Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
360.1.1
ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΕΥΛΑΒΕΣΤΑΤΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΣΥΓΚΕΛΛΟΥ ΓΕΓΟΝΟΤΟΣ ΤΑΡΑΣΙΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΣΥΝΤΑΞΙΣ ΗΤΟΙ ΧΡΟΝΟΓΡΑΦΙΑ ΕΝ ΕΠΙΤΟΜΩΙ ΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΟΥΛΙΟΥ ΚΑΙΣΑΡΟΣ ΡΩΜΑΙΩΝ ΕΤΟΥΣ ΑΠΟ ΚΤΙΣΕΩΣ ΚΟΣΜΟΥ ΕΥΛΔΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΤΟΥ ΠΡΩΤΟΥ ΕΤΟΥΣ ΔΙΟΚΛΗΤΙΑΝΟΥ ΚΟΣΜΟΥ ΕΤΟΥΣ ΕΨΟΖ ΟΜΟΥ ΕΤΗ ΤΜΤ Πομπήιος οὖν πολιορκίᾳ λαβὼν τὰ Ἱεροσόλυμα Ἀριστόβουλον μὲν δέσμιον σὺν τοῖς παισὶν Ἀλεξάνδρῳ καὶ Ἀντιγόνῳ κατεῖχεν εἰς Ῥώμηνἀπιών, θριαμβεύσων καὶ ἄλλων ἐθνῶν βασιλεῖς καὶ ἡγεμόνας· Ὑρκανῷ δὲ τῷ τούτου ἀδελφῷ τὴν ἀρχιερωσύνην ἐγχειρίσας ὑποφόρους ἔταξε Ῥωμαίοις Ἰουδαίους. Καὶ Κικέρων ὁ ῥήτωρ καὶ συγκλητικὸς παρὰ Ῥωμαίοις ἤκμαζεν. οὗτος καθεῖλε Κάτελλον καὶ Κέθηγον καὶ Λέντουλλον συνομοσαμένους κατὰ τῆς συγκλήτου. Πομπήιος ἐλθὼν εἰς Ῥώμην καὶ θριαμβεύσας ἐπὶ νίκαις πολλαῖς αὐτο κράτωρ ἀνηγορεύθη καὶ ἑνοῦται φιλίᾳ Γαΐῳ Ἰουλίῳ Καίσαρι καὶ γαμβρὸς ἐπὶ θυγατρὶ Ἰουλίᾳ γίνεται. ὁ δὲ Γάιος χειροτονηθεὶς κατὰ Γάλλων καὶ Βρεττανῶν στρατηγὸς ἐκπέμπεται, μεγάλαις μάχαις ἐν ἔτεσι δέκα Γάλ λους καὶ Βρεττανοὺς Ῥωμαίοις ὑποτελεῖς καταστήσας, φʹ πόλεις κατέχον τας, ὡς ἱστορεῖ Πλούταρχος ὁ Χερρωνεὺς φιλόσοφος. Ἀλέξανδρος υἱὸς Ἀριστοβούλου πρεσβύτερος διαδρὰς τὸν Πομπήιον εἰς τὴν Ἰουδαίαν ἔρχεται καὶ πρὸς βραχὺ κρατήσας πολλῶν Ἰουδαίων καὶ 361 αὐτῆς τῆς ἀρχῆς ὑπὸ Γαβινίου καὶ Ἀντωνίου πολεμηθεὶς ἐκβάλλεται. παραλαμβάνει τε Ὑρκανὸς αὖθις τὴν κηδεμονίαν τοῦ ἱεροῦ, τὴν δὲ ἄλλην πολιτείαν ταῖς Ἀντιπάτρου συμβουλίαις διαιροῦσιν εἰς πέντε, τὸ πρῶτον μέρος Ἱεροσολύμοις ἀπονείμαντες, τὸ βʹ Δώροις, τὸ γʹ Ἀμαθοῦντι, τὸ δʹ Ἱεριχοῦντι, τὸ εʹ Σεπφωρίδι πόλει Γαλιλαίας. κἀκ τούτου τὸ λοιπὸν ἐδό κουν ἀριστοκρατικῶς ζῆν, εἰ μὴ φυγὼν ἐκ Ῥώμης ἦλθεν Ἀριστόβουλος σὺν Ἀντιγόνῳ νεωτέρῳ παιδί· καὶ πάλιν ἀρχὴ γέγονεν αὐτῷ θορύβων καὶ Ἰουδαίους πολλοὺς προσλαβόμενος καὶ τὸ φρούριον ἀνατειχίζειν τὴν Ἀλεξάνδρειαν ἐπειγόμενος. τάχιστα δὲ συλληφθεὶς ἐπὶ μάχῃ φεύγων σὺν τῷ υἱῷ, Γαβινίου στείλαντος ἐπ' αὐτὸν Σισένναν καὶ Ἀντώνιον καὶ Σερουια νὸν ἐν δυνάμει Ῥωμαϊκῇ, δεσμώτης αὖθις εἰς Ῥώμην ἀναπέμπεται. καὶ ἦν μόνος Ἀλέξανδρος ἐπὶ τῆς Ἰουδαίας, ποτὲ μὲν φεύγων Ῥωμαίους, ποτὲδὲ παρενοχλῶν Ὑρκανῷ καὶ Ἀντιπάτρῳ τὴν ἐπιμέλειαν τῆς χώρας ὑπὸ Πομπηίου καὶ τῷ μετὰ ταῦτα πεπιστευμένῳ· ὃς ὑπὸ Γαβινίου πεμφθεὶς πολέμῳ τὸν Ἀλέξανδρον τρέπεται, μυρίους ἀνελὼν τῶν σὺν αὐτῷ καὶ τοὺς ἄλλους δισμυρίους φυγῇ σκεδάσας συμμαχούντων Ἰουδαίων περὶ τὸ Ἰταβύριον ὄρος. Τότε Κράσος διαδεξάμενος Γαβίνιον καὶ τὴν Συριακὴν παραλαβὼν ἀρ χὴν ἐπὶ Πάρθους ἤτοι Πέρσας στρατευσάμενος αὐθαιρέτως τὸν ἄλλον τοῦ ναοῦ τῶν Ἰουδαίων ἅπαντα κόσμον ἐσύλησε καὶ τὰ δισχίλια τάλαντα ὧν ὁ Πομπήιος ἐφείσατο. διαβὰς δὲ τὸν ποταμὸν Εὐφράτην ὄλλυται σὺν τῷ πλήθει, Κασσίου ταμία τοῦ αὐτοῦ Κράσου τοὺς περισωθέντας ἀνακτη σαμένου καὶ τοὺς αὐτοὺς Πέρσας φόνῳ πολλῷ τῆς ὅλης Συρίας ἐλάσαν τος· ὃς Κάσσιος εἰς τὴν Ἰουδαίαν ἐπειγόμενος τρισμυρίους Ἰουδαίους αἰχμαλωτίζει Ταριχαίας ἑλὼν καὶ Πισίαλον κτείνει ὡς τοῖς Ἀριστοβού 362 λου καὶ τῶν τέκνων στασιασταῖς κατὰ Ὑρκανοῦ καὶ Ἀντιπάτρου σύνδρομον. Τοῦ δὲ φόνου σύνδρομος ἦν ὁ αὐτὸς Ἀντίπατρος, ἐξοικειούμενος τοὺς πανταχοῦ Ῥωμαίων δυνάστας δώροις