Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
354.1.1
ναίως τοῖς ὅπλοις ἐκράτησε, μετὰ χμʹ ἔτη, καθ' ἑτέρους δὲ ψμηʹ τῆς οἰκο δομῆς τὴν Καρχηδόνα καταστρεψάμενος. τότε δύο στρατηγοὶ Ῥωμαίων ἡττηθέντες εἷς μὲν ἀνῃρέθη, θάτερος δὲ ζωγρηθεὶς εἰς Ῥώμην ἐστάλη σὺν αἰχμαλώτοις πολλοῖς, αὐτός τε ἀναζεύξας Σκηπίων*** τῶν ἐξ αὐ τῶν καταγόντων τὸ γένος ἔτι κρατούντων ἀπὸ τῶν Ἀλεξάνδρου χρόνων Αἰγύπτου καὶ Συρίας καὶ Ἀσίας, ἐν μέρει δὲ ἔστιν ὅτε καὶ Βαβυλωνίας, τῆς Μακεδόνων δυναστείας ὑποφόρου Ῥωμαίοις ταχθείσης, ὡς πρὸ βρα χέος δεδήλωται. Μικίψας Νουμηδείας βασιλεὺς καὶ Ῥωμαίων σύμμαχος τέθνηκεν, οὗ νόθος παῖς Ἰουγόρθας λεγόμενος δόλῳ τοὺς ἐκείνου γνησίους ἀνελὼν παῖδας χειροῦται τὴν ἀρχήν. ἐφ' ᾧ Ῥωμαῖοι δεινοπαθήσαντες διὰ Μαρί ου πρῶτον ὑπάτου στρατεύουσιν ἰσχυρῶς τῇ μάχῃ κρατήσαντος, τοῦ Ἰουγόρθα φεύγοντος, ἔπειτα διὰ Μετέλλου, καὶ τούτου ὑπατικοῦ γενναίως εὐδοκιμήσαντος, τελευταῖον δὲ διὰ Σύλλα, τοῦ καὶ αὐτὸν Ἰουγόρθαν ζῶντα χειρωσαμένου καὶ θριαμβεύσαντος ἐπ' αὐτῷ πρὸ τοῦ ἅρματος ἐν Ῥώμῃ κατὰ τὴν αὐτοῦ ὑπατείαν ἀγομένῳ δεσμίῳ, ἥτις ἦν ὀλυμπιάδι ρξεʹ. Συρίας καὶ Ἀσίας ιςʹ ἐβασίλευσεν Ἀντίοχος ὁ Κυζίκιος ἔτη ιαʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετπςʹ. ΚΟΣΜΟΥ ΕΤΗ Ἰουδαίων κʹ ἀρχιεράτευσεν Ἰανναῖος ὁ καὶ Ἀλέξανδρος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετζζʹ. Ἰανναῖος τοὺς λοιποὺς ἀδελφοὺς καὶ συγγενεῖς ἀνεῖλε, μηδένα τοῦ γέ νους ὑπολειψάμενος. διὰ τοῦτο καὶ πᾶσαι αἱ πόλεις Ἰουδαίων ἀπέστησαν ἀπ' αὐτοῦ, ἃς διὰ Κλεοπάτρας μητρὸς Ἀλεξάνδρου ἐπέστρεψε, συμμαχούν των Αἰγυπτίων αὐτῷ. Ἰανναῖος ὀξὺς καὶ ὑβριστὴς καὶ ἀγριώτατος ἦν σφόδρα. τοῦτον οἱ κο λακεύοντες Ἀλέξανδρον ἔλεγον διὰ τὸ τῆς γνώμης ὀξὺ καὶ ἀνεμπόδιστον, οἱ δὲ μισοῦντες Θρᾳκιδᾶν ὡς ἀδικώτατον. 