Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
330.1.1
ΣΥΡΙΑΣ ΚΑΙ ΒΑΒΥΛΩΝΙΑΣ ΒΑΣΙΛΕΙΣ Συρίας καὶ Βαβυλωνίας καὶ τῶν ἄνω τόπων πρῶτος Σέλευκος Νικά νωρ ἐβασίλευσεν ἔτη λγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εροαʹ. Ἐδεσσηνοὶ τοὺς χρόνους ἔνθεν ἀριθμοῦσι. Σέλευκος Ἀντιόχειαν τὴν πρὶν Ἀντιγονίαν ἐπέκτισεν ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ. ὁ αὐτὸς Λαοδίκειαν, Σελεύκειαν, Ἀπάμειαν, Ἔδεσσαν, Βέροιαν, Πέλλαν. Σέλευκος Βαβυλῶνα παρεστήσατο. Σέλευκος ἐν ταῖς νέαις πόλεσιν Ἰουδαίους συνῴκισεν Ἕλλησι. Ῥωξάνην σὺν Ἀλεξάνδρῳ παιδὶ πεμφθεῖσαν εἰς Ἀμφίπολιν Σέλευκος Νικάνωρ ἀφανίζει, Κασάνδρου κελεύσαντος, ὥς φασι. Τότε Κάλλιππος Κυζικηνὸς ἀστρολόγος ἐγνωρίζετο καὶ Διονύσιος ὁ τὰς πόλεις γράψας. Ἐρασίστρατος διαφανὴς ἰατρὸς ἐπὶ Σελεύκου ἐγνωρίζετο, ὃς διαγνοὺς Ἀντίοχον τὸν Σελεύκου παῖδα δεινῶς νοσοῦντα δι' ἔρωτα τὸν πρὸς τὴν Σελεύκου τοῦ πατρὸς γαμετὴν θυγατέρα Δημητρίου ἐθαυμαστώθη. ὅθεν καὶ Σέλευκος τῷ πάθει περιαλγήσας παραχωρεῖ τῷ παιδὶ Ἀντιόχῳ τῆς γαμετῆς. Ἀσίας, Συρίας, Βαβυλωνίας βʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Σωτὴρ ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
330.2.1
Οὗτος ὁ Ἀντίοχος ὁ Σωτὴρ λεγόμενος ἔσχεν ἐκ τῆς θυγατρὸς Δημητρίου, γαμετῆς δὲ Σελεύκου τοῦ πατρὸς αὐτοῦ Στρατονίκης, ἄρρενα υἱὸν Ἀντί οχον τὸν ἐπικληθέντα Θεόν, ὃς καὶ ἐβασίλευσε μετ' αὐτὸν Συρίας καὶ Ἀσίας ἔτη ιεʹ. καὶ ἐτελεύτησεν ἐν Ἐφέσῳ. 331 Συρίας καὶ Ἀσίας γʹ ἐβασίλευσεν Ἀντίοχος ὁ ἐπικληθεὶς Θεὸς ἔτη ιεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσκγʹ. ΣΠΟΡΑΔΗΝ Ἀστυάναξ Μιλήσιος παγκράτιον νικᾷ τὸ τρίτον. οὗτος δὲ καὶ ςʹ ἀνδρῶν σιτία κατήσθιε. Δημήτριος ὁ Φαληρεὺς ἐγνωρίζετο γʹ νομοθέτης Ἀθήνησιν. οὗτος Ἀθηναίοις ἀποδοὺς τὴν δημοκρατίαν ἦλθεν εἰς Αἴγυπτον. Μενέδημος καὶ Σπεύσιππος φιλόσοφοι ἐγνωρίζοντο. Ῥωμαῖοι Κελτοὺς καὶ Τυρρηνοὺς ἐνίκησαν καὶ τὴν Σαβίνων γῆν ἐκληρώ σαντο. Οἱ Μακεδόνων ἡγεμόνες ἐστασίασαν. Περδίκκας εἰς Αἴγυπτον ἐστράτευσε. Πολυπέρχης υἱὸς Ἀντιπάτρου ἀνεῖλε τὸν Ἀριδαῖον. Λυσιμαχία ἐν Θρᾴκῃ ἐκτίσθη. Ἀγαθοκλῆς ἐν Συρακούσαις ἐτυράννησε. Ῥωμαῖοι Μάρσους καὶ Ἴμβρους καὶ Παλλινοὺς παρεστήσαντο. Ῥωμαῖοι ἀποικίας ἔπεμψαν. Κύπρου Πτολεμαῖος ἐκράτησεν. Ὁ Λαμιακὸς πόλεμος ἐκινήθη. Ἀναξιμένης καὶ Ἐπίκουρος ἐγνωρίζετο. Ἐν Ῥώμῃ παρθένος τις φθαρεῖσα ἀνῃρέθη. Θεόδωρος ἄθεος ἐγνωρίζετο. Ῥωμαῖοι Σαυνιτῶν Ἀράβων τελείως ἐκράτησαν. Μένανδρος ὁ κωμικὸς ποιητὴς πρῶτον δρᾶμα διδάξας Ὀργὴν ἐνίκα. Θεόφραστος φιλόσοφος ἐγνωρίζετο. Δημήτριος ὁ Πολιορκητὴς τὴν πόλιν Σαμαρέων ἐπόρθησε. Μένανδρος ὁ κωμικὸς ἐτελεύτησεν. Ὁ Σάραπις ἢ ὁ Σόραπις ἢ ὁ Σείραπις κατά τινας ἐν Ἀλεξανδρείᾳ ἱδρύνθη. Μία τῶν ἐν Ῥώμῃ παρθένων ἀνῃρέθη φθαρεῖσα. Ῥωμαῖοι Κρότον ἔλαβον. 332 Ἐν Ῥώμῃ πρῶτον ἀργυροῦν ἐκόπη νόμισμα. Ῥωμαῖοι Καλαβρίαν ἔλαβον καὶ ὑπέταξαν καὶ Μεσσήνην. Ἄρατος ποιητὴς ἐγνωρίζετο, ὃς ἔγραψε τὰ Φαινόμενα. Οἱ βασιλεῖς Ποντίων ιʹ κατὰ τούτους ἦρξαν τοὺς χρόνους διαρκέσαντες ἔτη σιηʹ. περὶ ὧν Ἀπολλόδωρος καὶ Διονύσιος ἱστοροῦσι. Καππαδοκῶν βασιλεῖ ζʹ χρόνους ρξʹ διαρκέσαντες κατὰ τούτους ἤρξαν το τοὺς χρόνους, ὡς Διόδωρος γράφει. Καρχηδόνιοι Ῥωμαίων ζʹ ναῦς ἔλαβον ἐν Σικελίᾳ, τρέψαντες καὶ τὸν ὕπατον Μέτελλον. Ῥωμαῖοι ἀποικίας ἐστείλαντο. Ἐν Ῥώμῃ παρθένος καταγνωσθεῖσα τοῦ ἱεροῦ τῆς Ἑστίας ἑαυτὴν ἀνεῖλε. Νικομήδειαν ἐπ' ὀνόματι αὐτοῦ ἔκτισε Νικομήδης βασιλεὺς Βιθυνῶν. Ῥωμαῖοι Καρχηδονίους ναυμαχίᾳ νικήσαντες ρʹ πόλεις τῆς Λιβύης ἔλαβον. Κατὰ τούτους τοὺς χρόνους Ἱέρων τύραννος Σικελίας κρατεῖ Συρα κουσῶν καὶ κατὰ Ῥωμαίων Καρχηδονίοις συμμαχεῖ, ἡνίκα πρῶτος πόλε μος Ῥωμαίοις πρὸς Καρχηδονίους κινηθεὶς ἔτη κρατεῖ
330.3.1
δεύτερος μετὰ Ἀπίωνα Οὐαλέριος ὑπατεύων πάσης ἐξελάσας Σικελίας Καρχηδονίους, τάς τε ἐν αὐτῇ πόλεις ὑπὸ Ῥωμαίους ποιεῖται πλὴν Συρακουσῶν πόλεως, ἣν εἶχεν Ἱέρων σὺν τοῖς Ἄφροις βʹ ἡττηθείς. τότε καὶ Λιβύης ρʹ πόλεις εἷλον Ῥωμαῖοι. Ῥωμαῖοι Καρχηδονίους ἐνίκησαν, ἡνίκα καὶ Τοῦλλος ὕπατος μετὰ πό λεμον κγʹ ἐνιαυτῶν κρατεῖ Καρχηδονίων καὶ ὑπὸ Ῥωμαίους αὐτοὺς καὶ τὴν χώραν ποιεῖ, λαβὼν καὶ Συρακούσας καὶ Ἱέρωνα τύραννον ἐκδόντα ἑαυτὸν κατὰ τὴν ρκηʹ ὀλυμπιάδα ἐπὶ Φιλαδέλφου τοῦ Πτολεμαίου, ἐφ' ὃν στρατηγὸς Ἄππιος Κλαύδιος ὑπατεύων πεμφθεὶς πολλὴν Σικελοῖς καὶ Καρχηδονίοις εἰργάσατο φθοράν. 333 Ἀθηναίοις Ἀντίγονος τὴν ἐλευθερίαν ἀπέδωκεν. Ἐν Ῥώμῃ ἱερὸν ἐνεπρήσθη τῆς Ἑστίας. Ἐν Ῥώμῃ ὑπὸ δούλου διακορευθεῖσα παρθένος ἑαυτὴν διεχειρίσατο. Ῥωμαῖοι Γάλλων μυριάδας δʹ πρὸς τοῖς τʹ ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους αὐτῶν κατεδουλώσαντο, Γαλιαρίους καλοῦντες αὐτούς. Ἐν Ῥώμῃ παρθένοι ἁλοῦσαι φθορᾷ ζῶσαι κατωρύγησαν. Σκηπίων Ἀφρικανὸς Κελτιβηρίας πολέμῳ πόλεις πολλὰς Ῥωμαίοις ὑπηγάγετο.*** ούτου υἱοὶ βʹ ὁ Φιλοπάτωρ καὶ ὁ Εὐεργέτης. Ζήνωνα Στωϊκὸν θανόντα Κλεάνθης μαθητὴς διεδέξατο. Ἐπίκουρος αὐτοματίτης θνήσκει. Πολέμων θνήσκει ὁ φιλόσοφος, μεθ' ὃν Ἀλκέτας καὶ Κράτης γνωρίζον ται. Τιμήσεως ἐν Ῥώμῃ γενομένης εὑρέθησαν μυριάδες κςʹ. Καρία καὶ Ῥόδος ἐσείσθησαν, ὡς καὶ τὸν μέγαν κολοσσὸν καταπεσεῖν. Ῥωμαῖοι διαφόρους παροικίας ἐξέπεμψαν. Οἱ Βιθυνῶν βασιλεῖς ηʹ κατὰ Διονύσιον ἔνθεν ἤρξαντο, διαρκέσαντες ἔτη σιγʹ. ΚΟΣΜΟΥ ΕΤΗ Ἰουδαίων ιβʹ ἀρχιεράτευσε Σίμων υἱὸς Ὀνείου ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσπβʹ. Ἰουδαίων ιγʹ ἀρχιεράτευσεν Ἰησοῦς ὁ τοῦ Σιράχ, ὁ τὴν σοφίαν γράψας τὴν καλουμένην Πανάρετον, ἐν ᾗ μέμνηται καὶ Ὀνείου τοῦ πρὸ αὐτοῦ, ἔτη
330.4.1
