Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 320 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
320.1.1
παρὰ Αἰακοῦ σταλεῖσα τοῦ βασιλέως Ἠπείρου, ἢ τοῦτον φυγοῦσα καὶ πρὸς Μακεδόνας ἐλθοῦσα· διττῶς γὰρ ἱστορεῖται. τοῦτον μὲν οὖν ἀνελοῦσα σὺν τῇ γαμετῇ ἑβδόμῳ ἔτει τῆς μετὰ Ἀλέξανδρον βασιλείας αὐτοῦ καὶ αὐτὴ μετὰ βραχὺν χρόνον ἀναιρεῖται ὑπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου· βασιλεύει δὲ Μακεδόνων ἀρξαμένη σὺν δύο παισὶν Ἀλεξάνδρου, τῷ τε ἐκ Φαρσίνης τῆς Φαρναβάζου Ἡρακλεῖ καλουμένῳ καὶ Ἀλεξάνδρῳ τῷπρορρηθέντι ἐκ Ῥωξάνης τῆς θυγατρὸς Ὀξυάρτου Βακτρῶν βασιλέως, οὓς καὶ αὐτοὺς ὁ Κάσανδρος ἀνελών, τὴν δὲ Ὀλυμπιάδα καὶ ἄταφον ἐκρίψας, ἑαυτὸν Μακεδόσι βασιλέα ἀνηγόρευσε, γήμας τὴν Φιλίππου τοῦ βασιλέως γαμετὴν Θεσσαλονίκην, καὶ βασιλεύσας ἔτη ιθʹ, φθινάδι τε νόσῳ διαλυθείς, ἐπὶ τρισὶν υἱοῖς, Φιλίππῳ, Ἀλεξάνδρῳ καὶ Ἀντιπάτρῳ· ὧν Φίλιππος πρῶτος ἦρξε μετὰ Κάσανδρον τὸν πατέρα Μακεδόνων ἐν Ἐλατείᾳ θανών, Ἀντίπατρος δὲ Θεσσαλονίκην ἀνελὼν τὴν ἰδίαν μητέρα συμπράττουσαν Ἀλεξάνδρῳ τἀδελφῷ περὶ τῆς βασιλείας εἰς Πόντον φεύγει πρὸς Λυσίμαχον καὶ ἀναιρεῖται ὑπ' αὐτοῦ, καίπερ γήμας θυγατέρα αὐτοῦ. Ἀλέξανδρος δὲ Λυσάνδραν τὴν Πτολεμαίου γαμεῖ, παρὰ Δημητρίου δὲ ἀναιρεῖται τοῦ Πολιορκητοῦ, συμμαχήσειν κατὰ Ἀντιπάτρου τοῦ νεωτέρου ἀδελφοῦ τοῦτον προσκαλεσάμενος, καὶ ἄρχει Μακεδόνων Δημήτριος. Ὁ Ἀντιγόνου μὲν παῖς οὗτος τοῦ τὴν μικρὰν κληρωσαμένου Φρυγίαν, ὡς ἀνωτέρω προείρηται, φοβερωτάτου δὲ τῶν τότε κατὰ τὴν Ἀσίαν βασιλέων, ὃς καὶ ἐν Φρυγίᾳ θνήσκει πάντων αὐτῷ διαφόρων ἐπιτεθέντων δυναστῶν, ἔτη ιηʹ τῆς βασιλείας κρατήσας· Πολιορκητὴς δὲ ἐπικληθεὶς διὰ τὸ μετὰ θάνατον Ἀντιγόνου τοῦ πατρὸς ἐν Ἐφέσῳ διασωθῆναι φυγάς, ἡνίκα τῆς ὅλης Ἀσίας ἀποσφαλεὶς ὤφθη δεινότατος ἐν τῇ πολιορκίᾳ βασιλεύσας ἁπάντων τῶν τηνικαῦτα. Οὗτος τῆς μὲν Ἀσίας τῆς μικρᾶς ἔτη ιζʹ, Μακεδόνων δὲ ςʹ ἐβασίλευσεν ἔτη μόνα μετὰ τὸ ἀνελεῖν Ἀλέξανδρον τὸν Κασάνδρου, καὶ ἐκβάλλεται τῆς ἀρχῆς ὑπὸ Πύρρου βασιλέως Ἠπείρου, υἱοῦ μὲν Αἰακοῦ τοῦ Ἠπειρώ 321 του δυνάστου διαδεξαμένου τὴν Ἠπειρωτικὴν ἀρχὴν ἀπ' αὐτοῦ, εἰκοστοῦ δὲ καὶ τρίτου ἀπὸ Ἀχιλλέως τοῦ Θέτιδος καὶ Πηλέως, ἀνδρὸς καὶ χειρὶ δυνατοῦ καὶ εὐβουλίᾳ στρατηγικοῦ· ὃς Πύρρος ἐκβαλὼν Δημήτριον, ὡς προσηκούσης αὐτῷ τῆς Μακεδόνων ἀρχῆς μετὰ τὸ γένος Φιλίππου διὰ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου τοῦ κτίστου μητέρα φέρουσαν ἐκ Πύρρου τοῦ καὶ Νεοπτολέμου