας καταπολεμήσας. Μακεδόνων κδʹ ἐβασίλευσεν ἔτη ιβʹ ὁ Φιλίππου καὶ Ὀλυμπιάδος παῖς. τοῦ δὲ κόσμου ἦν ἔτος ερνςʹ. Ἀλέξανδρος Ἰλλυριοὺς καὶ Θρᾷκας εἷλε, Θήβας κατέσκαψε, τοὺς Δαρείου στρατηγοὺς ἐπὶ τῷ Γρανικῷ ποταμῷ Λυδῶν ἐνίκησε, Σάρδεις εἷλε, Τύρον ἐπολιόρκησεν, Ἰουδαίαν προσελάβετο, καὶ τὸν ἀρχιερέα Ἰαδδοὺς ἐτίμησε θύσας τῷ θεῷ, ὡς παρ' αὐτοῦ τὴν οἰκουμένην ὁμολογῶν προσειληφέναι· ἧς καὶ ἐπιμελητὴν μετὰ τῶν λοιπῶν τόπων Ἀνδρόμαχον κατέστησεν· ὃν ἀνελόντες οἱ τὴν Σαμαρέων οἰκοῦντες δίκας ἔτισαν ἐπανελθόντος Ἀλεξάνδρου ἐξ Αἰγύπτου. τὴν Σαμάρειαν πόλιν ἑλὼν Ἀλέξανδρος Μακεδόνας ἐν αὐτῇ κατῴκισεν. Ἑλλήνων βασιλείας ἔτος αʹ ἀπὸ ζʹ ἔτους Ἀλεξάνδρου ἀριθμοῦσιν· Ἕλληνες γὰρ καὶ Μακεδόνες οἱ αὐτοί. Ἀπὸ ζʹ ἔτους Ἀλεξάνδρου ἕως κβʹ Κλεοπάτρας ἔτη τʹ. Ἀλεξάνδρεια ἡ κατ' Αἴγυπτον ζʹ ἔτει Ἀλεξάνδρου ἐκτίσθη. Τῷ αὐτῷ ἔτει τοὺς ἐν Σαμαρείᾳ διὰ τὸν Ἀνδρομάχου φόνον ἐπανιὼν Ἀλέξανδρος ἐξ Αἰγύπτου ἐτιμωρήσατο, Μακεδόνας ἐγκατοικίσας τῇ πόλει αὐτῶν. Τῷ αὐτῷ ἔτει ἡ ἐν Ἀρβήλοις τῆς Μηδικῆς ἤχθη μάχη, καθ' ἣν Δαρεῖος μὲν ὑπὸ τῶν περὶ Βῆσσον ἀνῃρέθη τῶν Βακτριανῶν, Ἀλέξανδρος δὲ τὴν Περσικὴν βασιλείαν σὺν τῇ Βαβυλῶνι καὶ Σουσᾶν προσηγάγετο, διαρκέσα σαν ἀπὸ Κύρου ἕως Δαρείου ἔτη σλʹ. ὁ αὐτὸς Ὑρκανοὺς καὶ Μάρδους ἐχειρώσατο, Βῆσσος συνελήφθη, Ἀλέξανδρος Σογδιανὴν κατεστρέψατο. ὁ αὐτὸς τὴν Ἀορνὴν πέτραν ἐχειρώσατο καὶ Βερναβοᾶν ποταμὸν Ἰνδῶν πρὸς Δάνδαμιν διέβη Βραχμανόν. 315 Σπουδὴν θέμενος τὸ εροʹ ἔτος τοῦ κόσμου κατὰ τὸ τέλος Ἀλεξάνδρου τοῦ Μακεδόνος ἀποδεῖξαι συντρέχον, ὡς ἂν καὶ τὰ ἀπὸ Φιλίππου μετὰ Ἀλέξανδρον ἔτη λαμβανόμενα κατὰ τοὺς Πτολεμαίου προχείρους τῆς ἀστρονομίας κανόνας ὁμοφωνεῖν ἐν τοῖς ἐφεξῆς ἡμῖν ἔτεσιν, εὗρον Κῦρον τὸν αʹ βασιλέα Περσῶν ἐν τοῖς ἀπὸ Ναβονασάρου καταγομένοις ἐπὶ Ἀλέξανδρον ἔτεσιν θʹ μόνον ἔτη βασιλεύσαντα Περσῶν ἐν πᾶσι τοῖς ἀκριβέσι κανονίοις. μὴ δυνάμενος δὲ Κῦρον οὕτω στοιχειῶσαι διὰ τὸ ταῖς θείαις γραφαῖς ἀντιπίπτειν (ἁπανταχοῦ γὰρ λαʹ ἔτη κεῖται βασιλεύσας παρὰ τοῖς ἐκκλησιαστικοῖς ἱστορικοῖς) ἐξ ἀνάγκης ἐκ τῶν Ὤχου χρόνων ἀμφιβαλλομένων παρ' ἐνίοις ὑφελὼν ἔτη τὰ δοκοῦντα εἶναι περιττὰ ἀντὶ τῶν καʹ εʹ μόνα ἐπ' αὐτοῦ ἐστοιχείωσα, καὶ ἔστιν ὁ κανὼν σύμφωνος. Ὁ περὶ τῆς βασιλείας Μακεδόνων λόγος διὰ τὴν ἀρετὴν Ἀλεξάνδρου καὶ Φιλίππου τοῦ πατρὸς αὐτοῦ τοῖς φιλομαθέσι καὶ περὶ ταῦτα σπουδά ζουσιν ἀναγκαῖος πέφυκε. προκείσθω γοῦν κεφαλαιωδῶς ὑπὸ μίαν σύνοψιν ἀρχόμενος ἀπὸ Καράνου τοῦ πρώτου βασιλέως Μακεδόνων ἕως Ἀλεξάνδρου. τὸ μὲν οὖν πρῶτον γένος τοῖς βασιλεῦσι τῶν Μακεδόνων εἰς Ἡρακλέα ἀναφέρεται. μετὰ γὰρ τὴν ἅλωσιν Τροίας ἔτεσιν πʹ Ἡρακλεῖδαι κατέσχον τὴν Πελοπόννησον, ἐξ ὧν αἱ τῶν Κορινθίων καὶ Λακεδαιμονίων βασιλεῖαι πρῶται συνέστησαν. χρόνοις δὲ ὕστερον περὶ τὰ τέλη τούτων ἡ τῶν Μακεδόνων ἤρξατο βασιλεία οὕτως. Κάρανος ὁ Ἀργεῖος ἀδελφὸς ὢν Φείδωνος ἑνὸς τῶν ἀφ' Ἡρακλέους 316 καταγόντων τὸ γένος καὶ τῆς Ἀργείας βασιλεύοντος σπουδάζων ἑαυτῷ χώραν κατακτήσασθαι δύναμιν ἤθροισε παρὰ τοῦ ἀδελφοῦ καὶ ἐκ τῆς ὅλης Πελοποννήσου, μεθ' οἷς τοῖς ὑπὲρ Μακεδονίαν τόποις ἐπιστρατεύσας, συμμαχήσας ἅμα καί τινι τῶν Ὀρεστῶν λεγομένων δυνάστῃ περὶ τὴν χώ ραν κατὰ τῶν πλησιοχώρων βαρβάρων, τὴν ἡμίσειαν ἔλαβε χώραν καὶ πόλιν ἤγειρε κατὰ χρησμὸν καὶ βασιλείαν ἐν αὐτῇ συνεστήσατο, ἣν οἱ κατὰ γένος ἐξ αὐτοῦ καὶ μετ' αὐτὸν διεδέχοντο. Οὗτος ὁ Κάρανος ἀπὸ μὲν Ἡρακλέους ιαʹ ἦν, ἀπὸ δὲ Τημένου τοῦ μετὰ τῶν ἄλλων Ἡρακλειδῶν κατελθόντος εἰς Πελοπόννησον ζʹ. γενεαλογοῦσι δ' αὐτὸν οὕτως, ὥς φησιν ὁ Διόδωρος, οἱ πολλοὶ τῶν συγγραφέων, ὧν εἷς καὶ Θεόπομπος. Κάρανος Φείδωνος τοῦ Ἀριστοδαμίδα τοῦ Μέροπος τοῦ Θεοστίου τοῦ Κισσίου τοῦ Τημένου τοῦ Ἀριστομάχου τοῦ Κλεαδάτους τοῦ Ὕλλου τοῦ Ἡρακλέους. ἔνιοι δὲ ἄλλως, φησί, γενεαλογοῦσι, φάσκοντες εἶναι Κάρανον Ποίαντος τοῦ Κροίσου τοῦ Κλεοδαίου τοῦ Εὐρυ βιάδα τοῦ Δεβάλλου τοῦ Λαχάρους τοῦ Τημένου, ὃς καὶ κατῆλθεν εἰς