Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
40.1.1
Κρόνον φησὶ κεχρηματικέναι τῷ Νῶε, ἤτοι Ξισίθρῳ, τῷ παρ' αὐτοῖς οὕτω καλεῖσθαι συμφωνηθέντι, τοῦ Κρόνου πολλοῖς ἔτεσι μετὰ τὸν κατακλυσμόν, ὡς δειχθήσεται, καὶ τὴν πυργοποιίαν γενομένου μοχθηροῦ τινος καὶ ἀλά στορος. Πρὸς τούτοις καὶ Ἀπολλόδωρος ὁμοίως τούτοις τερατευόμενος οὕτω λέγει· ταῦτα μὲν ὁ Βήρωσσος ἱστόρησε, πρῶτον γενέσθαι βασιλέα Ἄλω ρον ἐκ Βαβυλῶνος Χαλδαῖον· βασιλεῦσαι δὲ σάρους ιʹ, καὶ καθεξῆς Ἀλά παρον καὶ Ἀμήλωνα τὸν ἐκ Παυτιβίβλων· εἶτα Ἀμμένωνα τὸν Χαλδαῖον, ἐφ' οὗ φησι φανῆναι τὸν μυσαρὸν Ὠάννην, τὸν Ἀννήδωτον, ἐκ τῆς ἐρυθρᾶς· ὅπερ Ἀλέξανδρος προλαβὼν εἴρηκε φανῆναι τῷ πρώτῳ ἔτει, οὗτος δὲ μετὰ σάρους μʹ, ὁ δὲ Ἀβυδηνὸς τὸν δεύτερον Ἀννήδωτον μετὰ σάρους κςʹ· εἶτα Μεγάλαρον ἐκ Παυτιβίβλων πόλεως, βασιλεῦσαι δ' αὐτὸν σάρους ιηʹ· καὶ μετὰ τοῦτον Δάωνον ποιμένα ἐκ Παυτιβίβλων βασιλεῦσαι σάρους ιʹ. κατὰ τοῦτον πάλιν φησὶ φανῆναι ἐκ τῆς ἐρυθρᾶς Ἀννήδωτον δʹ τὴν αὐτὴν τοῖς ἄνω ἔχοντα διάθεσιν καὶ τὴν ἰχθύος πρὸς ἀνθρώπους μίξιν. εἶτα ἄρξαι Εὐεδώραγχον Παυτιβίβλων, καὶ βασιλεῦσαι σάρους ιηʹ. ἐπὶ τούτου φησὶν ἄλλον φανῆναι ἐκ τῆς ἐρυθρᾶς θαλάσσης ὅμοιον κατὰ τὴν ἰχθύος πρὸς ἄνθρωπον μίξιν, ᾧ ὄνομα Ὠδάκων. τούτους δέ φησι πάντας τὰ ὑπὸ Ὠάννου κεφαλαιωδῶς ῥηθέντα κατὰ μέρος ἐξηγήσασθαι. περὶ τού του Ἀβυδηνὸς οὐδὲν εἶπεν. εἶτα ἄρξαι Ἀμεμψινὸν Χαλδαῖον ἐκ Λαράγχων· βασιλεῦσαι δὲ αὐτὸν ὄγδοον σάρους ιʹ. εἶτα ἄρξαι Ὠτιάρτην Χαλδαῖον ἐκ Λαράγχων, βασιλεῦσαι δὲ σάρους ηʹ. Ὠτιάρτου δὲ τελευτήσαντος τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους ιηʹ. ἐπὶ τούτου τὸν μέγαν κατα κλυσμόν φησι γεγενῆσθαι. ὡς γίνεσθαι ὁμοῦ πάντας βασιλεῖς ιʹ, σάρους δὲ ρκʹ. Ταῦτά μοι ἐκ τῶν τὰ Χαλδαϊκὰ μεγαλαυχούντων Ἀλεξάνδρου τοῦ Πο λυίστορος καὶ Ἀβυδηνοῦ καὶ Ἀπολλοδώρου προσενήνεκται πρὸς ἔλεγχον τῆς ἀλόγου καὶ μυθώδους αὐτῶν δόξης καὶ ὠφέλειαν τῶν ἀναγινωσκόν των αὐτούς, καὶ τοὺς ἐπιμαρτυροῦντας αὐτοῖς τῶν ἡμετέρων ἱστορικῶν, καὶ διὰ τοῦτο μᾶλλον βλαπτομένους, ὥστε μὴ πείθεσθαι τοῖς λεγομένοις παρ' αὐτῶν ὡς ἀληθέσι. πρόκειται δὲ λοιπὸν καὶ περὶ τῆς τῶν Αἰγυπτίων δυναστείας μικρὰ διαλαβεῖν ἐκ τῶν Μανεθῶ τοῦ Σεβεννύτου, ὃς ἐπὶ Πτο 41 λεμαίου τοῦ Φιλαδέλφου ἀρχιερεὺς τῶν ἐν Αἰγύπτῳ εἰδωλείων χρηματί σας ἐκ τῶν ἐν τῇ Σηριαδικῇ γῇ κειμένων στηλῶν ἱερᾷ φησι διαλέκτῳ καὶ ἱερογραφικοῖς γράμμασι κεχαρακτηρισμένων ὑπὸ Θῶθ τοῦ πρώτου Ἑρμοῦ, καὶ ἑρμηνευθεισῶν μετὰ τὸν κατακλυσμὸν ἐκ τῆς ἱερᾶς διαλέκτου εἰς τὴν Ἑλληνίδα φωνὴν γράμμασιν ἱερογλυφικοῖς, καὶ ἀποτεθέντων ἐν βίβλοις ὑπὸ τοῦ Ἀγαθοδαίμονος υἱοῦ τοῦ δευτέρου Ἑρμοῦ, πατρὸς δὲ τοῦ Τὰτ ἐν τοῖς ἀδύτοις τῶν ἱερῶν Αἰγύπτου, προσεφώνησε τῷ αὐτῷ Φιλαδέλ φῳ βασιλεῖ δευτέρῳ Πτολεμαίῳ ἐν τῇ βίβλῳ τῆς Σώθεος γράφων ἐπὶ λέξεως οὕτως. Ἐπιστολὴ Μανεθῶ τοῦ Σεβεννύτου πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον Βασιλεῖ μεγάλῳ Πτολεμαίῳ Φιλαδέλφῳ σεβαστῷ Μανεθῶ ἀρχιερεὺς καὶ γραμματεὺς τῶν κατ' Αἴγυπτον ἱερῶν ἀδύτων, γένει Σεβεννύτης ὑπάρχων Ἡλιουπολίτης, τῷ δεσπότῃ μου Πτολεμαίῳ χαίρειν. Ἡμᾶς δεῖ λογίζεσθαι, μέγιστε βασιλεῦ, περὶ πάντων ὧν ἐὰν βούλῃ ἡμᾶς ἐξετάσαι πραγμάτων· ἐπιζητοῦντί σοι περὶ τῶν μελλόντων τῷ κόσμῳ γίγνεσθαι καθὼς ἐκέλευσάς μοι παραφανήσεταί σοι ἃ ἔμαθον ἱερὰ βιβλία γραφέντα ὑπὸ τοῦ προπάτορος τρισμεγίστου Ἑρμοῦ. ἔρρωσό μοι δέσποτά μου βασιλεῦ. Ταῦτα περὶ τῆς ἑρμηνείας τῶν ὑπὸ τοῦ δευτέρου Ἑρμοῦ βιβλίων λέγει. μετὰ δὲ ταῦτα καὶ περὶ ἐθνῶν Αἰγυπτιακῶν πέντε ἐν λʹ δυναστείαις ἱστο ρεῖ τῶν λεγομένων παρ' αὐτοῖς θεῶν καὶ ἡμιθέων καὶ νεκύων καὶ θνητῶν, ὧν καὶ Εὐσέβιος ὁ Παμφίλου μνησθεὶς ἐν τοῖς χρονικοῖς αὐτοῦ φησιν οὕτως· «Αἰγύπτιοι δὲ θεῶν καὶ ἡμιθέων καὶ παρὰ τούτους νεκύων καὶ θνητῶν ἑτέρων βασιλέων πολλὴν καὶ φλύαρον συνείρουσι μυθολογίαν. οἱ γὰρ παρ' αὐτοῖς παλαιότατοι σεληναίους ἔφασκον εἶναι τοὺς ψʹ τριμη νιαίους τοὺς ἐνιαυτοὺς ἐξ ἡμερῶν λʹ συνεστῶτας, οἱ δὲ μετὰ τούτους ἡμίθεοι ὥρους ἐκάλουν τοὺς ἐνιαυτοὺς τοὺς ψʹ τριμηνιαίους.» Καὶ ταῦτα μὲν ὁ Εὐσέβιος μεμφόμενος αὐτοῖς τῆς φλυαρίας εὐλόγως συνέγραψεν, ὃν ὁ Πανόδωρος οὐ καλῶς, ὡς οἶμαι, ἐν τούτῳ μέμφεται, 42 λέγων ὅτι ἠπόρησε διαλύσασθαι τὴν ἔννοιαν τῶν συγγραφέων, ἣν αὐτὸς καινότερόν τι δοκῶν κατορθοῦν λέγει, ἐπειδὴ ἀπὸ τῆς τοῦ Ἀδὰμ πλάσεως ἕως τοῦ Ἐνώχ, ἤτοι τοῦ καθολικοῦ κοσμικοῦ ασπβʹ ἔτους οὔτε μηνὸς οὔτε ἐνιαυτοῦ ἀριθμὸς ἡμερῶν ἐγνωρίζετο, οἱ δὲ ἐγρήγοροι κατελθόντες ἐπὶ τοῦ καθολικοῦ κοσμικοῦ α ἔτους συναναστραφέντες τοῖς ἀνθρώ ποις ἐδίδαξαν αὐτοὺς τοὺς κύκλους τῶν δύο φωστήρων δωδεκαζῳδίους εἶναι ἐκ μοιρῶν τξʹ, οἱ δὲ ἀποβλέψαντες εἰς τὸν περιγειότερον μικρότερον καὶ εὐδηλότερον τριακονθήμερον σεληνιακὸν κύκλον ἐθέσπισαν εἰς ἐνιαυ τὸν ἀριθμεῖσθαι, διὰ τὸ καὶ τὸν τοῦ ἡλίου κύκλον ἐν τοῖς αὐτοῖς δώδεκα ζῳδίοις πληροῦσθαι ἐν ἰσαρίθμοις μοίραις τξʹ. ὅθεν συνέβη τὰ τῆς βασι λείας τῶν παρ' αὐτοῖς βασιλευσάντων θεῶν γενεῶν ςʹ ἐν δυναστείαις ςʹ ἔτη ἐν σεληνιακοῖς τριακονθημέροις κύκλοις παρ' αὐτοῖς ἀριθμεῖσθαι· ἃ καὶ συνῆξαν σελήνια αʹ αϠπεʹ, ἔτη ἡλιακὰ Ϡξθʹ· ταῦτα δὲ συναριθ μούμενα τοῖς πρὸ τῆς τούτων βασιλείας ἡλιακοῖς ανηʹ ἔτεσι συνάγουσιν ὁμάδα ἐτῶν βκζʹ. ὁμοίως δὲ κατὰ τὰς βʹ δυναστείας τῶν θʹ ἡμιθέων τῶν μηδέποτε γεγονότων ὡς γεγονότων ἔτη σιδʹ# 171 σπουδάζει συνιστᾶν ἀπὸ τῶν ωνηʹ ὡρῶν, ἤτοι τροπῶν, ὡς γίνεσθαί φησι σὺν Ϡξθʹ αρπγʹ# 171 ἔτη, καὶ συναπτόμενα τοῖς ἀπὸ Ἀδὰμ μέχρι τῆς τῶν θεῶν βασιλείας ανηʹ ἔτεσι συνάγειν ἔτη βσμβʹ ἕως τοῦ κατακλυσμοῦ. Καὶ ταῦτα μὲν ὁ Πανόδωρος τὰς κατὰ θεοῦ καὶ τῶν θεοπνεύστων γρα φῶν Αἰγυπτιακὰς συγγραφὰς συμφωνεῖν αὐταῖς ἀγωνίζεται δεικνύναι μεμ φόμενος τὸν Εὐσέβιον, μὴ εἰδὼς ὅτι καθ' ἑαυτοῦ καὶ τῆς ἀληθείας ἀπο δέδεικται ταῦτα αὐτοῦ τὰ ἀναπόδεικτά τε καὶ ἀσυλλόγιστα, εἴ γε, καθὼς προαποδέδεικται ἡμῖν ἐκ τῆς Γενέσεως, οὔτε Βαβυλὼν ἢ Χαλδαϊκὴ πρὸ τοῦ κατακλυσμοῦ οὔτε ἡ Αἴγυπτος πρὸ τοῦ Μεστρὲμ ἐβασιλεύθη, οἶμαι δ' ὅτι οὐδ' ᾠκίσθη, καθὼς ἡ προσηγορία τῆς χώρας ἕως καὶ νῦν κεκράτηκε κατὰ τὴν Ἑβραΐδα Μεστραία λεγομένη καὶ ἐν τῷ Ἑβραϊκῷ ἀντιγράφῳ. Αἴγυπτος γὰρ Ἑλληνιστὶ λέγεται κατά τινα συνήθειαν Ἑλληνικήν, ᾗ καὶοἱ ἑβδομήκοντα ἑρμηνευταὶ ἑπόμενοι οὕτως ἐξέδωκαν, μὴ εἰδότων ἀκούειν τὴν τῆς Αἰγύπτου προσηγορίαν τῶν αἰτησάντων τὰς ἑρμηνείας τῶν Ἑβραϊκῶν θείων γραφῶν, λέγω δὲ Πτολεμαίου τούτου τοῦ φιλολογωτάτου Φιλαδέλφου καὶ τῶν ἀμφ' αὐτόν, ἀλλ' ἢ μόνον Αἴγυπτον ἀπὸ Αἰγύπτου τινὸς καλουμένου τοῦ ἀδελφοῦ Δαναοῦ βασιλεύσαντος ἐπὶ τῆς ιθʹ δυνα 43 στείας ἑβδόμου ἔτη ξηʹ, χρόνους ὕστερον ἐγγύς που τοῦ δ κοσμικοῦ ἔτους, ὡς ἐκεῖσε στοιχειωθήσεται, τοῦ καὶ μετονομάσαντος