τοῦ δὲ κόσμου ἦν ἔτος ετβʹ. 334 Ἰουδαίων ιδʹ ἀρχιεράτευσεν Ὀνείας υἱὸς Σίμωνος ἔτη ζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετηʹ. Κατὰ Ἀφρικανὸν ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ κτιστοῦ χρόνων ὑποδύντες Ἰουδαῖοι τῇ Μακεδόνων ἀρχῇ ποτὲ μὲν Πτολεμαίοις, ποτὲ δὲ τοῖς Ἀντιόχοις ἐτέλουν ὑπόφοροι, ἕως Ὀνείου τοῦ ἀρχιερέως ἀντὶ βασιλέων ὑπὸ τῶν ἀρχιερέων διεπόμενοι τὰ πολλὰ μετ' εἰρήνης. ἐπὶ δὲ τοῦ ιδʹ Ὀνείου τοῦδε Σίμων τις προστάτης τοῦ ἐν Ἱεροσολύμοις ναοῦ προσφεύγει Ἀπολλωνίῳ στρατηγῷ Φοινίκης, τὴν ἀρχιερωσύνην ἑαυτῷ περιποιούμενος καὶ τὰ τοῦ ἱεροῦ χρήματα προδίδειν ὑπισχνούμενος· ἅτινα μαθὼν ὁ Σέλευκος διὰ τοῦ Ἀπολλωνίου πέμπει Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων, ὃς θείαις μάστιξι παιδευθεὶς κενὸς ἐπανῆλθεν· Ὀνείας δὲ ὁ ἀρχιερεὺς διαπράττεται φυγαδευθῆναι τὸν Σίμωνα. καὶ ἐν τούτοις θνήσκει Σέλευκος ὁ καὶ Φιλο πάτωρ βασιλεύσας ἔτη ιβʹ, μεθ' ὃν Ἀντίοχος ὁ Ἐπιφανὴς ἀδελφὸς τοῦ αὐτοῦ Σελεύκου, υἱὸς δὲ Ἀντιόχου τοῦ μεγάλου, ὃς καὶ ἦν ὁμηρεύων ἐν Ῥώμῃ. βασιλεύει δὲ Συρίας ἔτη ιαʹ. Τούτῳ Ἰάσων ἀδελφὸς Ὀνείου τξʹ τάλαντα ὑπέσχετο εἰ τὴν ἀρχιερωσύνην λάβοι, καὶ ξʹ ἄλλα προσόδου, καὶ ἕτερα ρʹ, εἰ τοὺς Ἰουδαίους πρὸς ἑλληνισμὸν μεταγάγοι. ἐφ' οἷς τὸν μὲν Ὀνείαν ἐξέωσε τῆς ἱερωσύνης ὁ Ἀντίοχος, Ἰάσωνι δὲ ταύτην παρέσχεν. ὡς γυμνάσιον ἐφήβων καταστήσας, ἀγῶνος ἐν Τύρῳ πενταετηρικοῦ ἀχθέντος θεωροὺς ἔπεμψεν Ἰάσων καὶ δραχμὰς γ εἰς θυσίαν τοῦ Ἡρακλέους. καὶ τὸν βασιλέα Ἀντίοχον εἰς Ἱερουσαλὴμ ἐλθόντα μεγαλοπρεπῶς ὑπεδέξατο, χρήματά τε ἄλλα διὰ Με νελάου τοῦ ἀδελφοῦ Σίμωνος ἔπεμψεν. ὁ δὲ Μενέλαος τʹ ταλάντοις ὑπερ βαλλόμενος τὸν Ἰάσωνα τῆς ἱερωσύνης ἐπέβη. ἀλλ' Ἰάσων μὲν διὰ ταῦτα εἰς τὴν Ἀμανῖτιν ἔφυγε, Μενέλαος δὲ μὴ ὑπαντῶν διὰ πλήθους τὰ ὑπο σχεθέντα δοῦναι τῷ Ἀντιόχῳ ἐξώσθη τῆς ἀρχιερωσύνης, Λυσίμαχός τε καὶ ὁ ἀδελφὸς αὐτοῦ διαδέχεται αὐτόν· Ὀνείας δὲ ὁ πρὸ τούτων ἀρχιερεὺς 335 ἔννομος καὶ ἄριστος ἐν ἀνθρώποις κατὰ τὴν Δάφνην ἀποχωρήσας κατηγο ρῶν Μενελάου ἀναιρεῖται ὑπὸ Ἀνδρονίκου δώροις πεισθέντος καὶ ἱεροσυ λίαις τοῦ Μενελάου, ὃν Ἀντίοχος ἐπανελθὼν ἐκ Κιλικίας καὶ σφόδρα λυ πηθεὶς ἐπὶ τῷ φόνῳ Ὀνείου καθεῖλε τῆς τιμῆς. Ἑβραίων ἀρχιεράτευσε ιεʹ Ἰάσων ἀδελφὸς Ὀνείου ἀρχιερέως. ἀνιέρως διὰ χρημάτων ἐκράτησε τῆς ἀρχιερωσύνης, ἐκβαλὼν τὸν ἴδιον ἀδελφὸν Ὀνείαν, καὶ αὐτὸς ἐκβληθεὶς ὑπὸ Μενελάου μετὰ γʹ ἔτη διὰ χρημάτων ὁμοίως. τοῦ δὲ κόσμου ἦν ἔτος ετιεʹ. Μετὰ τὴν ὑπὸ Ἀλεξάνδρου καθαίρεσιν Περσῶν τῷ ζʹ τῆς αὐτοῦ βασι λείας ἤτοι πρώτῳ τῆς Ἑλλήνων βασιλείας ἔτει (Ἕλληνας γὰρ καὶ Μακεδόνας κατὰ τὴν τῶν Μακκαβαίων γραφὴν τοὺς αὐτοὺς μεμαθήκαμεν), ἐξ ὧν ἥ τε κατὰ τὴν Μακεδονίαν μετὰ θάνατον Ἀλεξάνδρου διαιρεθεῖσα ἀρχὴ εἰς ἀρχάς, τήν τε κατ' Αἴγυπτον τῶν Πτολεμαίων καὶ Ἀντιόχειαν τῶν Ἀντιόχων καὶ τὰς λοιπάς, ὡς ἐκεῖ δεδήλωται, καὶ αὐτὴν τὴν Μακεδο νίαν, ὑποχείριον ἔσχε τὸ τῶν Ἰουδαίων ἔθνος, ποτὲ μὲν ὑπὸ τοὺς Πτολε μαίους, ποτὲ δὲ ὑπὸ τοὺς Ἀντιόχους, μέσον ἐχόντων τῶν δύο τούτων ἀρχῶν τὴν κατοίκησιν τῆς ὑπὸ θεοῦ κεκληροδοτημένης χώρας, εἰρήνης τε ἀπ ήλαυον ὡς τὰ πολλὰ ἐπὶ ἔτη ρλζʹ ἕως Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καὶ διεπομένων ὑπὸ τῶν ἀρχιερέων ἀντὶ βασιλέων. Πρὸ βραχέως γοῦν τῆς τοῦ Ἐπιφανοῦς Ἀντιόχου βασιλείας, Σελεύκου τοῦ ἀδελφοῦ αὐτοῦ βασιλεύοντος, Ὀνείου δὲ ἀρχιερατεύοντος τῶν Ἰουδαίων ἀνδρὸς ἀρίστου καὶ θεοφιλοῦς, Σίμων τις Ἰουδαῖος προστάτης τοῦ ἐν Ἱεροσολύμοις ναοῦ παρανομώτατος, τὸν Ὀνείαν ἐκβάλλειν σπουδάσας πολλαχοῦ καὶ μὴ δυνηθείς, φυγὰς ἧκε πρὸς Ἀπολλώνιον Συρίας καὶ Φοινί κης καὶ Κιλικίας στρατηγόν, μηνύων θησαυροὺς πλείστων χρημάτων ἰδιω τικῶν εἶναι παρὰ τῷ ἀρχιερεῖ Ὀνείᾳ ἐν τῷ ἱερῷ τεθησαυρισμένους, προσ ήκοντας τῷ βασιλεῖ Σελεύκῳ. ὁ δ' Ἀπολλώνιος μηνύσας τῷ Σελεύκῳ ταῦτα καὶ τὸν τῆς πατρίδος προδότην ἀποδεξάμενος ἔρχεται σὺν αὐτῷ κελευσθεὶς ὑπὸ τοῦ Σελεύκου εἰς Ἱερουσαλὴμ μετὰ στρατευμάτων, τὰ αὐτὰ ληψόμενος χρήματα. τῶν δὲ Ἰουδαίων ἀδύνατον εἶναι λεγόντων τὰς τῷ ἱερῷ θησαυρῷ πιστευθείσας παρακαταθήκας προδίδοσθαι καὶ τὸν θεὸν λιπαρούντων σὺν δάκρυσι προστῆναι τοῦ ἱεροῦ, τοῦ τε Ἀπολλωνίου μετὰ τῆς ἐνόπλου στρατείας ἐλθόντος εἰς τὸν ναὸν ἁρπάξαι τὰ χρήματα, 336 ἄγγελοι φοβεροὶ φανέντες ἔφιπποι πάντας ἐντρόμους κατέστησαν, ὅ τε Ἀπολλώνιος ἡμιθανὴς καταπεσὼν ἐπὶ τὸν πάμφυλον περίβολον τοῦ ἱεροῦ παρεκάλει δεηθῆναι τοὺς Ἑβραίους ὑπὲρ αὐτοῦ. θεραπευθεὶς δὲ ταῖς Ὀνείου λιταῖς ἧκε πρὸς Σέλευκον κενός, ἀγγέλλων τὰ συμβάντα αὐτῷ· καὶ ἐν τού τοις ὁ Σέλευκος τελευτᾷ, ὡς ἐν τῇ δʹ τῶν Μακκαβαϊκῶν βίβλῳ φέρεται. Ἐν δὲ τῇ βʹ τῶν αὐτῶν Μακκαβαϊκῶν βίβλῳ ἄλλως πως ἱστορεῖται τὰ κατὰ τὸν παρὰ Σελεύκου σταλέντα πρὸς ἁρπαγὴν τῶν χρημάτων Ἡλιόδω ρον τὸν ἐπὶ τῶν χρημάτων, ὡς καὶ αὐτὸς μὲν βιαίως ἁρπάζων ἀνῆλθε τὰς χηρῶν τε καὶ ὀρφανῶν παρακαταθήκας ἐν τῷ ἱερῷ γαζοφυλακίῳ, ταλάν των οὔσας χρυσίου ςʹ καὶ ἀργυρίου υʹ μόνων, ἐν οἷς καί τινα ἦν τῶν αὐτῶν χρημάτων Ὑρκανοῦ τοῦ Τωβίου ἀνδρὸς ἐπισήμου, ὡς Ὀνείας ὁ ἱερὸς ἀρχιερεὺς ἀπέδειξε, καὶ οὐχ ὡς Σίμων ὁ κατάρατος διεψεύσατο. Τοῦτον οὖν Ἡλιόδωρον, φησί, καὶ τοὺς σὺν αὐτῷ δορυφόρους ἵππος τις φοβερὸς καλλίστῃ σάγῃ διακεκοσμημένος, φοβερώτερον ἔχων τὸν ἐπιβά την, καὶ ῥύδην φερόμενος ἐξεδειμάτωσε τὰς ἐμπροσθίους ἐνσείσας ὁπ λὰς αὐτῷ καὶ τῇ ἐνόπλῳ χρυσαυγείᾳ τοῦ ἐπιβάτου. οἵ τε ἄλλοι φανέντες ἐκπρεπεῖς καὶ καταπληκτικοὶ βʹ νεανίαι μαστίζοντες αὐτὸν κατὰ νώτου καὶ στέρνων ἀφῆκαν ἡμιθανῆ· ὑπὲρ οὗ τὸν θεὸν ἐξιλεουμένου τοῦ Ὀνείου οἱ αὐτοὶ νεανίαι φανέντες τῷ Ἡλιοδώρῳ εἶπον ἔχειν Ὀνείᾳ τῷ ἀρχιερεῖ τὴν