παιδὸς Ἀχιλλέως τὸ γένος, ἐκράτησε Μακεδόνων μῆνας ζʹ. Λυσίμαχος δὲ ὁ Θετταλὸς Ἀγαθοκλέους παῖς, εἷς τῶν Ἀλεξάνδρου δορυφόρων, Θρᾴκης τε καὶ Χερρονήσου τῆς λοιπῆς τε βασιλεύων ὁμόρου χώρας, τῷ Πόντῳ καὶ τῇ Μακεδονίᾳ ταύτῃ ἐπιδραμὼν ὡς γείτονι, Πύρρον μὲν διεδέξατο, αὐτὸς δὲ ἐβασίλευσε Μακεδόνων ἔτη εʹ καὶ μῆνας ςʹ. οὗτος ἡττηθεὶς ἐν τῇ πρὸς Σέλευκον τὸν Νικάτορα μάχῃ βασιλέα Συρίας καὶ Ἀσίας, τὸν αἰχμάλωτον ἑλόντα καὶ τὸν Πολιορκητὴν Δημήτριον, ἐκπίπτει τῆς ἀρχῆς. Φανεροῦ δὴ ὄντος τοῦ τρόπου, καθ' ὃν Ἀντίγονός τε ὁ τῆς μικρᾶς Φρυγίας καὶ Παμφυλίας καὶ Λυκίας ἄρξας εὐθὺς μετὰ Ἀλέξανδρον τέθνηκε, καὶ ὅπως ὁ τούτου παῖς Δημήτριος δόλῳ κρατήσας Μακεδόνων ὑπὸ Πύρρου ἐξεβλήθη, αἰχμάλωτός τε ἁλοὺς ὑπὸ Σελεύκου ἐν Κιλικίᾳ τηρούμενος βασιλικῶς θνήσκει, καὶ αὖθις ὁ Λυσίμαχος Πύρρον ἐκβαλὼν Μακεδόνων ἐβασίλευσεν ὑπὸ Σελεύκου τε τοῦ Νικάτορος καταπολεμηθεὶς ἐκπέπτωκε τῆς ἀρχῆς, ὑπολείπεται δεῖξαι καὶ Σέλευκον ὅπως τῆς βασιλείας ἔτυχε. Πτολεμαῖος ὁ Λάγου πρῶτος τῆς Αἰγύπτου μετὰ Ἀλέξανδρον βασιλεύ σας ἔτη μʹ, ἐλθὼν εἰς Παλαίγαζαν συνάπτει μάχην Δημητρίῳ τῷ Ἀντιγόνου, καὶ νικήσας ἀναδείκνυσι Σέλευκον βασιλέα Συρίας καὶ τῶν ἄνω τόπων. Σέλευκος δ' ἀναβὰς μέχρι Βαβυλωνίας καὶ κρατήσας τῶν βαρβάρων βασιλεύει ἔτη λβʹ. διὸ καὶ Νικάνωρ ἐπεκλήθη. τῷ γοῦν λβʹ ἔτει τῆς βασιλείας αὐτοῦ, οεʹ τῆς ὅλης ζωῆς, Λυσίμαχον ἐκβαλὼν τῆς Μακεδονικῆς ἀρχῆς, ἐπαρθεὶς δὲ ἐπὶ τῇ νίκῃ καὶ αὐτὸς ἀναιρεῖται πρὸς Πτολεμαίου τοῦ Λάγου τοῦ Κεραυνοῦ λεγομένου, μέλλων καὶ Μακεδόνων ἄρχειν, καὶ κρατεῖ Μακεδόνων Πτολεμαῖος. Οὗτος ὁ Λάγου καὶ Εὐρυδίκης παῖς τῆς Ἀντιπάτρου Σέλευκον ἀνελὼν εὐεργέτην τε ὄντα ἑαυτοῦ καὶ ἐκ φυγῆς ὑποδεξάμενον ἔτος ἓν καὶ μῆνας 322 εʹ ἀναιρεῖται καὶ αὐτός, Γαλάταις πολεμῶν, κατακοπεὶς μετὰ τῆς δυνά μεως καὶ τῶν ἐλεφάντων. Κατὰ δὲ τοὺς χρόνους τούτους τῶν Γαλατῶν ἐπικειμένων τῇ Μακεδονίᾳ καὶ λεηλατούντων αὐτὴν διὰ τὸ πολλοὺς ἐπεμβαίνοντας τῇ βασιλείᾳ πρὸς βραχὺ κρατεῖν καὶ ἐκπίπτειν αὐτῆς, ὧν εἷς καὶ Μελέαγρος ἀδελφὸς Πτολεμαίου τοῦ Λάγου, πρὸς ὀλίγας ἡμέρας δυναστεύσας καὶ ἐκπεσών, ὡσαύτως δὲ καὶ Ἀντίπατρος ἡμέρας μεʹ· μεθ' οὓς Σωσθένης· ἔτι δὲ Πτολεμαῖος· πρὸς δὲ τούτοις Ἀλέξανδρος καὶ Πύρρος ὁ Ἠπειρώτης. οἳπάντες ἔτη γʹ κατὰ Διόδωρον. Ἀντίγονος ὁ Γονατᾶς ἐπικληθεὶς διὰ τὸ ἐν Γόνοις τῆς Θετταλίας τραφῆναι υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ βασιλεύει Μακεδόνων ἔτη μδʹ, προβασιλεύσας ἔτη ιβʹ τῆς