Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 398 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
398.1.1
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΔΤῆς θείας σαρκώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔτη λδʹ Κατὰ τὰς αὐτὰς ἡμέρας οἱ μαθηταὶ ἐπηρώτων τὸν κύριον ἐν τῷ ὄρει τῶν ἐλαιῶν· εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Τῷ αὐτῷ ἔτει Ἰάκωβος ὁ ἀδελφόθεος πρῶτος ἐπίσκοπος Ἱεροσολύμων ὑπὸ τῶν ἀποστόλων καθίσταται. Δύο ἦσαν Ἰάκωβοι, ὅ τε ἀδελφόθεος υἱὸς ὢν τοῦ Ἰωσὴφ ὁ λεγόμενος δίκαιος, περὶ οὗ καὶ Παῦλός φησιν· «ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου», ὃς κατὰ τοῦ πτερυγίου βληθεὶς ὑπὸ Ἰουδαίων ξύλῳ πληγεὶς γναφικῷ τελειοῦται, καὶ ἕτερος ὁ ἐκτμηθεὶς τὴν κεφαλὴν ἀδελφὸς Ἰωάννου τοῦ θεολόγου. Πρῶτος εἰς ἀποστολὴν Ματθίας εἷς τῶν οʹ μαθητῶν τοῦ κυρίου κλη ροῦται δι' εὐχῆς καὶ ἐπιθέσεως χειρῶν τῶν μακαρίων ἀποστόλων ἀντὶ Ἰούδα τοῦ προδότου. Ἑπτὰ τὸν ἀριθμόν, δοκεῖ μοι, πρὸς ὑπηρεσίαν τῶν ἀδελφῶν ὑπὸ τῶν ἀποστόλων κατεστάθησαν. ὧν πρῶτος ἦν Στέφανος ὁ πρωτομάρτυς ὁ μετὰ τὸν σωτῆρα παρὰ τῶν κυριοκτόνων λιθοβοληθεὶς καὶ τὸν φερώνυ μον ἀξίως ὑπενεγκάμενος στέφανον ὑπὲρ αὐτοῦ. Ἰουδαίων γʹ ἀλλόφυλος Ἡρώδης υἱὸς Ἡρώδου ἔτη κδʹ. Τῷ αὐτῷ ἔτει Πιλᾶτος μετὰ τὴν στάσιν Ἰουδαίων διὰ τὰς Καίσαρος εἰκόνας τὸν λεγόμενον κορβωνᾶν ἤτοι ἱερὸν θησαυρὸν εἰς ὑδάτων κατ αγωγὴν ἐδαπάνησε, καὶ αὖθις στασιάζειν ἠνάγκαζεν. Ὁ δ' αὐτὸς Πιλᾶτος Τιβερίῳ τὰ κατὰ τὸν σωτῆρα ἀναγαγὼν καὶ τοῦ Χριστιανῶν δόγματος ἐκίνησεν εἰς ἔρωτα πίστεως, Τιβέριός τε πρὸς τὴν σύγκλητον ἐκοινολογήσατο περὶ τῆς εἰς Χριστὸν πίστεως. τῆς δὲ μὴ 399 πειθομένης, ἀλλὰ μωρίαν ἡγουμένης τὸ κήρυγμα τοῦ σταυροῦ, ὁ αὐτὸς θάνατον ἐψηφίσατο κατὰ τῶν διωκτῶν τῶν Χριστιανῶν, ὡς Τερτυλλιανὸς ἱστορεῖ. Σηιανὸς ἔπαρχος Τιβερίου Καίσαρος περὶ τελείας ἀπωλείας τοῦ ἔθνους τῶν Ἰουδαίων πολλὰ συνεβούλευσε τῷ Καίσαρι, ὡς Φίλων Ἰουδαῖος ἐξ Ἀλεξανδρείας διάγων ἱστορεῖ ἐν τῇ δευτέρᾳ τῆς περὶ αὐτῶν πρε σβείας. Γάιος ἑαυτὸν ἀποθεοῖ. ὁ αὐτὸς τὴν γυναῖκα Μεμμίου Ῥηγούλου λαβὼν πατέρα ταύτης τὸν ἴδιον ἄνδρα Μέμμιον λέγειν εἶναι ἠνάγκασεν. Ἐν Ἱερουσαλὴμ ἐπὶ Ἡρώδου τοῦ τετράρχου κατὰ τῶν ἀποστόλων καὶ τῆς ὅλης ἐκκλησίας ἐπιβουλή. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΕ Τῆς θείας σαρκώσεως ἔτη λεʹ Πέτρος καὶ Ἰωάννης εἰς τὸ ἱερὸν ἀνιόντες τὸν ἐκ γενετῆς χωλὸν ἐθερά πευσαν. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΣ Τῆς θείας σαρκώσεως ἔτη λςʹ Τὰ κατὰ τὸν Ἀνανίαν καὶ Σαπφείραν ἐν Ἱερουσαλὴμ πραχθέντα Πέτρῳ. Θωμᾶς Θαδδαῖον εἰς Ἔδεσαν καὶ Ἰούδας κατὰ θεῖον χρησμὸν ἐξέπεμψαν εὐαγγελίσασθαι. ὃς τόν τε Αὔγαρον ἰασάμενος ἐν λόγῳ κυρίου, καθὼς καὶ προέγραψεν αὐτῷ ὁ σωτὴρ πέμψας καὶ τὸν ἅγιον αὐτοῦ χαρακτῆρα, λέγων ὅτι «μετὰ τὸ ἀναληφθῆναί με ἀποστέλλω σοὶ τινὰς τῶν μαθητῶν 400 μου, ἵνα ἰάσωνταί σου τὸ πάθος καὶ ζωήν σοι καὶ τοῖς σοῖς παράσχωσι», καὶ τοὺς αὐτόθι πάντας ἐφώτισε λόγοις καὶ ἔργοις· ὃν ἡ πόλις ἅπασα μέχρι νῦν εὐσεβεῖ τὸν αὐτὸν ἀχειροποίητον δεσποτικὸν σέβουσα χαρακτῆρα. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΖ Τῆς θείας σαρκώσεως ἔτη λζʹ Τούτῳ τῷ ἔτει διωγμοῦ κατὰ τῆς ἐκκλησίας γενομένου πολλοὶ μὲν τῶν πιστῶν διεσπάρησαν, πρὸς οὓς πρώτην ἔγραψε καθολικὴν ἐπιστολὴν Ἰάκωβος ὁ ἀδελφόθεος, τοῖς ἐν τῇ διασπορᾷ τοῦτο ἐπιγράψας. Στέφανος δὲ ὁ μέγας πρωτομάρτυς ἀπόστολος καὶ πρωτοδιάκονος λίθοις ἀνῃρέθη Σαύλου τοῦ μετὰ ταῦτα διὰ θεοπτίας ἐπιστρέψαντος. Κατὰ τὸν αὐτὸν χρόνον συνεργοῦντος τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χρι στοῦ Παῦλος μεταβληθεὶς ὁ μέγας ἀπόστολος καὶ ἐν Δαμασκῷ φωτισθεὶς ὑπὸ Ἀνανίου φυγὰς ἧκεν εἰς Ταρσὸν διδάσκων τὸν λόγον τοῦ θεοῦ, κἀ κεῖθεν πάλιν εἰς Ἀντιόχειαν. Φίλιππος εἷς τῶν ζʹ σὺν τῷ πρωτομάρτυρι προχειρισθέντων εἰς δια κονίαν ὑπὸ τῶν ἀποστόλων ἐν τοῖς διασπαρεῖσι γενόμενος, ἀπὸ Ἱερουσαλὴμ κατελθὼν εἰς Σαμάρειαν δυνάμεως θείας ἐπληρώθη, ὥστε καὶ Σίμωνα τὸν μάγον καταπλαγέντα τοῖς θαύμασιν αὐτοῦ προσελθεῖν ἅμα τοῖς ἑταί ροις καὶ τῷ Φιλίππῳ μαθητευθῆναί τε καὶ βαπτισθῆναι δολερῶς. ὅθεν καὶ οἱ ἀπ' αὐτοῦ μέχρι νῦν ὑποκρινόμενοι βαπτίζεσθαι πάντη τῶν θείων ἐντολῶν καὶ δογμάτων εἰσὶν ἀλλότριοι, μὴ δεχόμενοι τὸν περὶ ἀναστάσεως λόγον μηδὲ τὸν ὁρώμενον κόσμον θεοῦ λέγοντες εἶναι, πᾶσαν θεοβδέ λυκτον αἰσχρουργίαν