χάριν, δι' οὗ τὸ ζῆν ἔχει, καὶ πᾶσι διαγγέλλειν τὸ θεῖον κράτος· ὃς θύσας τῷ θεῷ καὶ ἀναζεύξας πρὸς Σέλευκον ἅπαντα τῷ βασιλεῖ τὰ παράδοξα διηγεῖτο. Ταῦτα δὴ κατὰ τὴν δευτέραν τῶν Μακκαβαϊκῶν ὁ συγγραφεύς, ἀφεὶς τὰ κατὰ τὸν Σέλευκον, ἀπὸ τῶν κατὰ τὸν Ἀλέξανδρον τὸν Μακεδόνα καὶ τοὺς μετ' αὐτὸν ἐπιτεταμένως ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς ἤρξατο, λέγων ὅτι τῷ ρλζʹ ἔτει βασιλείας Ἑλλήνων ἐβασίλευσε, καὶ ὅτι παρανόμως οἱ υἱοὶ ἐξ Ἰσραὴλ πορευθέντες πρὸς αὐτὸν ἑλληνίζειν ᾐτήσαντο, αὐτός τε Ἀντίοχος τούτοις προσετέθη καὶ τὸν κατὰ Πτολεμαίου καὶ τῆς Αἰγύπτου 337 πόλεμον ἐκίνησεν ἐν ἅρμασι καὶ ἐλέφασι καὶ ἱππεῦσι καὶ στόλῳ μεγάλῳ, σκευάσας τε τὴν Αἴγυπτον ἐπανῆλθεν εἰς Ἱερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ τῷ ρμγʹ ἔτει βασιλείας Ἑλλήνων· ὅπως τε εἰς τὸ ἁγίασμα μεθ' ὑπερηφανίας εἰσελθὼν ἔλαβε τὸ θυσιαστήριον καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη οἴκου κυρίου καὶ τὸν κόσμον καὶ τοὺς θησαυρούς, ποιήσας φονοκτο νίαν πολλήν· ἡνίκα καὶ τὰ κατὰ Ἐλεάζαρον καὶ τοὺς ζʹ παῖδας καὶ τὴν μητέρα αὐτῶν μαρτυρικῶς πέπρακται, ὡς ἐν δʹ βίβλῳ τῶν Μακκαβαϊ κῶν. Καὶ μετὰ βʹ ἔτη ἀπέστειλεν ἄρχοντα φορολογῆσαι τὴν Ἰουδαίαν· οὗτος δὲ ἦν Ἀπολλώνιος μυσάρχης ὑπὸ Μενελάου τοῦ καταράτου αἰτηθεὶς στα λῆναι παρὰ Ἀντιόχου πρὸς τελείαν καταφθορὰν τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐν αὐτῇ. ἐλθὼν οὖν εἰρηνικῶς ἐφ' ἡμέρας γʹ διῆγεν ὡς φίλος. τῇ δὲ ἡμέρᾳ τοῦ σαββάτου πάντων ἀργούντων κατέσφαξε τοὺς ἐν ἡλικίᾳ καὶ τὴν πόλιν ἐνέπρησε, τὸ δεύτερον τὰ τείχη καθελὼν καὶ τοὺς οἴκους, αἰχμαλωτίσας τε γυναῖκας καὶ τὰ τέκνα σὺν τοῖς ὑπάρχουσι· τὰ δὲ σκῦλα ἀπέθετο ἐν τῇ ἄκρᾳ τῇ λεγομένῃ πόλει Δαβίδ, ἥτις ἦν ὀχύρωμα τῇ Ἱερουσαλήμ, ἐποι κοδομήσας αὐτὴν τείχει μεγάλῳ καὶ πύργοις ὀχυροῖς καὶ ἐγκατοικίσας στράτευμα καὶ ὅπλα καὶ τροφὰς ἀποθέμενος. καὶ μετὰ ταῦτα ἀπέστειλεν Ἀντίοχος γέροντα Ἀθηναῖον, καταναγκάζοντα τὸ ἔθνος ἑλληνίζειν καὶ πᾶσαν τὴν κατὰ νόμον ἀποπαῦσαι λατρείαν· καὶ ἐν τῷ ναῷ Διὸς Ὀλυμ πίου στησάμενος ἄγαλμα τῇ ιεʹ ἡμέρᾳ τοῦ μηνὸς Χασελεῦ, ἔτει κατὰ τὸν Ἰώσηππον ρμεʹ, ἐν δὲ Σαμαρείᾳ Διὸς ξενίου, τά τε βιβλία τοῦ νόμου κατα σχίζειν προσέταξε καὶ ἐμπιπρᾶν, τοὺς δὲ περιτεμνομένους θανατοῦν, καὶ τὰ νεκρὰ τῶν βρεφῶν κρεμᾶν ἐκ τῶν τραχήλων τῶν μητέρων, καὶ πολλοὶ ἐξ Ἱερουσαλὴμ ἀπέθανον ὑπὲρ τῶν πατρίων νομίμων. 338 Τότε Ματθίας τις ἱερεὺς τῶν υἱῶν Ἰωαρείμ, υἱὸς Ἰωάννου τοῦ Συμεών, ἐξελθὼν ἀπὸ Ἱερουσαλὴμ ἐκάθισεν ἐν Μωδεείν, καὶ αὐτῷ υἱοὶ εʹ, Ἰωάννης ὁ ἐπιλεγόμενος Γάδδης, Σίμων ὁ καλούμενος Θάσος, Ἰούδας ὁ καλούμενος Μακκαβαῖος, Ἐλεάζαρος ὁ καλούμενος Ἀβαράν, Ἰωνάθας ὁ καὶ Σαπφοῦςοὗτος ἐθρήνει τὴν πόλιν καὶ τὸ σύντριμμα τοῦ γένους σὺν τοῖς υἱοῖς, περι θέμενος σάκκους, ἐλθόντα δὲ τὸν παρὰ τοῦ βασιλέως καταναγκάζοντα θύειν τοῖς εἰδώλοις, ὡς εἶδε τινὰ προσελθόντα Ἰουδαῖον ἐπὶ τὸν βωμὸν ἐν Μωδεεὶν τῇ πόλει, δραμὼν ἔσφαξεν αὐτὸν καὶ τὸν ἄνδρα τὸν παρὰ τοῦ Ἀντιόχου ἀναγκάζοντα θύειν, ὡς Φινεὲς τὸν Ζαμβρὶ υἱὸν Σαλὼμ καὶ τὴν Μαδιανῖτιν. καὶ ἐξῆλθε φεύγων σὺν τοῖς υἱοῖς καὶ ἄλλοις ὁμογνώμοσι πλείστοις εἰς τὴν ἔρημον. οἷς ἐπιπέμψας ὁ βασιλεὺς στράτευμα ἐν ἡμέρᾳ σαββάτου ἀνεῖλεν αὐτῶν ἀμφὶ τοὺς α. Ματθίας δὲ βουλευσάμενος σὺν τοῖς φίλοις ἔγνω καλὸν εἶναι πολεμεῖν ὑπὲρ τῶν νομίμων ἐν σάββασι. καὶ ἐκράτησε πολλῶν καὶ πόλεις ἠλευθέρωσε καὶ βωμοὺς κατεστρέψατο. Οὗτος ἀποθνήσκων περὶ εὐσεβείας τοῖς σὺν αὐτῷ διελέχθη, καὶ τοὺς υἱοὺς ἀντ' αὐτοῦ κατέστησεν ἄρχοντας τοῦ λαοῦ, ὧν Ἰούδας ἡγεῖτο ὁ Μακ καβαῖος. πρὸς τοῦτον Ἀπολλώνιος Ἀντιόχου στρατηγὸς παραταξάμενος μετὰ δυνάμεων Σύρων καὶ Σαμαρέων ἀναιρεῖται σὺν πολλοῖς. Ἔπειτα Σήρων ἄρχων δυνάμεως Συρίας ἐπελθὼν Ἰουδαίοις μετὰ δυνά μεως μεγάλης ἀναιρεῖται σὺν πολλοῖς. πρὸς ταῦτα ἀγανακτήσας Ἀντίοχος, μέλλων ἐπὶ τὴν Περσίδα πορεύεσθαι διὰ φόρων συναγωγήν, ἐκέλευσε Λυ σίαν τὸν ἐπὶ τῶν πραγμάτων Ἰουδαίοις πολεμεῖν· ὃς Πτολεμαῖον καὶ Γορ γίαν καὶ Νικάνορα στρατηγοὺς ἐκπέμπει, οἰόμενος τὸν Ῥωμαϊκὸν φόρον τὰ α τάλαντα ἐκ τῶν Ἰουδαϊκῶν λαφύρων παριστᾶν. συμβαλόντες δὲ περὶ Ἐμμαοῦντα τοῖς Ἰουδαίοις ἡττῶνται δεινῶς, καὶ τῷ ἐφεξῆς ἔτει ὁμοίως πάσχουσιν Ἕλληνες. τότε Ἰούδας ἐλθὼν εἰς Ἱερουσαλὴμ τὸν ναὸν ἐκάθηρε τῶν βδελυγμάτων, πολιορκῶν τοὺς ἐν τῇ ἄκρᾳ φρουροῦντας καὶ 339 τειχίζων τὴν πόλιν, τοῖς τε ἐν τῇ Ἀκραβεττήνῃ Ἰουδαίοις ἐπολέμει καὶ Ἀμμανίταις καὶ Τιμοθέῳ ἐπικειμένῳ τῇ Γαλααδίτιδι. Τυρίοις δὲ καὶ Σι δωνίοις καὶ Πτολεμαΐδοις πορθοῦσι τὴν Γαλιλαίαν τὸν ἀδελφὸν ἔπεμψε Σίμωνα καὶ πάντας ἀπέστησεν. ἐν οἷς κατὰ Ἰώσηππον ἐπίτροπον τῆς πόλεως ὑπὸ Ἰούδα κατασταθέντα καὶ ἡ κατὰ Ἰαβανίαν πόλιν ἀποτυχία αὐτοῦ· εἶτα Ἰούδα τιμωρία εἰς Ἰόππην καὶ τοὺς ἐν αὐτῇ διὰ τοὺς ὑπ' αὐτῶν καταποντωθέντας Ἰουδαίους καὶ ἡ κατὰ Ἰαβινίας καὶ Τιμοθέου εὐδοκίμησις Ἰούδα. Ἀντίοχος δὲ ὁ βασιλεὺς Ἐλυμαΐδι πόλει Περσικῇ διὰ πλοῦτον πολὺν ἀποκείμενον ἐν αὐτῇ προσβαλὼν εἰς πόλεμον ἀποτυγχάνει. ἀπαγγελθέν των δὲ αὐτῷ καὶ τῶν Ἰούδα ἀριστευμάτων νόσῳ περιελθὼν ἀθυμίας καὶ ἀυπνίας δεινῶς θνήσκει. Λυσίας δὲ τὸν αὐτοῦ παῖδα Ἀντίοχον ἀνατρέφων Εὐπάτορα προσαγορεύσας ἐπὶ τῆς ἀρχῆς καθιστᾷ, μετὰ δυνάμεώς τε πολ λῆς καὶ ἐλεφάντων κατὰ Ἰουδαίων ἐπιστρατεύει. κρατερᾶς δὲ μάχης συστά σης καὶ τοῦ βασιλικοῦ θηρίου ὑπὸ Ἐλεαζάρου τοῦ Σαυαρὰν ἀναιρεθέν τος ὁ βασιλεὺς Ἰουδαίοις ἐσπείσατο. καὶ εἰσελθὼν εἰς τὴν πόλιν καθεῖλε τὸ τεῖχος μετὰ τοὺς ὅρκους, Ἰούδαν καταλιπὼν ἄρχειν μέχρι Πτολεμαΐδος. Καὶ ἀναζεύξας εἰς Ἀντιόχειαν ὀξέως κατὰ Φιλίππου ἐκ Περσίδος