καὶ ταῖς λοιπαῖς ἐπικουρίαις, ἐν οἷς καὶ τῷ τῶν Ἀράβων βασιλεῖ Ἀρέτᾳ σφόδρα φιλιωθεὶς δι' ἐπιγαμίαν ἐπισήμου γυναικὸς Ἀραβίσσης Κύπριδος, ἐξ ἧς υἱοὺς ἔσχε δʹ, Φασάιλον καὶ τὸν κατόπιν Ἡρώδην βασιλεύσαντα Ἑβραίων μετὰ Ὑρκανὸν πρῶτονἀλλογενῆ καὶ τρίτον Ἰώσηπον καὶ Φερωρὰν τέταρτον. ἐπειδὴ τὸν κατὰ Ἀριστοβούλου δῆθεν καὶ τῶν τέκνων ἀνείλετο πόλεμον, τῷ Ἀρέτᾳ τοὺς υἱεῖς σὺν θυγατρὶ Σαλώμῃ παρατίθεται. Ταῦτα δέ μοι προπαρεσκεύασται οὐχ ἁπλῶς, ἀλλὰ δεῖξαι βουλομένῳ πῶς ἐγγιζούσης τῆς τοῦ μονογενοῦς υἱοῦ καὶ λόγου τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θείας σαρκώσεως ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ κατὰ τὴν πρόρρησιν τοῦ πατριάρχου Ἰακώβ. Ἀλέξανδρος Ἀριστοβούλου υἱὸς πρεσβύτερος Πομπήιον ἀποδρὰς κρατεῖ πρὸς βραχὺ τῶν Ἰουδαίων καὶ αὐτοῦ μικρὸν δὴ καὶ Ὑρκανοῦ, εἰ μὴ Γαβίνιος εἰς Συρίαν πεμφθεὶς Σκαύρου διάδοχος Μάρκον Ἀντώνιον μετὰ δυνά μεώς τινος προπέμψας ἐπῆλθεν αὐτοῖς μετὰ πλείονος προσβολῆς. ἔνθα μὴ ἐνέγκας Ἀλέξανδρος τὴν Ἀντωνίου προσβολὴν Ἀντιπάτρου παρεπομένου καὶ τῶν λοιπῶν ὑπερμάχων Ὑρκανοῦ Ἰουδαίων φεύγει πρὸς τὰ Ἱεροσόλυμα ἑξακισχιλίους ἀποβαλὼν τῇ Ἀντωνίου γενναιότητι. πανταχοῦ μέν, μάλιστα δὲ ἐνταῦθα Πομπήιος Ὑρκανῷ τὴν ἀρχιερωσύνην ἐκύρωσεν. ὁ αὐτὸς Ἰουδαίους Ῥωμαίοις ὑποφόρους ἔταξεν. ὁ αὐτὸς Ἀντίπατρον ἀλλόφυλον Ἡρώδου υἱὸν καὶ πατέρα τῆς Παλαιστίνης ἐπίτροπον κατέστησε. Γάιος Ἰούλιος Καῖσαρ Λυσιτανίαν, Γάλλους, Βρεττανοὺς καί τινας περὶ τὸν Ὠκεανὸν νήσους κατεστρέψατο. 363 Ὁ αὐτὸς τὸν Ῥῆνον ποταμὸν διαβὰς Γερμανοὺς καὶ Γάλλους ἐχειρώσατο. Τὸ ἐν Ὀλυμπίᾳ ἄγαλμα ἐκεραυνώθη. Γάιος Καῖσαρ πρὸς Πομπήιον ἐπολέμησε. Γάιος Ἰούλιος μεγίστοις ἀγῶσι Γάλλους καὶ Βρεττανοὺς καὶ Γερμανοὺς καταστρεψάμενος ὑποτελεῖς τε Ῥωμαίοις φʹ πόλεις οἰκοῦντας καταστη σάμενος πολλοῖς ἱδρῶσιν, ἐπὶ ιʹ ἔτη τοῖς ἀπροσμάχοις βαρβάροις κατα πολεμῶν πρὸς αὐτοῖς Ὠκεανοῦ ῥεύμασιν, ἐπὶ θριάμβῳ μείζονι ἐπανῆλθεν ἐν Ῥώμῃ καὶ τούτου ἀποτυχὼν ὀργίζεται Ῥωμαίοις ἀνταίροντος Πομπηίου καὶ ταῖς νίκαις ζηλοτυποῦντος μετὰ πολλῶν τῆς συγκλήτου. ἔνθεν τὸ δεύτερον ἐμφύλιος Ῥωμαίοις συνέστη πόλεμος ἐν Φαρσάλῳ τῆς Θεττα λίας μετὰ τὴν ἐν Ῥώμῃ Γαΐου ἐπάνοδον, ὡς εἴρηται, τῆς Πομπηίου γα μετῆς, θυγατρὸς δὲ τοῦ Καίσαρος Ἰουλίας μετηλλαχυίας περὶ τὸν τοκετόν. Οὗτος καὶ τὸν Ἀριστόβουλον λύσας τῶν δεσμῶν μετὰ δύο ταγμάτων εἰς Συρίαν ἐκπέμπει, δι' αὐτοῦ ταύτην ἔχειν θαρρῶν μετὰ τῆς Ἰουδαίας· ὃς ἐλθὼν ἀναιρεῖται φαρμάκῳ παρὰ τῶν Πομπηίου φίλων, ταφῆς οὐκ ἀξιού μενος ἐν τῇ πατρῴᾳ γῇ, μέλιτι δὲ συντηρούμενος, ἕως Ἀντώνιος αὐτὸν τοῖς βασιλικοῖς μνήμασι προσέταξε ταφῆναι. ἐν ταὐτῷ δὲ κατὰ τὴν Ἀντιόχειαν ὑπὸ Σκηπίωνος ἀναιρεῖται καὶ Ἀλέξανδρος ὁ υἱὸς αὐτοῦ, Πομπηίου γρά ψαντος. Ὁ δ' αὐτὸς Πομπήιος ἔρχεται φυγὰς ὁλκάδι μιᾷ πρὸς Πτολεμαῖον καὶ Κλεοπάτραν εἰς Αἴγυπτον, καταλείψας τὴν Ῥώμην, καὶ ἀναιρεῖται λοιπὸν ὁ τηλικοῦτος ἀριστεὺς ὑπὸ τοῦ Πτολεμαίου τῇ πρὸς Γάιον Ἰούλιον Καίσα ρα χάριτι. ὅπερ ἀκούσας Γάιος ἐλθὼν ἐν Αἰγύπτῳ κατὰ τοῦ Πομπηίου σὺν τοῖς στρατεύμασιν ἀναιρεῖ μὲν τὸν Πτολεμαῖον διὰ τὸν Πομπηίου φόνον, 364 βεβαιοῖ δὲ τῇ Κλεοπάτρᾳ μόνῃ τὴν ἀρχὴν Αἰγύπτου διὰ τὸν πρὸς αὐτήν, ὥς φασιν, ἔρωτα, καὶ πάλιν εἰς Ῥώμην διὰ τῆς Ἰουδαίας ἐπάνεισιν, ἐπαναστάντων αὐτῷ τῶν Πομπηίου παίδων. Τότε καὶ Ἀντίγονος ἐπὶ Γαΐου Καίσαρος πρὸς Ὑρκανὸν καὶ Ἀντίπατρονπολλὰ περὶ τοῦ φόνου τοῦ πατρὸς Ἀριστοβούλου καὶ Ἀλεξάνδρου τοῦ ἀδελφοῦ δικαιολογηθεὶς κατηγορεῖ σὺν τοῖς περὶ Πομπήιον καὶ Σκηπίωνα παρόντων καταβοῶν· οὐδὲν δὲ πλέον ἔδρασε τοῦ μείζονος γενέσθαι προ κοπῆς αἴτιος Ἀντιπάτρῳ παραδόξως διὰ τὴν ἐν Αἰγύπτῳ συμμαχίαν αὐτοῦ πρὸ μικροῦ, ὡς καὶ Μιθριδάτης ὁ Περγαμηνὸς μάρτυς ἦν δι' αὐτοῦ περι σωθεὶς αὐτός τε Ἀντίπατρος τὸ σῶμα πᾶν ἐπιδεικνὺς κατατετρωμένον ὑπὲρ εὐνοίας τοῦ Καίσαρος. Ἀλλὰ τούτων ὁ Καῖσαρ ἀκούσας Ὑρκανῷ τὴν ἀρχὴν ἐπιβεβαιοῖ τῆς ἱερωσύνης καὶ Ἀντιπάτρῳ δυναστείας αἵρεσιν δίδωσιν· ἧς ἐπιδραξάμενος στρατηγὸν εὐθὺς ἀναδείκνυσιν Ἱεροσολύμων καὶ πέριξ αὐτῆς τὸν πρῶτον παῖδα Φασάιλον, Ἡρώδην δὲ νέον κομιδῆ τῆς Γαλιλαίας καὶ τῶν περὶ ταύ την πόλεων οὐκ ἀποδέουσαν τῆς Φασαΐλου ἀρχῆς. αὐτίκα δ' οὗτος εὐδο κιμεῖ τῷ δεινῷ τοῦ φρονήματος εὑρηκὼς ὕλην ἁρμόζουσαν Ἡρώδης, ὡς γενέσθαι Σέξτῳ Καίσαρι γνώριμος διὰ τὰς κατὰ λῃστῶν ἀριστείας. Ἐζεκίαν γὰρ ἀρχιλῃστὴν μετὰ πολλῶν τοῦ στίφους συλλαβόμενος κατα τρέχοντα Συρίας ἀνεῖλε, φήμη τε περὶ αὐτοῦ μεγάλη κατὰ χώρας καὶ πό λεις ἐγένετο, ὡς εἴη καὶ πρὸς τὸ βασιλεύειν ἐπιτήδειος. ἐκ τούτου κινεῖται καὶ Ὑρκανὸς κατ' αὐτοῦ ζηλοτυπίᾳ, καταδίκῃ φονικῇ συνεχεῖ πειραθείς. Ἡρώδης δὲ πρὸς Σέξτον εἰς Δαμασκὸν ἀνεχώρησε Καίσαρα καὶ τὴν ἀρχὴν παρ' αὐτοῦ κοίλης Συρίας καὶ Σαμαρείας λαβὼν στρατηγὸς ἀνα δείκνυται, μετὰ στρατεύματός τε παρεγένετο καταλύσων τὸν Ὑρκανὸν ἐπὶ τὰ Ἱεροσόλυμα, εἰ μὴ ταῖς πατρικαῖς ἐκωλύθη παραινέσεσι. καὶ τὰ μὲν περὶ τὴν Ἰουδαίαν ἐν τούτοις ἦν, Ὑρκανοῦ μὲν ζηλοτυποῦντος Ἀντιπάτρῳτῆς δυναστείας καὶ τοῖς παισὶ τῆς εὐπραγίας, Ἡρώδῃ μάλιστα, Ἀντιπάτρου δὲ πρὸς Ὑρκανὸν τὰ τῆς εὐνοίας φυλάττοντος διὰ τὸ καὶ αὐτὸν ἡσυ χάζειν θορύβων. 365 Ὁ δὲ Γάιος Ἰούλιος Καῖσαρ εἰς τὴν Ῥώμην ἐπανελθὼν πάσης ἐφείσατοτῆς μοίρας Πομπηίου, ἧς ἐτύγχανε καὶ Κικέρων καὶ Βροῦττος καὶ Κάσ σιος. Κάτων γὰρ τῷ Γαΐου φόβῳ προδιέφθειρεν ἑαυτὸν φαρμάκῳ. τέλος δ' οὖν μετὰ τὴν Πομπηίου τελευτὴν ἔτει δʹ κατὰ Κελτιβηρίαν πολλοῖς τοῖς ἀγῶσι τῶν Πομπηίου περιγίνεται παίδων, μόλις κρατήσας αὐτῶν, πολλὴν ἐχόντων δύναμιν, ὧν τὸν πρεσβύτερον ἀνελὼν τοὺς ἄλλους ζῶντας ἔλαβε. καὶ ἐλθὼν εἰς Ῥώμην τὴν τῶν ὑπάτων ἀρχὴν καταλύει σύνεγγυς ἔτι κατασχοῦσαν μετὰ Ταρκύινον Σούπερβον, πρῶτος μοναρχήσας Ῥω μαίων, ἔτι φιλανθρωπότατος γενόμενος τῶν πώποτε βεβασιλευκότων. Ἀλεξανδρείας καὶ Αἰγύπτου Κλεοπάτρα θυγάτηρ Πτολεμαίου τοῦ καὶ Διονύσου ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ευμςʹ. Ἀντώνιος Ἀραβίαν Κλεοπάτρᾳ προὔδωκε. Κλεοπάτρα ἡ τελευταία τῶν Λαγιδῶν ἀπόγονος ἐπὶ τῷ φόνῳ τοῦ ἀδελ φοῦ, Ἀντωνίου μοιχευθεῖσα, τούτῳ καὶ αὐτὴ γέγονεν ἀπωλείας αἴτιος, ἀσπίδι καθ' ἑαυτῆς ὅπλῳ θανάτου χρησαμένη, ἀπὸ Ἀλεξάνδρου ἔτη ςζηʹ. Ὑρκανὸς τὰ Ἱεροσολύμων ἀνέστησε τείχη ὑπὸ Πομπηίου καθαιρεθέντα. Ἡρώδην Κάσσιος κοίλης Συρίας καὶ Ἰουδαίας στρατηγὸν ἐν Δαμασκῷ προεχειρίσατο. Ῥωμαίων μόναρχος Γάιος Ἰούλιος Καῖσαρ ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ευνδʹ. Γάιος Ἰούλιος Καῖσαρ ἐλθὼν εἰς τὴν Ἰουδαίαν μετὰ τὸν Πομπηίου θάνατον ἀπ' Αἰγύπτου βεβαιοῖ τὴν ἀρχὴν ἱερωσύνης Ὑρκανῷ καὶ Ἀντιπάτρῳ δυναστείας αἵρεσιν δίδωσιν. Ὀλυμπιὰς ρπγʹ. Ἀπὸ κτίσεως Ῥώμης ἔτη***. 