τὴν Με στραίαν χώραν εἰς τὸ ἴδιον ὄνομα Αἴγυπτον. Τούτων δὲ οὕτω διειλημμένων ἡμῖν μετέλθωμεν καὶ ἐπὶ τὴν καθεξῆς ἀπὸ τοῦ κατακλυσμοῦ τῶν χρόνων στοιχείωσιν, τῇ θείᾳ γραφῇ καὶ τοῖς ἀκολούθως αὐτῇ γράψασιν ἱστορικοῖς ἑπόμενοι. μετὰ γὰρ τὸν κατακλυ σμὸν εὐθὺς οὐδαμοῦ δεδήλωται ἐν αὐτῇ βασιλεύς. μόνον δὲ τὸν Νῶε ἡγε μονεύειν τῶν ἑαυτοῦ υἱῶν καὶ τῶν λοιπῶν ἀνθρώπων τὰ ὅλα φησὶ τῆς ζωῆς αὐτοῦ μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ. καὶ μετ' αὐτὸν Σὴμ ὁ υἱὸς αὐτοῦ διεδέξατο τὴν ἀρχὴν ἐπ' ὀλιγανδρίας τὰ λοιπὰ τῆς ζωῆς αὐτοῦ ρνʹ, καὶ μετ' αὐτὸν ἡγεμόνευσεν Ἀρφαξὰδ ὁ υἱὸς αὐτοῦ ἔτη λγʹ, ὡς γίνεσθαι τὰ πάντα τῆς ἡγεμονίας αὐτῶν γʹ μετὰ τὸν κατακλυσμὸν ἔτη φλδʹ, ἀπὸ δὲ τοῦ προπάτορος Ἀδὰμ βψοεʹ. κατὰ δὲ τοὺς χρόνους τοῦ Ἀρφαξάδ, μικρῷ πρότερον ἔτεσιν ζʹ τῆς ἀρχῆς αὐτοῦ, ἤτοι τῷ καθολικῷ βψλςʹ ἔτει, ὅπερ ἦν τῆς ζωῆς τοῦ Σὴμ φζδʹ, τοῦ δὲ Ἀρφαξὰδ υζγʹ, τοῦ δὲ Καϊνᾶν, ὃν Εὐσέβιος οὐκ ἐστοιχείωσε, τνηʹ, τοῦ δὲ Σαλὰ σλʹ καὶ τοῦ Ἕβερ ρληʹ, καὶ τοῦ Φαλὲκ ἔτος δʹ φοβηθέντες οἱ ἀπόγονοι τῶν υἱῶν Νῶε μήποτε πάλιν ἀφανισθῶσιν ὑπὸ κατακλυσμοῦ, ἐβουλεύσαντο κακῶς οἰκοδομῆσαι πύργον ἕως τοῦ οὐρανοῦ φθάνοντα, καὶ ἐλθόντες εἰς γῆν Σεναάρ, ὥς φησιν ἡ γραφή, ᾠκοδόμουν, κατάρχοντος καὶ βασιλεύοντος αὐτῶν Νεβρὼδ τοῦ υἱοῦ Χοῦς υἱοῦ τοῦ Χὰμ τοῦ υἱοῦ Νῶε, οὗ ἡ ἀρχὴ τῆς βασιλείας ἐγένετο Βαβυλών. ἐπὶ γὰρ ἔτη τεσσαράκοντα οἰκοδομήσαντες, ἐκείνου μάλιστα παρορμῶντος αὐτοὺς εἰς ἀποστασίαν, συνεχύθησαν δι αιρεθέντες εἰς πολυγλωσσίαν ὑπὸ τοῦ θεοῦ. ἐκεῖνος δὲ ἔμεινεν ἐκεῖ κατοι κῶν καὶ μὴ ἀφιστάμενος τοῦ πύργου, βασιλεύων μερικοῦ τινος πλήθους, ἐφ' ὃν ὁ πύργος ἀνέμῳ βιαίῳ, ὡς ἱστοροῦσι, καταπεσὼν θείᾳ κρίσει τοῦ τον ἐπάταξε. μέμνηται δὲ αὐτοῦ καὶ Ἰώσηππος οὕτω λέγων· Ἰωσήππου περὶ τῶν μετὰ τὸν κατακλυσμὸν τῆς πυργοποιίασ Νῶχος δὲ βιοὺς μετὰ τὴν ἐπομβρίαν πεντήκοντα καὶ τριακόσια ἔτη καὶ πάντα τὸν χρόνον τοῦτον εὐδαιμόνως διάγων τελευτᾷ, ζήσας ἐτῶν ἀριθ 44 μὸν Ϡνʹ. μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἡμερῶν καὶ τῶν ἐτῶν ἀποβλέπων ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νο μιζέτω τὰ περὶ ἐκείνων λεγόμενα, τῷ μηδὲ νῦν τοσοῦτον ἐν τῷ βίῳ παρα τείνειν χρόνον