Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
38.1.1
Βαβυλών, Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάνη ἐν γῇ Σεναάρ.» τούτων τί σαφέστερον ἀκούειν ἐθέλοιμεν περὶ Βαβυλῶνος, ὅτι πρὸ τοῦ κατακλυσμοῦ οὐδέπω ὤφθη οὐδὲ μετὰ τὸν κατακλυσμὸν ἕως τοῦ κινῆσαι τοὺς ἀνθρώ πους πληθυνθέντας ἐξ ἀνατολῶν καὶ κατοικῆσαι αὐτοὺς ἐν γῇ Σεναάρ, καὶ οἰκοδομῆσαι τὴν πόλιν καὶ τὸν πύργον, προηγουμένου αὐτῶν τοῦ θεομά χου Νεβρὼδ καὶ βασιλεύοντος, κατὰ μίμησίν τε τῶν πρὸ τοῦ κατακλυσμοῦ γιγάντων πάντα τυραννικῶς πράττοντος καὶ πείθοντος τοὺς ὑπηκόους πρῶ τον ἀπειθεῖν τῷ θεῷ καὶ πύργον οἰκοδομεῖν οὐρανομήκη κατέναντι αὐτοῦ. διό φησι τὰ λόγια· «οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς», τοῦτ' ἔστι μετὰ τὴν τῶν προτέρων γιγάντων ἀπώλειαν οὗτος ἤρξατο εἶναι γίγας πρῶτος τῇ κακίᾳ μετ' ἐκείνους ἐπὶ τῆς γῆς. οὗτος ἦν γίγας κυνηγὸς ἔναντι κυρίου, ἀντίθεος τὸ δὴ λεγόμενον. τῆς δὲ Βαβυλῶνος, ὡς ἀποδέδεικται ταῖς θεο λέκτοις φωναῖς, μὴ οὔσης πρὸ τοῦ κατακλυσμοῦ οὐδ' ἡ Χαλδαίων βασι λεία ἔσται τὸ πρότερον ἕως τῆς βασιλείας Νεβρὼδ καὶ τῆς πυργοποιίας, τούτοις δὲ συναποδείκνυται καὶ ἡ παρὰ Μανεθῶ περὶ τῶν πρὸ τοῦ κατα κλυσμοῦ καὶ δυναστειῶν τῶν Αἰγυπτίων συγγραφὴ ψευδής, πρῶτον μὲν ἐξ ὧν ἑκάτερος αὐτῶν ἑαυτὸν συνιστῶν, ἤγουν οἱ τῶν Χαλδαϊκῶν καὶ οἱ τῶν Αἰγυπτιακῶν συγγραφεῖς, θάτερος οὐ μέμνηται οὐδὲ συνιστᾷ ὁ τῶν Αἰγυπτιακῶν τὰ τῶν Χαλδαϊκῶν, περὶ αὐτούς, ὥς φασι, ψευδόμενοι γε γονότα, οὐδ' ὁ τῶν Χαλδαϊκῶν τὰ τῶν Αἰγυπτιακῶν, ἀλλ' ἕκαστος τὸ ἴδιον ἔθνος καὶ τὴν πατρίδα δοξάζων ἀράχνας ὑφαίνει· ἔπειτα καὶ ἐκ τοῦ πρώτου τὴν Αἴγυπτον ὑπὸ τοῦ Μεστρὲμ τοῦ δευτέρου υἱοῦ Χάμ, κατὰ τὴν γραφήν, θείου δὲ τοῦ Νεβρὼδ υἱοῦ Χοῦς υἱοῦ Χὰμ τοῦ πρώτου, κατοι κισθῆναι καὶ βασιλευθῆναι, ἀφ' οὗ καὶ ἕως τοῦδε τοῦ χρόνου παρ' Ἑβ ραίοις καὶ Σύροις καὶ Ἄραψι οὕτω καλεῖται ἡ χώρα Μεστραία, καὶ τοῦτο πᾶσίν ἐστιν ἱστορικοῖς πρόδηλον, εἰ καὶ οὐκ οἶδ' ὅπως ὥσπερ τὰ τῆς Χαλδαϊκῆς, οὕτω καὶ τὰ τῆς Αἰγυπτιακῆς δυναστείας ψευδηγορήματα στοιχειῶσαι ἠξίωσαν πάντα ψεύδη πεφυκότα, ὡς ἡ ἀλήθεια μόνη ἀπέδει ξεν, ἧς οὐδὲν ἰσχυρότερον. τούτων οὖν οὐ περιττῶς οἶμαι διασαφισθέντων ἀκόλουθόν ἐστιν Ἀβυδηνοῦ τε καὶ Ἀπολλοδώρου μικρὰ κεφάλαια περὶ τῶν αὐτῶν παραθέντας, ἔτι δὲ καὶ Μανεθῶ πρὸς τελείαν ἀπόδειξιν τῆς ἐκείνων