355 Κατὰ τούτους τοὺς χρόνους Κλεοπάτρα Σαλήνη τοὺς παῖδας ἀποβαλοῦ σα καθ' ἑαυτὴν ἔδοξε βασιλεύειν, ἐπιτρόπους ἔχουσα δύο τῶν Ἰουδαίων Ἀνανίαν καὶ Χελκίαν, πάντα τὰ κατ' αὐτὴν διοικοῦντας, δι' ὧν Ἰανναῖος φιλωθεὶς αὐτῇ συμμάχους Αἰγυπτίους ἔσχε κατὰ Παλαιστίνης, καὶ τῶν ἀποστατησάντων Ἰουδαίων τὰς πόλεις ἀφανίζων καὶ τοὺς ὁμογενεῖς ἀφει δῶς ἀποσφάττων μέχρι γυναικῶν καὶ παίδων, ἀρξάμενος ἀπὸ τῶν πέραν Ἰορδάνου πόλεων καὶ Ἐσεβοῦντα καταλαβόμενος, Ἀμμανῖτιν τε καὶ Μωαβῖτιν ἐπελθών, Δῶραν, τὴν πρὸς τοῖς Ἄραψι Πέλλαν, Γάδαρα τὴν πρὸς θερμοῖς ὕδασιν, Ἄβιλαν, Ἵππον, Λίαν, Φιλοτερίαν, Μακεδόνων ἀποικίας, καὶ Βασὰν τὴν νῦν Σκυθόπολιν, Μαλλέαν Σαμαρείας, Θαβὼρ ὄρος, Γαβαάν. Ἰανναῖος ὁ καὶ Ἀλέξανδρος πόλεμον ἐξάγων πρὸς Ἀντίοχον τὸν παῖδα τοῦ Γρυποῦ τὸν καὶ Διόνυσον ἐνίκησεν. Οὗτος τὴν Τυρίων γῆν ἐπελθὼν ἐπολιόρκει τὴν νῆσον. ἐπαναστάσεως δὲ πειραθεὶς Ναβαταίων καὶ Ἰτουραίων Δίγαιον στρατηγὸν ἔπεμψε Γα λιλαῖον κατὰ Ναβαταίων. αὐτὸς δὲ κατὰ τῶν Ἰτουραίων εἰς πόλεμον ἑτοι μαζόμενος θνήσκει βασιλεύσας ἔτη
354.2.1
Σαλίνῃ γαμετῇ τὴν ἀρχὴν ἐγχει ρίσας, ὄντων αὐτῇ δύο παίδων ἐξ αὐτοῦ Ὑρκανοῦ καὶ Ἀριστοβούλου. ἐντεῦθεν δὲ τὰ Ἰουδαίων συγκέχυνται. Ἰουδαίων καʹ ἐβασίλευσε Σαλίνα ἡ καὶ Ἀλεξάνδρα ἔτη θʹ. τοῦ δὲ κό σμου ἦν ἔτος ευκζʹ. Ἀλεξάνδρα ἡ καὶ Σαλίνα πάντη τῆς ὠμότητος ἀποδέουσα τοῦ ἀνδρὸς Ἰανναίου τοῦ καὶ Ἀλεξάνδρου, τὸ Ἰουδαίων ἔθνος ταῖς χρησταῖς εὐνοίαιςκερδήσασα διὰ δόξαν εὐσεβείας καὶ τὴν πρὸς τὸ θεῖον ὀρθὴν πίστιν καὶ περὶ τοὺς πατρίους νόμους ἀκρίβειαν, εὐσταθῶς βασιλεύσασα ἔτη θʹ. ταύ την τὸ Φαρισαϊκὸν ἠγάπα σύστημα, ὡς τῶν ἄλλων δύο, Σαδδουκαίων καὶ Ἐσσηνῶν, εὐσεβέστερον εἶναι δοκοῦν, καὶ τούτοις τὴν τῶν πραγμάτων ἐγχειρεῖ διοίκησιν ὡς θεοφιλής. καὶ ἦν ἡ μὲν ἀπόλαυσις τῆς ἀρχῆς τῶν Φαρισαίων δεσμούντων καὶ λυόντων ὡς ἤθελον, αἱ δὲ δυσχέρειαι τῆς γυναικός, καίπερ οὔσης δεινοτέρας καὶ φοβερᾶς τοῖς ἔξω. πλὴν ἦρχε τῶν 356 πολλῶν καὶ ἤρχετο ὑπ' αὐτῶν. δύο δὲ παίδων Ἀριστοβούλου καὶ Ὑρκανοῦ 356 ταύτῃ προσόντων αὐτὴ τὴν βασιλείαν Ὑρκανῷ τῷ πρεσβυτέρῳ ἐπέτρεπε περὶ τὸν