μετερχόμενοι. τούτοις ἑαυτὸν μὲν πατέρα καλεῖσθαι 401 τοῖς ἀθλίοις παραδέδωκεν, εἰκόνι τε Διὸς ὀνόματι προσκυνεῖσθαι, τὴν δὲ σὺν αὐτῷ πόρνην Ἑλένην ἀντὶ Ἀθηνᾶς προσκυνεῖσθαι ἐδίδαξεν ὁμοίως τῇ αὐτῇ εἰκόνι. Ἰουδαίοις δὲ Χριστὸν ἑαυτὸν ἔλεγεν εἶναι καὶ οὐχὶ πατέρα. Τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας πρῶτος ἐπίσκοπος Ἰάκωβος ὁ ἀδελφόθεος ἔτη κηʹ. Ῥωμαίων βασιλεὺς δʹ Γάιος Καλλιγούλας ἔτη γʹ. ΤΟΥ ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΖ Τῆς θείας σαρκώσεως ἔτη λζʹ Πόντιος Πιλᾶτος ἐπὶ Γαΐου Καίσαρος ποικίλαις περιπεσὼν συμφοραῖς, ὥς φασιν οἱ τὰ Ῥωμαίων συγγραψάμενοι, αὐτοφονευτὴς ἑαυτοῦ ἐγένετο. Γάιος Καλλιγούλας ἔκγονος Τιβερίου πολλοὺς ἀναιτίως τῆς γερουσίας ἀνελών, ὁ αὐτὸς τὰς ἰδίας ἀδελφὰς κατὰ νήσους φυγαδεύσας, ὁ αὐτὸς τοὺς ἐν ἐξορίαις ἀνελὼν ὕστερον ὑπὸ τῶν ἐν στρατείαις ἐπισήμων ἀνῃρέθη. Οὗτος καὶ τὸν Ἰούλιον Κανὸν ἕνα τῶν Στωικῶν φιλοσόφων ἀνεῖλε, περὶ οὗ παράδοξον Ἕλλησιν, ὡς δοκῶ, πέπλασται. ἀπαγόμενος γὰρ πρὸς τὸ θανεῖν ἀταράχως λέγεταί τινι τῶν ἑταίρων Ἀντιόχῳ τοὔνομα Σελευκεῖ συνεπομένῳ προειπεῖν, ὡς ἐντεύξεται αὐτῷ κατὰ τὴν αὐτὴν νύκτα μετὰ τὴν ἔξοδον καὶ διαπορήσει τι τῶν σπουδῆς ἀξίων, καὶ ὅτι μετὰ τρεῖς ἡμέρας Ῥέκτος εἷς τῶν ἑταίρων ὑπὸ Γαΐου φονευθήσεται. ἃ καὶ γέγονε, τοῦ μὲν ἀναιρεθέντος τριταίου, τοῦ δὲ Ἀντιόχου τὴν ἐποψίαν εἰπόντος τῆς νυκτός, ὅτι φανεὶς Ἰούλιος Κανὸς τὰ περὶ διαμονῆς τῆς ψυχῆς καὶ καθαρω τέρας φωτὸς μετὰ τὴν ἔξοδον διηγήσατο. ταῦτα Πλούταρχος ὁ Χαιρω νεὺς ἱστορεῖ. Ἰουδαίων ἀλλόφυλος δʹ Ἡρώδου παῖς Ἀγρίππας ἔτη ζʹ. 402 ΤΟΥ ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΛΘ Τῆς θείας σαρκώσεως ἔτη λθʹ Ἀγρίππας Ἡρώδου παῖς ἐπὶ Τιβερίου Καίσαρος φρουρηθεὶς διὰ τὰς κατὰ τοῦ ἰδίου πατρὸς κατηγορίας καὶ ἀνεθεὶς τῶν δεσμῶν ὑπὸ Γαΐου Καίσαρος βασιλεὺς Ἰουδαίων ἐκπέμπεται. Ἡρώδης δὲ ὁ τούτου πατὴρ ἐν Λουγδόνῳ τῆς Γαλλίας ἐξορισθεὶς ἐν ἐσχάτῃ πενίᾳ σὺν Ἡρωδιάδι τῇ μοιχαλλίδι θνήσκει. τὴν γὰρ ὀρχησα μένην κόρην ἐπὶ τῆς ἀποτομῆς τοῦ μεγάλου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ζῶσαν κατέπιεν ἡ γῆ. Φλάγκος Ἀγκύλιος Αἰγύπτου ἔπαρχος παντοίαις συμφοραῖς