366 Ἀντώνιος τὸν ζʹ παρὰ Ῥωμαίοις μῆνα Κυντίλλιον καλούμενον Ἰούλιονμετονομασθῆναι ἐψηφίσατο διὰ τὸ γεννηθῆναι ἐν αὐτῷ. Γάιος Ἰούλιος ἔτη εʹ μοναρχήσας Ῥωμαίων, προκαθήμενος τῇ συγκλήτῳ βουλῇ ἀθρόως ὑπὸ Βρούττου καὶ Κασσίου δολοφονεῖται, συλλαβομέ νων περὶ τοὺς ξʹ συγκλητικοὺς τῶν τηλικαύτης παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθέντων, ὡς καὶ ὑπατεῦσαι· πλήν, ὥς φασιν, οὐ φέροντες τὴν Πομ πηίου ἀναίρεσιν μηδὲ τὴν τῶν ὑπάτων καθαίρεσιν, ἀναιροῦσι μὲν αὐτόν, πολεμοῦνται δὲ φυγάδες αὐτίκα γενόμενοι παρὰ Ἀντωνίου σφόδρα τῷ Καίσαρι κατῳκειωμένου καὶ τηνικαῦτα ὑπατεύοντος. οὗτος οἴκτῳ τοῦ φόνου τὸν δῆμον προσλαβόμενος τοὺς μὲν φυγαδεύει, τὸ δὲ Καίσαρος μεγαλοπρεπῶς σὺν τῷ δήμῳ κηδεύει σῶμα. Τούτου κληρονόμος υἱοθετηθεὶς ἦν αὐτῷ ζῶντι Ὀκταβιανὸς Καῖσαρ ὁ καὶ Αὔγουστος κληθείς, υἱὸς Ἀττίας τῆς ἀδελφῆς αὐτοῦ καὶ Ὀκταβίου στρατηγικοῦ ἀνδρός, ὃς ἐν Ἀπολλωνίᾳ τῆς Ἠπείρου λόγων ἕνεκα παιδεύσεως Ἑλληνικῆς διάγων, εἰς Ῥώμην σπουδαίως διὰ τὴν τοῦ θείου σφαγὴν ἀναχθεὶς φιλοτιμίαις τὸν δῆμον προσάγεται καὶ τοῖς ὑπάτων προὔχουσιν Ἀντωνίῳ καὶ Ἐλπιδίῳ συμπλακεὶς μικρὰ καὶ κρατήσας αὐτῶν πανταχοῦ, τέλος δὲ καὶ συνελθὼν αὐτοῖς εἰς φιλίαν, πολεμῆσαι Ῥωμαίων τούτους καὶ τὴν σύγκλητον πείθει καταψηφίσασθαι Βροῦττον καὶ Κάσσιον ἅμα τοῖς σὺν αὐτοῖς, στρατηγοὺς δὲ κατὰ ταὐτὸ Ἀντώνιον καὶ Ἐλπίδιον καὶ αὐτὸν Αὔγουστον τρίτον προχειρισθῆναι. καὶ ὁ μὲν Ἐλπίδιος πρὸς φυλακὴν ἔμεινε τῆς Ῥώμης, Αὔγουστος δὲ καὶ Ἀντώνιος τοῖς περὶ Βροῦττον καὶ Κάσσιον ἐν Ἑλλάδι πολεμήσαντες οὕτω κρατοῦσιν αὐτῶν, ὡς φυγάδας γενομένους φόβῳ τῶν ἐπικειμένων τέλος καὶ αὐτοὺς ἑκάτεροι διαχειρίσα 367 σθαι. εἶτα μετὰ τὴν νίκην ἐλθόντες εἰς Ῥώμην Αὔγουστος καὶ Ἀντώνιος διαιροῦνται μετὰ Ἐλπιδίου τριχῆ τὴν ὅλην Ῥωμαίων ἀρχήν, σχεδὸν δὲ εἰπεῖν τῆς οἰκουμένης. καὶ ὁ μὲν Αὔγουστος τὴν πρὸς ἑσπέραν ἄχρις Ὠκεα νοῦ κληροῦται Εὐρώπην, Ἐλπίδιος δὲ τὴν πρὸς Λιβύην πᾶσαν, Ἀντώνιος δὲ τὴν ὅλην Ἀσίαν. ὃς ἀκούσας Λαβίινόν τινα τῶν ἐν τέλει Ῥωμαίων, ἕνα τῶν ἐπὶ Βροῦττον καὶ Κάσσιον, πρὸς Ἡρώδην Περσῶν βασιλέα φυ γόντα καὶ Ῥωμαίοις πολεμεῖν πείσαντα, στρατηγοὺς δὲ καὶ Πάκουρον τὸν υἱὸν ἐν πολλῇ δυνάμει πρὸς τοῦτο πέμψαντα, στέλλει πρότερον στρα τηγοὺς τοὺς αὐτοῖς ἀντιταξομένους, ὧν εἷς ἦν καὶ Βένδιδος, ὁ καὶ τὴν νίκην Ῥωμαίοις διαπραξάμενος περί τε Λυδίαν καὶ ἐν τῇ Συριστὶ καλουμένῃ χώρᾳ τῆς Εὐφρατησίας. ἰσχυρῶς οὖν ἡττηθέντων Περσῶν ὑπὸ τῶν Ἀν τωνίου καὶ τῆς Ῥωμαίων βουλῆς στρατηγῶν Ἡρώδης ἔτι πρὸς δεύτερον ἑτοιμάζεται πόλεμον, τοῦτο πράττοντος καὶ Ἀντωνίου. Τότε δὴ καὶ Ἀντίγονος προπέμψας Ἰουδαίων τοὺς εὔνους κατηγορεῖ Ἡρώδου καὶ τῶν ἀδελφῶν σὺν τῷ Ὑρκανῷ. ὁ γὰρ Ἡρώδου πατὴρ Ἀντιπατρος ὑπὸ Μαλίχου φαρμάκῳ προδιεφθάρη· τοὺς κατηγοροῦντας Ἡρώ δου τιμωρησάμενος Ἀντώνιος τὴν ἀρχὴν Ὑρκανῷ καὶ Ἡρώδῃ τέως ἐβεβαίωσεν, εἰς Ἀντιόχειαν ὤν. ἔπειτα πλειόνων κατ' αὐτῶν Ἰουδαίων ἐπιβοώντων ἀνεῖλεν αὐτῶν τοὺς προὔχοντας. Τότε καὶ Κασσίῳ μετὰ τὴν Καίσαρος ἀναίρεσιν ὀκτακόσια τῆς Ἰουδαίας ἀφελομένῳ τάλαντα σπουδαῖος ὤφθη θεραπευτής, ἡνίκα καὶ Μάλιχον τῷ Κασσίου βουλήματι φονεύσας τὸν Ἀντιπάτρου θάνατον Ἡρώδης ἐξεδίκησετοῦ πατρὸς αὐτοῦ. διωχθεὶς δὲ πάλιν τῆς ἀρχῆς σὺν τῷ Ὑρκανῷ προσφεύ γει Ἀντωνίῳ, καὶ μὴ δεχθεὶς παρὰ τῶν Ἰουδαίων καρτερῶς μάχεται, αὐτὸν δὲ ἐκδιώκει Ἀντίγονον. ὁ δὲ Ἀντίγονος ἀπογνοὺς τῆς Ῥωμαίων βοηθείας Ἡρώδῃ προσφεύγει Περσῶν βασιλεῖ μαχομένῳ Ῥωμαίοις, καὶ κατ 368 άγεται διὰ Πακόρου παιδὸς Ἡρώδου εἰς τὴν Ἰουδαίαν, ὑποσχόμενος χρυσοῦ χίλια τάλαντα Πέρσαις· Ὑρκανόν τε ζῶντα παραλαμβάνει, τοῖς ὀδοῦσιν ἐκκόψας αὐτοῦ τὰ ὦτα, ὡς μηκέτι ἱερατεύειν, καὶ τοῦτον προὔδωκεν αὖθις Πέρσαις ἄγειν μεθ' ἑαυτῶν. Ἡρώδης δὲ φυγὰς ἧκε πρὸς Μάλιχον Ἀράβων βασιλέα. τότε καὶ Φασάιλος ἀδελφὸς αὐτοῦ ἀναιρεῖται. Χρονογραφία ἀπὸ κτίσεως κόσμου