θάνατον, Ἀριστοβούλῳ δὲ τῷ νεωτέρῳ τὴν ἀρχιερωσύνην. ἀλλ' οὗ τος ἀσθενούσης τῆς μητρὸς ἁρπάσας τὸν καιρὸν μετὰ πολλῶν οἰκετῶν κρατεῖ τῶν ἐρυμάτων καὶ μισθοφόρους ἐκ τούτων ἀθροίσας τοῖς χρήμασιν ἀνεῖπεν ἑαυτὸν βασιλέα. Τὸν δὲ Ὑρκανὸν οἰκτείρουσα Σαλίνα πονούμενον τὴν Ἀριστοβούλου γαμετὴν σὺν τέκνοις καθεῖρξε πρὸς τῷ βορείῳ κλίματι τοῦ ναοῦ εἰς Βαρεῖς τὸ φρούριον· καὶ ἐν τούτοις τελευτᾷ πρὶν Ἀριστόβουλον τιμωρήσασθαι περὶ τῆς καθ' Ὑρκανοῦ ἐπαναστάσεως, διοικήσασα, ὡς προείρηται, τὴν ἀρχὴν ἔτεσιν θʹ καὶ τὸν Ὑρκανὸν ταύτης κληρονόμον καταλιποῦσα. πρὸς ὃν Ἀριστόβουλος παραταξάμενος πολέμῳ νικᾷ πρὸς Ἱεριχοῦντα συμβαλών, καὶ μεταβαίνουσι πρὸς αὐτὸν οἱ πλείους τῆς Ὑρκανοῦ μοίρας. ὁ δὲ μετ' ὀλίγων φίλων τὸ λεχθὲν ἐν Ἱερουσαλὴμ πρὸς τῷ ναῷ τῆς Βάρεως φρούριον φυγὰς προκαταλαβών, κρατεῖ τὰ προσόντα τῷ Ἀριστοβούλῳ σὺν τέκνοις καὶ γυναικί· Ἀριστόβουλός τε σπεύσας φθάνει καὶ διαλύεται πρὸς Ὑρκανὸν ἐν τῷ ἱερῷ πρὸς τὸ βασιλεύειν μὲν αὐτόν, ἐπεὶ καὶ κρείττων ἐδό κει τῇ ἐντρεχείᾳ, τὸν δ' Ὑρκανόν, ὡς βασιλέως πρῶτον ἀδελφόν, τἄλλα νωθέστερον ὄντα, τῆς βασιλείας ἐκστῆναι, πάσης τιμῆς ἀπολαύοντα. κἀπὶ τούτοις περιεστῶτος τοῦ πλήθους ἀλλήλους περιπτυξάμενοι διήμειψαν τὰς οἰκίας, ὡς ὁ παρ' Ὁμήρῳ ποτὲ Γλαῦκος καὶ Διομήδης, καὶ Ἀριστόβουλος μὲν εἰς τὰ βασίλεια, Ὑρκανὸς δὲ εἰς τὴν Ἀριστοβούλου ἀνεχώρησεν οἴκησιν. Ἐντεῦθεν δέος καὶ λύπη τοῖς Ὑρκανοῦ φίλοις ἐπιπίπτει παρ' ἐλπίδα κρατήσαντος Ἀριστοβούλου, καὶ μάλιστα Ἀντιπάτρῳ τινί, Ἡρώδου πατρὶ τοῦ βασιλεύσαντος ἔπειτα Ἰουδαίων, ὃς ἦν ἀλλόφυλος Ἰδουμαῖος κατὰ Ἰώσηππον, κατὰ δὲ Ἀφρικανὸν Ἀσκαλωνίτης, υἱός τινος ἱεροδούλου καλουμένου Ἡρώδου τῶν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος τεταγμένων ἐν Ἀσκαλῶνι. τοῦτον Ἰδουμαῖοι λῃσταὶ τὸν Ἀντίπατρον εἶχον αἰχμαλωτίσαντες ἐν αὐτοῖς λῃστεύοντα, λαβεῖν ἐλπίζοντες ἐκ τοῦ πατρὸς αὐτοῦ Ἡρώδου λύτρα. διὰ δὲ τὸ πτωχὸν εἶναι τὸν αὐτοῦ πατέρα καὶ λύτρα δοῦναι ἀπορεῖν ἐχρόνισε συλλῃστεύων καὶ τοῖς αὐτῶν ἐντρεφόμενος ἤθεσιν. 