Ἑλλάδος, καὶ μετὰ ταῦτα τῆς Μακε δονικῆς ἀρχῆς σὺν τῇ Ἑλλαδικῇ ἀντιποιησάμενος ἓν κράτος. μετὰ τοῦτον ὁ υἱὸς Δημήτριος ἔτη ιʹ βασιλεύσας τελευτᾷ καταλιπὼν Φίλιππον υἱὸν νήπιον. τούτου ἐπίτροπος Ἀντίγονος κατασταθεὶς ὁ Δημητρίου κρατεῖ Μακεδόνων ἔτη ιβʹ, κατὰ δὲ τὸν Διόδωρον ἔτη θʹ. μεθ' ὃν ὁ Φίλιππος αὐξηθεὶς ἀπέλαβε τὴν πατρῴαν ἀρχήν, καὶ ἦρξεν ἔτη μβʹ. τούτου τελευ τήσαντος διεδέξατο τὴν ἀρχὴν Περσεὺς ἔτη ιʹ ἢ θʹ, κατά τινας ὕστατος βασιλεὺς Μακεδόνων γεγονὼς ὑποχείριός τε Ῥωμαίοις καὶ τὸν βίον οἰκτρῶς καταστρέψας κατὰ τοὺς χρόνους τῶν Μακκαβαίων. Τῆς μὲν οὖν πρὸς Ῥωμαίους δυστυχοῦς μάχης Φίλιππος προκατῆρξεν ὁ Περσέως πατήρ, τοῦ δὲ αἰσχίστου τέλους Περσεὺς ἀπήλαυσε σὺν τοῖς ὑπ' αὐτὸν Μακεδόσι καὶ τοῖς συμμαχήσασιν Ἰλλυριοῖς καὶ Ἠπειρώταις καὶ Μολοσσοῖς. Αἰμίλιος γὰρ Μάρκος Ῥωμαίων ὕπατος καὶ ἄριστος στρατηγὸς Περσέα λαβὼν αἰχμάλωτον, τοῦτον μὲν ἄδικον πρὸς Ῥωμαίους ἐξαγαγόντα παρὰ τὰς συνθήκας πόλεμον εἰς ἐλευθέραν ἀπέθετο φυλακήν, τὰς δὲ πόλεις Μακεδόνων καὶ Ἰλλυριῶν ἁλούσας παρ' ἐλπίδα πάσας ἐλευθέρας ἀφῆκε, καίτοι μεγάλων μεγάλους κινδύνους ὑπομεινάντων Ῥωμαίων πολλάκις ἐν τοῖς πρὸς Περσέα πολέμοις, καὶ πρό γε τούτου κρατήσαντες πολέμῳ 323 Φιλίππου τοῦ πατρὸς αὐτοῦ καὶ Ἀντιόχου τοῦ μεγάλου, καὶ τοσοῦτον ἐπ' αὐτοῖς φιλανθρωπευθέντων, ὡς μὴ μόνον τὰς βασιλείας αὐτῶν ἔχειν, ἀλλὰ καὶ φίλους αὐτοὺς εἶναι συγχωρησάντων· ἐφ' οἷς ἑαυτοὺς Μακε δόνες ἀγνωμονήσαντες ἀναξίους ἐδόκουν ἔσεσθαι παντὸς ἐλέους χειρω θέντες Ῥωμαίοις σὺν τῷ Περσεῖ. ἀλλ' ἡ σύγκλητος ἀμνησικάκως καὶ μεγαλοψύχως αὐτοῖς προσηνέχθη, τὴν ἐλευθερίαν ἀντὶ δουλείας χαρι σαμένη, ὁμοίως δὲ καὶ τοῖς Ἰλλυριοῖς. καὶ τούτων γὰρ τὸν βασιλέα Γετίωνα αἰχμάλωτον ἔλαβον σὺν τῷ Περσεῖ. Εὐγενῶς οὖν δυνατοῖς Ῥωμαῖοι τὴν ἐλευθερίαν χαρισάμενοι τὰ ἡμίση δίδειν τῶν τελῶν προσέταξαν ὧν πρότερον ἐτέλουν τοῖς ἰδίοις βασιλεῦσιν· ἐξέπεμψάν τε ιʹ μὲν πρεσβευτὰς ἐκ τοῦ συνεδρίου εἰς Μακεδονίαν, εʹ δὲ εἰς Ἰλλυριούς, οἳ καὶ πρὸς Αἰμίλιον Μάρκον ἐλθόντες συνεῖδον τὰ τείχη Δημητριάδος πόλεως Μακεδόνων πρώτης καθελεῖν, Ἀμφιλόχους δὲ τῶν Αἰτωλῶν ἀποζεῦξαι καὶ τοὺς ἐπιφανεῖς ἄνδρας τῶν Μακεδόνων εἰς ἓν συναγαγεῖν, ἔνθα ἐλευθέρους καὶ ἀφρουρήτους αὐτοὺς ἀφῆκαν. κατέλυσαν δὲ καὶ τὰς ἐκ τῶν μετάλλων ἀργύρου καὶ χρυσοῦ προσόδους διά τε τὸ τῶν ἐνοικούντων ἀνεπηρέαστον καὶ ὅπως μή τινες μετὰ ταῦτα νεωτερίζοιεν διὰ τῶν χρημάτων ἀνακτώμενοι τὴν Μακεδόνων ἀρχήν. Τὴν δὲ χώραν ὅλην