ἀνατροπῆς, καὶ ἵνα μή τις ἐκεῖνα ζητῶν ἀναγνῶναι τὰ συγγράμματα περὶ πολλὰς ἀσχολοῖτο βίβλους, πέρας ἐπιθεῖναι τῷ περὶ αὐτῶν λόγῳ, καὶ οὕτω τῆς λοιπῆς κατὰ δύναμιν ἱστορίας ἐπιλαβέσθαι. λέγει γὰρ ὁ Ἀβυδη νὸς συνᾴδων μέν, οὐκ ἐν πᾶσι δέ, τῷ Ἀλεξάνδρῳ· 39 Ἐκ τῶν Ἀβυδηνοῦ Περὶ τῆς τῶν Χαλδαίων βασιλείασ Χαλδαίων μὲν τῆς σοφίης πέρι τοσαῦτα. βασιλεῦσαι δὲ τῆς χώρας πρῶ τον λέγουσιν Ἄλωρον, τὸν δὲ ὑπὲρ ἑωυτοῦ λόγον διαδοῦναι ὅτι μιν τοῦ λεῶ ποιμένα ὁ θεὸς ἀποδείξαι. βασιλεῦσαι δὲ σάρους ιʹ. σάρος δέ ἐστιν χʹ καὶ γʹ ἔτεα, νῆρος δὲ χʹ, σῶσσος δὲ ξʹ. μετὰ δὲ τοῦτον Ἀλάπαρον ἄρξαι σάρους γʹ, μεθ' ὃν Ἀμίλλαρος ἐκ πόλεως Παυτιβίβλων ἐβασίλευσε σάρους ιγʹ. ἐφ' οὗ δεύτερον Ἀννήδωτον τὴν θάλασσαν ἀναδῦναι παραπλήσιον Ὠάννῃ τὴν ἰδέαν ἡμιδαίμονα. μεθ' ὃν Ἀμμένων ἐκ Παυτιβίβλων ἦρξε σάρους ιβʹ. μεθ' ὃν Μεγάλαρος ἐκ Παυτιβίβλων ἦρξε σάρους ιηʹ· εἶτα Δαὼς ποιμὴν ἐκ Παυτιβίβλων ἐβασίλευσε σάρους ιʹ, ἐφ' οὗ δʹ διφυεῖς γῆν ἐκ θαλάσσης ἀνέδυσαν, ὧν τὰ ὀνόματα ταῦτα· Εὐέδωκος, Ἐνεύγαμος, Ἐνεύβουλος, Ἀνήμεντος. ἐπὶ δὲ τοῦ μετὰ ταῦτα Εὐεδωρέσχου
38.2.1
ὃν ἄλλοι τε ἦρξαν καὶ Σίσουθρος ἐπὶ τούτοις, ὡς τοὺς πάντας εἶναι βασιλεῖς ιʹ, ὧν ὁ χρόνος τῆς βασιλείας συνῆξε σάρους ρκʹ. Καὶ περὶ τοῦ κατακλυσμοῦ παρόμοια μέν, οὐκ ἀπαράλλακτα λέγει οὕτως· μετὰ Εὐεδώρεσχον ἄλλοι τινὲς ἦρξαν καὶ Σίσιθρος, ᾧ δὴ Κρόνος προση μαίνει μὲν ἔσεσθαι πλῆθος ὄμβρων Δεσίου ιεʹ. κελεύει δὲ πᾶν ὅ τι γραμ μάτων ἦν ἐχόμενον ἐν Ἡλιουπόλει τῇ ἐν Σισπόροισιν ἀποκρύψαι. Σίσιθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας εὐθέως ἐπ' Ἀρμενίης ἀνέπλωε, καὶ παραυτίκα μιν κατελάμβανε τὰ ἐκ τοῦ θεοῦ. τρίτῃ δὲ ἡμερέῃ ἐπείτε ὕων ἐκόπασε, μετίει τῶν ὀρνίθων, πείρην ποιεύμενος εἴ που γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦ σαν· αἱ δὲ ἐκδεκομένου σφέας πελάγεος ἀμφιχανέος ἀπορέουσαι, ὅκη κατορμίσονται παρὰ τὸν Σίσιθρον, ὀπίσω κομίζονται, καὶ ἐπ' αὐτῇσιν ἕτεραι. ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν, ἀπίκατο γὰρ δὴ πηλοῦ κατάπλεοι τοὺς ταρσούς, θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσι, τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ περίαπτα ξύλων ἀλεξιφάρμακα καὶ τοῖσιν ἐπιχωρίοις παρείχετο. Ἰδοὺ δὴ καὶ οὗτος ἐξηλλαγμένῃ τινὶ φράσει τὰ Μωυσαϊκὰ παραχαράξας

Intertext edge

Open linked passage

Note