357 Οὗτος ὕστερον Ὑρκανῷ φιλωθεὶς πλούτῳ καὶ δόξῃ τῶν πολλῶν προεῖχεν ἐντρεχείας χάριν καὶ τῆς περὶ τὰ κοινὰ πράγματα δεινότητος· ὃς ἀναπείθει τὸν Ὑρκανὸν Ἀρέτᾳ τῷ τῶν Ἀράβων προσφυγόντα βασιλεῖ τὴν Ἰουδαίωἀρχὴν ἀνακτήσασθαι. καὶ δὴ σὺν αὐτῷ νυκτὸς ἀναλαβὼν τῆς πόλεως τὸν Ὑρκανὸν ἀποδιδράσκει πρὸς Ἀρέταν ὄντα κατὰ τὴν Πέτραν πόλιν Ἀράβωνβασίλειον, καὶ πολλοῖς πείθει δώροις συμμαχήσοντα καταγαγεῖν ἐπὶ τὴν ἀδίκως ἀφαιρεθεῖσαν ἀρχήν. Τοῦ δὲ Ἀρέτα δύναμιν ἱππικὴν καὶ πεζικὴν πεντακισμυρίων ἀνδρῶν σὺν αὐτοῖς πέμψαντος, οὐκ ἐνεγκὼν Ἀριστόβουλος ἐκ πρώτης συμβολῆς εἰς Ἱεροσόλυμα φεύγει· καὶ ἦν πολιορκούμενος ὑπ' αὐτῶν. κατὰ κράτος τε ἂν ἐλήφθη λειφθείς, εἰ μὴ Σκαῦρος ἐνδημήσας τηνικαῦτα τῇ Δαμασκῷ προσφάτως ὑπὸ Γεμέλλου καὶ Δολλίου Ῥωμαίων καὶ αὐτῶν ληφθείσῃ στρατηγῶν ἐπεκηρυκεύσατο πρὸς Ὑρκανὸν καὶ τοὺς Ἄραβας, ὀργὴν ἀπειλῶν αὐτοῖς Πομπηίου καὶ τῆς ὅλης συγκλήτου μὴ λύουσι τὴν κατὰ Ἀριστο βούλου πολιορκίαν, τριακοσίοις ταλάντοις ὁ Σκαῦρος τοῖς παρὰ Ἀριστο βούλου δοθεῖσι παραβλεψάμενος τὸ δίκαιον. Ἀρέτας καταπλαγεὶς ἐπὶ τὴν Ἀραβίαν ἀναχωρεῖ λύσας τὴν πολιορκίαν. Ἀριστόβουλος δὲ τοῖς περὶ τὸν Ὑρκανὸν καὶ Ἀντίπατρον συμβαλὼν περὶτὸν Παπυρῶνα κτείνει Φαλλίωνα τὸν ἀδελφὸν Ἀντιπάτρου καὶ πλείους ἢ ἑξακισχιλίους. Ἐντεῦθεν λοιπὸν τῆς Ἰουδαίων συμμαχίας Ὑρκανὸς ἀφαιρεθεὶς ἅμα τῷ Ἀντιπάτρῳ τὴν Δαμασκὸν καταλαμβάνει πρὸς Μάγνον Πομπήιον τὸν τηνικαῦτα καταλαβόντα ἐξ Ἀρμενίας τὴν Συρίαν μετὰ τῆς πολυθρυλήτου ἀριστείας κατὰ Μηθριδάτου καὶ Τιγράνου Ἀλβανίας τε καὶ Ἰβηρίας καὶ Κολχίδος καὶ αὐτῶν Ἀσσυρίων, καὶ δώρων χωρὶς μόναις εὐλόγοις δικαιολογίαις πείθουσι τὸν Μάγνον ἀληθῶς καὶ φιλαλήθη Πομπήιον ἐπινεῦσαι τῇ Ὑρκανοῦ βοηθείᾳ. Ἀριστόβουλος δὲ καὶ αὐτὸς ἐλθὼν ταῖς εἰς Σκαῦρον ἐλπίσι διαμαρτάνει μὲν τῆς εὐμενείας Πομπηίου ἐρχομένου πρὸς τὰ Ἱερο σόλυμα καὶ τὴν Παλαιστίνην, ἐκ Διοσπόλεως