Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
395.1.1
ὡσεὶ ἐτῶν λʹ» παρὰ τῷ μεγάλῳ εὐαγγελιστῇ Λουκᾷ ἐβαπτίσθη καὶ ἐδίδαξε καὶ ἐθεράπευσε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐπὶ τρία ἔτη· ὡς εἶναι τὸν ἀπὸ τῆς θείας αὐτοῦ συλλήψεως χρόνον ἀρξάμενον τῷ εφαʹ ἔτει τοῦ κόσμου, τῇ πρώτῃ τοῦ πρωτοκτίστου μηνὸς Νισάν, Μαρτίου κεʹ, μέχρι τῆς ζωοποιοῦ ἀναστάσεως κατὰ τὴν αὐτὴν συμπεσοῦσαν ἡμέραν κεʹ Μαρτίου ἐτῶν λγʹ καὶ ἡμέρας μιᾶς τῷ εφλδʹ ἔτει ἀρξαμένην, ἀφ' ἧς ἐπὶ τὴν εἰς οὐρανοὺς μετὰ σώματος θεοπρεπῆ θείαν ἀνάληψιν ἡμέραι μʹ. ἀπὸ δὲ Ἀδὰμ ἐπὶ τὴν αὐτὴν ἔτη εφλγʹ, ἡμέραι μʹ. εἰ δέ τις ἀπιστεῖ τοῖς λεγομένοις περὶ τῆς αὐτῆς πολλαχοῦ λεγομένης, ὅτι ἐν αὐτῇ τὸν θάνατον πατήσας ὁ κύριος ἡμῶν πρωτοκτίστῳ ἡμέρᾳ ζωὴν ἡμῖν ἐκ νεκρῶν ἐπήγα σε, σκοπείτω εἰς τὴν ιαʹ περίοδον τῶν φλβʹ. κυκλικῶν ἐτῶν κατὰ τὸ σιγʹ ἔτος τῆς αὐτῆς περιόδου τὴν ιδʹ τοῦ παρ' Ἑβραίοις πάσχα, καὶ εὑρήσει κατὰ τὴν κγʹ τοῦ αὐτοῦ Μαρτίου μηνὸς ἐν ἡμέρᾳ παρασκευῇ καταντῶσαν ἐπὶ τὸ σωτήριον πάθος, ὃ ὑπὲρ ἡμῶν ἑκουσίως ὑπέστη, καὶ ταφεὶς ὑπὸ Ἰωσὴφ τοῦ ἐξ Ἀριμαθαίας καὶ Νικοδήμου ἀνέστη τῇ μετὰ τὴν αὐτὴν παρασκευὴν ἐπιφωσκούσῃ τρίτῃ ἡμέρᾳ, μιᾷ σαββάτων, πρώτῃ δὲ τοῦ παρ' Ἑβραίοις Νισὰν πρώτου μηνός, ἥτις ἀεὶ τῇ κεʹ Μαρτίου μηνὸς μία καὶ ἡ αὐτή ἐστιν. Ὁ μὲν οὖν Ἀφρικανὸς συμφώνως τῇ ἀποστολικῇ παραδόσει τῷ εφʹ ἔτει τὴν θείαν χρονολογήσας σάρκωσιν, περὶ τὸ πάθος καὶ τὴν σωτήριον ἀνάστασιν δυσὶν ἔτεσι διήμαρτε, κατὰ τὸ εφλαʹ ἔτος τοῦ κόσμου ταύτην συναγαγών. Εὐσέβιος δὲ ὁ Παμφίλου τὰ ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰμ γενέσεως, ἣ κατὰ τοὺς χρόνους Νίνου καὶ Σεμιράμεως τῶν Ἀσσυρίων βασιλέων ὡμολόγηται, συντεμὼν ἔτη γρπδʹ ἐστοιχείωσε τῷ Ἑβραϊκῷ ἐξακολουθήσας καὶ τὸν δεύτερον Καϊνᾶν ἔτη ρλʹ ζήσαντα πρὸ τῆς τεκνώσεως μὴ στοιχειώσας, οὗ 396 ὁ θεῖος εὐαγγελιστὴς Λουκᾶς μέμνηται ἐν τῇ κατ' αὐτὸν γενεαλογίᾳ, ὡς καὶ ἀλλαχοῦ λέλεκται. τὸ δὲ καθ' ἡμᾶς τοῦτο χρονογράφιον ἀπὸ Ἀδὰμ ἕως γενέσεως Ἀβραὰμ ἔτη γλβʹ περιέχει συμφώνως τῇ θείᾳ Μωυσέως γραφῇ καὶ ταῖς γενεαῖς τοῦ κατὰ Λουκᾶν εὐαγγελίου. καὶ ἀπὸ τῆς γεν νήσεως Ἀβραὰμ ἕως τοῦ σωτηρίου σταυροῦ καὶ τῆς ζωοποιοῦ ἀναστάσεως βμηʹ ἔτη συνῆξεν, ἅτινα κατὰ τὸν ἀληθῆ λόγον ἔτη βσκαʹ ἡμῖν ἐπιλε λόγισται. ἔτη δὲ τὰ πάντα ἐξ Ἀδὰμ εφλγʹ, κατὰ δὲ Εὐσέβιον εσλβʹ, ὅπερ ἀλλότριον πάντη τῆς ἀποστολικῆς παραδόσεως· ὃ καὶ ἐκ παραλογι σμοῦ τοιοῦδε πέπονθε πρὸς τοῖς ρλʹ τοῦ Καϊνᾶν ἔτεσι καὶ τῶν ἐν τοῖς κρι ταῖς ἀλλοφύλων ἔτη ριαʹ, παραλείψας τά τε τῆς ἀναρχίας καὶ εἰρήνης ἔτη μʹ καὶ ἔτι τὰ Δαρείου τοῦ καὶ Ἀστυάγους ἔτη ιαʹ. Πανόδωρος δέ τις τῶν κατ' Αἴγυπτον εἷς μοναχός, ἱστορικὸς οὐκ ἄπει ρος χρονικῆς ἀκριβείας, ἐν τοῖς χρόνοις ἀκμάσας Ἀρκαδίου βασιλέως καὶ Θεοφίλου Ἀλεξανδρείας ἀρχιεπισκόπου, ἀλήθειαν ἀσπασάμενος ἐν πολλοῖς, ζʹ διήμαρτεν ἔτεσιν, ἐλθὼν εἰς τὴν σωτήριον σάρκωσιν τῷ ευζγʹ ἔτει ταύτην συλλογισάμενος. ἡ δὲ αἰτία τοῦ σφάλματος αὐτοῦ γέγονεν οὕτως· ἐπεὶ γὰρ τὸ πρῶτον ἔτος Φιλίππου τοῦ Ἀριδαίου τοῦ μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα βασιλεύσαντος Μακεδόνων αʹ, καθ' ὃ ἔτος καὶ ὁ Κλαύδιος Πτολεμαῖος τὴν τῶν προχείρων κανόνων ψηφηφορίαν ἐπήξατο, ἀρχὴν Αἰγυπτιακοῦ καὶ Ἑλληνικοῦ ἔτους κατὰ τὴν πρώτην τοῦ Θὼθ μη νὸς παρ' Αἰγυπτίοις λεγομένου, κθʹ τοῦ Αὐγούστου μηνὸς οὖσαν ἀπο καταστατικήν, ὁμόχρονον ὁμολογουμένως ἐστὶ τῷ εροʹ ἔτει τοῦ κόσμου, ἀπὸ δὲ τοῦ αὐτοῦ πρώτου ἔτους Φιλίππου μέχρι τῆς καθαιρέσεως Κλεο πάτρας ἔτη κατὰ τοὺς ἀστρονομικοὺς κανόνας ἐπισυνάγεται ςζδʹ, ἀπὸ τοῦ αὐτοῦ εροʹ κοσμικοῦ ἔτους ἔτη γίνονται ευξγʹ ἀπὸ Ἀδὰμ ἕως καθ αιρέσεως Κλεοπάτρας κατὰ τοῦτο, ὅπερ οὐ συνᾴδει τῇ ἐκκλησιαστικῇ παραδόσει, ὡς πρὸς τὸ μγʹ ἔτος Αὐγούστου Καίσαρος, ἡνίκα ὁ κύριος ἡμῶν ἐσαρκώθη. μόνα γὰρ ἀπὸ τῆς αὐτῆς καθαιρέσεως καὶ ὑποταγῆς Αἰγύπτου μγʹ ἔτη λέγεται βεβασιλευκέναι παρὰ τοῖς μαθηματικοῖς ὁ Αὔγουστος, ὅπερ εἰ δῶμεν ἀληθεύειν, εὑρεθήσεται κατὰ τὸ εφεʹ ἔτος τοῦ 397 κόσμου τελευτήσας ὁ Αὔγουστος. τὸ δ' αὐτὸ εʹ ἔσται τῆς τοῦ σωτῆρος ἡλικίας. ἀλλ' ὅτι μέν ἐστι πρόδηλον, ὅτι δὲ κατὰ τὸν Αὐγούστου Καίσαρος θάνατον ιεʹ ἐγγὺς ἦγεν ἔτος ὁ κύριος καὶ κατὰ τὸ ιεʹ ἔτος Τιβερίου Καίσα ρος ὡσεὶ ἐτῶν ἦν λʹ, ὡς τὰ λόγια, καὶ τοῦτο προφανές. ἔσται ἄρα ὁ μὲν Αὐγούστου Καίσαρος θάνατος μεταξύ που τοῦ εφιδʹ κοσμικοῦ ἔτους καὶ τοῦ εφιεʹ, ἡ δὲ ἀρχὴ τῆς ὅλης βασιλείας αὐτοῦ τῷ ευνηʹ. Πανόδωρος δὲ τῇ μαθηματικῇ ἐξακολουθῶν ἐκδόσει τὴν μὲν ἀρχὴν τῆς Αὐγούστου βασιλείας τῷ ευναʹ ἔτει τοῦ κόσμου ἐστοιχείωσε, τὸ δὲ τέλος τῷ εφςʹ, τὴν δὲ σωτήριον γέννησιν τῷ ευζγʹ, οὐ καλῶς δια νοησάμενος. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΔΤῆς θείας σαρκώσεως ἔτη λδʹ Πρώτῃ ἡμέρᾳ τούτου τοῦ ἔτους, Μαρτίου κεʹ, ἡμέρᾳ κυριακῇ, ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς ἐκ νεκρῶν ἀνέστη τριήμερος, καὶ ὤφθη πρῶτον ταῖς μυροφόροις, ἔπειτα τοῖς ἀποστόλοις, οὓς καὶ ἀπέστειλεν εἰς πάντα τὰ ἔθνη διδάσκειν τὰ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος δόγμα τα, ἀναληφθεὶς εἰς οὐρανοὺς τῇ μʹ ἡμέρᾳ, Μαΐου γʹ, καὶ καταπέμψας αὐ τοῖς τὸ παράκλητον πνεῦμα τῇ ἁγίᾳ νʹ ἡμέρᾳ, διαμερίζων αὐτοῖς γλώσσας πυρίνας καὶ τὰ λοιπὰ θεῖα χαρίσματα. Πέτρῳ καὶ Ἰακώβῳ τῷ ἀδελφοθέῳ καὶ Ἰωάννῃ μετὰ τὴν ἀνάληψιν τῶν λοιπῶν ἀποστόλων ἡγεῖσθαι προσέταξεν ὁ κύριος, ὡς ἂν μὴ ἐπιδικάζοιν το δόξης· οἳ καὶ πρῶτον Ἱεροσολύμων εἵλαντο τὸν αὐτὸν Ἰάκωβον, ὥς φησι Κλήμης ἐν ἕκτῳ τῶν Ὑποτυπώσεων· ὁ δ' αὐτὸς καὶ ἐν ζʹ συνῳδά φησιν ὧδε· Ἰακώβῳ τῷ δικαίῳ καὶ Ἰωάννῃ καὶ Πέτρῳ μετὰ τὴν ἀνάστασιν παρ έδωκε τὴν γνῶσιν ὁ κύριος. οὗτοι τοῖς λοιποῖς παρέδωκαν, οἱ δὲ λοιποὶ ἀπόστολοι τοῖς οʹ, ὧν εἷς ἦν πρῶτος ἐπίσκοπος Ἰάκωβος ὁ ἀδελφόθεος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας.

Intertext edge

Open linked passage

Note