τεκμαιρόμενος μηδὲ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφικέσθαι· οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ' αὐτοῦ τοῦ θεοῦ γενό μενοι καὶ διὰ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκό τως ἔζων πλῆθος τοσούτων ἐτῶν. ἔπειτα δι' ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν χʹ ἐνιαυ τούς. διὰ τοσούτων ἐτῶν ὁ μέγας ἐνιαυτὸς πληροῦται. μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ' Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρ χαιολογίας, Μανεθῶν ὁ τὴν τῶν Αἰγυπτίων ποιησάμενος ἀναγραφὴν καὶ Βήρωσσος ὁ τὰ Χαλδαϊκὰ συνάγων, Μῶχός τε καὶ Ἑστιαῖος, καὶ πρὸς τούτοις ὁ Αἰγύπτιος Ἱερώνυμος, οἱ τὰ Φοινικικὰ συγγραψάμενοι συμ φωνοῦσι τοῖς ὑπ' ἐμοῦ λεγομένοις. Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος, καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη α. Οἱ δὲ Νώχου παῖδες τρεῖς ὄντες, Σημᾶς καὶ Ἰαφθᾶς καὶ Χαμᾶς, ἑκατὸν ἔτεσι τῆς ἐπομβρίας ἔμπροσθεν γεγονότες, πρῶτοι κατελθόντες ἀπὸ τῶν ὀρῶν εἰς τὰ πεδία τὴν ἐν τούτοις οἴκησιν ἐποιήσαντο, καὶ τοὺς ἄλλους δε διότας σφόδρα διὰ τὸν κατακλυσμὸν τὰ πεδία ἔπεισαν θαρσήσαντας μιμη τὰς αὐτῶν γενέσθαι. καὶ τὸ μὲν πεδίον εἰς ὃ πρῶτον αὐτοὺς κατῴκισαν καλεῖται Σεναάρ. τοῦ δὲ θεοῦ κελεύσαντος αὐτοὺς εἰς πολυανθρωπίαν στέλλειν ἀποικίας, ἵνα μὴ στασιάζοιεν πρὸς ἀλλήλους, ἀλλὰ γῆν πολλὴν γεωργοῦντες ἀπολάβοιεν ἀφθόνως τῶν καρπῶν, ὑπὸ ἀμαθίας παρήκουσαν τοῦ θεοῦ· καὶ διὰ τοῦτο συμφοραῖς περιπεσόντες ᾔσθοντο τῆς ἁμαρτίας. ἐπεὶ γὰρ ἤνθουν νεότητος πλήθει, πάλιν ὁ θεὸς αὐτοῖς συνεβούλευσε ποιεῖσθαι τὴν ἀποικίαν. οἱ δὲ οὐ κατὰ τὴν ἐκείνου εὐμένειαν νομίζοντες 45 ἔχειν τὰ ἀγαθά, τὴν δὲ ἰσχὺν αὐτοῖς τὴν οἰκείαν αἰτίαν τῆς εὐπορίας ὑπο λαμβάνοντες οὐκ ἐπείθοντο. προσετίθεσαν δὲ τῷ παρακούειν τῆς τοῦ θεοῦ γνώμης καὶ τὸ κατ' ἐπιβουλὴν ἐπινοεῖν εἰς ἀποικίαν αὐτοὺς παρορμᾶν, ἵνα διαιρεθέντες εὐεπιχειρότατοι γένοιντο. Ἐξῆρέ τε αὐτοὺς πρὸς ὕβριν τοῦ θεοῦ καὶ καταφρόνησιν Νεβρώ δης, ὃς υἱωνὸς μὲν ὢν Χαμοῦ τοῦ Νώχου, τολμηρὸς δὲ καὶ κατὰ χεῖρα γενναῖος, ἔπειθεν αὐτοὺς μὴ τῷ θεῷ διδόναι τὸ δι' ἐκεῖνον εὐδαιμονεῖν, ἀλλὰ τὴν ἰδίαν ἀρετὴν ταῦτα παρέχειν αὐτοῖς ἡγεῖσθαι. καὶ περιίστα δὲ κατ' ὀλίγον εἰς τυραννίδα τὰ πράγματα, ἀνόμως οὕτω νομίζων ἀποστήσειν τοὺς ἀνθρώπους τοῦ φόβου τοῦ θεοῦ, εἰ χρώμενοι τῇ αὐτῇ δυνάμει διατελοῖεν, ἀμύνεσθαί τε τὸν θεὸν πάλιν ἠπείλει τὴν γῆν ἐπικλύσαι θελήσαντα. πύργον γὰρ οἰκοδομήσειν ὑψηλότερον ἢ τὸ ὕδωρ μὴ ἀναβῆναι δυνηθείη· μετελεύσεσθαι δὲ καὶ τῆς τῶν προγόνων ἀπωλείας. Τὸ δὲ πλῆθος πρόθυμον ἦν τοῖς Νεβρώδου δόγμασιν ἕπεσθαι δουλείαν ἡγούμενον εἴκειν τῷ θεῷ, καὶ τὸν πύργον ᾠκοδόμουν. ἐλάμβανε δὲ θᾶττον ὕψος ἢ προσεδόκησεν ἄν τις ὑπὸ πολυχρονίας, τὸ μέντοι πάχος ἦν τοσοῦτον ὥσθ' ὑπ' αὐτοῦ μειοῦσθαι τοῖς ὁρῶσι τὸ μῆκος, ᾠκοδόμητο δ' ἐκ πλίνθου ὀπτῆς ἀσφάλτῳ συνδεδεμένης, ὡς ἂν μὴ περιρρέοι. οὕτως δὲ μεμηνότας ὁρῶν ἀφανίσαι μὲν ἐκ παντὸς οὐκ ἔκρινεν, ὅτι μηδ' ὑπὸ τῶν πρώτων ἀπολωλότων σωφρονισθεῖεν, εἰς στάσιν δὲ αὐτοὺς ἐνέβαλεν ἀλλογλώσσους ἀπεργασάμενος καὶ ὑπὸ πο λυφωνίας ποιήσας ἑαυτῶν ἀσυνέτους εἶναι. ὁ δὲ τόπος ἐν ᾧ τὸν πύρ γον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς. Ἑβραῖοι γὰρ τὴν σύγχυσιν βαβὲλ καλοῦσι. Καὶ ταῦτα μὲν ὁ Ἰώσηππος περὶ τῶν μετὰ τὸν κατακλυσμὸν καὶ τὸν Νεβρὼδ καὶ τῆς πυργοποιίας καὶ αὐτῆς Βαβυλῶνος. ἀλλὰ καὶ Ἀλέξανδρος ὁ Πολυίστωρ ὡς ἐκ σιβύλλης τάδε φησὶ καὶ Ἀβυδηνός. 46 Ἀλεξάνδρου τοῦ Πολυίστορος περὶ τῆς πυργοποιίασ Σίβυλλα δέ φησιν ὁμοφώνων ὄντων πάντων ἀνθρώπων τινὰς τούτων πύργον ὑπερμεγέθη οἰκοδομῆσαι, ὅπως εἰς τὸν οὐρανὸν ἀναβῶσι. τοῦ δὲ θεοῦ ἀνέμους ἐμφυσήσαντος ἀνατρέψαι αὐτούς, καὶ ἰδίαν ἑκάστῳ φω νὴν δοῦναι, διὸ δὴ Βαβυλῶνα τὴν πόλιν κληθῆναι. μετὰ δὲ τὸν κατακλυ σμὸν Τιτᾶνα καὶ Προμηθέα γενέσθαι. καὶ τὰ μὲν τῆς πυργοποιίας Ἀλέξ ανδρος ταῦτα μαρτυρῶν καὶ αὐτὸς Βαβυλῶνα διὰ τὴν σύγχυσιν κληθῆναι τὴν πρὸ πολλῶν μυριάδων ἐτῶν μυθολογουμένην παρ' αὐτοῖς βεβασι λευκέναι. Ἀβυδηνοῦ περὶ τῶν αὐτῶν Ἐν τῇ δὴ λέγουσι τοὺς πρώτους ἀνασχόντας ῥώμῃ τε καὶ μεγέθει χαυ νωθέντας καὶ δὴ θεῶν καταφρονήσαντας ἀμείνονας εἶναι τύρσιν ἠλίβατον ἀείρειν, ἣ νῦν Βαβυλών ἐστιν, ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ. καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα, τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα. τέως δὲ ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύ θροον φωνὴν ἐνέγκασθαι· μετὰ δὲ Κρόνῳ καὶ Τιτῆνι συστῆναι πόλεμον. Τρανῶς δὴ καὶ οὗτος ὡς ἐπιλαθόμενος τῶν προτέρων περὶ Βαβυλῶνος κομπασμῶν ὁμολογεῖ ἐπὶ τῆς πυργοποιίας αὐτὴν οὕτω κεκλῆσθαι διὰ τὴν σύγχυσιν τῶν γλωσσῶν καὶ τῶν οβʹ ἐθνῶν τῶνδε διασπαρέντων κατὰ πᾶσαν τὴν οἰκουμένην, ἣν διεμέρισε Νῶε ὁ δίκαιος τοῖς τρισὶν αὐτοῦ υἱοῖς τῷ βφοβʹ ἔτει τοῦ κόσμου, Ϡλδʹ τῆς ζωῆς αὐτοῦ, κατὰ τὸν θεῖον δηλονότι χρησμὸν οὕτως. Σὴμ τῷ πρωτοτόκῳ αὐτοῦ υἱῷ κατάγοντι ἔτος υλαʹ ἔδωκεν ἀπὸ Περ σίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς μῆκος, πλάτος δὲ ἀπὸ Ἰνδικῆς ἕως Ῥινο 47 κουρούρων τῆς Αἰγύπτου, ἤτοι τὰ ἀπὸ ἀνατολῆς ἕως μέρους τῆς μεσημ βρίας, τήν τε Συρίαν καὶ Μήδειαν καὶ ποταμὸν διορίζοντα αὐτοῦ τὰ ὅρια τὸν Εὐφράτην. Χὰμ δὲ τῷ δευτέρῳ αὐτοῦ υἱῷ κατάγοντι ἔτος υκζʹ ἔδωκε τὰ πρὸς νότον καὶ λίβα καὶ μέρος τῆς δύσεως ἀπὸ Ῥινοκουρούρων τῆς Αἰγύπτου, Αἰθιοπίαν καὶ Αἴγυπτον καὶ Λιβύην, Ἀφρικὴν καὶ Μαυριτανίαν ἕως Ἡρακλείων στηλῶν, ἤτοι ἕως τοῦ δυτικοῦ καὶ Λιβυκοῦ Ὠκεανοῦ, ποταμὸν διορίζοντα τὸν Νεῖλον, ὃς καὶ Γειὼν καὶ Χρυσορρόας λέγεται. Ἰάφεθ δὲ τῷ τρίτῳ υἱῷ αὐτοῦ ἄγοντι ἔτος υκεʹ ἀπὸ Μηδείας τὰ πρὸς ἄρκτον καὶ δυσμὰς ἕως Γαδείρων καὶ Βρεττανικῶν νήσων, Ἀρμενίαν καὶ Ἰβηρίαν, Πόντον, Κόλχους καὶ τὰς κατόπιν χώρας καὶ νήσους ἕως Ἰταλίας καὶ Γαλλικῆς Σπανικῆς τε καὶ Κελτιβηρίας καὶ Λυσιτανῶν. οὕτω μερίσας καὶ ἐγγράφως διαθέμενος, ὥς φασιν, ἐπαναγνούς τε αὐτοῖς τὴν διαθήκην αὐτοῦ ἐσφραγίσατο, παρ' ἑαυτῷ κατασχών, ἕως τοῦ βφζβʹ ἔτους ἀπὸ Ἀδάμ, ἐν ᾧ καὶ ἐκοιμήθη. μέλλων δὲ τελευτᾶν ἐνετείλατο τοῖς τρισὶν αὐτοῦ υἱοῖς μηδένα ἐπελθεῖν τοῖς τοῦ ἀδελφοῦ ὁρίοις καὶ ἀτάκτως ἐνεχθῆναι πρὸς ἕτερον, ὡς τούτου γενησομένου αἰτίου στάσεως αὐτοῖς καὶ πολέμων τῶν πρὸς ἀλλήλους. τὴν δὲ διαθήκην αὐτοῦ ἔδωκε τῷ Σήμ, ὡς πρωτοτόκῳ υἱῷ καὶ θεοφιλεστέρῳ, ὃς καὶ τὴν ἡγεμονίαν διεδέξατο μετ' αὐ τὸν καὶ τὰς ἐξαιρέτους τῶν παρ' αὐτοῦ εὐλογιῶν ἐκληρώσατο, ὡς καὶ ἐν τῇ Γενέσει φέρεται. καὶ ἐκοιμήθη ἐν ὄρει Λουβάρ. Ἐν δὲ τῷ βψζαʹ ἔτει τοῦ κόσμου, ἤτοι μετὰ ςʹ ἔτη τῆς τελευτῆς Νῶε, νεωτερίσας ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἐπέβη τοῖς