δὲ λάθρα χωρισθεὶς ἐπ αχθέστερον ἑαυτῷ καθίστησιν ἐξ ἀνοίας τὸν Πομπήιον. ἀγανακτήσας γὰρ 358 τὴν Ῥωμαϊκὴν καὶ Συριακὴν ἐπαναλαμβάνει δύναμιν, ἀκούσας αὐτὸν καὶ τὴν Ἀλεξάνδρειαν προκατειληφότα τὸ ὀχύρωμα τὸ ὑπὲρ ὄρους ὑψηλοῦ κείμενον φρούριον, ἐλθεῖν τε κελεύει καίπερ μὴ βουλόμενον. τὸ δ' ἀνύπ οιστον τοῦ κράτους φοβούμενον καὶ τὸ πλῆθος ὀρρωδοῦν ὁρῶντα τῇ συμ βουλῇ τε τῶν φίλων εἴκοντα κατελθεῖν καὶ περὶ τῆς ἀρχῆς δικαιολογηθέν τα πάλιν ἐπανελθεῖν εἰς τὸ ἔρυμα κατηνάγκασε. καὶ δὴ τούτου πραχθέντος οὐχ ἅπαξ ἢ δὶς καὶ Ὑρκανοῦ διενεχθέντος πρὸς αὐτὸν ἐπὶ τοῦ Πομπηίου ὡς ἠδικηκότος αὐτὸν καὶ τὴν ἀρχὴν πλεονεκτήσαντος προστάττεται τῶν φρουρίων Ἀριστόβουλος ἐξίστασθαι. τῶν φρουράρχων δ' αὐτὸν μὴ δεχομέ νων καταλαμβάνει τε τὰ Ἱεροσόλυμα καὶ πόλεμον ἐξάγειν πειρᾶται κατὰ Ῥωμαίων στρατοπεδευόντων εἰς Ἱεριχοῦντα, τὸ πιότατον Ἰουδαίας φοινικοφόρον καὶ βαλσαμοφόρον χωρίον· ὧν Ἀριστόβουλος ἐκπλαγεὶς τὴν ἔφοδον χρήμασιν ἱκετεύει ἐξιλεώσασθαι τὸν Πομπήιον ἐπειγόμενον εἰς Ἱεροσόλυμα. Γαβινίου δὲ πρὸς τοῦ Ἀριστοβούλου πεμφθέντος εἰς κομιδὴν τῶν χρη μάτων καὶ μηδὲ τῆς εἰσόδου τυχόντος τῆς πόλεως φρουρεῖ μὲν τὸν Ἀριστό βουλον, πολιορκεῖ δὲ τὴν Ἱερουσαλὴμ ταῖς Ὑρκανοῦ καὶ Ἀντιπάτρου καὶτῶν περὶ αὐτοὺς ἔνδον καὶ ἔξω τῆς πόλεως ὑπηρεσίαις καὶ ἐπινοίαις οὐ μικρὰ πρὸς τὸ δυσάλωτον αὐτοῖς βοηθούμενος ὁ Πομπηίου στρατηγὸς Πείσων τὴν ἅλωσιν ἐγχειρισθείς. μηνὶ δὲ τρίτῳ μόλις ἕνα τῶν πύργων καθελόντες Ῥωμαῖοι διὰ τοῦ τείχους εἰς τὸ ἱερὸν εἰσεπήδησαν, Φαύστου Κορνηλίου παιδὸς Σύλλα πρώτου τολμήσαντος, ἐπακολουθησάντων δὲ Φρουρίου καὶ Φαβίου τῶν ἑκατοντάρχων σὺν τοῖς οἰκείοις στίφεσιν, οἳ τοὺς Ἰουδαίους περιεῖχον κτείνοντες καθ' ὅλης τῆς πόλεως, τὸ πλεῖστον δὲ ἐν τῷ ἱερῷ φεύγοντας· ἀλλὰ καὶ ὑπὸ τῶν ὁμοφύλων ἀντιστασια στῶν ἀπεσφάττοντο πολλοί. τότε μυρίους πρὸς δισχιλίοις Ἰουδαίους λέγεται πεφονεῦσθαι Ῥωμαίοις, ὀλίγων πάνυ κτανθέντων αὐτοῖς ἐξ εὐτάκτου