διεῖλον εἰς δʹ μέρη, ὧν πρῶτον τὸ μεταξὺ Νέστου ποταμοῦ καὶ Στρυμόνος καὶ τὰ πρὸς ἀνατολὴν τοῦ Νέστου ἐρύμην καὶ τὰ πρὸς Ἄβδηρα καὶ Μαρώνειαν καὶ Αἶνον πόλεις, πρὸς δυσμὰς δὲ τοῦ Στρυμόνος Βισαλτία πᾶσα μετὰ τῆς ἐν τῇ Σικτικῇ Ἡρακλείας. Δεύτερον μέρος, ὅπερ ἀπὸ μὲν ἀνατολῆς ὁρίζει ὁ Στρυμὼν ποταμός, ἀπὸ δὲ δυσμῶν ὁ καλούμενος Ἄξιος ποταμὸς καὶ οἱ παρακείμενοι αὐτῷ τόποι. Τρίτον ὃ περιέχει κατὰ δυσμὰς μὲν ὁ Πηνειὸς ποταμός, κατὰ δὲ ἄρκτον τὸ λεγόμενον Βέρνον ὄρος, προστεθέντων καί τινων τόπων τῆς Παιονίας, ἐν οἷς καὶ πόλεις ἀξιόλογοι Ἔδεσσα καὶ Βέροια. Τέταρτον καὶ τελευταῖον, ὅπερ ὑπὲρ τὸ Βέρνον ὄρος συνάπτει τῇ Ἠπείρῳ καὶ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις. Ἡγοῦντο δὲ καὶ πόλεις δʹ τῶν αὐτῶν δʹ μερῶν· τοῦ μὲν πρώτου Ἀμφίπολις, τοῦ βʹ Θεσσαλονίκη, τοῦ γʹ Πέλλα καὶ τοῦ δʹ Πελαγωνία. 324 ἐν ταύταις ἀρχηγοὶ δʹ κατεστάθησαν καὶ οἱ φόροι ἠθροίζοντο, ἐν δὲ τοῖς ἐσχάτοις τῆς Μακεδονίας τόποις διὰ τὰς τῶν παρακειμένων ἐθνῶν ἐπιβουλὰς κατέστησαν στρατιώτας. Ἐπὶ τούτοις ὁ Αἰμίλιος ἀγῶνας καὶ πότους μεγαλοπρεπεῖς τῷ πλήθει συντάξας τὰ εὑρεθέντα χρήματα εἰς τὴν Ῥώμην ἀπέστειλε. καταλαβὼν δὲ καὶ αὐτὸς θρίαμβον καταγαγεῖν ἅμα τοῖς σὺν αὐτῷ στρατηγοῖς κελεύεται παρὰ τῆς συγκλήτου· καὶ πρῶτος μὲν Ἀνίκιος καὶ Ὀκταούιος ὁ τῆς ναυτικῆς δυνάμεως ἡγησάμενος, ἀνὰ μίαν ἡμέραν ἑκάτερος ἐθριάμβευσεν, ὁ δὲ σοφώτατος Αἰμίλιος ἐπὶ τρεῖς. Καὶ τῇ μὲν πρώτῃ ἅμαξαι χίλιαι διακόσιαι προῆλθον φέρουσαι λευκὰς καὶ τραχείας ἀσπίδας, καὶ ἄλλαι αςʹ ἅμαξαι πλήρεις ἀσπίδων χαλκῶν, καὶ ἕτεραι τριακόσιαι λόγχας καὶ σαρίσσας καὶ τόξα καὶ ἀκόντια γέμουσαι. προηγοῦντο δὲ αὐτῶν ὡς ἐν πολέμῳ σαλπιγκταί. ἦσαν δὲ καὶ ἄλλαι πολλαὶ ποικίλα εἴδη φέρουσαι ὅπλων, κάμακες ὀκτακόσιαι καθωπλισμέναι. τῇ δὲ δευτέρᾳ προεκομίσθη νομισμάτων τάλαντα χίλια, ἀργύρου τάλαντα δισχίλια διακόσια, ἐκπωμάτων πλῆθος, ἀγαλμάτων καὶ ἀνδριάντων ποικίλων ἅμαξαι πεντακόσιαι, ἀσπίδες τε χρυσαῖ καὶ πίνακες ἀναθεματι κοὶ πάμπολλοι. τῇ τρίτῃ προηγοῦντο λευκαὶ βόες εὐπρεπεῖς ρκʹ, χρυσοῦ τάλαντα ἐν φορήμασι διακοσίοις εἴκοσι, φιάλη δέκα ταλάντων χρυσοῦ διάλιθος, χρυσωμάτων παντοῖαι κατασκευαὶ ταλάντων δέκα, ἐλεφάντων ὀδόντες δισχίλιαι τριπήχεις, ἅρμα ἐλεφάντινον ἐκ χρυσοῦ καὶ λίθων, ἵππος φαλάροις διάλιθος καὶ τῇ λοιπῇ κατασκευῇ διαχρύσῳ πολεμικῶς κεκοσμημένος, κλίνη χρυσῆ στρωμναῖς πολυανθέσι κατεστρωμένη, φορεῖον χρυσοῦν περιπεπετασμένον πορφύραν, ἐφ' οἷς Περσεὺς ὁ δυστυχὴς βασιλεὺς Μακεδόνων ἅμα δυσὶν υἱοῖς καὶ θυγατρὶ μιᾷ καὶ τοῖς ἡγεμόσι διακοσίοις πεντήκοντα, στέφανοι τετρακόσιοι δοθέντες ἐκ τῶν πόλεων καὶ τῶν βασιλέων, καὶ ἐπὶ πᾶσιν Αἰμίλιος ἐφ' ἅρματος ἐλεφαντίνου καταπλήκτου. ΚΟΣΜΟΥ ΕΤΗ Ἰουδαίων ἀρχιεράτευσεν ζʹ Ὀνείας υἱὸς Ἰαδδοῦς ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