τὸ Ἰουδαίων ἔθνος καθυπέβαλε. Γάιος ἀνδριάντα ἑαυτοῦ Διὸς ἐπιφανοῦς καλουμένου ἐν τοῖς Ἱεροσολύ μοις ἀναθεῖναι Πετρωνίῳ τῷ Συρίας ἐπάρχῳ προσέταξε. Φίλων ἱστορεῖ ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ Φλάγκῳ, ὅτι πρεσβείαν ὡς περὶ Ἰουδαίων πρὸς Γάιον ἐποιήσατο, ὑπὲρ ὧν Φλάγκος Ἰουδαίοις ἐπιβουλεύων εἰκόνων καὶ ἀνδριάντων καὶ βωμῶν ἀναθέσεσι τὰς συναγωγὰς ἐμίανε. τότε καὶ ὁ τῶν Ἀλεξανδρέων δῆμος συνεπιθέμενος ποικίλως Ἰουδαίους ἐκόλασεν. Ἰώσηππος καὶ Φίλων ἱστοροῦσιν ἐν ταῖς ἁπανταχοῦ συναγωγαῖς Ἰου δαίων ἀνδριάντας καὶ εἰκόνας Γαΐῳ καὶ βωμοὺς ἀνατεθῆναι. Τούτοις τοῖς χρόνοις Σίμων ὁ μάγος Σαμαρεὺς ἐκ κώμης Γιτθῶ τῆς Σαμαρείας ἀναφανεὶς πολλοὺς ἐξηπάτα σημείοις καὶ τέρασι ψεύδους, πρὸς ὃν Φίλιππος, εἷς τῶν ἅμα Στεφάνῳ τῷ πρωτομάρτυρι, πρῶτος ἐν 403 στὰς κατῄσχυνε, μετὰ τὴν Στεφάνου τελείωσιν περιάγων ἔξω τῆς Ἱερου σαλήμ, ἡνίκα λέγεται πρῶτος ἐξ ἐθνῶν ὑπ' αὐτοῦ βαπτισθῆναι ὁ εὐνοῦχος Αἰθίοψ αὐτός τε Σίμων, ὀνόματι μόνῳ τὸν Χριστιανισμὸν ὑποδύς, ἀνά στασιν δὲ μὴ ὁμολογῶν μηδὲ τὸν κόσμον εἶναι τοῦ θεοῦ, πᾶσάν τε αἰ σχρουργίαν εἰσηγούμενος τοῖς ἑαυτοῦ μαθηταῖς. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΜ Τῆς θείας σαρκώσεως ἔτη μʹ Πέτρος ὁ κορυφαῖος τὴν ἐν Ἀντιοχείᾳ πρώτην θεμελιώσας ἐκκλησίαν εἰς Ῥώμην ἄπεισι κηρύττων τὸ εὐαγγέλιον. ὁ δ' αὐτὸς μετὰ τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας καὶ τῆς ἐν Ῥώμῃ πρῶτος προέστη ἕως τελειώσεως αὐτοῦ. Πέτρος τὴν πρώτην καθολικὴν ἐπιστολὴν ἀπὸ Ῥώμης ἀπέστειλεν, ὡς Εὐσέβιος, ἑπόμενον ἔχων καὶ Μάρκον τὸν εὐαγγελιστήν, τότε Ῥωμαίοις αἰτήσασι συντάξαντα τὸ εὐαγγέλιον, ὡς Κλήμης ἐν ςʹ τῶν Ὑποτυπώσεων καὶ Παπίας ὁ Ἱεραπόλεως ἐπίσκοπος· οὗ καὶ μέμνηται ἐν αὐτῇ Μάρκου καὶ τῆς πόλεως Βαβυλῶνος· ἄλλοι δὲ ἀπὸ Ἰόππης φασὶ γεγράφθαι. Παύλου καὶ Σίλα ἐπάνοδος ἐν Δέρβῃ καὶ Λύστροις καὶ Φρυγίᾳ Ἰσαυρίᾳ τε καὶ Κιλικίᾳ καὶ Γαλατίᾳ καὶ Τρωάδι. Παύλου καὶ Μάρκου αἱ ἐν Φιλίπποις καὶ Θεσσαλονίκῃ καὶ Βεροίῃ πράξεις. Παύλου ἐν Ἀθήναις καὶ Κορίνθῳ πράξεις. Παύλου αἱ ἐν Ἐφέσῳ καὶ Κεγχρεαῖς Καισαρείᾳ τε καὶ Ἀντιοχείᾳ, Ἰταλίᾳ καὶ Φρυγίᾳ πράξεις. Παύλου τὰ ἐν Ἐφέσῳ ἰδίως. Παῦλος τὰ ἐν Τρωάδι καὶ Μιλήτῳ παρέθετο Ἐφεσίοις. Τὰ ἐν Ἱερουσαλὴμ τῶν Ἰουδαίων κατὰ Παύλου. Παύλου τὰ ἐν Καισαρείᾳ κατὰ Φίλικα καὶ Δρουσίλλαν. Παύλου τὰ ἐν Καισαρείᾳ καὶ τὰ Ἰουδαίων κατ' αὐτοῦ. 