ἐπαν ελθόντος σὺν ταῖς δυνάμεσι καὶ τὴν βασιλείαν εἰς ἑαυτὸν περιστήσαντος, ὃν πολιορκήσας κατελάβετο τὴν Ἀντιόχειαν. αὐτός τε παραυτὰ ἐκβληθεὶς ὑπὸ Δημητρίου υἱοῦ Σελεύκου ὁμηρεύοντος ἐν Ῥώμῃ καὶ κατελθόντος εἰς Τρίπολιν τῆς Φοινίκης πλῷ, ἐν ἡμέραις ἀναιρεῖται συλληφθεὶς ἅμα τῷ Λυσίᾳ παρὰ τοῦ πλήθους προστάξει Δημητρίου ἀδελφιδοῦ μὴ ἀνασχο μένου θεάσασθαι αὐτόν, βασιλεύσας ἔτος αʹ ἥμισυ· μεθ' ὃν ὁ αὐτὸς Δη μήτριος βασιλεύει ἔτη ιβʹ. Τούτῳ προσφεύγουσιν ἀσεβεῖς τινες Ἰουδαῖοι, ὧν ἡγεῖτο Ἄλκιμός τις ἐκ τοῦ ἱερατικοῦ γένους. οὗτος τοῦ Ἰούδα κατηγορεῖ τὴν ἱερωσύνην τε πρὸς τοῦ Δημητρίου ἐγχειρίζεται. διὰ τοῦτο καὶ εἰς τὴν πατρίδα Βακχίδην στρατηγὸν ἔχων μετὰ δυνάμεως ἔρχεται κατὰ τοῦ Ἰούδα καὶ τῶν ὁμο φύλων. λόγοις δὲ πείθειν τὸν Ἰούδαν οὐ δυνηθεὶς ὁ Βακχίδης δολεροῖς 340 σὺν τῷ ἀνιέρῳ Ἀλκίμῳ τῶν Ἰουδαίων ἐπισήμους ἄνδρας ξʹ λόγοις εἰρήνης ἀπατήσαντες ἀνεῖλον ἐν ἡμέρᾳ μιᾷ· τήν τε ἱερωσύνην κατορθώσας τῷ Ἀλκίμῳ Βακχίδης ἀνέζευξε πρὸς Δημήτριον. μετὰ δὲ ταῦτα πολλοὺς τῶν ἀσεβῶν τιμωρουμένου τοῦ Ἰούδα Δημήτριος Νικάνορα μετὰ δυνάμεως πέμπει καταλῦσαι τὸν πόλεμον τῷ Ἰούδα, γῆμαί τε καὶ παιδοποιήσασθαι. τούτοις δ' οὐκ ἀρεσθεὶς Ἄλκιμος διέβαλε τὸν Νικάνορα αἰτῶν ζῶντα συλ λαβεῖν τὸν Ἰούδαν. πολέμου δὲ συστάντος νικῶσιν οἱ περὶ τὸν Ἰούδαν, πίπτει δὲ Νικάνωρ, ἀποτμηθείς τε τὴν κεφαλὴν σὺν τῇ δεξιᾷ εἰς Ἱερουσα λὴμ ἀνεσταυρώθη. Ἰούδας Ῥωμαίοις καὶ Λακεδαιμονίοις φιλοῦται. Δημήτριος μανεὶς πέμπει Βακχίδην σὺν Ἀλκίμῳ κατὰ τοῦ Ἰούδα. οἱ δὲ ἐπελθόντες τῷ Ἰούδα περὶ τὴν Βασὰν οὐκ ἔχοντι πλὴν ωʹ ἀνδρῶν συμβάλ λουσι. καὶ πεσόντων ἐξ ἀμφοτέρων πολλῶν Ἰούδας ἀριστεύων θνήσκει. Τούτοις ἀκόλουθα περιέχει ἡ αὐτὴ πρώτη τῶν Μακκαβαϊκῶν βίβλος τὰ κατὰ Ἰωνάθην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἡ δὲ τρίτη τὰ πρὸ τούτων πρα χθέντα δεινὰ ὑπὸ Πτολεμαίου τοῦ Εὐπάτορος εἰς Ἰουδαίοις. Εἰσὶ δὲ τὰ τῶν ἀνιέρως διὰ χρημάτων κρατησάντων Σίμωνος, Ἰάσωνος, Μενελάου καὶ Λυσιμάχου ἐπὶ τῆς ἀπιστίας Σελεύκου καὶ Ἀντιόχου ἔτη ιθʹ, καθὼς τοὺς ὄπισθεν καὶ τοὺς μετέπειτα ἀρχιερεῖς ὁ τὴν βίβλον συν ταξάμενος ἐστοιχείωσε. ΜΑΚΕΔΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων ιδʹ ἐβασίλευσεν Ἀντίγονος ὁ Φοῦσκος ἔτη ιβʹ. τοῦ δὲ κό σμου ἦν ἔτος εσξθʹ. Μακεδόνων ιεʹ ἐβασίλευσε Φίλιππος υἱὸς Δημητρίου ἔτη καθ' ἑαυτὸν μβʹ, ἐκ Χρυσηΐδος τῆς αἰχμαλώτου. τοῦ δὲ κόσμου ἦν ἔτος εσπαʹ. Ἐπὶ τούτου τοῦ Φιλίππου Τίτος Ῥωμαίων στρατηγὸς εἰς Μακεδονίαν ἐλθὼν κρατεῖ μὲν χειρὶ Μακεδόνων καὶ ὑπὸ Ῥωμαίους τίθησι, συμμαχεῖν Ἀννίβᾳ καὶ Καρχηδονίους κατὰ Ῥωμαίων συνθεμένους, ὅμηρον δὲ λαμβάνει Δημήτριον τὸν αὐτοῦ παῖδα, ὑπαγόμενος καὶ Λακεδαιμονίους καὶ τοὺς λοιποὺς Ἕλληνας φιλανθρωπίᾳ καὶ πραότητι καὶ συνέσει, τὴν ἐλευθερίαν παρέσχε. 341 Τότε Ἐρατοσθένης ἐγνωρίζετο. Μακεδόνων ιςʹ ἐβασίλευσε Περσεὺς ἔτη ιʹ καὶ μῆνας θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετκγʹ. Ἐπὶ τούτου τοῦ Περσέως τὰ Μακεδόνων καταλέλυται περὶ τὴν Πύδναν κατὰ κράτος ὑπὸ Ῥωμαίων ἡττηθέντων. ἡγεῖτο δὲ τῶν στρατευμάτων Αἰμίλιος Μάρκος τῆς Ῥωμαίων βουλῆς εἷς ὤν, ἄριστος ὑπατικός. οὗτος Περσέα λαβὼν ζῶντα ἅμα δυσὶν υἱοῖς καὶ μιᾷ θυγατρὶ πᾶσάν τε τὴν Μα κεδόνων βασιλείαν εἰς Ῥώμην ἀπήγαγε. Μακεδόνων ιζʹ ἐβασίλευσε Ψευδοφίλιππος ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετλδʹ. ΑΙΓΥΠΤΟΥ ΚΑΙ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΒΑΣΙΛΕΙΣ Αἰγύπτου καὶ Ἀλεξανδρείας δʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσογʹ. Ἀντίοχος ὁ μέγας Πτολεμαίου τὴν Ἰουδαίαν κρατοῦντος τοῦ Φιλοπά τορος πολέμῳ νικήσας αὐτὸν τὴν χώραν ἀφείλατο. Ἡ τρίτη τῶν Μακκαβαίων βίβλος περὶ τοῦ Φιλοπάτορος τούτου Πτολε μαίου ἱστορεῖ οὐκ οἶδ' ὅπως ἀντιστρόφῳ τάξει. Αἰγύπτου καὶ Ἀλεξανδρείας εʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Ἐπιφανὴς ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
330.5.1
Ἀντίοχος ὁ μέγας Πτολεμαίῳ τῷ Ἐπιφανεῖ φιλωθεὶς Κλεοπάτραν ἔγη με θυγατέρα αὐτοῦ καὶ λόγῳ φερνῆς αὐτῆς Συρίαν, Φοινίκην Σαμάρειάν τε καὶ Ἰουδαίαν ἔλαβε παρ' αὐτοῦ, ἣν πρὸ μικροῦ λαβὼν ἦν διὰ Σκοπᾶ στρατηγοῦ ὁ Πτολεμαῖος. Πτολεμαῖος ὁ Ἐπιφανὴς τὴν Ἰουδαίαν καὶ ἄλλας πόλεις τῆς Συρίας πέμψας ἐχειρώσατο διὰ Σκοπᾶ στρατηγοῦ. πρὸς ὃν Ἀντίοχος ὁ μέγας αὖθις πολεμήσας ταύτας ἐχειρώσατο, συμμαχούντων αὐτῷ καὶ Ἰουδαίων, οἷς δι' ἐπιστολῶν πολλὰ μαρτυρήσας δωρεαῖς μεγάλαις ἐτίμησεν. Ὑρκανὸς Ἰωσήππου παῖς στρατηγοῦ τῶν Ἰουδαίων πρὸς Πτολεμαῖον 342 ἐλθὼν καλῶς ὑπεδέχθη. οἱ δὲ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτὸν στασιάσαντες μεγάλης ταραχῆς αἴτιοι γεγόνασιν Ἰουδαίοις. Πτολεμαίου τοῦ Ἐπιφανοῦς ἀποθανόντος κδʹ ἔτει τῆς βασιλείας αὐτοῦ δύο παῖδες αὐτοῦ Πτολεμαῖοι τὴν ἀρχὴν μετ' αὐτὸν διεδέξαντο, ὧν ὁ πρεσβύτερος Φιλομήτωρ ἐπεκέκλητο, ὁ δὲ νεώτερος Εὐεργέτης. πρὸς ἀλ λήλους δὲ στασιάζοντες ἐναλλὰξ ἐβασίλευσαν. διὸ καὶ σύγχυσις γέγονε περὶ τοὺς χρόνους αὐτῶν. πρῶτος γὰρ ὁ Φιλομήτωρ μόνος ιαʹ ἔτη ἐβασί λευσεν, εἶτα ὑπὸ Ἀντιόχου ἐξεβλήθη ἐπιστρατεύσαντος κατ' αὐτοῦ εἰς Αἴγυπτον καὶ ἀφελόντος αὐτοῦ τὸ διάδημα κρατεῖ τῶν πραγμάτων Πτο λεμαῖος ὁ Εὐεργέτης ὁ νεώτερος ἀδελφὸς τοῦ Φιλομήτορος γνώμῃ τῶν Ἀλεξανδρέων. διώκεται δὲ καὶ Ἀντίοχος, λυτρωθέντος καὶ τοῦ Φιλομήτορος, καὶ βασιλεύουσιν οἱ δύο ἀπὸ τοῦ ιβʹ ἔτους ἕως τοῦ ιζʹ. ἐχρημάτισεν οὖν παρὰ Ἀλεξανδρεῦσι τῷ ιβʹ τοῦ Φιλομήτορος ἔτει πρῶτον ἔτος τοῦ Εὐεργέτου, καὶ ἐβασίλευσαν οἱ δύο ἐν ὁμονοίᾳ ἀπὸ τούτου τοῦ ιβʹ ἔτους τοῦ Φιλομήτορος ἕως τοῦ ιζʹ ἔτους αὐτοῦ, ςʹ δὲ τοῦ Εὐεργέτου. καὶ πάλιν στασιάζουσι κατ' ἀλλήλων, καὶ χρηματίζει ἀπὸ τοῦ ιηʹ ἔτους μόνου τοῦ Φιλομήτορος ἡ κατ' Αἴγυπτον ἀρχή, παραχωρήσαντος τῷ ἀδελφῷ τὴν Λιβύης καὶ Κυρήνης ἀρχὴν μετὰ τὴν ἐν Κύπρῳ μάχην, καθ' ἣν ἐλαττω θεὶς ὁ νεώτερος Πτολεμαῖος ἀβλαβὴς ἔμεινε, φιλανθρώπως αὐτῷ χρησα μένου τοῦ πρεσβυτέρου καὶ μὴ μόνον τὴν εἰρημένην ἐγχωρήσαντος αὐτῷ χώραν, ἀλλὰ καὶ σίτου πλῆθος λαμβάνειν κατ' ἐνιαυτόν, τοῦτο μὲν διὰ χρηστότητα καὶ συγγένειαν φυσικήν, τοῦτο δέ, ὥς φασι, καὶ διὰ τὸν ἀπὸ τῶν Ῥωμαίων φόβον ὑπερασπιζομένων αὐτοῦ. κρατεῖ γοῦν ὁ αὐτὸς Φιλο μήτωρ μετὰ τὸ ιζʹ ἔτος ἄλλα ἔτη ιηʹ. οὗ κατὰ τὴν Συρίαν ἀποθανόντος (ἐγκρατὴς γὰρ καὶ τῶν ἐκεῖσε γέγονε τόπων) μετακληθεὶς ἐκ Κυρήνης ὁ Εὐεργέτης λεγόμενος βʹ κρατεῖ τῆς Αἰγύπτου λοιπὰ ἔτη κθʹ μόνος μετὰ θάνατον τοῦ πρεσβυτέρου ἀδελφοῦ, ὡς γίνεσθαι τὸν ἅπαντα χρόνον τῶν ἑκατέρων ἀδελφῶν λεʹ καὶ κθʹ, ἤτοι ἔτη ξδʹ. Διόδωρος δέ φησιν ὅτι ιεʹ ὁ νεώτερος Πτολεμαῖος ἐβασίλευσε μετὰ τὸν πρεσβύτερον ἀδελφόν, πολ λάς τε παρανομίας διεπράξατο, τήν τε ἰδίαν ἀδελφὴν Κλεοπάτραν γήμας καὶ πολλοὺς περιβαλὼν ψευδῶς ὡς ἐπιβουλεύοντας αὐτῷ, καὶ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ συκοφαντίαις φυγαδεύων καὶ τὰς οὐσίας αὐτῶν ἀφαι ρούμενος. 343 ΣΥΡΙΑΣ ΚΑΙ ΑΣΙΑΣ ΒΑΣΙΛΕΙΣ Συρίας καὶ Ἀσίας δʹ ἐβασίλευσεν Ἀντίοχος ὁ υἱὸς αὐτοῦ, ὁ ἐπικληθεὶς Καλλίνικος, ὁ αὐτὸς καὶ Σέλευκος, ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσληʹ. Ἐπὶ τούτου τοῦ Ἀντιόχου Πέρσαι τῆς Μακεδόνων καὶ Ἀντιόχων ἀρχῆς ἀπέστησαν, ὑπ' αὐτοὺς τελοῦντες ἀπὸ Ἀλεξάνδρου τοῦ κτιστοῦ, διὰ τοιαύ την αἰτίαν. Ἀρσάκης τις καὶ Τηριδάτης ἀδελφοὶ τὸ γένος ἕλκοντες ἀπὸ τοῦ Περσῶν Ἀρταξέρξου ἐσατράπευον Βακτρίων ἐπὶ Ἀγαθοκλέους Μακεδόνος ἐπάρχου τῆς Περσικῆς. ὃς Ἀγαθοκλῆς ἐρασθεὶς Τηριδάτου, ὡς Ἀρριανός φησιν, ἑνὸς τῶν ἀδελφῶν, καὶ τὸν νεανίσκον σπουδάζων ἐπιβουλεῦσαι, δι αμαρτήσας ἀνῃρέθη παρ' αὐτοῦ καὶ Ἀρσάκου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ βασι λεύει Περσῶν Ἀρσάκης, ἀφ' οὗ οἱ Περσῶν βασιλεῖς Ἀρσακίδαι ἐχρημάτισαν, ἔτη βʹ, καὶ ἀναιρεῖται, καὶ μετ' αὐτὸν Τηριδάτης ἀδελφὸς ἔτη λζʹ. Συρίας εʹ ἐβασίλευσε Σέλευκος ὁ καὶ Ἀλέξανδρος, υἱὸς Σελεύκου τοῦ Καλλινίκου, ὁ Κεραυνὸς ἐπικληθείς, ἔτη γʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσνθʹ. Συρίας ςʹ ἐβασίλευσεν Ἀντίοχος ὁ ἀδελφὸς αὐτοῦ, ὁ ἐπικληθεὶς μέγας, ἔτη λςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσξβʹ. Οὗτος ὁ κληθεὶς μέγας Ἀντίοχος κατὰ μὲν τινὰς ἀδελφός ἐστι Σελεύκου τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος Κεραυνοῦ, κατὰ δὲ ἑτέρους υἱὸς αὐτοῦ. ἀρχὴν δὲ ἔλαβεν ἡ αὐτοῦ βασιλεία κατὰ τὴν ρλζʹ ὀλυμπιάδα, καὶ οὐχ ὡς Εὐσεβίῳ δοκεῖ κατὰ τὴν ρλθʹ. Κατὰ τοὺς αὐτοὺς χρόνους Ἀντίοχος Ῥωμαίοις πολεμεῖν ὁ μέγας ἤρξατο Ἀννίβα κατὰ τὰς Σπανίας καὶ τὴν Καρχηδόνα στρατηγοῦντος καὶ ὑπὸ Ῥωμαίων καταπολεμουμένου καὶ πολεμοῦντος πρὸ τῆς εἰς Βιθυνίαν φυ γῆς πρὸς Προυσίαν. καὶ πρῶτον μὲν ἐν Θερμοπύλαις τῆς Ἑλλάδος Ῥωμαίοις συμβαλὼν ὁ αὐτὸς μέγας Ἀντίοχος ἡττᾶται, ἔπειτα δὲ συλλέξας στρατόπεδα καὶ Ἀννίβαν τὸν Καρχηδόνιον ἐκ Βιθυνίας προσλαβόμενος, πρὸς Θυατείροις πόλει τῆς Λυδίας αὖθις Ῥωμαίοις πολεμεῖ, Σκηπίωος Ἀφρικανοῦ σὺν ἀδελφῷ Σκηπίωνι στρατηγοῦντος. καὶ οὗτος ἡττᾶται, 344 ὥστε αὐτὸν ὑπόσπονδον γενέσθαι Ῥωμαίοις τελοῦντα α τάλαντα καὶ τριήρεις πολλὰς δόντα καὶ τὴν δαπάνην τοῦ πολέμου. Ἀννίβας δὲ πρὸς Προυσίαν φυγὼν αὖθις ἀπὸ Θυατείρων φαρμάκῳ τελευτᾷ τὸν βίον τῷ φόβῳ Ῥωμαίων. Ἐπὶ τούτου ἐπράχθη τὰ κατὰ τὴν πρώτην τῶν Μακκαβαίων βίβλον παρὰ Ἰουδαίοις ἱστορούμενα. Ἔτι δὲ καὶ ὁ πρὸς Καρχηδονίους δεύτερος πόλεμος κινεῖται, κρατήσας καὶ αὐτὸς ἔτη ιθʹ Ῥωμαίοις. Ἀννίβας γὰρ Καρχηδονίων στρατηγὸς νέος τῷ φρονήματι καὶ τῇ ἡλικίᾳ Σπανίαν κατέσχεν οὖσαν ὑπὸ Ῥωμαίους, καὶ τῇ Ἰταλίᾳ αὐτῇ ἐπῆλθε συμμαχούντων αὐτῷ Γάλλων καὶ ἄλλων πολλῶν βαρβάρων. πρῶτοι οὖν αὐτῷ Κορνήλιος Σκηπίων καὶ Σεμπρώνιος Γράκ χος ὕπατοι πολεμοῦσιν, οἳ καὶ φυγόντες μόλις διασῴζονται τοῦ κινδύνου. μεθ' οὓς Λούκιος Φαλαμήνιος πολεμήσας αὐτῶ μετὰ τῆς δυνάμεως διε φθάρη. τρίτος πρὸς αὐτὸν ἀγωνίζεται Φάβιος Μάξιμος ἀνὴρ στρατηγικὸς ὑπατεύων καὶ τρέπει τὸν Ἀννίβαν στρατηγίᾳ μᾶλλον, οὐ δυνάμει κρατήσας. Τότε καὶ Ἀρχιμήδης γεωμέτρης τοῖς μηχανήμασι Ῥωμαίους ἀπώσατο πολλάκις πολιορκοῦντας Συρακούσας, οἰκῶν ἐν αὐταῖς. ἔνθα καὶ ἀναιρεῖ ται ὑπό τινος στρατιώτου, τῆς πόλεως ἄφνω ληφθείσης ἑορταζόντων Συρακουσίων, παρὰ γνώμην Μαρκέλλου στρατηγοῦ Ῥωμαίων, ὃς ὑπὸ Ῥωμαίους αὖθις τὴν Σικελίαν θεὶς ἐπινίκιον πομπὴν ἐθριάμβευσε. Πολλῶν δὲ ἄλλων Ῥωμαίων στρατηγῶν μετὰ ταῦτα πολεμησάντων Ἀννίβᾳ κρατοῦντι Καρχηδόνος καὶ Ἱσπανίας καὶ μὴ κατισχυσάντων αὐτοῦ τέλος Σκηπίων Ἀφρικανὸς τρέψας τὴν Ἀννίβα δύναμιν ἐν Ἱσπανίᾳ κατὰτὴν ρμεʹ ὀλυμπιάδα ὑπατεύσας τε καὶ κατ' ἐξουσίαν λαβὼν καὶ διοικῶν τὴν ὅλην Ἰταλίαν ἐπὶ Καρχηδόνα διέπλει στόλῳ μεγάλῳ καὶ τὴν ἅπασαν πορθεῖ πρὸς τῇ Λιβύῃ χώραν Καρχηδονίων, ὥστε τοὺς ἐν τέλει Καρχηδο νίους μεταστείλασθαι τὸν Ἀννίβαν ἐξ Ἰταλίας· ᾧτινι Σκηπίων συγκρούσας ἐπανιόντι πρὸς τῇ Καρχηδόνι κρατεῖ τῆς μάχης τοσοῦτον ὥστε φυγεῖν τὸν Ἀννίβαν καὶ πρὸς τὸν Βιθυνίας ἐλθεῖν βασιλέα εἰς Προυσίαν αἰδούμενον Καρχηδονίους. τότε καὶ Καρχηδόνα Ῥωμαίοις ὁ αὐτὸς Ἀφρικανὸς Σκη 345 πίων ἐπικληθεὶς ὑπὸ τῆς συγκλήτου βουλῆς διὰ τὸ τηλικοῦτον κατόρθωμα παρεστήσατο καὶ θρίαμβον ἐν Ῥώμῃ κατήγαγε. Συρίας ζʹ ἐβασίλευσε Σέλευκος γʹ υἱὸς αὐτοῦ ἔτη ιβʹ. οὗτος καὶ Φιλο πάτωρ ἐλέγετο. τοῦ δὲ κόσμου ἦν ἔτος εςζηʹ. Συρίας ηʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Ἐπιφανὴς ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετιʹ. Ἀντίοχος ὁ Ἐπιφανὴς Συρίας βασιλεύων πρῶτον μὲν Πτολεμαίῳ τῷ Φιλομήτορι ἐπιτίθεται κατὰ τὴν Αἴγυπτον καὶ τῆς Αἰγύπτου βασιλείας ἐκβάλλει πρὸς βραχύ. κωλυθεὶς δὲ ὑπὸ Ῥωμαίων καὶ ὑπὸ τῶν Ἀλεξανδρέων διωχθεὶς τὴν Ἱερουσαλὴμ ἐκπορθεῖ καὶ τὸν ναὸν βεβηλοῖ, Διὸς Ὀλυμπίου βδέλυγμα ἀναστηλώσας ἐν αὐτῷ κατὰ τὴν προφητείαν Δανιὴλ τοῦ μεγάλου, τά τε ἱερὰ σκεύη ἀφαιρεῖται καὶ ἑλληνίζειν ἀναγκάζει τοὺς Ἰουδαίους. ἐφ' οἷς Ματθίας ὁ ἱερεὺς ζηλώσας σὺν τοῖς υἱοῖς Ἰούδᾳ καὶ Ἰωνάθῃ τοῖς Μακκαβαίοις Σίμωνί τε καὶ Ἰωάννῃ κατηγωνίσαντο τοῦ τυράννου, τοῖς αὐτοῦ στρατηγοῖς ἐπιθέμενος καὶ καταπολεμήσας αὐτοὺς τῇ τῶν οἰκείων παίδων ἀντιμαχίᾳ τῶν καὶ διὰ τοῦτο Μακκαβαίων κλη θέντων ἅμα τοῖς τότε ζήλῳ θείῳ τῶν πατρίων νόμων ὑπεραθλησάντων· ἐν οἷς καὶ οἱ ζʹ νέοι σφόδρα γενναίως σὺν τῇ μητρὶ καὶ τῷ διδασκάλῳ Ἐλεαζάρῳ πολλῶν καὶ πικρῶν βασάνων ὑπερφρονήσαντες νομίμως τὸν βίον κατέλυσαν, θανάτῳ μαρτυρικῷ τελειωθέντες. Ἀσαμωναῖοι λέγονται οἱ ἐκ Ματαθίου, διότι ὁ πατὴρ αὐτῶν Ἀσαμωναῖος ἐλέγετο. ᾤκει δὲ ἐν κώμῃ Μωδεείμ. Ταρσεῖς καὶ Μαλῶται κατὰ Ἀντιόχου ἐστασίασαν ὡς δωρεᾷ διδόμενοι τῇ παλλακῇ αὐτοῦ Ἀντιοχίδι· πρὸς οὓς ἧκεν Ἀντίοχος, Ἀνδρόνικον καταλείψας ἐν Δάφνῃ ἐπὶ τῶν πραγμάτων, ὃς ἀνελὼν Ὀνείαν τὸν ἱερέα δόλῳ τοῦ Μενελάου, καὶ αὐτὸς ἀναιρεῖται ὑπὸ τοῦ Ἀντιόχου ὡς φονεύς. Συρίας θʹ ἐβασίλευσεν Ἀντίοχος Εὐπάτωρ υἱὸς αὐτοῦ ἔτος αʹ, μῆνας ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετκαʹ. Ἀντίοχος οὗτος πατάξας Αἴγυπτον καὶ πρὸς τὸν Φιλομήτορα Πτολε 346 μαῖον πολεμήσας εἰς τὴν Ἰουδαίαν ἐπανῆλθε, τὴν ἀρχιερωσύνην τε Ἰησοῦ τῷ καὶ Ἰάσωνι ἐνεχείρισεν ἀδελφῷ Ὀνείου, καὶ πάλιν ἐκβαλὼν αὐτὸν ἀδελφῷ τε καὶ Μενελάῳ δέδωκεν. οἱ δὲ στασιάσαντες πρὸς ἀλλήλους κα κῶν μεγάλων αἴτιοι γεγόνασιν Ἰουδαίοις. ΚΟΣΜΟΥ ΕΤΗ Ἰουδαίων ιςʹ ἀρχιεράτευσεν Ἰούδας υἱὸς Ματαθίου αʹ ἀρχιερέως ἔτη γʹ, οἱ δὲ ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετλδʹ. Τινὲς ἱστοροῦσι Ματαθίου ἔτη γʹ τῆς ἀρχιερωσύνης καὶ Ἰούδα ἔτη ςʹ. Ἰουδαίων ιζʹ ἀρχιεράτευσεν Ἰωνάθης ἀδελφὸς Ἰούδα τοῦ Μακκαβαίου ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετμʹ. Οἱ φίλοι τοῦ Ἰούδα τὸν Ἰωνάθην ἀδελφὸν αὐτοῦ προεστήσαντο ἄρχειν αὐτῶν. οὗτος Βακχίδῃ συμβαλὼν εἰς πόλεμον διέφθειρε τρισχιλίους τῶν σὺν αὐτῷ. μετὰ δὲ ταῦτα προδιδόντας αὐτόν τινας τῶν Ἰουδαίων αἰσθόμε νος τῷ Βακχίδῃ ἀνεῖλεν αὐτοὺς καὶ διῆγεν εἰς πόλιν ἐν τῇ ἐρήμῳ κειμένην Βηθφεσή. ταύτην ἐπολιόρκησε Βακχίδης. Ἰωνάθης δὲ ὑπεξελθὼν καὶ πολλοὺς διαφθείρας ἀπελαύνει αὐτόν. Ἄλκιμος ὁ ἀνίερος καθελὼν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων δίκας ἔδωκε πικρῶς θανών. Βακχίδης φοβηθεὶς Ἰωνάθην φιλοῦται αὐτῷ, κἀκ τούτου προΐσταται τοῦ λαοῦ Ἰωνάθης. Ἀλέξανδρος ὁ τοῦ Βαλλᾶ υἱὸς Ἀντιόχου τοῦ Ἐπιφανοῦς Δημήτριον τὸν Σελεύκου καθελὼν ἐβασίλευσεν ἔτη εʹ, οἱ δὲ θʹ. οὗτος ἐν Πτολεμαΐδι φιλωθεὶς Ἰωνάθῃ δώροις καὶ στεφάνοις ἐτίμησεν. Ἰουδαίων ιηʹ ἱεράτευσε Σίμων ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετνθʹ. Σίμων καὶ Ἰουδαῖοι Δημητρίῳ προσφυγόντες εἰρήνευον. ἐξ οὗ δὴ Σίμων ἀρχιεράτευσε, Γάζαν τε πολέμῳ εἷλε τούς τε ἐν τῇ ἄκρᾳ τῆς Ἱερουσαλὴμ μετὰ Δημήτριον. Ἀντίοχος ὁ Σιδίτης Σίμωνι φιλοῦται. Ἀντίοχος ὁ Σιδίτης Ἰώππην καὶ ἀργυρίου τάλαντα α ἀπῄτει Ἰουδαίους. 347 τῶν δὲ μὴ ὑπακουόντων Κενδέβαιον ἐπέταξε πολεμεῖν αὐτοῖς, ὃν Ἰωάν νης υἱὸς Σίμωνος ἐτροπώσατο. Σίμων Ἰουδαίων ἀρχιερεὺς ἀδελφὸς Ἰούδα καὶ Ἰωνάθου τῶν Μακκαβαίων ἀναιρεῖται ὑπὸ Πτολεμαίου τινὸς Ἰουδαίου στρατηγοῦ τῆς Ἱεριχὼ καὶ γαμβροῦ αὐτοῦ δόλῳ. Οὗτος ὁ Σίμων μετὰ ροʹ ἔτη τοὺς Ἰουδαίους ἠλευθέρωσε τῶν φόρων. ἐτέλουν γὰρ ἀπὸ τοῦ αʹ Σελεύκου. Ἡγήσατο τῶν Ἰουδαίων Ματθίας ὁ πατὴρ τῶν Μακκαβαίων ἔτη γʹ. Ἰούδας υἱὸς αὐτοῦ ἔτη ςʹ. Ἰωνάθης ἔτη ιθʹ. Σίμων ἔτη ηʹ. ὁμοῦ ἔτη λδʹ. Καὶ σπένδεται Ῥωμαίοις Ἰούδας. Περὶ τῶν Μακκαβαίων Ὁ ἀπὸ Ματαθίου τοῦ πατρὸς τῶν Μακκαβαίων, Ἰούδα καὶ Ἰωνάθου καὶ Σίμωνος, χρόνος κατὰ μὲν τὸν ἀκριβῆ λόγον ἐτῶν ἐστι λδʹ, ὡς ὑπο τέτακται, κατὰ δὲ Εὐσέβιον ἐτῶν
330.6.1
ἀφ' οὗ γὰρ χρόνου Πτολεμαῖος ὁ Φιλοπάτωρ ἤρξατο πολεμεῖν πρὸς Ἀντίοχον τὸν μέγαν ἡ τῶν Μακκαβαίων γραφὴ ἱστορεῖ· ὁ δὲ χρόνος αὐτῶν ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς ἀριθμεῖται ἕως τοῦ θανάτου Σίμωνος. ὁ γὰρ Φιλοπάτωρ πολεμήσας Ἀντιόχῳ τῷ μεγάλῳ τοὺς Ἰουδαίους ἀφῆκεν ἀπολύσας ἐλευθέρους, Ἰουδαῖοι δὲ τῷ Ἐπιφανεῖ Ἀντιόχῳ υἱῷ τοῦ μεγάλου Ἀντιόχου συνέθεντο. ὁ δ' αὐτὸςἘπιφανὴς τὸν ναὸν ἐσύλησε καὶ Ἰουδαίους ἑλληνίζειν ἠνάγκασε. Τότε Ματαθίας ἀνέστη σὺν τοῖς παισὶ ζήλῳ θεοῦ πολεμῶν αὐτῷ. οὗ τελευτήσαντος Ἰούδας τοῦ ἔθνους ἡγήσατο. ἐπὶ τούτοις Ἀντίοχος μὲν οἰκτρῶς θνήσκει, ὁ δὲ υἱὸς αὐτοῦ Εὐπάτωρ Ἀντίοχος Λυσίᾳ γράφει περὶ εἰρήνης Ἰουδαίων. εἶτα Ἰούδας οἰκοδομεῖ καὶ ἐγκαινίζει τὸ θυσιαστήριον, Ῥωμαίοις τε σπένδεται φιλωθεὶς καὶ πρὸς γεωργίαν Ἰουδαίους προτρέπει. ἐν τούτοις οὖν Δημήτριος ὁ Σελεύκου καταπλεύσας ἐκ Ῥώμης τόν τε Εὐπάτορα Ἀντίοχον ἀναιρεῖ καὶ Λυσίαν, πρὸς ὃν Ἰούδας εἰς τὴν Ἰουδαίαν 348 ἐλθόντα παραγενηθεὶς ἀπεδείχθη. ἔπειτα δὲ Ἀλκίμου τοῦ ἱερέως παρεν οχλήσεσιν ὑπ' αὐτοῦ Δημητρίου ἀνῃρέθη ἀνδρείως πολεμῶν. Ἰωνάθης μετὰ Ἰούδαν ἡγεῖται Ἰουδαίων. Ἄλκιμος δὲ ὁ προρρηθεὶς καθεῖλε τὸ τεῖχος τῆς ἐνδοτέρας αὐλῆς τοῦ ἱεροῦ, ἡνίκα καὶ Ἀλέξανδρος υἱὸς Ἀντιόχου τοῦ Εὐπάτορος Δημήτριον τὸν λεγόμενον Σωτῆρα ἀνελών, Ἰωνάθην πορφύραν ἐνέδυσε, βασιλέα τοῦ ἔθνους Ἰουδαίων ἀνειπών. τότε Δημήτριος Δημητρίου ἀπὸ Κρήτης ἐπανῆλθε καὶ Ἀλεξάν δρῳ συμβαλὼν εἰς μάχην ἐλαύνει τῆς ἀρχῆς, Πτολεμαῖος δὲ ὁ Φιλομήτωρ πίπτει συμμαχῶν, καὶ Ἀλεξάνδρου τὴν κεφαλὴν προσφυγόντος αὐτῷ Ζάβηλος δυνάστης Ἀράβων Πτολεμαίῳ ψυχορραγοῦντι πέμψας παρεμυθήσατο. Ἰωνάθης δὲ κατὰ Δημητρίου ἐπὶ τὴν ἄκραν ἐστράτευσεν. ἀλλὰ Τρύφων ὁ καὶ Διόδοτος ἀναιρεῖ τὸν Ἰωνάθην ἐν Πτολεμαΐδι δόλῳ, ἑαυτῷ τὴν βασιλείαν Ἀντιόχου τοῦ υἱοῦ Ἀλεξάνδρου περιποιούμενος. Σίμων ἀδελφὸς Ἰωνάθου μετ' αὐτὸν ἡγήσατο κάλλιστα τοῦ ἔθνους, προ στησάμενος ἡγούμενον τῶν δυνάμεων Ἰωάννην υἱὸν αὐτοῦ καὶ Ῥωμαίοις σπεισάμενος. τοῦτον ἀναιρεῖ Πτολεμαῖος ὁ Ἀβούβου γαμβρὸς οἰκεῖος καὶ στρατηγὸς Ἱεριχώ. ἕως τούτου τὰ Μακκαβαίων. Ἰουδαίων ἀρχιεράτευσε ιθʹ Ἰωάννης ὁ καὶ Ὑρκανὸς ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετξζʹ. Ἰωάννης ὁ τῶν Ἰουδαίων στρατηγὸς Ὑρκανοὺς νικήσας Ὑρκανὸςὠνομάσθη. ὁ αὐτὸς πρὸς Ῥωμαίους δόγματι συγκλήτου φιλίαν σπένδε ται. Ἰωάννης ὁ καὶ Ὑρκανὸς Ἰουδαίων ἀρχιερεὺς Σεβαστὴν πόλιν Σαμαρείας πολιορκήσας ἠδάφισε. ταύτην Ἡρώδης ἀνοικοδομήσας Σεβαστὴν εἰς ὄνομα τοῦ Καίσαρος ἐκάλεσεν. Ἔπειτα Ἰωάννης Ὑρκανὸς διαπρεπῶς ἡγήσατο πάνυ τοῦ γένους Ἰουδαίων. ἡ δὲ πρώτη τῶν Μακκαβαϊκῶν βίβλος ἕως αὐτοῦ λήγει. τοῦτον Ἰώσηππος ἐπὶ θεοφιλίᾳ πολλὰ μαρτυρεῖ. Ἰωάννης υἱὸς Σίμωνος σφόδρα διαπρέπων, ἡγησάμενος τοῦ ἔθνους Ἰουδαίων ἐν ἱερωσύνῃ, καὶ πολέμοις καὶ πλούτῳ, τρισμυρίων ταλάντων ἐκ τῶν πατρῴων Δαβὶδ καὶ Σολομῶνος τάφων ἀνελόμενος, ἄλλοις τε πολ 349 λοῖς κατορθώμασι καὶ τροπαίοις κατὰ τῶν πλησιοχώρων καὶ Σαμαρείας εὐδοκιμήσας, ἐν τῷ θορύβῳ τῶν βʹ βασιλέων Ἀντιόχων πρὸς ἀλλήλους τοῦ Γρυποῦ καὶ τοῦ Κυζικηνοῦ ἀναιρεθεὶς τελευτᾷ ἀρχιερατεύσας ἔτη λʹ, κατὰ δὲ Ἀφρικανὸν κζʹ. πολλὰς μυριάδας ταλάντων χρυσίου καὶ ἀργυρίου συνέθαψε τῷ Δαβὶδ Σαλομών, ὥς φησιν Ἰώσηππος, ἐξ ὧν Ἰωάννης οὗτος ὁ καὶ Ὑρκανὸς ἕνα τοῦ τάφου Δαβὶδ οἶκον ἀνοίξας ὑπὸ Ἀντιόχου πολιορκούμενος ὡς τρισχίλια τάλαντα χρυσοῦ ἀνείλατο. ἔπειτα δὲ καὶ Ἡρώδης ἄλλον οἶκον ἀνοίξας πολλὰ τάλαντα ἐξήγαγε. ταῖς δὲ θήκαις τῶν αὐτῶν βασιλέων διὰ βάθους μεμηχανευμέναις οὐδεὶς προσεπέλασεν. ΑΙΓΥΠΤΟΥ ΚΑΙ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΒΑΣΙΛΕΙΣ Αἰγύπτου καὶ Ἀλεξανδρείας ςʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετιδʹ. Ἀφρικανὸς ἔτη ιαʹ μόνα λέγει τοῦ Φιλομήτορος. Πτολεμαῖος ὁ Φιλομήτωρ πρῶτον Ἀλεξάνδρῳ τὴν θυγατέρα Κλεοπά τραν δοὺς πρὸς γάμον, ἔπειτα διὰ τὴν Ἀμμωνίου τοῦ στρατηγοῦ αὐτοῦ ἐπιβουλὴν συμμαχεῖ Δημητρίῳ κατ' αὐτοῦ. καὶ ὁ μὲν κατὰ τὴν μάχην ἐκπεσὼν τοῦ ἵππου τιτρώσκεται, Ἀλεξάνδρου δὲ τὴν κεφαλὴν ἐκκοπεῖσαν ψυχορραγῶν δέχεται. Αἰγύπτου καὶ Ἀλεξανδρείας ζʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Εὐεργέτης δεύτερος ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετμθʹ. Αἰγύπτου καὶ Ἀλεξανδρείας ηʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Φούσκων ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
330.7.1
Οὗτος καὶ Σωτὴρ ἐκαλεῖτο, υἱὸς δὲ ἦν τοῦ Εὐεργέτου Πτολεμαίου καὶ Κλεοπάτρας πρεσβύτερος. τοῦτον ἡ μήτηρ τῷ ιʹ ἔτει τῆς βασιλείας ἀπ ήλασε, καὶ ἦν βασιλεύων ἐν Κύπρῳ· τὸν δὲ νεώτερον υἱὸν αὐτῆς καὶ ἀδελ φὸν τούτου Ἀλέξανδρον ἀνέδειξε βασιλέα σὺν αὐτῇ· ὃς καὶ ἐβασίλευσεν Ἀλεξανδρείας ἔτη ιεʹ, καὶ διωχθεὶς ὑπὸ τῶν στρατευμάτων εἰς Λυκίας 350 πόλιν Μύρα φεύγει μετὰ γυναικὸς καὶ θυγατρὸς κἀκεῖθεν εἰς Κύπρον μετὰ παῖδα, καὶ ἀναιρεῖται ὑπὸ ναυάρχου Χαιρέου πολεμούμενος. μεθ' ὃν πάλιν τῷ ἀδελφῷ παραδόντες Πτολεμαίῳ Σωτῆρι καὶ Φούσκωνι δι' ὄγκον τοῦ σώματος κληθέντι τὴν βασιλείαν ἀνεδέξαντο βʹ βασιλέα οἱ Ἀλεξαν δρεῖς ἐπὶ ἄλλα ἔτη ηʹ. ὁμοῦ ἔτη λγʹ. ἅτινα μετὰ τὴν ἀναίρεσιν ὄντα Ἀλε ξάνδρου τοῦ ἀδελφοῦ αὐτοῦ ὧδε συντάττονται. ΣΥΡΙΑΣ ΒΑΣΙΛΕΙΣ Συρίας ιʹ ἐβασίλευσε Δημήτριος υἱὸς Σελεύκου ἔτη ιβʹ ὁ ἐπικληθεὶς Σωτήρ. τοῦ δὲ κόσμου ἦν ἔτος ετκγʹ. Οὗτος ὁ Δημήτριος ὑπὸ Σελεύκου τοῦ πατρὸς δοθεὶς ὅμηρος εἰς Ῥώμην, φυγὼν εἰς Τρίπολιν Φοινίκης ἐν ἡμέραις παρεγένετο, καὶ ἐπελθὼν Λυσίαν τε ἐπίτροπον Ἀντιόχου τοῦ παιδὸς ἀναιρεῖ καὶ αὐτὸν Ἀντίοχον, παραδόξως ἐν ταῖς ὅλαις ἡμέραις τοσαύτην κατακτησάμενος ἀρχήν. κατὰ τούτου Πτολεμαῖός τε συμμαχεῖ Ἀλεξάνδρῳ διὰ μισθοφόρων ξένων καὶ Ἄτταλοςὁ Περγάμου βασιλεὺς ὁ καὶ κατάγων αὐτόν· πρὸς ὃν ἀντιταττόμενος ὁ Δημήτριος τελευτᾷ ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ κρατεῖ τῆς Συρίας Ἀλέξανδρος ὁ ὑποτεταγμένος ἔτη εʹ, καὶ ἀναιρεῖται πολεμῶν τῷ Πτολε μαίῳ κατὰ τὴν Ἀντιόχειαν κατάγοντι Δημήτριον τὸν Δημητρίου ἐπὶ τὴν βασιλείαν Συρίας. συμπίπτει δὲ καὶ ὁ Πτολεμαῖος καὶ μετ' οὐ πολὺν χρό νον θνήσκει. Συρίας καὶ Ἀσίας ιαʹ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη θʹ. οὗτος υἱὸς ἦν Ἀντιόχου τοῦ Ἐπιφανοῦς. τινὲς δὲ ἔτη ιʹ φασὶν αὐτὸν βασιλεῦσαι, ἐν οἷς καὶ Εὐσέβιος. τοῦ δὲ κόσμου ἦν ἔτος ετλεʹ. Οὗτος Πτολεμαίῳ φιλωθεὶς Κλεοπάτραν ἔγημε θυγατέρα αὐτοῦ, καὶ ἐν Πτολεμαΐδι ὑπάρχουσιν αὐτοῖς Ἰωνάθης ἐλθὼν ἐφιλώθη. Τρύφων ὁ καὶ Διόδοτος παρὰ Ἀλεξάνδρου τοῦ Βαλλᾶ τὴν τῶν πραγμά των ἐγχειρισθεὶς διοίκησιν Ἀντίοχον τὸν Ἀλεξάνδρου παρὰ Ἰμαλκούητὸν Ἄραβα τρεφόμενον ἀπολαβὼν ἐπολέμει τῷ Δημητρίῳ, φιλωθεὶς Ἰωνά 351 θῃ, ἡνίκα πολλῶν Ἰωνάθης κρατήσας τὴν πρὸς Ῥωμαίους φιλίαν τοῦ ἀδελφοῦ ἀνεκτήσατο. ὁ δὲ Τρύφων Ἰωνάθην δεδοικὼς ἀποκτεῖναι τὸν παῖδα Ἀντίοχον καὶ ἑαυτὸν ἀνειπεῖν βασιλέα, μετὰ δυνάμεως πρὸς αὐτὸν ἐλθόντα πείθει πάντας ἀπολῦσαι πλὴν χιλίων καὶ συμπορευθῆναι ἕως Πτολεμαΐδος τὰς ἐκεῖ παραληψόμενον δυνάμεις. Ἰωνάθης δὲ συναπῆλθεν ἅμα χιλίοις μόνοις