Πελοπόννησον. Οὗτος ὁ Κάρανος λʹ ἔτη ἐβασίλευσε· μεθ' ὃν Κοῖνος παῖς ἔτη κηʹ. μετὰ δὲ τοῦτον ὁ υἱὸς Κάρανος ἔτη λʹ Τυριμμᾶς ἔτη μεʹ, καὶ τὴν λοιπὴν τῆς Μακεδονίας προσελάβετο χώραν καὶ καθ' ὅλου τὴν βασιλείαν ηὔξησεν. εἶτα Ἀργεῖος παῖς Τυριμμᾶ ἔτη λδʹ, μεθ' ὃν Φίλιππος υἱὸς Ἀργείου ἔτη λεʹ. πρὸς οἷς Ἀλκέτας ὁ Φιλίππου υἱὸς ἔτη***, εἶτ' Ἀμύντας υἱὸς Ἀλκέτου ἔτη***, ἑξῆς Ἀλέξανδρος Ἀμύντου. Οὗτος κατὰ τὴν Ξέρξου διάβασιν Πέρσαις ἔδωκεν ὕδωρ καὶ γῆν. οὗτος ἔσχε βʹ υἱούς, Περδίκκαν καὶ Ἀμύνταν, ὧν Περδίκκας μὲν ἐβασίλευσεν ἔτη***, Ἀμύντας δὲ πάντα τὸν βίον ἰδιωτικῶς ζήσας κατέλιπεν υἱὸν Ἀριδαῖον, οὗ παῖς γέγονεν Ἀμύντας ἕτερος ὁμώνυμος τῷ πάππῳ, περὶ οὗ 317 ἑξῆς λεχθήσεται, πῶς ἐπὶ τὴν βασιλείαν παρῆλθε. μετὰ γὰρ Περδίκκαν Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιδʹ, πρὸς ὃν καὶ Εὐριπίδης τρα γῳδοποιὸς παραγενηθεὶς πάντα τὸν χρόνον διῆξε τιμώμενος παρ' αὐτῷ. Ἀρχελάου δ' ἀναιρεθέντος διεδέξατο τὴν βασιλείαν Ὀρέστης υἱὸς αὐτοῦ ἔτη δʹ. ὃν ἀνεῖλεν Ἀερόπας ἐπίτροπος καὶ ἐβασίλευσε μετ' αὐτὸν ἔτη δʹ. μεθ' ὃν Ἀμύντας ἔτος αʹ βασιλεύσας ὑπὸ Μακεδόνων ἐξεβλήθη. καὶ Ἀμύντας ὁ προρρηθεὶς καθείρχθη, υἱὸς μὲν Ἀριδαίου τοῦ υἱοῦ Ἀμύντουτοῦ Ἀλεξάνδρου, καθ' ὃν, ὡς προείρηται, γέγονεν ἡ Ξέρξου διάβασις ἐπὶ τὴν Ἑλλάδα. Ἀμύντου τοίνυν τούτου βασιλεύσαντος ἔτη ιβʹ διεδέξατο τὴν ἀρχὴν Ἀλέξανδρος υἱὸς αὐτοῦ πρῶτος ἔτος αʹ. μετὰ δὲ τοῦτον Πτολεμαῖος ἦρξεν ὁ λεγόμενος Ἀλωρίτης, ἀλλότριος τοῦ γένους, ἔτη***. τοῦτον ἀνελὼν Περδίκκας υἱὸς καὶ αὐτὸς Ἀμύντου, ἔτη κγʹ κρατήσας τῆς βασιλείας Μακεδόνων, δεόντως τε ἅπαντα πράξας καὶ κατὰ τάξιν, μεγίστην πασῶν τῶν κατὰ τὴν Εὐρώπην ἀναδείξας τὴν Μακεδόνων ἀρχήν, οὗτος τοὺς περὶ τὴν χώραν ἅπαντας ἐδουλώσατο πο λεμίους, βουληθεὶς καὶ αὐτοὺς Ἕλληνας ὑπὸ χεῖρα ποιήσασθαι, μεγάλην κτησάμενος δύναμιν καὶ Τριβάλλους ὑποτάξας. ἐπ' αὐτοῦ Πλάτων μὲν τελευτᾷ καταγηράσας, Ἀριστοτέλης δ' ὁ Σταγειρίτης Νικομάχου παῖς ἤνθει, οὗ καὶ ἀκροατὴς γέγονεν Ἀλέξανδρος ὁ Φιλίππου τούτου παῖς ἐξ Ὀλυμπιάδος γαμετῆς, ἣν Ἕλληνές φασιν ἐξ Ἀχιλλέως τοῦ Θέτιδος φέρειντὸ γένος. Φίλιππος οὗτος πρὸ μικροῦ χρόνου τῆς τελευτῆς τὸ Βυζάντιον ἐπολιόρ κησε· συμμαχούντων δὲ Βυζαντίοις Ἀθηναίων διὰ Χάρητος στρατηγοῦ ἀποτυχὼν ὁ Φίλιππος ἐπὶ Χερρόνησον χωρεῖ, καὶ ταύτην λαβὼν ἐπανῆλθε. τότε καὶ Ἀθηναίοις σπένδεται βασιλεύσας, ὡς προλέλεκται, ἔτη κγʹ, καὶ ἀναιρεθεὶς ὑπὸ Παυσανίου κατὰ τὴν ριʹ ὀλυμπιάδα ἀρχομένην, καθ' ἣν 318 Ἀλέξανδρος παῖς ἐβασίλευε Μακεδόνων. μετὰ γὰρ τὸν πατέρα Φίλιππον ἀναδέδεικται κατὰ τὸ αʹ ἔτος Δαρείου Ἀρσάμου Περσῶν βασιλέως μετὰ Κῦρον γεγονότος. Μέχρι τοῦ νῦν τῆς ἀρχῆς Ἀλεξάνδρου γίνεται χρόνος ἀπὸ μὲν αʹ ὀλυμπιάδος καὶ αὐτῆς ἀρχομένης, καθ' ἣν Ῥωμύλος Ῥώμην κτίζει, ἔτη υκʹ, ἀπὸ δὲ Τροίας ἁλώσεως ἔτη ωʹ. Ἀλέξανδρος οὖν εἰκοστὸν ἄγων ἔτος κατὰ Δέξιππον πᾶσαν ἄσκησιν ἠσκημένος σωματικήν, αὐτοῦ τε γνησιώτατος Ἀριστοτέλους γεγονὼς τοῦ δαιμονιῶντος φοιτητής, ἐπὶ τὴν πατρῴαν παρῆλθε βασιλείαν. καὶ πρῶτον μὲν Θρᾴκης καὶ Ἑλλάδος ἁπάσης πλὴν Λακεδαίμονος μόνης κρατήσας, εἰς τὴν μεγάλην Ἀσίαν διὰ τὸν Περσικὸν περαιοῦται πόλεμον, ἐν Γρανικῷ τε ποταμῷ πρότερον καταγωνισάμενος τῶν Περσικῶν στρατευμάτων, ἔπειτα καὶ ἐν Ἰσσῷ τῆς Κιλικίας αὐτῷ πολεμεῖ Δαρείῳ, καὶ τελευταῖον εἴσω χωρεῖ τῆς Ἀσσυρίας. καταλαβὼν δὲ Δαρεῖον ὑπὸ Βησσᾶ τινος τῶν ἀρχόντων ἀναιρεθέντα θάπτει μεγαλοπρεπῶς, ἔχων ἤδη τὴν αὐτοῦ γαμετὴν ἀπὸ τῆς ἐν Ἰσσῷ μάχης σὺν τῇ μητρί τε καὶ τοῖς τέκνοις. βασιλεύει δὲ βασιλείαν Περσικὴν ἅμα τῇ βαρβάρῳ διαίτῃ. γενόμενος δὲ καὶ ἐν Καυκάσῳ κρατεῖ τῶν αὐτόθι βαρβάρων Μαιώτιδος λίμνης ἐλθών. κἀκεῖθεν μεταχωρήσας ἐπὶ τοὺς Ἰνδοὺς παντός τε κρατήσας ἔθνους Ἰνδικοῦ μέχρι ποταμοῦ Γάγγου πάλιν ἀναζεύγνυσι διὰ τοῦ Ἰνδοῦ ποταμοῦ μέχρι τῆς Ἰνδικῆς θαλάσσης, καὶ οὕτως εἰς τὴν Ἀσσυρίαν ἐπάνεισι Βαβυλῶνα, πᾶσαν ἔχων Εὐρώπην ὑπὸ χεῖρα καὶ τὴν Ἀσίαν. τελευτᾷ δὲ τὸν βίον ἐκεῖ νόσῳ καμών. θάπτεται δὲ μετὰ βραχὺ τὸ σῶμα εἰς τὴν κατ' Αἴγυπτον Ἀλεξάνδρειαν, ἣν μετὰ τὴν ἐν Ἰσσῷ μάχην αὐτὸς ᾠκοδομήσατο, Τύρον καὶ Γάζαν καὶ τὰς λοιπὰς πόλεις παραστησάμενος πλὴν Ἱεροσολύμων διὰ τὴν ἑξῆς παρατεθησομένην αἰτίαν, ἐκ Παλαιστίνης εἰς Αἴγυπτον ἐλθών· θάπτεται οὖν τὸ σῶμα σταλὲν εἰς Ἀλεξάνδρειαν ὑπὸ 319 Ἀριδαίου ἀδελφοῦ αὐτοῦ πρὸς πατρός, ὃς μετὰ Ἀλέξανδρον ἦρξε Μακεδόνων, μετονομασθεὶς ὑπ' αὐτῶν Φίλιππος, σὺν Ἀλεξάνδρῳ ἐκ Ῥωξάνης τῆς Δαρείου παιδὸς τοῦ μεγάλου Ἀλεξάνδρου, ἐγγὺς ἔτη ζʹ. ἀπὸ τῆς ἀρχῆς οὖν τούτου οἱ χρόνοι τῶν προχείρων κανόνων κατὰ Πτολεμαῖον ληφθέντες καὶ τὰ κατὰ ἀποκατάστασιν Αἰγυπτιακοῦ ἔτους ψηφίζονται. Ὅσα μὲν οὖν ἐχρῆν πρὸ τῆς Ἀλεξάνδρου βασιλείας περὶ τῆς Μακεδόνων ἀρχῆς παραθέσθαι συνοπτικῶς ἤδη προτέτακται μέχρις αὐτοῦ. λοιπὸν δὲ καὶ τοὺς μετ' αὐτὸν διαδεξαμένους τὴν ἡγεμονίαν ἐπισημοτέρους ἄξιον εἰπεῖν καὶ αὐτοὺς ἐν κεφαλαίῳ. Μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν διαιροῦνται τὴν ἡγεμονίαν Μακεδόνων μέν, ὡς ἤδη λέλεκται, Ἀριδαῖος ἀδελφὸς αὐτοῦ πρὸς πατρὸς ἐκ Φιλίννης τῆς Θετταλῆς ὁ ἐπικληθεὶς Φίλιππος πόθῳ τῶν Μακεδόνων τῷ πρὸς τὸν πατέρα Φίλιππον, καὶ Ἀλέξανδρος παῖς Ἀλεξάνδρου ἐκ Ῥωξάνης τῆςὈξυάρτου· εἶτα καὶ οἱ λοιποὶ καθ' ἑαυτοὺς ἕκαστος, ὧν οἱ προὔχοντες ἦσαν Πτολεμαῖος ὁ Λάγου κληρωσάμενος τὴν Αἰγύπτου βασιλείαν, Σέλευκος ὁ Νικάτωρ Συρίας καὶ Κιλικίας μέχρι Βαβυλῶνος, Περδίκκας ὁ λαβὼν παρὰ Ἀλεξάνδρου τὸν δακτύλιον ἐπὶ τῆς μεγάλης τάττεται Φρυγίας, Λυσίμαχος τὴν εἰς δεξιὰ τοῖς πλέουσι τὸν Πόντον ἡγεμονίαν παραλαμβάνει, Ἀντίγονος Φρυγίας τῆς μικρᾶς καὶ Παμφυλίας καὶ Λυκίας ἄρχει, Εὐμένης Παφλαγονίας καὶ Καππαδοκίας κληροῦται, Κάσανδρος ὁ Ἀντιπάτρου σὺν τῷ πατρὶ τὴν Ἀριδαίου καὶ Ἀλεξάνδροδιοικεῖ βασιλείαν ἐν Μακεδόσι καὶ τῆς Ἑλλάδος κρατεῖ. Ταῦτα πάντα συντρέχει κατὰ τὴν ριεʹ ὀλυμπιάδα, καθ' ἣν ἀρχομένην, ἢ πρὶν ἄρξασθαι, τὸν Ἀριδαῖον Ὀλυμπιὰς κτείνει ἡ Ἀλεξάνδρου μήτηρ ἡ