320.2.1
325 Ἰουδαίων Ὀνείας ἀρχιερεὺς ἐγνωρίζετο υἱὸς Ἰαδδοῦς ἀρχιερέως. Ἀρχιεράτευσεν ηʹ Σίμων υἱὸς Ὀνείου ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερζαʹ. Σίμων Ἰουδαίων ἀρχιερεὺς υἱὸς Ὀνείου ἐγνωρίζετο, ὃς δι' εὐσέβειαν πρὸς θεὸν δίκαιος ἐκλήθη καὶ τὴν πρὸς τοὺς ὁμοφύλους εὔνοιαν. Ἰουδαίων ἀρχιεράτευσεν θʹ Ἐλεάζαρ Σίμωνος ἀδελφὸς ἀντ' Ὀνείου παιδὸς Σίμωνος νηπίου καταλειφθέντος, ἐφ' οὗ αἱ γραφαὶ ἑρμηνεύονται, ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσιʹ. Ἰουδαίων ἀρχιεράτευσε ιʹ μετὰ Ἐλεάζαρον Μανασσῆς ὁ θεῖος τοῦ Ὀνείου ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσμβʹ. Ἰουδαίων ἀρχιεράτευσεν ιαʹ Ὀνείας ὁ προρρηθεὶς νήπιος υἱὸς Σίμωνος τοῦ δικαίου κληθέντος ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσξηʹ. Οὗτος Πτολεμαίου παρελογίσατο τὸν συνήθη φόρον μὴ τελῶν. Ἰώσηπ πος δέ τις ἀφανὴς Ἰουδαῖος πρὸς Πτολεμαῖον στειλάμενος καὶ δῆθεν τὴν ὀργὴν θεραπεύσας στρατηγὸς ὑπ' αὐτοῦ τῆς ὅλης Ἰουδαίας καθίσταται. ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων αʹ ἐβασίλευσε μετὰ Ἀλέξανδρον Φιλίππου ὁ Ἀριδαῖος ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εροαʹ. Πολυπέρχης υἱὸς Ἀντιπάτρου ἀνεῖλε τὸν Ἀριδαῖον. Μακεδόνων βʹ ἐβασίλευσε Κάσανδρος ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εροηʹ. Μακεδόνων τρεῖς ἐβασίλευσαν παῖδες Κασάνδρου Φίλιππος καὶ Ἀλέξανδρος καὶ Ἀντίπατρος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερζζʹ. Μακεδόνων δʹ ἐβασίλευσε Δημήτριος ὁ Ἀντιγόνου Πολιορκητὴς ὁ καὶ τῆς Ἀσίας ἔτη ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εςʹ. Μακεδόνων εʹ ἐβασίλευσε Πύρρος μῆνας ζʹ. Μακεδόνων ςʹ ἐβασίλευσε Λυσίμαχος ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εςςʹ. Μακεδόνων ζʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Λάγου ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσιʹ. 326 Μακεδόνων ηʹ ἐβασίλευσε Πτολεμαῖος Μελέαγρος ἀδελφὸς Πτο λεμαίου τοῦ Λάγου μῆνας βʹ. Τὴν Μακεδονίας ἀρχὴν Μελέαγρος παραλαμβάνει μετὰ τὴν ἀναίρεσιν Πτολεμαίου τοῦ Λάγου ἀδελφοῦ αὐτοῦ, ὃν εὐθὺς ἐκβάλλουσι Μακεδόνες μετὰ μῆνας βʹ ὡς ἀνάξιον φανέντα, καὶ ἀντ' αὐτοῦ βασιλεύουσιν Ἀντίπα τρον, ἀδελφιδοῦν μὲν Κασάνδρου, υἱὸν δὲ Φιλίππου, δι' ἀπορίαν γένους βασιλικοῦ. ὃν μετὰ εʹ ἡμέρας Σωσθένης δημοτικὸς ἐξήλασεν ὡς ἀδυνα τοῦντα στρατηγεῖν, Βέρνου τοῦ Γαλάτου ἐπιόντος αὐτοῖς, ὃν Σωσθένης ἐκδιώξας κρατεῖ καὶ αὐτὸς ἔτη βʹ τῶν Μακεδόνων. τούτου θανόντος ἀναρχία γέγονε. τῶν δὲ πραγμάτων προΐσταντο οἱ ἐξ Ἀντιπάτρου καὶ Πτολεμαίου καὶ Ἀριδαίου. τοῦ δὲ Ἀντιπάτρου ζῶντος καὶ τοῖς πράγμασιν ἐπιβουλεύοντος Ἀντίγονος υἱὸς Δημητρίου τοῦ Πολιορκητοῦ καὶ Κεφίλλας τῆς θυγατρὸς Ἀντιπάτρου μεταποιεῖται τῆς Μακεδόνων ἀρχῆς ἔτη μδʹ, ὃς ἐν Γόνασι τραφεὶς τῆς Θετταλίας Γονατᾶς ἐπεκλήθη. ἦν δὲ καὶ πρὸ τοῦ βασιλεῦσαι Μακεδόνων ἔτη ιβʹ βασιλεύσας. οὗτος τῆς πάσης Ἑλλάδος ἐγκρατῶς ἐκυρίευσε ζήσας ἔτη πγʹ. Μακεδόνων θʹ ἐβασίλευσεν Ἀντίπατρος ἡμέρας μεʹ. Μακεδόνων ιʹ ἐβασίλευσε Σωσθένης ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσιαʹ. Μακεδόνων ιαʹ ἀναρχίας ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσιγʹ. Μακεδόνων ιβʹ ἐβασίλευσεν Ἀντίγονος ὁ Γονατᾶς ἔτη μδʹ. τοῦ δὲ κό σμου ἦν ἔτος εσιεʹ. Μήλων παρέδωκε Ῥωμαίοις Τάραντον. Κατὰ τούτους τοὺς χρόνους Πύρρος ὁ Ἠπειρώτης, ὁ καὶ Μακεδόνων βασιλεύσας, πολεμεῖ Ῥωμαίοις προτραπεὶς ὑπὸ Ταραντίνων, καὶ κρατεῖ κατ' ἀρχὰς μὲν τοῦ πολέμου, πρὸς αὐτῇ σχεδὸν γεγονὼς τῇ Ῥώμῃ. τρα πεὶς δὲ ὕστερον φεύγει στρατηγοῦντος Κορνηλίου Λεντέλου τοῦ καὶ τὴν ὑπάτων ἔχοντος ἀρχήν. τὸ δὲ πλεῖστον ἀποβαλὼν τῆς δυνάμεως, οὕς τε εἶχεν ἐλέφαντας, οὐκ ἄλλοτε Ῥωμαίοις ὀφθέντας πρὸ τούτου, διαδιδρά σκει διὰ τῆς θαλάσσης εἰς Ἤπειρον ἐλθών. Πύρρος ὁ Ἠπειρώτης μετὰ τὴν πρὸς Ῥωμαίους μάχην καὶ τὴν ἐκεῖθεν 327 φυγὴν κατὰ Πελοποννησίων ἐπιστρατεύσας ἀναιρεῖται κεράμῳ πληγεὶς τὴν κεφαλὴν ὑπὸ γυναικὸς Ἀργολίδος ἀπὸ στέγους διὰ πυλίδος, εἰσβαλὼν τῇ πόλει καὶ βίᾳ τὸ Ἄργος ἑλεῖν. Μακεδόνων ιγʹ ἐβασίλευσε Δημήτριος υἱὸς Ἀντιγόνου· οὗτος Λιβύης πάσης καὶ Κυρήνης ἐκράτησε ἔτη ιʹ, τὴν πατρῴαν τε ἀρχὴν ἀνεκτήσατο. τοῦ δὲ κόσμου ἦν ἔτος εσνθʹ. ΑΛΕΞΑΝΔΡΕΩΝ ΒΑΣΙΛΕΙΣ Ἀλεξανδρείας καὶ Αἰγύπτου αʹ μετὰ τὸν Ἀλέξανδρον ἐβασίλευσε Πτο λεμαῖος ὁ Λάγου ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εροαʹ. Πτολεμαῖος ὁ Λάγου δόλῳ παραλαβὼν τὴν Ἱερουσαλὴμ καὶ ἀπάτῃ πολ λοὺς ἐκ τῆς Ἰουδαίας μετῴκισεν εἰς Αἴγυπτον, οὓς μετ' αὐτὸν ὁ Φιλ άδελφος Πτολεμαῖος ἠλευθέρωσεν. Ἀλεξανδρείας καὶ Αἰγύπτου βʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη ληʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσιαʹ. Πτολεμαίου τοῦ Λάγου κεραυνῷ τεθνεῶτος, ὡς προλέλεκται, ἐν τῇ κατὰ τῶν Γαλατῶν μάχῃ, τὴν μὲν Αἰγύπτου ἀρχὴν κληροῦται μετ' αὐτὸν Πτολεμαῖος ὁ Φιλάδελφος παῖς αὐτοῦ, ἀνὴρ τὰ πάντα σοφὸς καὶ φιλοπο νώτατος, ὃς πάντων Ἑλλήνων τε καὶ Χαλδαίων, Αἰγυπτίων τε καὶ Ῥωμαίων τὰς βίβλους συλλεξάμενος καὶ μεταφράσας τὰς ἀλλογλώσσους εἰς τὴν Ἑλλάδα γλῶσσαν, μυριάδας βίβλων ιʹ ἀπέθετο κατὰ τὴν Ἀλεξάνδρειαν ἐν ταῖς ὑπ' αὐτοῦ συστάσαις βιβλιοθήκαις. Οὗτος τὴν Φάρον Ἀλεξανδρείας μεγαλοπρεπῶς ἀνέστησε διὰ Σωστράτου Δεξιφάνους Κνιδίου, οὗ καὶ τὸ ὄνομα ἐπιγέγραπται ἐν τῷ ὑψηλοτάτῳ πύργῳ τῆς Φάρου οὕτως· Σώστρατος Δεξιφάνους Κνίδιος σωτῆρσι θεοῖς ὑπὲρ τῶν πλωϊζομένων. Ὁ αὐτὸς τοὺς κατ' Αἴγυπτον αἰχμαλώτους Ἰουδαίους μυριάδας ιβʹ ἐξωνησάμενος ταλάντοις υξʹ ἐκ τοῦ στρατεύματος ἐλευθέρους ἀνῆκε πόθῳ τῆς μεταφράσεως τῶν παρ' αὐτοῖς θείων εἰς τὴν Ἑλλάδα γλῶσσαν, ὑπὲρ 328 ὧν ἀναθήματα πολυτελῆ χρυσῷ πολλῷ καὶ λίθοις τιμίοις ἐμμελῶς κατ εσκευασμένα τῷ θεῷ ἐν Ἱεροσολύμοις ἐξέπεμψεν, Ἐλεαζάρῳ τε τῷ τηνικαῦτα ἀρχιερεῖ δῶρα πλεῖστα, καθὼς ἐν τοῖς Πτολεμαϊκοῖς γέγραπται, πρεσβευσάμενος σταλῆναι τὰς ἱερὰς δέλτους εἰς Ἀλεξάνδρειαν καὶ ἄνδρας ἱεροὺς ἀκριβῶς ἐπιστήμονάς τε αὐτῶν καὶ τῆς Ἑλλήνων ἐμπείρους παι δεύσεως, ὡς ἂν ἀσφαλῶς ἐκ τῆς Ἑβραίων φωνῆς ἑρμηνευθεῖεν αὐτῷ. τοῦτο δ' ἦν, οἶμαι, θείας ἔργον ῥοπῆς πόρρωθεν φιλούσης τῶν μεγάλων πραγμάτων τὰς ὑποθέσεις προκαταλαβέσθαι καὶ τοῖς ἔθνεσι πρὸ τῆς θείας σαρκώσεως ὁδοποιούσης τὴν θεόφραστον παίδευσιν. οʹ γὰρ ἄνδρας ἱεροὺς καὶ σοφοὺς κατ' ἄμφω τὰς γλώσσας ὁ αὐτὸς σοφώτατος βασιλεὺς ἐξ Ἱερουσαλὴμ σὺν ταῖς ἱεραῖς βίβλοις ἐχρυσογραφημέναις ἀποδεξάμενος καὶ τὴν αὐτῶν ἑτοιμότητα πρὸς πᾶσαν φυσικὴν καὶ μαθηματικὴν πεῦσιν ἐκπλαγείς, δώροις πρέπουσι φιλοθέῳ βασιλεῖ καὶ λόγοις ἠπίοις ἐξελιπά ρησε πάσῃ σπουδῇ ταύτας ἀφθόνως ἑρμηνευθῆναι, χωρίον εὐκραέστατον αὐτοῖς ἀφορίσας τὴν Φάρον. Οἱ δὲ θεοφιλεῖς ὄντες καὶ ταῖς ψυχαῖς ἡνωμένοι κατὰ συζυγίας διαιρε θέντες ἐν οβʹ ταῖς ὅλαις ἡμέραις ὁμοφώνως ἐπιπνοίᾳ θεοῦ τὴν ὅλην Ἑβραί ων φωνὴν μετέφρασαν. ἧς ἐπαναγνωσθείσης Πτολεμαίῳ τῷ Φιλαδέλφῳ καὶ τοῖς περὶ αὐτὸν σοφοῖς Δημητρίῳ τῷ Φαληρεῖ παρ' Ἕλλησιν ἀνδρὶ σπουδαίῳ καὶ πολυμαθεῖ, Μενεδήμῳ τε φιλοσόφῳ καὶ ἑτέροις ἀνθοῦσι τῷ τηνικαῦτα, ὡμολογήθη μόνη θεόπνευστος εἶναι παρὰ πᾶσαν γραφὴν ἐγνωσμένην αὐτοῖς. ἐπὶ τούτοις