ἀπατηθεὶς ἐν Πτολεμαΐδι. δήσας δὲ τοῦτον ὁ Τρύφων ἐπιστρατεύει Ἰουδαίοις, ὧν ἡγεῖτο Σίμων ἀδελφὸς Ἰωνάθου, τάλαντά τε ρʹ ἐπεζήτει καὶ δύο τῶν παίδων Ἰωνάθου αὐτοῦ ἀντ' αὐτοῦ. ὁ δὲ Σίμων εἰδὼς ὅτι πάντα ψεύδεται, πλὴν δέδωκε πάντα καὶ οὐδ' οὕτως τοῦ φόνου τὸν ἀδελφὸν ἐξείλατο. Συρίας καὶ Ἀσίας ιβʹ ἐβασίλευσε Δημήτριος Δημητρίου τὸ αʹ ἔτη γʹ ὁ καὶ Σιριππίδης. τοῦ δὲ κόσμου ἦν ἔτος ετμδʹ. Συρίας καὶ Ἀσίας ιγʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Σιδίτης ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετμζʹ. Οὗτος ἀδελφὸς ἦν τοῦδε τοῦ Δημητρίου. Οὗτος Τρύφωνα τὸν ἀνελόντα Ἰωνάθην καὶ Ἀντίοχον τὸν υἱὸν Ἀλεξάνδρου καὶ ἑαυτὸν βασιλέα Συρίας ἀνειπόντα ἐκ Σίδης ἐλθὼν πολιορκεῖ εἰς Δαρὰ καταφυγόντα κἀκεῖθεν εἰς Ὀρθωσίαν. ἐξ ἧς διωχθεὶς εἰς πῦρ ἐναλλόμενος θνήσκει. Συρίας καὶ Ἀσίας ιδʹ ἐβασίλευσε Δημήτριος τὸ βʹ ἔτη δʹ. τοῦ δὲ κό σμου ἦν ἔτος ετνςʹ. Συρίας καὶ Ἀσίας ιεʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Γρυπὸς ἔτη κςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετξʹ. Χρὴ γινώσκειν ὅτι τὰ κςʹ ἔτη οὐκ εἰσὶ μόνου τοῦ Γρυποῦ Ἀντιόχου, ἀλλὰ καὶ τοῦ Κυζικίου. πρῶτον γὰρ ὁ Γρυπὸς βασιλεύσας ἔτη δʹ ἐξεβλήθη ὑπὸ τοῦ Κυζικίου, καὶ ἐβασίλευσεν ὁ Κυζίκιος ἔτη ιηʹ. καὶ πάλιν ὁ Γρυπὸς ἐκβαλὼν τὸν Κυζίκιον ἐβασίλευσε τὰ λοιπὰ ἔτη δʹ, καὶ οὕτως ἐκ διαδο χῆς ἐπολέμουν ἀλλήλους. Ἀντίοχος ἅμα Ὑρκανῷ ὁ Γρυπὸς Σίνδαν τινὰ στρατηγὸν τῶν Πάρθων νικήσας τρόπαιον ἔστησε παρὰ τῷ Λύκῳ ποταμῷ. 352 Κατὰ Σικελίαν ὁ δουλικὸς πόλεμος. οἱ ἐν Σικελίᾳ δοῦλοι πολιορκούμε νοι εἰς ἀλληλοφαγίαν ἐτράπησαν. τοῦ δὲ κόσμου ἦν ἔτος ετξʹ. Σέλευκος υἱὸς Ἀντιόχου τοῦ Γρυποῦ τὸν Κυζίκιον ἐκβαλὼν ἐκράτησε βραχύ. Σέλευκον ζῶντα κατέκαυσεν ὁ Κυζίκιος Ἀντίοχος. Ἀντίοχος ὁ Κυζίκιος φυγὼν εἰς Πάρθους Πομπηίῳ προὔδωκεν ἑαυτόν. Ἰστέον ὅτι καὶ οὗτος ὁ ἐξωσθεὶς λέγεται ὑπὸ τῆς μητρὸς καὶ ὁ μετ' αὐ τὸν ὑπὸ τῶν στρατευμάτων διωχθεὶς Ἀλέξανδρος ὁ ἀδελφὸς αὐτοῦ ὁ ἐξ ωσθεὶς ὀνομάζεται. Τοῦ Ἀλεξάνδρου τούτου τοῦ προρρηθέντος υἱοῦ Ἀντιόχου τοῦ Ἐπιφανοῦς πεσόντος ἐν τῇ πρὸς Πτολεμαῖον μάχῃ μερίζεται ἡ τῆς Συρίας ἀρχὴ εἴς τε Δημήτριον τὸν τοῦ Δημητρίου υἱὸν ὁρμώμενον ἐκ τῆς Σελευκίας καὶ εἰς τὸν υἱὸν Ἀλεξάνδρου ὁρμώμενον ἐκ Συρίας καὶ Ἀντιοχείας Ἀντίοχον. ἀλλὰ τοῦτον ὁ Δημητρίου Δημήτριος τάχιστα νικήσας χειροῦται τὴν ἀρχὴν ἔτη γʹ. ὅθεν καὶ Νικάνωρ ἐκλήθη. στρατεύσας δὲ ἐπ' Ἀρσάκην εἰς Βαβυλῶνα αἰχμάλωτος γίνεται ὑπὸ Ἀρσάκου καὶ εἰς τὴν Παρθικὴν ἀναχθεὶς ἐφρουρεῖτο σιδηρωθείς. ὅθεν καὶ Σιδηρίτης ἐλέγετο ὕστερον. Οὗτος πρὸ τῆς εἰς Παρθικὴν φρουρᾶς ἐκ Κρήτης ἐπανελθὼν καὶ Συρίας κρατήσας Ἀπολλώνιον ἔταξεν Ἰουδαίοις πολεμεῖν· Ἰωνάθης δὲ ἅμα μυρίοις ἐπιλέκτοις Ἰώππην κατέσχε κτείνας η τῶν σὺν τῷ Ἀπολλωνίῳ. ὁ αὐτὸς Ἄζωτον ἐμπρήσας τὸ παρ' αὐτοῖς εἴδωλον τοῦ Δαγὼν ἀφαιρεῖται. Τῷ αὐτῷ Δημητρίῳ Δημητρίου Σωτῆρι ἐπιλεγομένῳ καὶ Νικάνορι Πτολεμαῖος δίδωσιν ἀφελόμενος Ἀλεξάνδρου τὴν θυγατέρα Κλεοπάτραν ὁμοῦ καὶ τῆς Συρίας ἀρχήν. ἀπέστησαν δὲ αἱ δυνάμεις τοῦ Δημητρίου καὶ ἐδεήθη Ἰωνάθου πέμψαι στράτευμα πρὸς συμμαχίαν αὐτῷ εἰς Ἀντιόχειαν, ὑποσχόμενος καθαρίσαι τὰς πόλεις Ἰούδα τῶν ἐθνικῶν στρατευμάτων, εἰ νικήσει. Ἰωνάθης δὲ ἀπέστειλεν αὐτῷ τρισχιλίους, οἳ καὶ διέφθειραν εἰς Ἀντιόχειαν Ἑλλήνων μυριάδας ιʹ τῶν ἐπαναστάντων κατὰ Δημητρίου πολιτῶν καὶ τὴν πόλιν ἐνέπρησαν. Δημήτριος δὲ νικήσας πάντα διεψεύσατο τὰ πρὸς Ἰωνάθην. Ἐν τούτοις οὖν ἀναιρεῖται Ἰωνάθης ὑπὸ Τρύφωνος δόλῳ καὶ κρατεῖ μετ' αὐτὸν Σίμων υἱὸς αὐτοῦ ἔτη ηʹ. 353 ΣΠΟΡΑΔΗΝ Ὄππιος Κελτοὺς ἐχειρώσατο. κατὰ τούτους τοὺς χρόνους ἑάλω Καρ χηδὼν τὸ ἔσχατον ὑπὸ Σκηπίωνος Ἀφρικανοῦ τοῦ νέου, ἔχουσα ἔτη χμʹ ἀπὸ κτίσεως, κατὰ δὲ ἄλλους ψμηʹ. Ἀντίοχον τὸν Σιδίτην Ἀρσάκης Πάρθος ἀνεῖλε. Πτολεμαῖος ὁ Ἀβούβου μετὰ τὸ ἀνελεῖν Σίμωνα τὸν οἰκεῖον πενθερὸν δόλῳ παρὰ πότον τῷ Ἀντιόχῳ ἐδήλωσεν ἀποστεῖλαι δύναμιν αὐτῷ πρὸς τὸ παραδοῦναι αὐτῷ τὴν Ἰουδαίαν. Ἰωάννης δὲ ὁ Σίμωνος υἱὸς μαθὼν τὰ συμβάντα τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς ὑπὸ Πτολεμαίου τοὺς μὲν ἐλθόντας πρὸς αὐτὸν ἐν Γαζαρηνοῖς ἀναιρεῖ, τῷ δὲ Ἀντιόχῳ φιλωθεὶς καὶ παρὰ τοῦ πλήθους τὴν ἀρχὴν λαβὼν τὸν αὐτὸν ἀναιρεῖ Πτολεμαῖον, καὶ Ἀντιόχῳ συμμαχεῖ κατὰ Ὑρκανῶν· ἔνθα μεγάλως εὐδοκήσας Ἰωάννης Ὑρκανὸς ἐπωνομάσθη, ἀριστεύσας πλεῖστα. Καὶ ἀναιρεῖται ὑπὸ Πτολεμαίου τοῦ Ἀβούβου Σίμων παρὰ πότον τοῦ ἰδίου γαμβροῦ δόλῳ σὺν τοῖς υἱοῖς πλὴν Ἰωάννου, ὃς Ἰωάννης ὁ Ὑρκανὸςμετονομασθεὶς ἐκράτησεν Ἰουδαίων ἔτη κςʹ στρατηγῶν καὶ ἀρχιερατεύων. Ἕως τούτου περιέχει ἡ πρώτη τῶν Μακκαβαίων, ἡ δὲ δευτέρα τὰ κατὰ Σέλευκον καὶ Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ Ἀντίοχον· τὸν Εὐπάτορα και Δημήτριον τὸν Σωτῆρα καὶ Ἰούδαν τὸν Μακκαβαῖον. ἡ δὲ τρίτη τὰ κατὰ τὸν Φιλοπάτορα Πτολεμαῖον ἱστορεῖ, ὅπως τὸ ἔθνος τῶν Ἰουδαίων ἐβου λεύσατο ἀφανίσαι πρὸ τῆς Ἀντιόχου τοῦ Ἐπιφανοῦς βασιλείας ἔτεσι λʹ· ταύτῃ δὲ καὶ πρώτη τῷ χρόνῳ ἐστίν. ἡ δὲ δʹ ἐξαίρετος περὶ τοῦ αὐτο δέσποτον εἶναι τῶν παθῶν τὸν εὐσεβῆ λογισμὸν καὶ περὶ τῆς τῶν ζʹ σὺν τῇ μητρὶ ἀθλήσεως κατὰ τοὺς Ἰωνάθου τοῦ Μακκαβαίου χρόνους καὶ Σί μωνος τοῦ ἀδελφοῦ αὐτοῦ. Αἰγύπτου μὲν Πτολεμαῖος ὁ Εὐεργέτης, Συρίας δὲ καὶ τῆς μικρᾶς Ἀσίας Ἀλέξανδρος ὁ τοῦ Βαλλᾶ λεγόμενος, υἱὸς Ἀντιόχου τοῦ ἘπιφανοῦςῬωμαίων δὲ ἄριστοι ἐκράτουν· καὶ ἄλλοι μὲν στρατηγοί, πάντων δὲ μᾶλ λον Σκηπίων ὁ νέος ἔκγονος τοῦ Ἀφρικανοῦ Σκηπίωνος, ὃς καὶ Καρχηδο νίοις τοῖς κατὰ Λιβύην τὸν τρίτον ἐπιστήσας καὶ τελευταῖον πόλεμον γεν

Intertext edge

Open linked passage

Note