404 Μάρκος ὁ εὐαγγελιστὴς Αἰγύπτῳ καὶ Ἀλεξανδρείᾳ τὸν σωτήριον λόγον εὐηγγελίζετο. Τῆς Ἀντιοχέων ἐκκλησίας πρῶτος ἐπίσκοπος Εὐόδιος ἐχρημάτισεν ἔτη κθʹ. Ῥωμαίων εʹ Κλαύδιος ἔτη ιγʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΜ Τῆς θείας σαρκώσεως ἔτη μʹ Ἡ ἐν ταῖς πράξεσιν Ἀγάβου προφητεία πεπέρασται, λιμοῦ μεγάλου κατασχόντος τὴν οἰκουμένην ἐπὶ Κλαυδίου. Κλαύδιος κατὰ Βρεττανῶν ἐθριάμβευσε. Κλαύδιος τοὺς πολίτας Ῥώμης ἀπογραψάμενος μυριάδας εὗρεν χζδʹ καὶ α. Κλαύδιος Φίλικα τῆς Ἰουδαίας ἡγεμόνα ἐξέπεμψε. Τὰ ὑπόλοιπα Ἰουδαίων ἀλλοφύλου Ἀγρίππα τοῦ καὶ Ἡρώδου ἐστὶν οὕτωσ Παῦλος καὶ Βαρναβᾶς ἐν τῇ συναγωγῇ τῆς κατὰ Πισιδίαν Ἀντιοχείας ἐπαρρησιάσαντο. Παῦλος καὶ Βαρναβᾶς ἐδίδασκον ἐν Ἰκονίῳ, ἡνίκα τὰ ἐν Λύστροις καὶ Δέρβῃ καὶ Πέργῃ καὶ Ἀταλίᾳ καὶ Ἀντιοχείᾳ, αἵ τε ἐν Φοινίκῃ καὶ Σαμαρείᾳ καὶ Ἱερουσαλὴμ πράξεις τῶν δύο. Ἀγρίππας θεμέλια πηξάμενος τρίτου τείχους τῆς Ἱερουσαλὴμ καὶ φο βηθεὶς Κλαύδιον Καίσαρα τοῦ ἔργου ἐπαύσατο. Οὗτος ὁ Ἀγρίππας, ὁ καὶ Ἡρώδης ἐν ταῖς πράξεσι καλούμενος, ὁ τὴν ἀργυρῆν ἐσθῆτα περιθέμενος καὶ ἐν τῷ θεάτρῳ Καίσαρος καταδεξά 405 μενος ὡς θεὸς εὐφημεῖσθαι, ὑπ' ἀγγέλου πληγεὶς σκωληκόβρωτος ἀπο θνήσκει. Ἀγρίππα τοῦ βασιλέως Ἰουδαίων τελευτήσαντος Ἀγρίππας υἱὸς αὐτοῦ ὑπὸ Κλαυδίου τὴν ἀρχὴν ἐγχειρίζεται Ἰουδαίων. Ἰουδαίων εʹ ἀλλόφυλος Ἀγρίππας βʹ ἔτη κγʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΜΣ Τῆς θείας σαρκώσεως ἔτη μςʹ Θρᾴκη ἀπὸ τοῦδε τοῦ χρόνου ἐπαρχία ἐχρημάτισε, βασιλεύουσα πρίν. Νῆσος μεταξὺ Θήρας καὶ Θηρασίας σταδίων λʹ ἐφάνη. Ἐν ταῖς ἡμέραις τῶν ἀζύμων στάσεως γενομένης ἐν Ἱερουσαλὴμ συμπα τηθέντες περὶ τὰς τῶν πυλῶν ἐξόδους Ἰουδαῖοι ὤλοντο περὶ τὰς τρεῖς μυριάδας, Κουμανοῦ Ῥωμαίων στρατηγοῦντος καὶ τῆς ὅλης Ἰουδαίας ἡγεμονεύοντος. Λιμοῦ κατὰ τὴν Ἑλλάδα γεγονότος μεγάλου ὁ τοῦ σίτου μόδιος ἓξ δι δράχμων ἐπράθη. Τότε καὶ Ἀθηναίοις ἐπεγράφη βωμὸς ἀγνώστῳ θεῷ. Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ αʹ λόγου πρὸς Ἀντώνιον βασιλέα ὑπὲρ Χριστιανῶν Μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου εἰς οὐρανοὺς προεβάλλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς λέγοντας ἑαυτοὺς εἶναι θεούς, οἳ οὐ μόνον οὐκ ἐδιώχθη σαν ὑφ' ὑμῶν, ἀλλὰ καὶ τιμῶν ἠξιώθησαν, Σίμωνα μέν τινα Σαμαρέα τὸν ἀπὸ κώμης λεγομένης Γιτθίων, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν 406 ἐνεργούντων δαιμόνων τέχνης δυνάμεις μαγικὰς ποιήσας ἐν τῇ πόλει ὑμῶν, τῇ βασιλίδι πόλει Ῥώμῃ, θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ' ὑμῶν ὡς θεὸς τετίμηται ἐν τῷ Τίβερι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν, ἔχων ἐπιγραφὴν Ῥωμαϊκὴν ταύτην· Σίμωνι δέω σάγκτω, ὅπερ ἐστὶ Σίμωνι θεῷ ἁγίῳ, καὶ σχεδὸν μὲν πάντες Σαμαρεῖς, ὀλίγοι δὲ καὶ ἐν ἄλλοις ἔθνε σιν ὡς τὸν πρῶτον θεὸν ἐκεῖνον ὁμολογοῦντες προσκυνοῦσι καὶ Ἑλένην τινὰ συμπερινοστήσασαν αὐτῷ κατ' ἐκεῖνο τοῦ καιροῦ, πρότερον ἐπὶ τέγους σταθεῖσαν ἐν Τύρῳ τῆς Φοινίκης, τὴν ἀπ' αὐτοῦ πρώτην ἔννοιαν λέγουσι. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΝ Τῆς θείας σαρκώσεως ἔτη νʹ Ἀντιοχείας ἐπίσκοπος Εὐόδιος ἔτη κθʹ Ἀλεξανδρείας ἐπίσκοπος Μάρκος ὁ εὐαγγελιστὴς ἔτη βʹ Τὰ ὑπόλοιπα Ῥωμαίων Κλαυδίου ἔτη Κλαύδιος Ῥωμαίων ἔτη ιγʹ μετὰ Γάιον ἐβασίλευσε, φονικὸς ἀνήρ, θεῖος τοῦ αὐτοῦ Γαΐου, ὃς Κελτοὺς καὶ Βρεττανοὺς ὅπλοις ἀνδρείως ὑπηγάγετο, ὁμοίως καὶ Θρᾷκας, ἀναιρεθέντος αὐτῶν τοῦ βασιλέως Ῥυμετάλκου ὑπὸ τῆς ἰδίας γαμετῆς. Οὗτος ἐρασθεὶς ἀδελφιδῆς οἰκείας ἐνομοθέτησε πρῶτος, ὥς φασι, θυ γατέρας ἀδελφῶν ἄγεσθαι. Ἐπὶ τούτου πολλοὶ τῶν ἐν παιδεύσει λόγων Ἑλληνικῶν ἤκμαζον, ὧν ἐπισημότερος ἐδόκει ὁ ἐκ Τυάνων τῆς Ἰταλίας Ἀπολλώνιος, Πυθαγορικῆς εἰς ἄκρον ἠσκημένος φιλοσοφίας, ὡς καὶ αὐτοῦ Πυθαγόρου δαιμονιώτε 407 ρον ἅψασθαι, καθὰ Φιλόστρατος καὶ ἄλλοι τῶν ἀκριβούντων ἱστοροῦσι τὰ κατ' αὐτόν. Ἐν τούτοις τοῖς χρόνοις ἐφάνη τὸ ὄρνεον ὁ φοίνιξ, καθὼς ἱστοροῦσιν Αἰγύπτιοι, πρὸ χνʹ δὲ ἐτῶν φανείς, ὡς καὶ Δέξιππος συμφωνεῖ. Τότε καὶ Λαοδίκεια καὶ Ἱεράπολις τῆς Ἀσίας καὶ ἄλλαι πόλεις, Ἀντιόχειά τε κατεσείσθησαν. Ἐπὶ αὐτοῦ Φίλιξ Ἰουδαίας ἡγεμονεύειν σταλεὶς πολλῶν καὶ ἄλλων Ἰουδαίων ἀπατώντων, ἐν οἷς καὶ ὁ Αἰγύπτιος ψευδοπροφήτης, ἅμα τρισ μυρίοις μείζοσιν ἐπιχειρῶν πράγμασι, τῇ Φίλικος κατελύθη στρατηγίᾳ. συμφωνεῖ Ἰώσηππος ἐν τούτῳ ταῖς πράξεσι τῶν ἀποστόλων, ἔνθα τῷ θείῳ Παύλῳ ὑπὸ τοῦ χιλιάρχου λέλεκται· οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας; ἐπὶ αὐτοῦ Παῦλος ὑπὸ Ἰουδαίων κατηγορηθεὶς τὴν ἀπολογίαν πεποίηται. Ἐπὶ αὐτοῦ Ἰουδαίων στάσις γέγονεν ἐν Καισαρείᾳ Στράτωνος καὶ πολ λοὶ διεφθάρησαν. Ἐπὶ αὐτοῦ ὁ κατὰ Ἄγαβον λιμὸς τῆς οἰκουμένης καὶ ὁ τὴν Ἰουδαίαν ἔπειτα ἰδίως καταλαβών, καθ' ὃν Ἑλένη τοῦ Ἀδιαβηνῶν ἔθνους βασίλισσα σῖτον πολλῶν χρημάτων ἐξ Αἰγύπτου ὠνησαμένη τοῖς ἀποροῦσι διένειμεν· ἧς αἱ στῆλαι διαφανεῖς κατὰ τόπους προαστείους φέρονται, ὡς Ἰώσηππος. Συμφωνοῦσιν αἱ πράξεις τοὺς κατὰ Ἀντιόχειαν ἱστοροῦσαι πιστούς, καθ' ὅ τι ἄν τις εἶχεν, ἀποστεῖλαι τοῖς οἰκοῦσι τὴν Ἰουδαίαν πιστοῖς διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου. Ἐν τοῖς χρόνοις Κλαυδίου φησὶν Εὐσέβιος ἐν δευτέρῳ τῶν ἐκκλησιαστι κῶν ἱστοριῶν, ἐπὶ τοῦ πρώτου Ἀγρίππα τοῦ καὶ Ἡρώδου, καθὼς αἱ πρά 408 ξεις φασίν, ὅτι ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας, ἀνεῖλε δὲ τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ, περὶ οὗ καὶ Κλήμης ἐν ζʹ τῶν Ὑποτυπώσεών φησιν, ὅτι ὁ εἰσαγαγὼν αὐτὸν εἰς τὸ δικαστήριον ἰδὼν αὐτὸν μαρτυρήσαντα συνωμολόγησεν αὐτῷ καὶ αὐτὸς εἶναι Χριστιανός. συναπήχθησαν οὖν ἄμφω, φησί, κατὰ τὴν ὁδὸν καὶ ἠξίωσεν ἀφεθῆναι αὐτῷ ὑπὸ τοῦ Ἰακώβου. ὁ δὲ ὀλίγα σκεψάμενος «εἰρήνη σοι» εἶπε καὶ κατεφίλησεν αὐτόν. καὶ οὕτως ἀμφότεροι ὁμοῦ ἐκαρατομή θησαν. καὶ τότε ἰδὼν Ἡρώδης ἐπὶ τῇ τοῦ Ἰακώβου ἀναιρέσει ἀρέσαντα Ἰουδαίοις ἐπιτίθεται καὶ Πέτρῳ, δεσμοῖς τε αὐτὸν παραδοὺς ἀνεῖλεν ἄν, εἰ μὴ παραδόξως ἀγγέλου ἐπιστασίᾳ τῶν δεσμῶν λυθεὶς καὶ τῆς φρουρᾶς ἐξηνέχθη. Ἀλλ' εἰ μὲν περὶ τοῦ πρώτου ἐπισκόπου Ἱεροσολύμων ταῦτα νοεῖται Ἰακώβου τοῦ ἀδελφοθέου, ἀντιπίπτει τῷ ἱστοροῦντι λόγῳ κατὰ τὸ ηʹ ἔτος Νέρωνος, ὅπερ ἦν τῆς αὐτοῦ ἐπισκοπῆς ἔτος που λʹ, λίθοις ὑπὸ Ἰου δαίων καὶ γναφικῷ ξύλῳ ἀναιρεθῆναι, ἀπὸ τοῦ πτερυγίου καταβληθέντα, ὡς καὶ αὐτὸς Εὐσέβιος ἐν τῷ κανόνι παρέθετο· εἰ δὲ περὶ ἄλλου, ὑγιὴς ὁ λόγος. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΝΓ Τῆς θείας σαρκώσεως ἔτη νγʹ Εὐσεβίου ἐκ τοῦ βʹ λόγου τῆς ἐκκλησιαστικῆς ἱστορίας περὶ τῶν κατὰ τὸν μακάριον Παῦλον καὶ Ἰάκωβον τὸν ἀδελφόθεον Τούτου δὲ Φίστος διάδοχος ὑπὸ Νέρωνος πέμπεται, καθ' ὃν δικαιολο γησάμενος ὁ Παῦλος δέσμιος ἐπὶ Ῥώμην ἄγεται. Ἀρίσταρχος αὐτῷ συνῆν, ὃν καὶ εἰκότως συναιχμάλωτον πάντων ἐπιστολῶν γράφει παραδοὺς ἐν τούτοις καταλῦσαι τὴν ἱστορίαν, διετίαν ὅλην ἐπὶ τῆς Ῥώμης τὸν Παῦλον ἄνετον διατρῖψαι καὶ τὸν τοῦ θεοῦ λόγον ἀκωλύτως κηρῦξαι ἐπισημηνάμε νος. τότε μὲν οὖν ἀπολογησάμενον αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν λόγος ἔχει στείλασθαι τὸν ἀπόστολον, δεύτερον δὲ ἐπιβάντα τῇ αὐτῇ πόλει 409 τῷ κατ' αὐτὸν τελειωθῆναι μαρτυρίῳ. ἐν ᾧ δεσμοῖς ἐχόμενος τὴν πρὸς Τιμόθεον δευτέραν ἐπιστολὴν συντάττει, ὁμοῦ σημαίνων τὴν προτέραν αὐτῷ γενομένην ἀπολογίαν καὶ τὴν παρὰ πόδας τελείωσιν. δέχου δὴ περὶ τούτων τὰς αὐτοῦ μαρτυρίας. Ἐν τῇ πρώτῃ μου, φησίν, ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσι πάν τα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. Σαφῶς δὲ παρίστησι διὰ τούτων ὅτι δὴ τὸ πρότερον, ὡς ἂν τὸ κήρυγμα δι' αὐτοῦ πληροφορηθῇ καὶ ἀκούσωσι πάντα τὰ ἔθνη, ἐρρύσθη ἐκ στό ματος λέοντος, τὸν Νέρωνα ταύτῃ, ὡς ἔοικε, διὰ τὸ ὠμόθυμον προσειπών. οὐκοῦν ἑξῆς προστέθεικε παραπλήσιόν τι τό «ῥύσεταί με ἐκ στόματος λέοντος.» ἑώρα γὰρ τὴν οὔπω μέλλουσαν αὐτοῦ τελευτήν· διὸ καί φησι «καὶ ῥύσεταί με ἐκ στόματος λέοντος ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον», σημαίνων παραυτίκα μαρ τύριον, ὃ καὶ σαφέστερον ἐν τῇ αὐτῇ προλέγει γραφῇ φάσκων· καὶ ὁ και ρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. Ἱεροσολύμων βʹ ἐπίσκοπος Συμεών, ὁ καὶ Σίμων, υἱὸς τοῦ Κλεόπα ἔτη
398.2.1
Τῆς Ἀλεξανδρέων ἐκκλησίας μετὰ Μάρκον τὸν εὐαγγελιστὴν πρῶτος ἐπίσκοπος Ἀνιανὸς ἐχειροτονήθη, ὃς προέστη ἔτη κβʹ. Ῥωμαίων ςʹ ἐβασίλευσε Νέρων ἔτη ιγʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΝΓ Τῆς θείας σαρκώσεως ἔτη νγʹ Νέρων ἀνεῖλε τὴν ἑαυτοῦ μητέρα Ἀγριππίναν καὶ τὴν τοῦ πατρὸς ἀδελ φήν. Ἐν Ῥώμῃ σεισμὸς μέγας ἐγένετο.