ἑορτάσας ὁ βασιλεὺς πλείστοις τε δώροις ἄλλοις φιλοτιμησάμενος αὐτοὺς καὶ τῷ ἀρχιερεῖ καὶ τῷ ἱερῷ ἐξέπεμψεν, εὐχαριστῶν τῷ τῶν ὅλων θεῷ. Τὰ κατὰ τὴν διάλιθον τράπεζαν τὴν σταλεῖσαν εἰς Ἱερουσαλὴμ καὶ τὸ φιλότιμον ἅμα καὶ φιλόσοφον Πτολεμαίου Ἰώσηππος ἱστορεῖ καταπλήκτῳ ἤχῳ, ὅπως τε Θεόπομπος φιλόσοφος παρεφρόνησε τολμήσας ἱστορῆσαι περὶ αὐτῶν καὶ Θεόδεκτος στρατηγικὸς ἐτυφλώθη δρᾶμα ποιήσας, ἄμφω τε μεταγνόντες ἰάθησαν. Ἀρισταίου ἑνὸς τῶν φίλων αἰτήσαντος Πτολε μαίου ιβʹ μυριάδες Ἰουδαίων ἐξωνήσεσι βασιλικοῖς χρήμασι παρὰ τοῦ στρατεύματος εἰς τὴν Ἰουδαίαν ἐξαπεστάλησαν, ρκʹ δραχμῶν ὑπὲρ ἑκά στου δοθεισῶν, ὡς εἶναι τὰ ὑπὲρ αὐτῶν λύτρα τάλαντα υξʹ. Ἀρισταῖον καὶ Ἀνδρέαν δύο πρωτίστους ἀρχόντων ὁ Φιλάδελφος ἐξέπεμψε Πτολεμαῖος εἰς Ἱερουσαλὴμ πρὸς Ἐλεάζαρον μετὰ σκευῶν χρυσῶν καὶ διαλίθων πολλῶν καὶ ἀργυρῶν ταλάντων ρʹ καὶ ἄλλων δώρων, αἰτῶν σταλῆναι αὐτῷ 329 τὰς θείας γραφὰς καὶ ἄνδρας σοφοὺς ἑρμηνεύσοντας αὐτήν, ὡς Ἰώσηπ πος. Πτολεμαῖος οὗτος ὁ Φιλάδελφος πᾶσαν πανταχόθεν, ὡς εἰπεῖν, συμ φορήσας βίβλον τῆς οἰκουμένης σπουδῇ τοῦ Φαληρέως Δημητρίου τρίτου νομοθέτου Ἀθηναίων, ἀνδρὸς παρ' Ἕλλησι σπουδαίου, ἐν οἷς καὶ τὴν Ἑβραίων γραφήν, ὡς προτέτακται, τὴν ἐν Ἀλεξανδρείᾳ βιβλιοθήκην καθίστησιν ρλβʹ ὀλυμπιάδι, ἧς πληρουμένης τελευτᾷ. δέκα μυριάδες βίβλων ἦσαν, ὥς τινές φασιν. Ἀλεξανδρείας καὶ Αἰγύπτου γʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσμθʹ. ΑΣΙΑΣ ΒΑΣΙΛΕΙΣ Ἀσίας αʹ μετὰ Ἀλέξανδρον Ἀντίγονος ἐβασίλευσεν ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εροαʹ. Ἡ τῶν Μακκαβαίων ἱστορικὴ γραφὴ τοὺς Ἑλλήνων βασιλεῖς ἀπὸ Ἀντιγόνου ἀριθμεῖ, ἣν Ἰώσηππος ἔγραψεν, ἥτις τῶν μὲν θεοπνεύστων οὐκ ἔστι, χρησίμη δὲ πάνυ πέφυκεν. Ἀντίγονος Ἀντιγονίαν τὴν πρὸς τῷ Ὀρέντῃ ποταμῷ ἔκτισεν, ἣν Σέλευκος ἐπικτίσας Ἀντιόχειαν ὠνόμασεν. Ἀσίας μόνης βʹ Δημήτριος ὁ Πολιορκητής, Ἀντιγόνου παῖς, ἔτη ιʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ερπθʹ. Δημήτριον τὸν Πολιορκητὴν ὁ Σέλευκος λαβὼν ἐν Κιλικίᾳ βασιλικῶς τηρεῖσθαι προσέταξεν ἕως θανάτου, ὑπὸ χεῖρα τὴν τῆς Ἀσίας ἀρχὴν κτη σάμενος. ἐκβαλὼν δὲ καὶ Λυσίμαχον τῆς Μακεδόνων ἀρχῆς, ἀναιρεῖται τάχιστα ὑπὸ τοῦ Λάγου Πτολεμαίου τοῦ καὶ Κεραυνοῦ. καὶ κρατεῖ Μα κεδόνων ὁ αὐτὸς Πτολεμαῖος ἔτος αʹ μῆνας εʹ, καὶ ἀναιρεῖται κατὰ τὸν Γαλατικὸν πόλεμον. Δημήτριος ὁ Πολιορκητὴς τὴν πόλιν Σαμαρέων ἐπόρθησεν. Ἡ τῆς Ἀσίας βασιλεία κηʹ ἔτη διαρκέσασα ὑπὸ Σέλευκον γέγονε.