καὶ ἀλληλοσυμμάχου ἀνδρείας· τὸ γὰρ ἄτακτον ἐν μάχαις θράσους, οὐκ ἀνδρείας ἔργον, ὡς ἥττης πρόξενον τοῖς ἀσυμφράκτως προπετοῦσι. Πομπήιος οὖν ἁλούσης τῆς πόλεως εἰς τὸ ἱερὸν ἅμα τοῖς φίλοις εἰσελθὼν μέχρι τοῦ ἁγιάσματος οὐδενὸς τῶν ἱερῶν ἥψατο σκευῶν ἢ χρημάτων ὄν των προδήλων ταλάντων β ἐκτὸς ἀρωμάτων λυχνίας τε καὶ λύχνου καὶ 359 σπονδίων καὶ θυμιατηρίων ἁπάντων ὀλοχρύσων, ἀλλὰ καὶ καθαρθῆναι τῶν αἱμάτων τὸ ἱερὸν ἐπέταξε τοῖς νεωκόροις. τῇ ἐπαύριον ἀναδείξας Ὑρκανὸν ἀρχιερέα, τὸν δ' Ἀριστόβουλον δεσμήσας εἶχε σὺν τῷ πενθερῷ, πάντας ἀνελὼν σιδήρῳ τοὺς τῆς μάχης αἰτίους καὶ λαμπροῖς ἀμειψάμενος τοῖς συμμαχήσασι δώροις, Φαύστῳ μάλιστα Σύλλου παιδὶ γενναίῳ καὶ τοῖς ἀμφ' αὐτόν. Οὗτος Ἰουδαίους ὑποφόρους Ῥωμαίοις κατέστησεν, ἀφελόμενος αὐτῶν πάσας πόλεις Ἑλληνίδας Συρίας κοίλης, ἃς εἷλον ἐπὶ τῶν Μακκαβαίων, καὶ μόνοις περικλείσας τοῖς ἰδίοις ὅροις. πρὸς ταύταις καὶ τὰς ἐν τῷ μεσο γείῳ πόλεις ἠλευθέρωσε τῆς Ἰουδαίων ἀρχῆς, ὧν ἦσαν ἐπισημότεραι αὗ ται· Σκυθόπολις ἤτοι Βασάν, Ἵππος, Πέλλα, Σαμάρεια, Μάρισα, Ἄζωτος, Ἰάμνεια, Ἀρέθουσα, τάς τε παραλίους Γάζαν, Ἰώππην, Δῶρα, Στράτωνος πύργον ἤτοι Καισάρειαν. ταύτας ἀποδοὺς τοῖς γνησίοις πολίταις ὑπὸ τὴν Συριακὴν ἐπαρχίαν ἔταξε σὺν τῇ Ἰουδαίᾳ ἀπὸ τῶν ὁρίων Αἰγύ πτου μέχρις Εὐφράτου ποταμοῦ. Ὁ Πομπήιος παραδοὺς Σκαύρῳ διέπειν καὶ δύο Ῥωμαϊκὰ τάγματα πρὸς συμμαχίαν εἰς Ῥώμην ἠπείγετο διὰ Κιλικίας, αὐτὸς τὸν μέγιστον κατα τάξων θρίαμβον, ἐπαγόμενος τοὺς ἡττηθέντας αὐτῷ βασιλεῖς Φαρνάκην Μηθριδάτου υἱόν, τὸν καὶ καρτερήσαντα τὸν ἴδιον ἀνελεῖν πατέρα Μηθρι δάτην τῇ πρὸς Πομπήιον χάριτι καὶ αὖθις κατὰ Ῥωμαίων στασιάσαντα, Κόλχων ἤτοι Λαζῶν βασιλέα, ἄρχοντας Ἰβήρων κʹ, Ἀριστόβουλον Ἰοδαίων βασιλέα σὺν θυγατράσι δυσὶ καὶ υἱοῖς, Ἀλεξάνδρῳ καὶ Ἀντιγόνῳ, ὧν ὁ νεώτερος ἐκ τῆς ὁδοῦ διαδρὰς Ἀλέξανδρος εἰς τὴν Ἰουδαίαν ἐπάνεισι στασιάσων, ὡς δηλωθήσεται.

Intertext edge

Open linked passage

Note