Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 376 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
376.1.1
στῳ πέμψαντες. τὸν γὰρ Αὐγούστου Καίσαρος ἔκγονον Κλαύδιον τοὔνομα μαθόντες εἰς Ἀσίαν ὑπ' αὐτοῦ σταλέντα δόλῳ σφαγῆναι παρεσκεύασαν ὑπὸ στρατιώτου τινὸς Πέρσου δείξειν ἐπαγγειλαμένου χρημάτων θησαυ ρούς. διὸ μάλιστα περὶ τῆς εἰρήνης πρεσβεύουσι τὴν εἰρημένην ἐπιβουλὴν ἀπομνύμενοι. Τότε καὶ Πανδίων ὁ τῶν Ἰνδῶν βασιλεὺς ἐπεκηρυκεύσατο φίλος Αὐγού στου γενέσθαι καὶ σύμμαχος. Κατὰ τοίνυν τὴν ρπεʹ ὀλυμπιάδα Ἐλπιδίου κατασχεθέντος ὑπὸ Αὐγού στου ἐν τῇ πρὸς Ἀντώνιον μάχῃ καὶ ἀναιρεθέντος, ἐν Ῥώμῃ μόνος Αὔγουστος Ῥωμαίων μοναρχεῖ, διάδημα πρῶτος καὶ κόσμον τά τε λοιπὰ περι θέμενος βασιλικὰ σύμβολα καὶ πρὸς τὸ τῆς διαίτης ἁβρότερον προαχθείς. Γάιος γὰρ πρὸ αὐτοῦ μοναρχήσας οὐδενὶ τούτων ἐκέχρητο. Οἱ ἐν Ἀλεξανδρείᾳ ἀπὸ τοῦ ιδʹ ἔτους ἀριθμοῦσι τοὺς Αὐγούστου χρό νους. Πανδίων ὁ τῶν Ἰνδῶν βασιλεὺς φίλος Αὐγούστου καὶ σύμμαχος εἶναι πρεσβεύεται. Ὀκταούιος Αὔγουστος προσηγορεύθη, καὶ ὁ Σεξτίλιος μὴν ηʹ παρὰ Ῥωμαίοις ὁμοίως ὁ αὐτὸς Σεβαστὸς ἀνηγορεύθη. Ἰουδαίων αʹ ἀλλόφυλος βασιλεὺς Ἡρώδης ἔτη λζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ευξθʹ. Ἀνάνηλόν τινα τῶν ἐν Βαβυλῶνι Ἰουδαίων ἀρχιερέα μεταστειλάμενος Ἡρώδης εἰς Ἱερουσαλὴμ ἀρχιερέα κατέστησε, καὶ τοῦτον ἐκβαλὼν μετὰ βραχὺ καθίστησιν Ἀριστόβουλον ἀρχιερέα τὸν ἀδελφὸν τῆς αὐτοῦ γυναι κός, υἱὸν ὄντα Ὑρκανοῦ τοῦ ἐν Παρθικῇ. καὶ τοῦτον ἀνελὼν πάλιν Ἀνάνηλον προσῆξε μετὰ ἐνιαυτόν. Εἴρηται μὲν ἡμῖν καὶ πρόσθεν ἀρχομένοις τοῦδε τοῦ πόνου ὡς ἀναγ καιότατον πάντων ἡμῖν ἐν αὐτῷ δεῖξαι πρόκειται τὸν χρόνον τῆς θείας σαρκώσεως τοῦ μονογενοῦς υἱοῦ καὶ λόγου τοῦ θεοῦ, κυρίου δὲ καὶ σωτῆ ρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ εφʹ ἔτει τοῦ κόσμου προτρέχοντα πληρου 377 μένῳ καὶ ἀρχομένῳ τῷ εφαʹ μηνὶ κατὰ Ῥωμαίους Μαρτίῳ κεʹ, κατὰ τὴν θείαν διὰ Μωυσέως ἔκδοσιν πρώτῃ τοῦ παρ' Ἑβραίοις πρωτοκτίστου μη νὸς Νισάν, καθ' ἣν ὁ ἀρχάγγελος Γαβριὴλ τῇ κυρίως καὶ ἀληθῶς θεο τόκῳ τῆς παγκοσμίου χαρᾶς προσενήνοχεν εὐαγγέλια. οὕτω γὰρ καὶ ἡ τῆς ζωοποιοῦ ἀναστάσεως αὐτοῦ ἡμέρα κατὰ τὴν αὐτὴν πρωτόκτιστον ἡμέραν συναντήσει κατὰ τὰς ἀποστολικὰς παραδόσεις, ὡς δειχθήσεται. Ἐπειδὴ δὲ κατὰ τὸ ευοβʹ ἔτος τοῦ κόσμου, ὅπερ κατὰ τόνδε τὸν ἀκρι βῶς ἡμῖν κατὰ δύναμιν ἐφοδευθέντα κανόνα τῷ ιεʹ τῆς Αὐγούστου βασι λείας ἔτει συντρέχει, ἀπὸ δὲ Ἀλεξανδρείας ἁλώσεως ςʹ, τὸ λεγόμενον Βίσεξτον προσετέθη ὑπὸ Αὐγούστου Καίσαρος καὶ τῶν τηνικαῦτα σοφῶν, ἀναγκαῖον ἡγοῦμαι δηλῶσαι περὶ αὐτοῦ τοῦ ἡλιακοῦ ἐνιαυτοῦ τξεʹ αʹ ἡμερῶν ὄντος παρὰ δʹ μιᾶς ἡμέρας. τοῦτο τὸ δʹ κατὰ ἔτη κηʹ συναγόμενον ζʹ ἡμέρας ἀνακυκλουμένας ἀπὸ αʹ ἡμέρας τῆς ἑβδομάδος ἕως ζʹ ἐπάγει, αἵτινες λέγονται ἐπακταὶ ἡλίου ζʹ διὰ τῶν κηʹ ἐτῶν συμπληρούμεναι, καὶ πάλιν ἀπὸ τοῦ κθʹ ἀρχόμεναι. τετράκις γὰρ ζʹ κηʹ γίνονται. αἱ δ' αὐταὶ καὶ τετραετηρίδες παρὰ τοῖς μαθηματικοῖς ἀστρονόμοις κέκληνται διὰ τὸ κατὰ τετραετίαν ἡμέραν μίαν τῷ ἐνιαυτῷ ἐπεισάγειν. Περὶ ἧς οἱ μὲν Ἰουδαῖοι σεληνιακοὺς παραλαμβάνοντες τοὺς χρόνους διὰ τὸ νομικὸν πάσχα καὶ τὴν ἐν τῷ αʹ μηνὶ Νισὰν πανσέληνον οὐδένα λό γον εὑρίσκονται συγγραψάμενοι. Ἕλληνες δὲ παρὰ Χαλδαίων εἰς Αἰγυ πτίους διὰ τοῦ πατριάρχου Ἀβραάμ, ὡς ὁ λόγος, τὴν αὐτὴν ἐλθοῦσαν γνῶ σιν παραλαβόντες
376.2.1
Αἰγυπτίους τξεʹ ἡμερῶν τὸν ἐνιαυτὸν ἐλογίσαντο, ἀρχόμενοι μὲν ἀπὸ τοῦ παρ' αὐτοῖς Θὼθ μηνὸς τῆς αʹ ἡμέρας, ἥτις κατὰ τὴν κθʹ τοῦ Αὐγούστου μηνὸς συμπίπτει, καὶ κατὰ χρόνους δʹ ἀμείβοντες μίαν ἡμέραν ἕως ἀποκαταστάσεως ἡμερῶν Αἰγυπτιακοῦ ἔτους τξεʹ διὰ αυξʹ ἐτῶν συμπληρουμένου, καὶ ὡς ἀπὸ σημείου τινὸς εἰς τὸ αὐτὸ ση μεῖον, ἀπὸ τῆς κθʹ τοῦ Αὐγούστου μηνὸς ἀποκαθισταμένου, ὃς ἔτυχεν ἀποκαταστῆναι κατὰ τόδε τὸ ευοαʹ ἔτος τοῦ κόσμου, Αὐγούστου δὲ ἔτει ιεʹ κατὰ τόδε τὸ κανόνιον. κατὰ δὲ Πανόδωρον κβʹ ἔτος ἦν Αὐγούστου διὰ τὸ τοὺς πολλοὺς κατὰ τὸ ιςʹ ἔτος τῆς Αὐγούστου βασιλείας τὴν Ἀλεξαν 378 δρείας ἅλωσιν ἱστορεῖν καὶ τοὺς τούτου χρόνους τῆς βασιλείας ἐντεῦθεν λογίζεσθαι, μεθ' ἣν ἀρξαμένην ἔτει εʹ Αὐγούστου τεθῆναι τὴν τετραετη ρικὴν ἡμέραν, καὶ μέχρι τοῦ νῦν οὕτω καθ' Ἕλληνας ἤτοι Ἀλεξανδρεῖς ψηφίζεσθαι τοὺς ἀστρονομικοὺς κανόνας ἐν ταῖς ἐκλείψεσι τῶν δύο φω στήρων καὶ ταῖς καθ' ἕκαστον μῆνα συνόδῳ πανσελήνοις τῶν τε πλανω μένων εʹ ἀστέρων καὶ τῶν λοιπῶν ἀπλανῶν τὰς ἐποχὰς οὕτω λαμβάνε σθαι. καὶ οὕτω μὲν ὁ Πανόδωρος συμφωνῆσαι σπουδάζων τοῖς ἔξω σο φοῖς περὶ τὴν σφαιρικὴν κίνησιν ἔτεσιν ζʹ διήμαρτε τοῦ εφʹ ἔτους, ευζγʹ ἀντὶ εφʹ στοιχειώσας, καίπερ ἐν ἄλλοις εὐδοκιμήσας παρὰ πολ λούς. ἡμεῖς δὲ τῷ ποιητῇ τῶν χρόνων ἀχρόνῳ θεῷ τῇ παντουργῷ καὶ ὁμοουσίῳ τριάδι πειθόμενοι, ταῖς παρ' αὐτῆς δοθείσαις ἡμῖν θεοπνεύ στοις γραφαῖς διά τε παλαιᾶς καὶ νέας διαθήκης ἐξηκολουθήσαμεν, ἔν τισι συμφωνήσαντες καὶ τοῖς παρ' ἐκείνων κανόσιν, ὡς ἐν τοῖς Ἀλεξάν δρου τοῦ Μακεδόνων ἔτεσι κατὰ τὸ εροʹ ἔτος τοῦ κόσμου, ἐνταῦθα δὲ ἀντιπίπτουσαν εὑρόντες ταῖς ἀποστολικαῖς παραδόσεσι τὴν ἐκείνοις ἄλλο θεν εἰλημμένην ἀρχὴν καὶ οὐκ ἐκ τῆς κοινῆς τοῦ κόσμου γενέσεως, ἀναγ καίως τῆς θείας καὶ ἀρρήτου σαρκώσεως τὸν ἀκριβῆ χρόνον προετιμήσα μεν. Αὔγουστος Ῥωμαίοις ἐνομοθέτησε. Λόλλιος Μάρκος Ῥωμαίοις Γαλατίαν ἐπεκτήσατο. Αὔγουστος μοναρχίαν ἐγχειριζομένην ἀπώσατο. Αὔγουστος Γαλάταις φόρους ἔθετο. Τιβέριος Ἀρμενίαν Αὐγούστῳ παρεστήσατο. Αὔγουστος Κυζικηνῶν ἐλευθερίαν ἀφείλατο. Αὔγουστος Σαμίοις ἐλευθερίαν παρέσχε. Κάνταβροι στασιάσαντες διεφθάρησαν. Σεισμὸς Κύπρου πολλὰ μέρη κατέπτωσε. Τιμήσεως γενομένης ἐν Ῥώμῃ ἀπεγράφησαν Ῥωμαίων μυριάδες υιςʹ καὶ δ. Τῷ ευπʹ ἔτει τοῦ κόσμου ἡ τῶν Βιθυνῶν ηʹ βασιλέων ἀρχὴ ἐπαύσατο 379 ὑπὸ Αὔγουστον χρηματίσασα, ἀπὸ τοῦ εσξηʹ κοσμικοῦ ἔτους ἀρξαμένη, ὧν τὰ ὀνόματα δηλωθήσεται· ὁμοίως δὲ καὶ ἡ τῶν Ποντικῶν ιʹ βασιλέων. Τιβέριος Καῖσαρ ἀνηγορεύθη. Αὔγουστος Γάιον Ἀγρίππαν υἱοθετήσατο. Αὔγουστος μοιχεύσασαν Ἰουλίαν θυγατέρα αὐτοῦ ἠφάντωσε. Τιβέριος Καῖσαρ Οὐινδικοὺς καὶ τοὺς λοιποὺς παρακειμένους τῇ Θράκῃ ὑπέταξεν· ἀποικίας εἰς Πάτρας καὶ Βήρυτον Ῥωμαίοις ἐξέπεμψεν. Τιβέριος Καῖσαρ καταπολεμήσας Γερμανοὺς αὐτοκράτωρ ἀνηγορεύθη. Τιβέριος ἐπὶ νίκῃ Παννονίων ἐθριάμβευσεν. Ὁ αὐτὸς ἐπὶ νίκῃ Ῥαιτῶν καὶ Ἀρμενίων καὶ Οὐινδικίων καὶ Παννονίων ἐθριάμβευσεν. Αὔγουστος παρέσχε ναυμαχίαν καὶ μονομαχίαν. Γερμανοὺς κατεστρέψατο Λόλλιος Μάρκος νεωτερίσαντας. Ἀγρίππας Βόσπορον ἐχειρώσατο. Αὔγουστος μέγας ἀρχιερεὺς ἐψηφίσθη. Τὰ ὑπόλοιπα τοῦ Ἡρώδου Ὑρκανὸν ἐκ Παρθικῆς ἐπανελθόντα γηραιὸν φόβῳ τῆς εὐγενείας Ἡρώ δης ἀνεῖλεν, ὁμοίως δὲ καὶ Ἀριστόβουλον υἱὸν αὐτοῦ ἀρχιερέα. Ὁ αὐτὸς καὶ Μαριάμνην ἰδίαν γαμετὴν θυγατέρα Ὑρκανοῦ σὺν δυσὶν παισὶν αὐτοῦ ἐξ αὐτῆς ἀνδρωθεῖσιν ἤδη φονεύει καὶ τὴν Μαριάμνης μη τέρα, οἰκείαν δὲ πενθερὰν ὁ μιαιφόνος. Κατὰ τὴν Ἰουδαίαν μέγας ἐγένετο σεισμός. Ἡρώδης πολλὰ καὶ μεγάλα ἔκτισεν ἐν Ἱερουσαλήμ. Ἡρώδης τὴν πάλαι Σαμάρειαν ἔρημον οὖσαν ἐκ θεμελίων ἤγειρε, Σεβαστὴν εἰς τιμὴν τοῦ Καίσαρος ὀνομάσας. Ὁ αὐτὸς τὸ Πάνιον εἰδωλεῖον κατεσκεύασεν ἐν Παναιάδι τῷ Πανί. Λιμὸς μέγας κατὰ τὴν Ἰουδαίαν καὶ ὅλην Συρίαν ἐγένετο. 380 Ἡρώδης τὸν Ἱεροσολύμων ναὸν διπλοῦν ἀνῳκοδόμησεν. Ἡρώδης τὸν πάλαι Στράτωνος πύργον Καισάρειαν εἰς τιμὴν τοῦ Καί σαρος ἐπικτίσας ὠνόμασεν. Ὁ αὐτὸς Ἀνθηδόνα ἐπέκτισεν Ἀγριππίναν μετονομάσας, ἔτι τε Παρσανάβαν εἰς τιμὴν Ἀντιπάτρου τοῦ πατρὸς αὐτοῦ Ἀντιπατρίδα ὠνόμασε, καὶ ἄλλην εἰς οἰκεῖον ἐκάλεσεν ὄνομα πόλιν ἐγείρας Ἡρώδιον. Ὁ αὐτὸς τὴν ἐν τῇ Γαλιλαίᾳ Γαβὰλ καὶ κατὰ πάσας πόλεις Συρίας καὶ Παλαιστίνης ἐπέκτισεν. Ὁ αὐτὸς πρὸς ταῖς πολλαῖς μιαιφονίαις τὸν ἄνδρα Σαλώμης οἰκείας ἀδελφῆς ἀνεῖλε καὶ πάλιν ἕτερον αὐτῇ ἄνδρα δεύτερον ἔδωκεν. Ὁ αὐτὸς τοὺς Ἰουδαίων νομομαθεῖς καὶ τῶν πατρίων ζηλωτὰς ἀπέ κτεινεν. Ὁ αὐτὸς τὰς ἀναγράπτους Ἰουδαίων γενεαλογίας ἐνέπρησεν, ἀμάρτυρον ὡς ἑαυτῷ κἀκείνοις πραγματευόμενος τὴν εὐγένειαν. Δέον γινώσκειν ὅτι τὸ πρῶτον ἔτος Αὐγούστου Καίσαρος ευνηʹ ἔτος ἐστὶ τοῦ κόσμου, τὸ δὲ τέλος τοῦ ευζθʹ ἔτους τοῦ κόσμου πλήρωμα τοῦ μαʹ ἔτους τοῦ αὐτοῦ Αὐγούστου ἐστὶ καὶ ἀρχὴ τοῦ μβʹ ἔτους, τοῦ δὲ Ἡρώδου ἐστὶν ἔτος λβʹ. Τῷ εφʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Αὐγούστου Καίσαρος μβʹ, Ἡρώδου δὲ λβʹ, μηνὶ καθ' Ἑβραίους ζʹ ιʹ, ἤτοι Σεπτεμβρίῳ κζʹ, Ζαχαρίας θυμιῶν εἰς τὸ ἁγίασμα κατὰ τὴν τάξιν τῆς ἐφημερίας αὐτοῦ, ὥς φησιν ὁ θεῖος εὐαγγελιστὴς Λουκᾶς, εἶδεν ἄγγελον τὴν τοῦ μεγάλου Ἰωάννου τοῦ προ δρόμου καὶ βαπτιστοῦ σύλληψιν εὐαγγελιζόμενον αὐτῷ, καὶ φοβηθεὶς καὶ διστάσας ἔμεινεν ἄλαλος ἕως τοῦ τοκετοῦ αὐτοῦ κατὰ τὴν ἐπιτίμησιν. 381 Σημειωτέον δὲ ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ πῶς φησιν ὁ ἄγγελος περὶ τῆς τοῦ προδρόμου συλλήψεως πρὸς τὴν ἁγίαν παρθένον· καὶ ἰδοὺ Ἐλισά βετ ἡ συγγενής σου, τῆς μὲν ἐκ τοῦ Δαβίδ, τῆς δὲ ἐκ τοῦ Λευὶ καταγομέ νης, περὶ οὗ ἑξῆς παρεθέμεθα. Τῷ αὐτῷ εφʹ ἔτει ἀπὸ κτίσεως κόσμου πληρουμένῳ, τῷ κηʹ τοῦ Φα μενώθ, μηνὸς Μαρτίου κδʹ, καὶ ἀρχομένῳ τῷ Φαμενὼθ κθʹ ἤτοι Μαρτίου κεʹ, ἕκτῳ μηνὶ ἀπὸ τοῦ εὐαγγελισμοῦ Ζαχαρίου καὶ τῆς τοῦ προδρόμου συλλήψεως, ἀπεστάλη ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν ἁγίαν καὶ ὑπερ ένδοξον παρθένον τὰ τῆς παγκοσμίου σωτηρίας καὶ αἰωνίου ζωῆς εὐαγ γέλια κομίζων. ἔτος τῆς μὲν ιαʹ περιόδου τῶν φλβʹ ἐτῶν ρπαʹ ἀρχόμενον, μὴν παρ' Ἑβραίοις Νισὰν πρωτόκτιστος αʹ ἄγων ἡμέραν, ἥτις κατὰ μὲν Ῥωμαίους τῇ κεʹ τοῦ Μαρτίου μηνὸς συμπίπτει ἀεί, κατὰ δὲ Αἰγυπτίους τῇ κθʹ τοῦ Φαμενώθ, πρὸ ηʹ καλανδῶν Ἀπριλλίων, τοῦ δὲ δʹ κατ' Αἰγυ πτίους Χυὰκ μηνὸς ἤτοι κδʹ τοῦ Δεκεμβρίου μηνός, πρὸ θʹ καλανδῶν Ἰανουαρίων, εἰς συμπλήρωσιν τῆς λαʹ ἡμέρας τοῦ Χασελεῦ, θʹ μηνὸς κατὰ τοὺς αὐτοὺς Ἑβραίους καὶ Χριστιανούς, ἡμέραι σοεʹ, καθ' ἣν τὸ κατὰ σάρ κα ἐκ τῆς ἁγίας καὶ φύσει καὶ ἀληθείᾳ κυρίως θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τῇ ἐπιούσῃ κεʹ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χριστός, ὁ μονογενὴς τοῦ θεοῦ υἱός, ἐν Βηθλεὲμ πόλει τῆς Ἰουδαίας, κατὰ τὸ μγʹ ἔτος τῆς Αὐγούστου Ῥωμαίων Καίσαρος βασιλείας, ἐν ὑπατείᾳ Γουλπικίου καὶ Μαρίνου καὶ Γαΐου Πομπηίου, ὡς ἐν ἀκριβέσι καὶ πα λαιοῖς ἀντιγράφοις φέρεται. Ταῦτα οὐκ ἀφ' ἑαυτῶν συντετάχαμεν, ἀλλ' ἐκ τῶν παραδόσεων τοῦ μακαρίου ἀποστόλου καὶ ἀρχιεπισκόπου Ῥώμης Ἱππολύτου καὶ ἱερο 382 μάρτυρος, Ἀννιανοῦ τε τοῦ ὁσιωτάτου μοναχοῦ τοῦ συντάξαντος κύκλον ιαʹ πασχουάλια φλβʹ ἐτῶν ἅμα σχολίοις ἀκριβέσι, καὶ Μαξίμου τοῦ ἁγιωτά του μοναχοῦ καὶ φιλοσόφου μάρτυρος καὶ ὁμολογητοῦ καὶ μεγάλου διδα σκάλου τῆς ἐκκλησίας. Ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην, ὡς ἡ τῶν θείων εὐαγγελίων ἱερὰ βίβλος φησίν, ἡνίκα καὶ Ἰωσὴφ σὺν τῇ παρθένῳ τὴν Βηθλεὲμ πόλιν Δαβὶδ καταλαβών, διὰ τὸ εἶναι αὐτοὺς ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπεγράφη. τότε τῶν ἡμερῶν τῆς ἀπορρήτου συλλήψεως πλησθεισῶν τῇ θεομήτορι, ἔτεκεν ὑπερφυῶς τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσε καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ παρατυχούσῃ κατὰ τὸ θεοδόχον σπήλαιον τῇ φάτνῃ διὰ τὸ μὴ ἔχειν τόπον ἐν τῷ καταλύματι. Ταύτης τῆς κατὰ τὴν Ἰουδαίαν ἀπογραφῆς ὑπὸ τῆς συγκλήτου βουλῆς Κυρίνιος ἐπιμελητὴς ἐξεπέμφθη κατὰ τόδε τὸ κοσμικὸν ἔτος, οὐσιῶν καὶ οἰκητόρων ἀναγραφὰς ποιούμενος. αὕτη γάρ, φησὶν ὁ θεῖος Λουκᾶς, ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος Συρίας Κυρινίου. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦ Τῆς θείας σαρκώσεως ἔτος αʹ πληρωθέντος τοῦ εφʹ καὶ ἀρξαμένου τοῦ εφαʹ Ὁ ποιμὴν ὁ καλὸς ποιμένας πρώτους δι' ἀγγέλων εἰς θέαν καὶ ἀκοὴν προσ εκαλέσατο τῶν ἀπορρήτων. ὁ αὐτὸς δι' ἀστέρος ὁδηγοῦ μάγους εἰς δο ρυφορίαν καὶ προσκύνησιν ἐπεσπάσατο. τῇ ηʹ ἡμέρᾳ περιέτεμον τὸν κύριον καὶ τῇ μʹ ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα κατὰ τὸν νόμον Μωυσέως, ἡνίκα καὶ Συμεὼν παραστὰς ἐνηγκαλίσατο τὸν πλαστουργόν. Ἄννα προ φῆτις θυγάτηρ Φανουὴλ συμπαρῆν ἀνθομολογουμένη τῷ δι' ἡμᾶς νηπιά σαντι. 383 ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΑ Σέξτος Πυθαγορικὸς φιλόσοφος ἤκμαζεν. Ἰούδας τις Γαλιλαῖος κατὰ Ῥωμαίων ἀποστατεῖν Ἰουδαίους προέτρεπε διὰ τὴν ἀπογραφήν, ὁ ἐκ Γαμαλᾶς, περὶ οὗ καὶ Γαμαλιὴλ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων εἶπεν. Ἡρώδης τέθνηκεν οʹ ζήσας ἔτη, ἐξ ὧν ἐβασίλευσεν Ἰουδαίων λζʹ ἔτη παρανόμως. ἐπὶ αὐτοῦ γὰρ ἡ πρόρρησις τοῦ πατριάρχου Ἰακὼβ ἐπληρώθη λέγουσα· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐ τοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, ἤτοι ὁ Χριστός. Ἕως αὐτοῦ ἡ ἐξ Ἰούδα ἀρχὴ διά τε βασιλέων καὶ ἀρχιερέων παρεστάθη, ὧν οἱ μὲν βασιλεῖς ὁμολογουμένως ἐξ Ἰούδα κατήγοντο, οἱ δὲ ἀρχιερεῖς καὶ αὐτοὶ κατὰ τὸ μητρῷον ἐξ Ἰούδα, ἐπείπερ Ἀαρὼν τὴν θυγατέρα τοῦ Ἀμιναδὰβ ἄρχοντος υἱῶν Ἰούδα ἔγημεν ἐν Αἰγύπτῳ, καθ' ὃ καὶ συγγενεῖς ὑπῆρχον οἱ ἐξ Ἰούδα καὶ Λευί. διὸ καὶ ὁ ἄγγελος τῇ θεοτόκῳ ἔφη· καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου. Οὗτος πρῶτος ἀλλόφυλος ἦρξεν Ἰουδαίων Ἄραψ Ἰδουμαῖος ὤν. Ὁ αὐτὸς πρῶτον ἀλλόφυλον Ἰουδαίοις ἀρχιερέα κατέστησε τὸν Ἀνάνηλον, ὡς Ἰώσηππος. Ὁ αὐτὸς πρῶτος τὴν ἱερατικὴν στολὴν ὑπὸ τὴν ἰδίαν σφραγῖδα ἔθετο. 384 Τὰ ὑπόλοιπα Ἡρώδου τοῦ ἀλλοφύλου τοῦ κόσμου ἔτη
376.3.1
Ἡρώδης ὁ μιαιφονώτατος πρὸς ταῖς πολλαῖς τῶν συγγενῶν φονοκτο νίαις κατὰ τὴν Βηθλεὲμ ἀναιρεῖ νήπια, τὴν τοῦ κυρίου καὶ θεοῦ καὶ σω τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρὰ τῶν μάγων πυθόμενος γέννησιν. Ἡρώδης θεηλάτως πληγεὶς καὶ τρίτον υἱὸν ἐπιβουλεύοντα νομίσας γνή σιον ἀνεῖλεν. ὁ αὐτὸς ὕδρωπι συσχεθεὶς σκώληκας ἀπὸ τοῦ στόματος ἐξέβρασε καὶ οὕτως δεινῶς ὀδυρόμενος τέθνηκεν. ὁ αὐτὸς οʹ ἔτη ἔζησε καὶ λζʹ ἔτη ἐβασίλευσε τῶν Ἰουδαίων. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΕ Τῆς θείας σαρκώσεως ἔτη εʹ Τελευτήσαντος Ἡρώδου κατὰ Ματθαῖον τὸν θεσπέσιον, ἰδοὺ ἄγγελος κυρίου κατ' ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· ἐγερθεὶς παρά λαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ. ἦν δ' ἄρα εʹ ἔτος τῆς τοῦ σωτῆρος ἡμῶν ἡλικίας κατὰ σάρκα. Ἰουδαίων δεύτερος ἀλλόφυλος ἐβασίλευσεν Ἀρχέλαος υἱὸς Ἡρώδου ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εφςʹ. Αὔγουστος Ἀρχέλαον μὲν υἱὸν Ἡρώδου Ἰουδαίων ἐθνάρχην κατέστησε, τοὺς δὲ ἄλλους ἀδελφοὺς αὐτοῦ τέσσαρας ὄντας, Ἡρώδην ὁμώνυμον τῷ πατρὶ καὶ Ἀντίπατρον τῷ πάππῳ Λυσανίαν τε καὶ Φίλιππον, τετράρχας ἀνέδειξεν. Ἰστέον ὅτι διάφορα εὐαγγέλια γέγραπται, ἐξ ὧν τέσσαρα μόνα κέκριται τοῖς μακαρίοις ἀποστόλοις ἐκκλησιάζεσθαι, καὶ ἄλλοις παιδικὰ τοῦ σω τῆρος ἡμῶν συγγέγραπται, ἐν οἷς αἱ μέχρι δωδεκαετοῦς χρόνου τῆς κατὰ σάρκα ἡλικίας αὐτοῦ τοῦ τῶν αἰώνων ποιητοῦ ἐμπεριφέρονται θαυματουρ 385 γίαι· τὰς γὰρ ὅλας ὑπ' αὐτοῦ τελεσθείσας δυνάμεις ἀδύνατον ἦν γραφῆ ναι διὰ τὸ μηδὲ τὸν κόσμον ὅλον δύνασθαι χωρεῖν καὶ αἰσθητῶς καὶ νοη τῶς τὰ γραφόμενα βιβλία κατὰ τὴν θεολόγου μαρτυρίαν. Λουκᾶς δὲ ὁ σοφώτατος ἐν μέρει ταῦτα σημαίνων οὕτω φησί· τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτῷ. καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ' ἔτος εἰς Ἱερουσα λὴμ τῇ ἑορτῇ τοῦ πάσχα. καὶ ὅτε ἐγένετο ἐτῶν ιβʹ, ἀναβαινόντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς, καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ἐπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ. καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς, καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. καὶ ἐγένετο μεθ' ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς. ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρί σεσιν αὐτοῦ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΙΓ Τῆς θείας σαρκώσεως ἔτη ιγʹ Τὰ ὑπόλοιπα τῶν Ῥωμαίων Καίσαρος Σεβαστοῦ Ὀκταουίου τοῦ καὶ Αὐγούστου Ἐπὶ Καίσαρος Αὐγούστου φιλόσοφοι ἤκμαζον ἐπίσημοι οὗτοι· Βιργί λιος, Σαλούστιος, Λίβιος, Ὁρτένσιος, Τερέντιος, Ὁράτιος, Ἀθηνόδωρος Ταρσεὺς καὶ Σιτίων Ἀλεξανδρεύς. Ἀθηναῖοι στασιάζειν ἀρξάμενοι κολασθέντες ἐπαύσαντο. Αὔγουστος κρατήσας μετὰ Γάιον Ἰούλιον Καίσαρα τῆς Ῥωμαίων ἀρχῆς τὰ πάντα ἔτη νςʹ, μονοκράτωρ δὲ ἔτη μγʹ, ὡς δὲ ἕτεροι μηʹ, τελευτᾷ τὸν βίον ἐν Ῥώμῃ, καθ' ὃν χρόνον ἔκλειψις ἡλιακὴ γέγονε, λιμός τε κατ 386 έσχε τὴν Ῥωμαίων ἰσχυρά, ὡς πολλῶν δηναρίων τὸν μόδιον τοῦ σίτου πραθῆναι. Ὁ αὐτὸς τοὺς οἰκήτορας Ῥώμης κατὰ πρόσωπον ἀριθμήσας εὗρεν οἰκοῦντας αὐτὴν ἀνδρῶν μυριάδας ιγʹ καὶ χιλίους λζʹ. Τιβέριον δὲ τὸν αὐτοῦ πρόγονον υἱοθετησάμενος, περιφανῆ τῆς ὅλης ἀρχῆς διάδοχον καὶ Ῥωμαίων τρίτον ἀνέδειξεν αὐτοκράτορα· ὃς καὶ ἐβασίλευσεν ἔτη κβʹ. Τὰ ὑπόλοιπα τοῦ δευτέρου ἀλλοφύλου Ἀρχελάου υἱοῦ Ἡρώδου Οὗτος μετὰ θʹ τῆς ἀρχῆς ἔτη εἰς Βίενναν πόλιν Γαλλίας ὑπὸ Ῥωμαίων ἐξορίζεται. Ἰουδαίων γʹ ἀλλόφυλος Ἡρώδης, υἱὸς Ἡρώδου, ἀδελφὸς Ἀρχελάου, ἔτη κδʹ. Οὗτος Ἰωάννην τὸν βαπτιστὴν ἀνεῖλε τῷ ἔτει τῆς αὐτοῦ ἀρχῆς, ἐφ' οὗ καὶ ὁ κύριος ἡμῶν ἑκουσίως δι' ἡμᾶς τὸ σωτήριον πάθος ὑπέστη. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΙΕ Τῆς θείας σαρκώσεως ἔτη ιεʹ Ῥωμαίων γʹ μόναρχος Τιβέριος ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εφιεʹ. Τῆς μικρᾶς Ἀσίας σεισμῷ ιγʹ πόλεις κατεπτώθησαν, Ἔφεσος, Μαγνη 387 σία, Σάρδις, Μοστινή, Αἰγαί, Ἱεροκαισάρεια, Φιλαδέλφεια, Τμῶλος, Τίμος, Μύρινα, Κύμη, Ἀπολλωνία Δία, Ὑρκανία. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΚ Τῆς θείας σαρκώσεως ἔτη κʹ Τὴν μὲν κατὰ σάρκα γέννησιν τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύο μόνοι τῶν εὐαγγελιστῶν ἱστόρησαν, Ματθαῖος τὸ βασιλικὸν ἐκ τοῦ Δαβὶδ κατὰ Σολομῶνα καὶ Λουκᾶς τὸ ἱερατικὸν ἐκ τοῦ αὐτοῦ Δαβίδ, κατὰ Νάθαν υἱὸν αὐτοῦ. τὴν δὲ ἄχρονον γέννησιν ἐκ τοῦ πατρὸς Ἰωάννης μόνος ὁ υἱὸς τῆς βροντῆς ἐθεολόγησε. τὸν μέντοι περὶ τοῦ βαπτίσματος λόγον οἱ τέσσαρες ὁμοφρόνως συνέγραψαν εἰκότως, ἀλλ' οἱ μὲν τρεῖς ἀπροσδιορίστως, Λουκᾶς δὲ ὁ θεσπέσιος καὶ τὸν χρόνον ἠκρίβωσεν εἰπὼν οὕτως· Ἐν ἔτει ιεʹ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Ἄξιον μὲν οὖν θαυμάσαι τὴν θείαν τοῦ σοφωτάτου εὐαγγελιστοῦ συν τομίαν, πῶς ἐν ὀλίγαις λέξεσι τὰ διὰ πολλῶν τοῖς πολλοῖς ἱστορούμενα διδάσκει, τὸν χρόνον τοῦ κρατοῦντος, ἐπεὶ καὶ πᾶσα χρονικὴ ψῆφος ἢ ἐκ τῶν πάλαι γενεαρχῶν ἢ ἐκ τῶν ἔπειτα βασιλέων ἐπισήμων λαμβάνεται, τὸν ἡγεμόνα τῆς Ἰουδαίας Πιλᾶτον, Ἡρώδην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, μετὰ τῆς ἑκάστου τοπικῆς ἀρχῆς, τοὺς ἀρχιερατεύοντας Ἄνναν καὶ Καϊάφαν. Ἐπειδὴ δὲ πάντων ἔσχατον ἦν καὶ πρῶτον εἰπεῖν κατὰ ποῖον ἔτος τῆς δεσποτικῆς ἡλικίας ἦν, τὸ ιεʹ ἔτος Τιβερίου φράσας, πρότερον τὸν βαπτι στὴν καὶ τὸ εἶδος τοῦ βαπτίσματος ὅσον ὑπόβαθρον τοῦ κατὰ Χριστὸν βαπτίσματος ὥσπερ τινὰ στέφανον εἰσάγει, τὸν αὐτὸν χρόνον προσθεὶς καὶ τὴν κατὰ Νάθαν ἀπὸ Δαβὶδ γενεαλογίαν ἄλλῃ τάξει χρώμενος ἤ φησι. 388 Τὰ ὑπόλοιπα τοῦ μονάρχου Καίσαρος Τιβερίου, τοῦ κόσμου ἔτη εφκʹ Τιβέριος Δροῦσον τῆς ἀρχῆς κοινωνὸν προσλαβόμενος μετὰ μικρὸν ὡς φαρμακὸν ἀνεῖλε. Τὸ Πομπηίου θέατρον ἐνεπρήσθη. Τιβέριος Πόντιον Πιλᾶτον ἡγεμόνα τῆς Ἰουδαίας ἐξέπεμψε. Φίλιππος τετράρχης Παναιάδα ἀνακτίσας Καισάρειαν Φιλίππου προσ ωνόμασεν. Ὁ αὐτὸς πόλιν Ἰουλιάδα ἔκτισεν. Ἡρώδης ἔκτισε Τιβεριάδα εἰς ὄνομα Τιβερίου Καίσαρος, ὁ αὐτὸς Λιβιάδα. Τὰ ὑπόλοιπα Ἡρώδου υἱοῦ Ἡρώδου ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΒ Τῆς θείας σαρκώσεως ἔτη λβʹ Ἰωάννην τὸν βαπτιστὴν καὶ πρόδρομον βαπτίζοντα ἐν ὕδατι εἰς μετά νοιαν καὶ τῷ ἐν πνεύματι βαπτίσματι προοδοποιοῦντα τὸ τοῦ κατὰ Χρι στὸν εὐαγγελίου κήρυγμα παρὰ πάντων τε ὡς προφήτην τιμώμενον φο βούμενος Ἡρώδης ἀνεῖλεν οὕτως, ὡς Ἰώσηππός φησιν, ὡς δὲ ὁ θεῖος εὐαγγελιστὴς ἀκριβέστερόν φησι, καὶ ὡς ἐλέγχοντα αὐτὸν ἐπὶ μοιχείᾳ τῆς γυναικὸς Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ Ἡρωδιάδος. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΓ Τῆς θείας σαρκώσεως ἔτη λγʹ Ἐν τούτῳ τῷ εφλγʹ ἔτει ἀπὸ κτίσεως κόσμου, ὅπερ τῆς κατὰ σάρκα τοῦ σωτῆρος ἡμῶν ἡλικίας λγʹ ὑπῆρχε, τῆς δὲ ιαʹ περιόδου τῶν φλβʹ κυκλι κῶν ἐτῶν σιγʹ, κατὰ τὸ ιθʹ ἔτος Τιβερίου Καίσαρος, ὁ κύριος ἡμῶν καὶ 389 θεὸς Ἰησοῦς ὁ Χριστός, ὁ φύσει μονογενής, ὁ ὁμοούσιος τοῦ ἀγεννήτου πατρὸς υἱὸς προαιώνιος καὶ συναΐδιος τῷ ὁμοουσίῳ πνεύματι, ὁ εἷς τῆς ἀκτίστου καὶ παντουργοῦ τριάδος, μετὰ τὴν ἐκ παρθένου θεοπρεπῆ καὶ ἀπόρρητον γέννησιν καὶ τὸ ὑπὸ Ἰωάννου ἐν Ἰορδάνῃ βάπτισμα καὶ τὰς ἀπείρους θεοσημείας καὶ διδασκαλίας καὶ ἀποκαλύψεις τῶν μυστηρίων τῆς οὐρανίου βασιλείας αὐτοῦ πᾶσαν πληρώσας οἰκονομίαν ἐπὶ τὸ σω τήριον πάθος προῄει ἑκουσίως κατὰ τὰς περὶ αὐτοῦ θείας προρρήσεις καὶ πάσχει δι' ἡμᾶς ὅσα περὶ αὐτοῦ φρικτὰ καὶ ἀπορρήτου συγκαταβάσεως γέμοντα τοῖς ἱεροῖς εὐαγγελισταῖς ἐπιτόμως ἱστόρηται, καὶ σταυροῦται ὁ ἀναμάρτητος τῇ κζʹ τοῦ Φαμενὼθ μηνὸς ἡμέρᾳ παρασκευῇ ἤτοι ςʹ σαβ βάτου, Μαρτίου κγʹ, ὥρᾳ ἡμερινῇ ςʹ, ἐν ὑπατείᾳ Νέρωνος τὸ τρίτον καὶ Βαλερίου Μενσάλα. καὶ ταφεὶς ἀνίσταται τῇ γʹ ἡμέρᾳ, Φαμενὼθ κθʹ ἤτοι Μαρτίου κεʹ, ἐπιφωσκούσης κυριακῆς μιᾶς σαββάτων, πρωὶ καλανδῶν Ἀπριλλίων, αʹ τοῦ πρωτοκτίστου μηνὸς Νισὰν παρ' Ἑβραίοις καὶ Χριστιανοῖς, περὶ ἧς εἴρηται· «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», καὶ πάλιν· «αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίη σεν ὁ θεός», περὶ ἧς καὶ ὁ θεοπάτωρ Δαβὶδ τὴν κοσμικὴν προανακρουό μενος σωτηρίαν μεμελῴδηκεν· «αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Περὶ ταύτης καὶ ἡμῖν ὁ πᾶς τοῦδε τοῦ γράμματος πόνος καταβέβληται, δεῖξαι τὴν αὐτὴν καὶ μίαν πρωτόκτιστον ἡμέραν σύστοιχον τῇ τοῦ θείου εὐαγγελισμοῦ καὶ τῆς ὑπερφυοῦς ἐξ ἁγίας παρθένου συλλήψεως τοῦ μονο γενοῦς υἱοῦ τοῦ θεοῦ ἡμέρᾳ καὶ τῇ τῆς ζωοποιοῦ ἐκ νεκρῶν ἀναστάσεως θεοειδεστέρᾳ καὶ ὁλοφώτῳ τοῖς ἀξίοις ἑορτάζειν αὐτὴν ἐν πνεύματι καὶ ἀληθείᾳ. Αὕτη Χριστιανοῖς ὀρθοδόξοις πρῶτον πάσχα καλῶς ἐχρημάτισεν, οὐκ ἐν ζύμῃ παλαιᾷ καὶ φυγῇ τοῦ κατ' Αἴγυπτον αἰσθητοῦ Φαραῶ καὶ τῶν αὐτοῦ 390 πικρῶν ἐργοδιωκτῶν, ἀλλ' ἐν καταλήψει τῆς νοητῆς Αἰγύπτου, τῆς κακίας καὶ ἀγνοίας καὶ τοῦ ταύτης ἀρχηγοῦ διαβόλου, ὑπὲρ τοὺς τύπους καὶ τὴν νομικὴν σκιὰν αὐτῷ τῷ ἀληθινῷ ἀμνῷ τοῦ θεοῦ τῷ αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου κατατρυφῶσιν ἔργῳ καὶ λόγῳ (τὸ γὰρ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός) καὶ τῇ αὐτοῦ χάριτι καὶ ἀπολυτρώσει πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐπειγομένοις διὰ σταυροῦ τῶν τῇδε παθῶν ἑκουσίου καὶ τα φῆς καὶ ἀναστάσεως, ἤτοι ταπεινώσεως μέχρι θανάτου, θανάτου δὲ σταυ ροῦ, δι' ἧς ὁ πάσης δυνάμεως καὶ ἀρχῆς καὶ ἐξουσίας δημιουργός, εὐδο κίᾳ τοῦ ἀγεννήτου πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου καὶ ὁμοουσίου πνεύ ματος, πατήσας τὸν ἀδρανῆ καὶ ὑπερήφανον τύραννον ἐν τῇ τυραννουμένῃ ταπεινῇ φύσει τῶν ἀνθρώπων διὰ βασκανίαν τὴν παρ' αὐτοῦ ἐξανέστησεν, οὐ μόνον τοῖς ἐξ Ἀδὰμ ἐν Ἅιδῃ φρουρουμένοις πνεύμασι χαρισάμενος ἄφεσιν, ἀλλὰ καὶ τοῖς ἐν σαρκὶ ζῶσι καὶ πιστεύσασιν αὐτῷ, ὡς ἐκ τῶν ἱερῶν εὐαγγελίων ἐστὶ καταμαθεῖν. «Χαίρετε» γὰρ ταῖς γυναιξὶ πρώτῃ φωνῇ, δι' ὧν ἅπασα λύπη τῷ γένει εἰσέφρησεν, προσεφθέγξατο καὶ τοῖς ἱεροῖς μαθηταῖς «εἰρήνη ὑμῖν» ὁ πά σης εἰρήνης καὶ φιλοθέου στοργῆς αἴτιος, οὐ μόνον ταῖς λογικαῖς φύσεσιν, ἀλλὰ καὶ οὐρανῷ καὶ γῇ καὶ στοιχείοις καὶ πάσῃ κτίσει συντάξας τὸ εἶναι τῇ σχετικῇ ἀλληλουχίᾳ. Ὁ δὲ αὐτὸς θεὸς καὶ κύριος ἡμῶν ἐπὶ μʹ τὰς ὅλας ἡμέρας ὀπτανόμενος καὶ λέγων τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν οὐ διέλειψε τοῖς ἑαυτοῦ μαθηταῖς, ἡνίκα καὶ ἐπ' ὄψεσιν αὐτῶν εἰς οὐρανοὺς ἀνελήφθη ἐν τῷ ἁγίῳ ὄρει τῶν ἐλαιῶν τῇ αὐτῇ τεσσαρακοστῇ μετὰ τὴν ἁγίαν ἀνάστασιν ἡμέρᾳ, εʹ μὲν οὔσῃ τῆς ἑβδομάδος, τρίτῃ δὲ τοῦ κατὰ Ῥωμαίους Μαΐου μηνός. Ἔστιν οὖν, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, εφλδʹ ἔτος τοῦ κόσμου, καὶ τοῦτο πρῶτον ἄγον ἡμέραν ἔτος κυριακήν, τὸ πρῶτον κυριακὸν πάσχα Μαρτίου μηνὸς κεʹ κατὰ Ῥωμαίους, κατὰ δὲ Αἰγυπτίους Φαμενὼθ κθʹ, κατὰ δὲ τὰς θεοπνεύστους παλαιὰς καὶ νέας γραφὰς Νισὰν αʹ πρωτόκτιστος ἡμέρα τοῦ πρωτοκτίστου μηνὸς ὑπάρχουσα, καθ' ἣν ἡ ἐν Χριστῷ καινὴ κτίσις ἀρξαμένη πάντας εἰς ζωὴν ἐκ θανάτου μετήγαγε τοὺς ὀρθῶς εἰς αὐτὸν πιστεύοντας. 