360.2.1
Δεύτερος Ῥωμαίων μόναρχος Καῖσαρ Σεβαστὸς Ὀκταούιος, ὁ καὶ Αὔγουστος ἐπικληθείς, ἐβασίλευσεν ἔτη νςʹ. Τῷ ευξʹ ἔτει τοῦ κόσμου δεύτερον ἐχρημάτισεν Αὐγούστου Καίσαρος πλῆρες καὶ ἀρχὴ τοῦ τρίτου, ἐν ᾧ καὶ ἡ ἴνδικτος ὑπ' αὐτοῦ ἤτοι ἐπινέμησις ἐθεσπίσθη, ὡς μαρτυρεῖ ὁ μακάριος Μάξιμος ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ. Ἰουδαίοις πρεσβευσαμένοις ἤγουν Ὑρκανῷ καὶ Ἡρώδῃ δόγμα συγκλήτου καὶ Ἀθηναίων ψήφισμα περὶ φιλίας ἐξεπέμφθη. Κικέρων ὁ ῥήτωρ καὶ συγκλητικὸς ἐν Γαΐταις ἀνῃρέθη τῆς Ἰταλίας, ὡς δὲ ἄλλοι φασίν, ὅτι φαρμάκῳ διέφθειρεν ἑαυτόν. Ἡ τῶν ἐν Περγάμῳ βασιλευσάντων ἐπαύσατο ζʹ βασιλέων ἀρχή, διαρ κέσασα ἔτη ρνδʹ ἀπὸ τοῦ ετιγʹ κοσμικοῦ ἔτους ἕως τοῦ ευξζʹ, ὡς ἑξῆς δηλωθήσεται. Ἀπὸ Γαΐου Ἰουλίου Καίσαρος οἱ μετέπειτα Ῥωμαίων βασιλεῖς Καίσαρες ὠνομάσθησαν, ἀπὸ δὲ Αὐγούστου Αὔγουστοι. ἐπὶ τούτου τὰ Ῥωμαϊκὰ ἤκμασεν. Ἐλπίδιον Ἀντωνίῳ συμμαχοῦντα λαβὼν Αὔγουστος ζῶντα ἀνεῖλεν ἐν Ῥώμῃ. 369 Οἱ Ἀντιοχεῖς ἔνθεν ἀριθμοῦσι τοὺς ἑαυτῶν χρόνους. Ἀντώνιον καὶ Ἐλπίδιον νικήσας Αὔγουστος εἰς φιλίαν προσδέχεται πρε σβευσαμένης τῆς συγκλήτου. Αὔγουστος τὴν Εὐρώπην ἐκληρώσατο, Ἐλπίδιος τὴν Λιβύην καὶ Ἀντώνιος τὴν μεγάλην Ἀσίαν. Οὗτος ἐλθὼν ἐν Κιλικίᾳ καὶ Κλεοπάτραν μεταστειλάμενος ἁλίσκεται τῷ ταύτης ἔρωτι. κατὰ Περσῶν δὲ στρατεύσας καὶ ἡττηθεὶς ἐπανέρχεται πολεμήσων Αὐγούστῳ, πρὸς ὃν ναυμαχήσας καὶ ἡττηθεὶς ἑαυτὸν διεχει ρίσατο. Αὔγουστος πεζὸν ἐθριάμβευσε θρίαμβον. Ἡ τῶν Ἠπειρωτῶν ἓξ βασιλέων ἀρχὴ ἐπαύσωτο, διαρκέσασα ἔτη ζʹ. Ἔτη λδʹ τὸν Ὑρκανὸν στοιχειοῦντες κρατήσαντα Ἰουδαίων ἐπισημαινόμεθα τοῖς ἀγνοοῦσι τὰ τρία τούτων Ἀντιγόνου λογίζεσθαι. Τῷ γὰρ λαʹ ἔτει Ὑρκανοῦ καταχθεὶς ὑπὸ Πάρθων εἰς τὴν ἀρχὴν τῶν Ἰουδαίων, κρατεῖ μὲν αὐτῆς ζῶντα τὸν Ὑρκανὸν χειρωσάμενος καὶ τοῖς ὀδοῦσιν ἀποτεμὼν αὐτοῦ τὰ ὦτα, ὡς ἂν μὴ τὸ λοιπὸν ἱερατεύοι, καὶ Πάρ θοις ἐκδίδωσιν ἄγειν εἰς τὴν Περσικήν. ἀναιρεῖ δὲ Φασάιλον ἀδελφὸν Ἡρώδου καὶ φυγαδεύει τοῦτο, πολλὰ καταδραμόντων αὐτοῦ Πάρθων ἐπὶ τὴν Ἰουδαίαν μετὰ μητρὸς καὶ τῆς συγγενείας. φεύγοντος Ἡρώδου καὶ τούτους πολλάκις πολέμῳ τρεπομένου, καὶ κατασφαττόμενος, ὃς πολλάκις πρὸς Μάλιχον Ἀράβων βασιλέα θαρρῶν καταφεύγει, ἤδη προευεργετη μένον, οὐ προσδεχθεὶς δὲ φόβῳ τῶν Πάρθων εἰς Ἀλεξάνδρειαν ἔρχεται πρὸς Κλεοπάτραν. δεξιωθεὶς οὖν παρ' αὐτῆς καὶ τὴν ἐπιμέλειαν τῆς ὑπ' αὐτὴν ἔχειν ἀρχῆς ἀνεβάλλετο διὰ τὴν πρὸς Ἀντώνιον ἐπὶ Ῥώμην καὶ Αὔγουστον πορείαν, ὡς Ἰώσηππος, ὡς δὲ Ἀφρικανός, σὺν αὐτῇ πρὸςἈντώνιον ἦλθε, κἀκεῖνος παρὰ τὸν Σεβαστὸν Ὀκταούιον εἰς Ῥώμηναὐτὸν ἔστειλεν. ὁ δὲ διὰ τὸ τὸν Ἀντίγονον ὑπὸ Πάρθων ἐχθρῶν ὄντων 370 Ῥωμαίοις κρατῆσαι τῆς ἀρχῆς, διά τε τὸν αὐτοῦ πατέρα Ἀντίπατρον συμμαχήσαντα Ῥωμαίοις καὶ αὐτὸν Ἡρώδην, γράφει τοῖς κατὰ Συρίαν στρατηγοῖς κατάγειν Ἡρώδην ἐπὶ τὴν βασιλείαν Ἰουδαίων, Σωσίου τὸν πρὸς Ἀντίγονον πόλεμον ἐπιτραπέντος ὑπὸ τοῦ Καίσαρος, ὃς ἔτεσι τρι σὶν ἐπεκράτησεν. Ἰωσήππου ἐκ τοῦ ιδʹ λόγου τῆς ἀρχαιολογίας περὶ τῆς Ἡρώδου ἀσημότητος ΚΟΣΜΟΥ ΕΤΗ ΕΥΞΘ Τοῦτο τὸ πάθος συνέβη τῇ Ἱεροσολυμιτῶν πόλει ὑπατεύοντος ἐν Ῥώμῃ Μάρκου Ἀγρίππα καὶ Κανδίδου Γάλλου ἐπὶ τῆς ρπεʹ ὀλυμπιάδος τῷ τρίτῳ μηνὶ τῇ ἑορτῇ τῆς νηστείας, ὡς ἐκ περιτροπῆς τῆς γενομένης ἐπὶ Πομπηίου τοῖς Ἰουδαίοις συμφορᾶς. καὶ γὰρ ὑπ' ἐκείνου τῇ αὐτῇ ἑάλωσαν ἡμέρᾳ μετὰ ἔτη κζʹ. Σώσιος δὲ χρυσοῦν ἀναθέμενος τῷ θεῷ στέφανον ἀνέζευξεν ἀπὸ Ἱερο σολύμων Ἀντίγονον ἄγων δεσμώτην Ἀντωνίῳ. δείσας δ' Ἡρώδης μὴ φυλαχθεὶς Ἀντίγονος ὑπὸ Ἀντωνίου τοῦ υἱοῦ καὶ κομισθεὶς εἰς Ῥώμηνὑπ' αὐτοῦ δικαιολογήσηται, καὶ πρὸς τὴν σύγκλητον ἐπιδεικνὺς αὐτὸν μὲν ἐκ βασιλέων, Ἡρώδην δὲ ἰδιώτην, ἢ ὅτι προσῆκεν αὐτοῦ βασιλεύειν τοὺς παῖδας, ἢ καὶ αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτε, ταῦτα φοβούμενος πολλοῖς χρήμασι πείθει τὸν Ἀντώνιον ἀνελεῖν τὸν Ἀντίγονον. οὗ γενομένου τοῦ δέους μὲν Ἡρώδης ἀπαλλάσσεται, παύεται δὲ οὕτως ἡ τοῦ Ἀσαμοναίου ἀρχὴ μετὰ ἔτη ρκςʹ. Οἶκος λαμπρὸς οὗτος ἦν καὶ διάσημος γένους τε ἕνεκα καὶ τῆς ἱερατι κῆς τιμῆς, ὧν ὑπὲρ τοῦ ἔθνους οἱ γονεῖς αὐτοῦ διεπράξαντο. ἀλλ' οὗτοι μὲν διὰ τὴν πρὸς ἀλλήλους στάσιν τὴν ἀρχὴν ἀπέβαλον, μετέβη δὲ εἰς Ἡρώδην τὸν Ἀντιπάτρου οἰκίας ὄντα δημοτικῆς καὶ γένους ἰδιωτικοῦ καὶ ὑπακούοντος τοῖς βασιλεῦσι. καὶ τοῦτο μὲν τὸ τέλος τῆς Ἀσαμοναίων γενεᾶς παρειλήφαμεν. 371 Ἀφρικανοῦ περὶ τῶν Ὑρκανῷ καὶ Ἀντιγόνῳ συμβάντων καὶ περὶ Ἡρωδου τοῦ τε Σεβαστοῦ καὶ Ἀντωνίου καὶ Κλεοπάτρας ἐν ἐπιτόμῳ Ὀκταούιος ὁ Σεβαστός, ὃν Αὔγουστον καλοῦσι Ῥωμαῖοι, θετὸς ὢν υἱὸς αὐτοῦ, ἀπὸ Ἀπολλωνιάδος τῆς Ἠπείρου, ἔνθα ἐπαιδεύετο, εἰς Ῥώμηνἐπανελθὼν τῶν ἐν τέλει τῆς ἡγεμονίας εἴχετο. Ἀντώνιος δὲ ὕστερον τὴν τῆς Ἀσίας καὶ ἐπέκεινα ἀρχὴν ἔλαχεν. ἐπὶ τούτου Ἡρώδου κατηγόρουν Ἰουδαῖοι. ὁ δὲ τοὺς πρέσβεις ἀποκτείνας Ἡρώδην ἐπὶ τὴν αὐτοῦ κατῆξεν ἀρχήν. ὕστερον δὲ ἅμα Ὑρκανῷ καὶ Φασαΐλῳ τῷ ἀδελφῷ ἐξεώθη καὶ προσφυγὼν Ἀντωνίῳ κατῆλθε. μὴ δεχομένων δὲ αὐτὸν Ἰουδαίων μάχη γίνεται καρτερά. μετ' οὐ πολὺ δὲ καὶ Ἀντίγονον κατιόντα ἐκδιώκει μάχῃ, Ἀντίγονος δὲ προσφυγὼν Ἡρώδῃ τῷ τῶν Πάρθων βασιλεῖ διὰ Πακόρου τοῦ υἱοῦ κατῆλθεν ἐπὶ χρυσοῦ ταλάντοις χιλίοις. καὶ ὁ μὲν Ἡρώδης φεύ γει, Φασάιλος δὲ ἐν τῇ μάχῃ ἀναιρεῖται, Ὑρκανὸς δὲ Ἀντιγόνῳ παρεδόθη ζῶν· ὁ δὲ Πάρθοις αὐτὸν ἔδωκεν ἄγειν, ἀποτεμὼν αὐτοῦ τὰ ὦτα, ὡς μηκ έτι ἱερῷτο· ᾐδέσθη γὰρ αὐτὸν ὡς οἰκεῖον ἀποκτεῖναι. Ἡρώδης δὲ ἐκ πεσὼν τὸ μὲν πρῶτον Μαλίχῳ τῷ τῶν Ἀράβων βασιλεῖ προσφεύγει· ὡς δ' οὐ προσήκατο αὐτὸν φόβῳ τῶν Πάρθων, εἰς Ἀλεξάνδρειαν παρὰ Κλεο πάτραν ἀπῆλθεν. ἦν ὀλυμπιὰς ρπεʹ. Κλεοπάτρα τὸν συμβασιλεύσαντα αὐτῇ ἀδελφὸν ἀποκτείνασα πρὸς ἀπολογίαν ὑπ' Ἀντωνίου εἰς Κιλικίαν μεταπεμφθεῖσα τὴν τῆς ἀρχῆς ἐπιμέλειαν ἐπέτρεψεν Ἡρώδῃ, καὶ ὡς οὐδὲν ἠξίου πιστεύεσθαι ἔστ' ἂν καταχθῇ εἰς τὴν ἑαυτοῦ ἀρχήν, ἔχουσα αὐτὸν ᾔει παρὰ Ἀντώνιον. ὡς δὲ ἁλώκει τῆς γυναικὸς ἔρωτι, τὸν Ἡρώδην ἀπέστειλεν εἰς Ῥώμην κατὰ τὸν Σεβαστὸν Ὀκταούιον, ὃς διά τε Ἀντίπατρον τὸνἩρώδου πατέρα καὶ δι' αὐτὸν Ἡρώδην διά τε τὸ ὑπὸ Πάρθων καθεστάσθαι τὸν Ἀντίγονον βασιλέα ἐπέστειλε τοῖς ἐν Παλαιστίνῃ καὶ Συρίᾳ στρατηγοῖς κατάγειν αὐτὸν ἐπὶ τὴν ἀρχήν. καὶ ἅμα Σωσίῳ διεπολέμει πρὸς τὸν Ἀντί γονον χρόνῳ πολλῷ καὶ παντοίαις μάχαις. τότε καὶ Ἰώσηππος ἀδελφὸς Ἡρώδου ἀποθνήσκει στρατηγῶν. Ἡρώδου δὲ πρὸς Ἀντώνιον ἐλθόντοςτρία ἔτη τὸν Ἀντίγονον ἐξεπολιόρκησαν καὶ ζῶντα ἀπεκόμισαν Ἀντωνίῳ. 372 Ἀντώνιος δὲ Ἡρώδην μὲν καὶ αὐτὸς ἀνηγόρευσε βασιλέα, προσέθηκε δὲ αὐτῷ πόλεις Ἵππον, Γάδαρα, Γάζαν, Ἰόππην, Ἀνθηδόνα καὶ τῆς Ἀρβίας τόν τε Τράχωνα καὶ τὴν Αὐρανῖτιν καὶ Σακίαν καὶ Γαυλάνην, πρὸς δὲ καὶ τῆς Συρίας ἐπιτροπήν. Ἡρώδης ὑπὸ τῆς συγκλήτου καὶ Ὀκταουίου τοῦ Σεβαστοῦ βασιλεὺς Ἰουδαίων ἀνηγορεύθη καὶ ἐβασίλευσεν ἔτη λδʹ. Ἀντώνιος ἐπὶ Πάρθους στρατεύειν μέλλων Ἀντίγονον τὸν Ἰουδαίων ἀπέκτεινε βασιλέα καὶ Ἀραβίαν Κλεοπάτρᾳ παρέδωκε, διαβάς τε ἐπὶ Πάρθους ἔπταισε μεγάλως τὸ πλεῖστον ἀποβαλὼν τοῦ στρατοῦ. ἦν ὀλυμπιὰς ρπςʹ. Ὁ Σεβαστὸς Ὀκταούιος τὴν ἐξ Ἰταλίας καὶ πάσης ἑσπέρας δύναμιν ἐπ' Ἀντώνιον ἦγεν, οὐ βουλόμενον εἰς Ῥώμην ἐπανελθεῖν δέει τῶν ἐν Πάρθοις ἐπταισμένων καὶ Κλεοπάτρας ἔρωτι. Ἀντώνιος δὲ αὖ τὴν ἐκ τῆς Ἀσίας ἔχων δύναμιν ὑπηντίαζεν. ὁ δὲ Ἡρώδης οἷα δεινὸς καὶ τῶν ἰσχυόντων θεραπευτὴς διπλᾶς ἐξέπεμψεν ἐπιστολὰς καὶ νηὶ τὸν στρατόν, ἐντει λάμενος τοῖς ἡγουμένοις καραδοκεῖν τὸ ἀποβησόμενον. ὡς δ' ἐκρίθη τε ἡ νίκη καὶ δυσὶ ναυμαχίαις ἡττηθεὶς ὁ Ἀντώνιος ἔφυγεν εἰς Αἴγυπτον ἅμα τῇ Κλεοπάτρᾳ, οἱ κομίζοντες ἀπέδοσαν τὰς πρὸς τὸν Σεβαστὸν ἐπιστολάς, ἃς πρὸς Ἀντώνιον εἶχον ἀποκρύψαντες. ἐπιπίπτει δὲ Ἡρώδης Κλεοπάτρᾳ· ἐν τῷ μεσαιολίῳ ἑαυτὴν διεχρήσατο ἀσπίδι τῷ θηρίῳ καθ' ἑαυτῆς ὅπλῳ χρησαμένη. τότε Κλεοπάτρας υἱοὺς Ἥλιον καὶ Σελήνην ἐπὶ Θηβαΐδα φυγόντας συνέλαβεν ὁ Σεβαστός. Νικόπολις ἡ κατὰ Ἀκτίαν ἐκτίσθη καὶ Ἄκτια ὁ ἀγὼν ἐτέθη. Ἀλεξανδρείας εἰλημμένης πρῶτος ἡγεμὼν Αἰγύπτου πέμπεται Γάλλος Κορνήλιος, ὃς τῶν ἀποστάντων Αἰγυπτίων καθεῖλε τὰς πόλεις. μέχρι τοῦδε οἱ Λαγίδαι, καὶ σύμπας τῆς Μακεδονικῆς ἡγεμονίας μετὰ ἔτη τʹ τῆς Περσῶν καθαιρέσεως δυοῖν δέοντα. Συνάγονται τοίνυν οἱ χρόνοι ἀπὸ μὲν τῆς Μακεδόνων ἀρχῆς καὶ κατα λύσεως κατὰ Πτολεμαίους καὶ τὴν τελευταίαν Κλεοπάτραν, ὃ γίνεται τῆς Ῥωμαίων μοναρχίας ἡγεμονίας ἔτος ιαʹ, ὀλυμπιάδος δὲ ρπζʹ ἔτος δʹ, τὰ σύμπαντα ἔτη ἀπὸ Ἀδὰμ ευοβʹ. 373 Μετὰ Ἀλεξανδρείας ἅλωσιν ὀλυμπιὰς ἤχθη ρπηʹ. Ἡρώδης ἐπικτίσας τῶν Γαβινίων πόλιν τήν ποτε Σαμάρειαν, Σεβαστὴν αὐτὴν προσηγόρευσε· τὸ δὲ ἐπίνειον αὐτῆς τὸν Στράτωνος πύργον πολίσας ἀπὸ τοῦ αὐτοῦ Καισάρειαν ἐκάλεσεν, ἐφ' ἑκάτερα ναὸν ἐγείρας Ὀκταουίῳ. ὕστερον δὲ καὶ Ἀντιπατρίδα κτίζει ἐν τῷ Λυδῷ πεδίῳ ἀπὸ τοῦ ἑαυτοῦ πατρός, καὶ τοὺς περὶ τὴν Σεβαστὴν οἰκοῦντας, ὧν ἀφείλατο τὴν γῆν, ἐγκατῴκισεν ἐν αὐτῇ. ἔκτισε δὲ καὶ ἑτέρας πόλεις, καὶ τοῖς μὲν Ἰουδαίοις βαρὺς ἦν, τοῖς δὲ ἄλλοις ἔθνεσι δεξιώτατος. Ἦν ὀλυμπιὰς ρπθʹ, ἥτις πρὸ ἓξ καλανδῶν Μαρτίων, κατὰ Ἀντιοχεῖς κδʹ, ἤχθη, δι' ἧς ἐπὶ τῶν ἰδίων ὅρων ἔστη ὁ ἐνιαυτός. Ἀφρικανὸς ἐάσας εἰπεῖν πόσα ἔτη Ὑρκανὸς ἡγήσατο Ἰουδαίων διὰ τὸ ἀντιπίπτειν τῇ ἐκδόσει αὐτοῦ τὰ λδʹ ἔτη Ὑρκανοῦ, πρὸς τούτοις ἔτη γʹ τῆς Ἡρώδου βασιλείας ἐκολόβωσεν, ἀντὶ λζʹ ἐτῶν μόνα λδʹ στοιχειώσας· ὅπερ εἰ δῶμεν ἀληθεύειν, εὑρεθήσεται θνήσκων Ἡρώδης κατὰ τὸ πρῶτον ἔτος τῆς ἐνανθρωπήσεως τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ ἄτοπον κατὰ τὰς εὐαγγελικὰς παραδόσεις. Εὐσεβίου τοῦ Παμφίλου περὶ Ἀντιγόνου καὶ τέλους τῆς Ἰουδαίων βασι λείας, προρρήσεώς τε τοῦ προφήτου Δανιὴλ περὶ τῶν οʹ ἑβδομάδων καὶ Ἡρώδου ἀλλοφύλου Ἀντίγονος τῇ Ἰουδαίων βασιλείᾳ ἐπαναστὰς καὶ πολλὰ διαμαχησάμενος ἀναιρεῖται, καὶ ἐνταῦθα καταλήγει τὸ τῶν Ἰουδαίων βασίλειον. Ἡρώδης δὲ αὐτῶν μετὰ ταῦτα ἡγεῖται, οὐδὲν αὐτῷ προσήκουσαν τὴν Ἰουδαίων βασιλείαν παρὰ Ῥωμαίων ὑποδεξάμενος. Ἐνταῦθα δὲ καὶ ὁ προφητευόμενος παρὰ τῷ Δανιὴλ Χριστὸς ἡγούμενος τέλος λαμβάνει. μέχρι γὰρ Ἡρώδου Χριστοὶ ἡγούμενοι· οὗτοι δὲ ἦσαν οἱ 374 ἀρχιερεῖς, οἵτινες προεστήκεσαν τοῦ Ἰουδαίων ἔθνους, ἀρξάμενοι μὲν ἀπὸ τῆς κατὰ Δαρεῖον ἀνανεώσεως τοῦ ἱεροῦ κατὰ τὴν ἑξηκοστὴν καὶ πέμ πτην ὀλυμπιάδα, λήξαντες δὲ ἐπὶ Ὑρκανὸν ἐπὶ τῆς ρπςʹ ὀλυμπιάδος. Τὰ δὲ μεταξὺ τούτων ἔτη γενέσθαι υπγʹ, ὁπόσα καὶ ἡ τοῦ Δανιὴλ προ φητεία θεσπίζει λέγουσα· καὶ γνώσῃ καὶ συνήσεις· ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ. αὗται δὲ αἱ θʹ καὶ ξʹ ἑβδομάδες συμπλη ροῦσι χρόνον ἐτῶν υπγʹ, ὁπόσα ἔτη τυγχάνει τὰ τῆς ἀρχῆς τῶν Χριστῶν ἡγουμένων. ὧν τελευταίου Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλώτου ληφθέντος Ἡρώδης ὁ Ἀντιπάτρου μηδὲν προσήκουσαν αὐτῷ τὴν τῶν Ἰουδαίωνβασιλείαν ὑπὸ Αὐγούστου καὶ τῆς συγκλήτου Ῥωμαίων παραλαμβάνει, κἄπειτα οἱ τούτου παῖδες μέχρι τῆς ὑστάτης Ἱεροσολύμων πολιορκίας· οὐκέτι οἱ ἐκ διαδοχῆς τοῦ ἱερατικοῦ γένους ἱερῶντο τῷ θεῷ οὐδὲ διὰ βίου κατὰ τὸν Μωυσέως νόμον, ἄσημοι δέ τινες ἄλλοτε ἄλλοι, καὶ οἱ μὲν ἐνιαύσιοι, οἱ δὲ ἔτι ὀλίγῳ πλέον παρὰ τῶν Ῥωμαϊκῶν ἡγεμόνων τὴν ἀρχιερωσύνην ἐξωνοῦντο. Ἡρώδης Ἀντιπάτρου τοῦ Ἀσκαλωνίτου παῖς καὶ μητρὸς Κύπριδος Ἀραβίσσης οὐδὲν αὐτῷ προσήκουσαν τὴν Ἰουδαίων βασιλείαν ὑπὸ Ῥωμαίων ἐγχειρίζεται, καθ' ὃν τῆς τοῦ Χριστοῦ γενέσεως πλησιαζούσης ἡ ἐκ προ γόνων διαδοχὴ ἀρχιερωσύνη τε καὶ ἀρχὴ τῶν Ἰουδαίων κατελύθη, συμ πληρουμένης τῆς παρὰ Μωυσῇ λεγούσης προφητείας· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. ἑξῆς δὲ ὁ Δανιὴλ προφητεύει λέγων· καὶ μετὰ τὰς ζʹ καὶ ξβʹ ἑβδομάδας ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔσται ἐν αὐτῷ, καὶ τὸ ἱερὸν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου, καὶ κοπήσονται ἐν κατακλυσμῷ πολέμου. καὶ ἑξῆς φησί· καὶ ἐπὶ τῶν ἱερῶν βδέλυγμα τῶν ἐρημώσεων καὶ ἕως συντελείας καιροῦ συντέλεια δο θήσεται ἐπὶ τὴν ἐρήμωσιν. 375 Ὡς ἔν τισι Ῥωμαϊκαῖς ἐκδόσεσιν ἐμφέρεται ἐν ἐπιτόμῳ περὶ τῶν ἀπὸ Ἀλεξάνδρου ἕως Αὐγούστου χρόνων, καὶ ἔτι τῶν ἀπὸ κτίσεως Ῥώμης καὶ ἀπὸ Τροίας ἁλώσεως καὶ ἕως τοῦ αὐτοῦ Αὐγούστου Καίσαροσ Διαγεγόνασι δὲ ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Φιλίππου τελευτῆς, ἥτις γέ γονε κατὰ τὸ ροζʹ ἔτος τῆς τῶν ὑπάτων ἀρχῆς, μέχρι τῆς Αὐγούστου καὶ Ἀντωνίου βασιλείας ὀλυμπιάδες οεʹ, ἔτη δὲ σύνεγγυς τʹ, ἀπὸ δὲ κτίσεως Ῥώμης εἰς τὴν Αὐγούστου βασιλείαν ἔτη ψκʹ διὰ τὸ γʹ καὶ μʹ καὶ ςʹ ἐνιαυτοὺς ἀπὸ Ῥωμύλου μέχρι τῆς τῶν ὑπάτων ἀρχῆς διαγεγονέναι, κατασπώσης ἔτη υοζʹ, ἀπὸ δὲ ἁλώσεως Τροίας εἰς τὴν αὐτοῦ Αὐγούστου Καίσαρος ἀρχὴν ἔτη αρνγʹ διὰ τὸ υλγʹ ἐνιαυτοὺς ἀπὸ ἁλώσεως Τροίας μέχρι τῆς Ῥωμύλου βασιλείας εἶναι. Τῆς οὖν ρπεʹ ὀλυμπιάδος περιελθούσης Ἀντώνιος ἐκστρατεύει μὲν ἐπὶ Πέρσας, Ἡρώδου τοῦ Περσῶν βασιλέως φονευθέντος ὑπὸ Φραάρτου τοῦ μετ' αὐτὸν βασιλεύσαντος, συναντήσας δὲ τῇ Κλεοπάτρᾳ πρὸς τῇ Κιλίκων Ταρσῷ καὶ τῷ κάλλει ταύτης ἁλοὺς οὐδὲν ἀξιόλογον πράττει κατὰ Περ σῶν. ὑπὸ γὰρ τοῦ πρὸς αὐτὴν πόθου πρῶτον εἰς Ἀρμενίαν, ἔπειτα δὲ καὶ εἰς Ἀλεξάνδρειαν ὀξέως δι' αὐτὴν ἐπανέρχεται, κατολιγωρήσας Ὀκταβίας τῆς γνησίας αὐτοῦ γαμετῆς, ἀδελφῆς Αὐγούστου Καίσαρος. Τῇ δὲ ρπηʹ ὀλυμπιάδι ὁ Ἀντώνιος τὴν μὲν γαμετὴν ἀπολύει δι' αἰσίων μετὰ τῶν τέκνων ἐξαγαγὼν καὶ Κλεοπάτραν εἰσοικίζεται. κἀκ τούτου πρὸς αὐτὸν ἀνίσταται πόλεμος Αὐγούστου, καθ' ὃν μετὰ πολλὰς ναυμαχίας καὶ ἄλλους πλείστους πολέμους φεύγει Ἀντώνιος μετὰ Κλεοπάτρας εἰς Αἴγυ πτον, παραχρῶνται δὲ ἑαυτούς, μαθόντες κἀκεῖ τὸν Αὔγουστον παραγίνε σθαι ὅσον οὔπω· οὓς εὗρεν ἐλθὼν βιαιοθανατήσαντας. τοὺς δὲ Κλεοπά τρας παῖδας φεύγοντας λαβὼν Ἥλιον καὶ Σελήνην κατῆξεν εἰς Ῥώμην, θρίαμβον ἐπ' αὐτοῖς ἥδιστον Ῥωμαίοις ἐνδειξάμενος. Τότε καὶ Πέρσαι Ῥωμαίοις σπείσασθαι παρεκάλεσαν ὁμήρους Αὐγού

Intertext edge

Open linked passage

Note