391 Ἀφρικανοῦ περὶ τῶν κατὰ τὸ σωτήριον πάθος καὶ τὴν ζωοποιὸν ἀνάστασιν Τὸ δὲ καθ' ἕκαστον τῶν πράξεων αὐτοῦ καὶ θεραπειῶν σωμάτων καὶ ψυχῶν καὶ τῶν τῆς γνώσεως ἀποκρύφων, ἀναστάσεώς τε τῆς ἐκ νεκρῶν αὐταρκέστατα τοῖς πρὸ ἡμῶν μαθηταῖς τε καὶ ἀποστόλοις αὐτοῦ δεδήλω ται. καθ' ὅλου τοῦ κόσμου σκότος ἐπήγετο φοβερώτατον, σεισμῷ τε αἱ πέτραι διερρήγνυντο καὶ τὰ πολλὰ Ἰουδαίας τε καὶ τῆς λοιπῆς γῆς κατερ ρίφη. Τοῦτο τὸ σκότος ἔκλειψιν τοῦ ἡλίου Θάλλος ἀποκαλεῖ ἐν τρίτῃ τῶν ἱστο ριῶν, ὡς ἐμοὶ δοκεῖ, ἀλόγως. Ἑβραῖοι γὰρ ἄγουσι τὸ πάσχα κατὰ σελήνην ιδʹ, πρὸ δὲ μιᾶς τοῦ πάσχα τὰ περὶ τὸν σωτῆρα συμβαίνει. ἔκλειψις δὲ ἡλίου σελήνης ὑπελθούσης τὸν ἥλιον γίνεται· ἀδύνατον δὲ ἐν ἄλλῳ χρόνῳ πλὴν ἐν τῷ μεταξὺ μιᾶς καὶ τῆς πρὸ αὐτῆς κατὰ τὴν σύνοδον αὐτὴν ἀπο βῆναι. πῶς οὖν ἔκλειψις νομισθείη κατὰ διάμετρον σχεδὸν ὑπαρχούσης τῆς σελήνης ἡλίῳ; ἔστω δή, συναρπαζέτω τοὺς πολλοὺς τὸ γεγενημένον καὶ τὸ κοσμικὸν τέρας ἡλίου ἔκλειψις ὑπονοείσθω ἐν τῇ κατὰ τὴν ὄψιν πλάνῃ. Φλέγων ἱστορεῖ ἐπὶ Τιβερίου Καίσαρος ἐν πανσελήνῳ ἔκλειψιν ἡλίου γεγονέναι τελείαν ἀπὸ ὥρας ςʹ μέχρις θʹ, δῆλον ὡς ταύτην. τίς δ' ἡ κοι νωνία σεισμῷ καὶ ἐκλείψεσι, πέτραις τε ῥηγνυμέναις καὶ ἀναστάσει νεκ ρῶν, τοσαύτη τε κίνησις κοσμική; Ἐν γοῦν τῷ μακρῷ χρόνῳ τοιοῦτόν τι συμβὰν οὐ μνημονεύεται, ἀλλ' ἦν σκότος θεοποίητον, διότι τὸν κύριον συνέβη παθεῖν, καὶ λόγος αἱρεῖ ὅτι οʹ ἑβδομάδες εἰς τοῦτον συναιροῦνται τὸν χρόνον ἐν τῷ Δανιήλ. 392 Καὶ μεθ' ἕτερα· ἀπὸ δὲ Ἀρταξέρξου αἱ οʹ ἑβδομάδες εἰς τὸν ἐπὶ Χρι στοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπ' Ἀρταξέρξου τὴν Ἱερουσαλὴμ ἀνοικίσων ἐπέμφθη ἔτει τῷ ιεʹ καὶ ρʹ τῆς Περσῶν βασιλείας, αὐτοῦ δ' Ἀρταξέρξου κʹ ἔτει, ὀλυμπιάδος πγʹ ἔτει δʹ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν ὀλυμπιάδος σβʹ ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ιςʹ, ἔτη συνάγεται υοεʹ, ἅπερ Ἑβραϊκὰ υζʹ ἔτη γίνεται, κατὰ τὸν σεληνιαῖον μῆνα τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὡς ἔστι πρόχειρον εἰπεῖν ἡμερῶν κθʹ# 171, τοῦ κυκλικοῦ ἐνιαυτοῦ τοῦ καθ' ἥλιον ὑπάρχοντος ἡμερῶν τξεʹ δʹ, τὴν κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέρας ιαʹ καὶ δʹ. διὰ τοῦτο καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ηʹ παρεμβάλλουσιν. ὀκτάκις γὰρ τὰ ιαʹ δʹ ποιεῖ τρίμηνον. τὰ τοίνυν υοεʹ ἔτη ὀκταετίαι μὲν γίνονται νθʹ καὶ μῆνες τρεῖς, ὡς τριμήνου ἐμβολίμου τῇ ὀκταετίᾳ γινομένης, ἔτη συνάγε ται ιεʹ, ταῦτά τε πρὸς τοῖς υοεʹ ἔτεσιν οʹ ἑβδομάδες. μὴ δή τις ἡμᾶς τῶν κατ' ἀστρονομίαν ἀριθμῶν ἀπείρους εἶναι νομιζέτω, τξεʹ ἡμερῶν καὶ δʹ προτεταχέναι αὐτήν. οὐδὲ γὰρ ἀγνοίᾳ τἀληθοῦς, διὰ δὲ τὴν λεπτολογίαν τὸ ψηφιζόμενον συνετέμομεν. Τοῖς δὲ ἐπ' ἀκριβὲς πάντα πειρωμένοις ἐξετάζειν καὶ τοῦθ' ὡς ἐν βραχεῖ παρακείσθω. τὸ μὲν ἔτος ἐπίπαν ἕκαστόν ἐστιν ἡμερῶν τξεʹ, καὶ ἡμέρας καὶ νυκτὸς εἰς ἐννεακαιδέκατον διαιρεθείσης μέρη τούτων τὰ εʹ. μεταξὺ δὲ τοῦ λήγειν τὸν ἐνιαυτὸν ἡμερῶν τξεʹ δʹ καὶ τὸν ἀπὸ ιθʹ τῆς νυχθημέρου μερῶν εʹ εἰς τὰ υοεʹ ἡμέραι τὸ παράλληλόν εἰσιν ςʹ καὶ δʹ. ἔτι γε μὴν τὸν τῆς σελήνης μῆνα κατὰ τὴν ἀκριβῆ λεπτολογίαν εὑρίσκομεν κθʹ# 171, ἡμέρας καὶ νυκτὸς διαιρεθείσης εἰς μέρη σεʹ. τούτων τὰ οʹ# 171, ἃ γίνεται ἐνενηκοστοτέταρτα τρία. καὶ ταῦτα περὶ ὀλίγων χρόνων καταγίνεται. Συμβαίνει δὲ τοίνυν ἀπὸ Ἀρταξέρξου βασιλείας ἔτους κʹ, ὡς ἐν τῷ Ἔσδρᾳ παρ' Ἑβραίοις, ὅπερ καθ' Ἕλληνας ἦν ὀλυμπιάδος ὀγδοηκοστῆς τέταρτον ἔτος, μέχρις ςʹ καὶ ιʹ Τιβερίου Καίσαρος, ὅπερ ἦν ὀλυμπιάδος σβʹ ἔτος βʹ, 393 ἐπισυνάγεσθαι τὰ προειρημένα υοεʹ, ἃ γίνεται καθ' Ἑβραίους ἔτη υζʹ, ὡς προείρηται, τοῦτ' ἔστιν ἑβδομάδες οʹ, καθὰ προεφητεύθη τῷ Δανιὴλ ὑπὸ τοῦ Γαβριὴλ ἡ Χριστοῦ παρουσία. εἰ δέ τῳ δοκεῖ τὰ ιεʹ ἔτη τὰ Ἑβραϊκὰ πλάνην ἐγγεννᾶν, μετ' ἐκεῖνα εἰς ἡμᾶς ἔτη ςʹ ἐγγὺς καὶ οὐδὲν ἐν μέσῳ παράδοξον ἱστόρηται. δύναται δὲ καὶ ἡ μία καὶ ἡμίσεια ἑβδομάς, ἣν ἐπὶ συντελείᾳ παραλαμβάνεσθαι δεῖν ὑπονοοῦμεν, παρηγορεῖν τὸν ἐπι ζητούμενον τῶν ιεʹ ἐτῶν καὶ κουφίζειν χρόνον, ὅτι τε συμβολικώτερον αἱ προφητεῖαι ἐξενηνεγμέναι τυγχάνουσι δῆλον. ὁπόσον δὲ ἐφ' ἡμῖν, ὀρ θῶς οἶμαι τὴν γραφὴν ἐδεξάμεθα, ἐπεὶ καὶ συναιρεῖσθαί πως ἡ ἡγου μένη τῆς ὀπτασίας περικοπὴ δοκεῖ, ἧς ἡ ἀρχή· «ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ», ἔνθα περὶ τῆς καθαιρέσεως τῆς Περσῶν ἀρχῆς ὑφ' Ἑλλήνων προδηλοῖ, ἣν διὰ τοῦ κριοῦ καὶ τοῦ τράγου προδηλοῖ· ἡ θυσία, φησίν, ἡ ἀρθεῖσα καὶ τὰ ἅγια ἐρημωθήσεται εἰς καταπάτημα, ἅπερ εἰς βτʹ ἡμέ ρας περιγραφήσεται. εἰ γὰρ εἰς μῆνα τὴν ἡμέραν λογισαίμεθα, ὡς ἀλλα χοῦ κατὰ προφητείαν εἰς ἐνιαυτοὺς αἱ ἡμέραι παραλαμβάνονται καὶ ἄλλως ἀλλαχόθι, ἀναλύσαντες ὁμοίως τοῖς πρὸ τούτου εἰς μῆνας τοὺς Ἑβραϊ κούς, εὕροιμεν ἂν κʹ τῆς Ἀρταξέρξου βασιλείας ἀπὸ τῆς ἁλώσεως Ἱερουσαλὴμ συντελούμενον τὸν χρόνον. ἔτη γὰρ συνάγονται ρπεʹ καὶ ἐνιαυτὸς εἷς, ἐν ᾧ τὴν πόλιν ἐτείχισεν ὁ Νεεμίας. τοὺς οὖν ρπςʹ ἐνιαυτοὺς μῆνας εὑρίσκομεν βτʹ Ἑβραϊκούς, τῆς ὀκταετίας ἀκολούθως τοὺς πρὸς τούτοις ἐμβολίμους τρεῖς μῆνας προσλαμβανούσης. ἀπὸ δὲ Ἀρταξέρξου, ὅθεν ὁ λόγος ἐξῆλθεν οἰκοδομηθῆναι Ἱερουσαλήμ, οʹ ἑβδομάδες συντελοῦνται. ἰδίᾳ δὲ περὶ τούτων καὶ ἀκριβέστερον ἐν τῷ περὶ ἑβδομάδων καὶ τῆσδε τῆς προφητείας ἀπεδείξαμεν. Θαυμάζω δὲ Ἰουδαίων μὲν μήπω φασκόντων ἐληλυθέναι τὸν κύριον, τοὺς ἀπὸ Μαρκίωνος δὲ ἀπὸ τῶν προφητειῶν μὴ προηγορεῦσθαι, οὕτω γυμνῶς ὑπ' ὄψιν τῶν γραφῶν δεικνυουσῶν. Καὶ μετ' ὀλίγα· συνάγονται δὲ τοίνυν οἱ χρόνοι ἐπὶ τὴν τοῦ κυρίου παρουσίαν ἀπὸ Ἀδὰμ καὶ τῆς ἀναστάσεως ἔτη εφλαʹ. ἀφ' οὗ χρόνου ἐπὶ ὀλυμπιάδα σνʹ ἔτη ρζβʹ, ὡς ἐν τοῖς πρόσθεν ἡμῖν ἀποδέδεικται. 394 Εὐσεβίου τοῦ Παμφίλου περὶ τῶν αὐτῶν Ἰησοῦς ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ κύριος ἡμῶν κατὰ τὰς περὶ αὐτοῦ προφητείας ἐπὶ τὸ πάθος προῄει ἔτους ιθʹ τῆς Τιβερίου βασιλείας. καθ' ὃν καιρὸν καὶ ἐν ἄλλοις μὲν Ἑλληνικοῖς ὑπομνήμασιν εὕρομεν ἱστορούμενα κατὰ λέξιν ταῦτα. ὁ ἥλιος ἐξέλιπε. Βιθυνία ἐσείσθη. Νικαίας τὰ πολλὰ ἔπεσεν. ἃ καὶ συνᾴδει τοῖς περὶ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν συμβεβηκό σιν. γράφει δὲ καὶ Φλέγων ὁ τὰς ὀλυμπιάδας περὶ τῶν αὐτῶν ἐν τῷ ιγʹ ῥήμασιν αὐτοῖς τάδε· τῷ δὲ δʹ ἔτει τῆς σβʹ ὀλυμπιάδος ἐγένετο ἔκλειψις ἡλίου μεγίστη τῶν ἐγνωσμένων πρότερον, καὶ νὺξ ὥρᾳ ἕκτῃ τῆς ἡμέρας ἐγένετο, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι. σεισμός τε μέγας κατὰ Βιθυνίαν γενόμενος τὰ πολλὰ Νικαίας κατεστρέψατο. καὶ ταῦτα μὲν ὁ δηλωθεὶς ἀνήρ. τεκμήριον δ' ἂν γένοιτο τοῦ κατὰ τόδε τὸ ἔτος πεπονθέ ναι τὸν σωτῆρα ἡ τοῦ κυρίου κατὰ Ἰωάννην εὐαγγελίου μαρτυρία, ἥτις μετὰ τὸ ιεʹ ἔτος Τιβερίου τριετῆ χρόνον τῆς διδασκαλίας αὐτοῦ διαγενέ σθαι μαρτυρεῖ. κατὰ τοὺς αὐτοὺς δὲ χρόνους καὶ Ἰώσηππος ἱστορεῖ ἐν ἡμέρᾳ πεντηκοστῆς κινήσεως καὶ κτύπου ἱερέας ἀντιλαμβάνεσθαι πρῶ τον, ἔπειτα φωνῆς ἀθρόας ἔνδοθεν ἀκοῦσαι ἀπὸ τοῦ ἐσωτάτου ἱεροῦ αὐτοῖς ῥήμασιν εἰπούσης· μεταβαίνωμεν ἐντεῦθεν. καὶ ἄλλο δέ τι ὁ αὐτὸς ἀναγρά φει Ἰώσηππος, ὡς Πιλάτου τοῦ ἡγεμόνος κατὰ τὸν αὐτὸν χρόνον Καίσαρος τὰς εἰκόνας νύκτωρ εἰς τὸ ἱερόν, ἅσπερ οὐκ ἦν θέμις, ἀναθέντος, μεγίστου τε θορύβου καὶ στάσεως ἀρχὴν ἐμβεβληκότος τοῖς Ἰουδαίοις· ἔνθεν ἐπι στήσεις πόσαι τὸ Ἰουδαίων ἔθνος διεδέξαντο συμφοραί. Φλάκκος Ἀσύλαιος τῆς Ἀλεξανδρείας καὶ Αἰγύπτου ἐπίτροπος ὑπὸ Τιβερίου ἐκπέμπεται. πολλὰ δὲ τοῦ Ἰουδαίων ἔθνους ἐπεβούλευσεν. Ὅτι μὲν εφλαʹ, οὐχὶ δὲ εφλγʹ ὁ Ἀφρικανὸς λέγων δύο σφάλλεται ἔτη κατὰ τὴν ἀψευδῆ τῶν εὐαγγελίων ὑφήγησιν. πρόδηλον γὰρ ὅτι τῷ λʹ ἔτει ἀρχομένῳ που ἢ μικρῷ πρὸς ἢ ἔλαττον διὰ τὸ εἰρημένον, «Ἰησοῦς δὲ ἦν