ὁρίοις τοῦ Σὴμ καὶ κατ ῴκησεν ἐκεῖ παραβὰς τὴν ἐντολὴν Νῶε σὺν τοῖς ἐξ αὐτοῦ γενομένοις ἔθνε σιν ζʹ, Ἀμορραίοις, Χετταίοις, Φερεζαίοις, Εὐαίοις, Γεργεσαίοις, Ἰεβουσαίοις καὶ Χαναναίοις, οὓς διὰ Μωυσέως καὶ Ἰησοῦ ἐξωλόθρευσεν ὁ θεός, καὶ κατά τινας καιροὺς διὰ τῶν κριτῶν ἀπέδωκε τοῖς υἱοῖς Ἰσραὴλ τὴν πατρῴαν γῆν, ὡς ἐκ τοῦ Σὴμ καταγομένοις διὰ γενεῶν ληʹ, ἐτῶν αχπζʹ. ὃ καὶ ἔφθασεν εἰς τὸ δυοεʹ ἔτος, ἤτοι τῷ κγʹ τῆς βασιλείας Σα λομῶν, καθ' ὃ ἐνεκαίνισε τὸν ὑπ' αὐτοῦ κτισθέντα πολυτελῆ ναόν, θύσας τῷ πατρῴῳ θεῷ λαμπρῶς· περὶ ὧν ἐν τοῖς ἰδίοις τόποις ἑκάστης τῶν 48 αὐτῶν ληʹ γενεῶν κατὰ τὸ ἐγχωροῦν στοιχειώδει ἐπιτομῇ σὺν θεῷ λεχθή σεται. νῦν δὲ ἐπανέλθωμεν πάλιν ἐπὶ τὴν πυργοποιίαν καὶ τὴν σύγχυσιν τῶν οβʹ ἐθνῶν καὶ γλωσσῶν, αἳ συνεχύθησαν, καὶ εἴπωμεν ἃ τοῖς πολλοῖς τῶν ἱστορικῶν προείρηται, ποῖα καὶ πόσα ἔθνη ἑκάστῳ τῶν γʹ υἱῶν τοῦ Νῶε ἔλαχεν ἐκ τῶν διασπαρέντων οβʹ ἐθνῶν. χρὴ δὲ ἀναμνησθῆναι τῶν προ λεχθέντων ἀνωτέρω, ὅτι ἀρξάμενοι τῷ καθολικῷ βψλςʹ ἔτει οἰκοδομεῖν τὸν πύργον, ὅπερ ἦν τῆς ζωῆς τοῦ Σὴμ φζδʹ, τοῦ δὲ υἱοῦ αὐτοῦ Ἀρφαξὰδ υζγʹ καὶ τοῦ υἱοῦ τούτου Καϊνᾶν τνηʹ καὶ τοῦ Σαλᾶ σλʹ καὶ τοῦ Ἕβερ ζθʹ, ἔμειναν οἰκοδομοῦντες ἐπὶ ἔτη μʹ ἕως τοῦ κοσμικοῦ βψοςʹ. ἐν τού τῳ γὰρ τῷ ἔτει διεσπάρησαν ὑπὸ τοῦ θεοῦ εἰς πᾶσαν τὴν οἰκουμένην οὕτως· Τῶν οβʹ ἐθνῶν τῶν ἐκ τῶν διασπαρέντων ἀρχηγῶν μετονομασθέντων τὰ ὀνόματα Ἐκ τοῦ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε ἔθνη κεʹ οὕτωσ αʹ Ἀρφαξάδ, ἀφ' οὗ Χαλδαῖοι. βʹ Ἀλάμ, ἀφ' οὗ Ἐλουμαῖοι. γʹ Ἀσούρ, ἀφ' οὗ Ἀσύριοι. δʹ Λούδ, ἀφ' οὗ Λυδοί. εʹ Ἀράμ, ἀφ' οὗ Σύροι. Υἱοὶ Ἀράμ ςʹ Ὤς, ἀφ' οὗ Τράχωνες. ζʹ Οὔλ, ἀφ' οὗ Μαγαρδοί. 49 ηʹ Γαθέρ, ἀφ' οὗ Ἀρμένιοι. θʹ Μοσόχ, ἀφ' οὗ Μεσήνιοι. Υἱοὶ Ἀρφαξάδ ιʹ Καϊνᾶν, ἀφ' οὗ Γασφηνοί. ιαʹ Σασᾶν, ἀφ' οὗ Κοσαῖοι. ιβʹ Ἑβραΐρ, ἀφ' οὗ Ἑβραῖοι. ιγʹ Φαλέκ, ἀφ' οὗ Βάκτροι. ιδʹ Ἐλμωδάμ, ἀφ' οὗ Ἰνδοί. ιεʹ Ἰεκτάν, ἀφ' οὗ Μαδιναῖοι. ιςʹ Ἀραβώθ, ἀφ' οὗ Ἄραβες. ιζʹ Ἰδουράμ, ἀφ' οὗ Καμήλιοι.
40.2.1
Δερά, ἀφ' οὗ Μῆδοι. ιθʹ Ἰεζιά, ἀφ' οὗ Ἀριανδνοί. κʹ Δεκλάμ, ἀφ' οὗ Κεδρούσιοι.
40.3.1
Γεβήλ, ἀφ' οὗ Σκύθαι. κβʹ Ἀβιμεήλ, ἀφ' οὗ Ὑρκανοί. κγʹ Σαβάτ, ἀφ' οὗ Ἄραβες Ἰνδῶν. κδʹ Οὐήρ, ἀφ' οὗ Οὐαρναῖοι. κεʹ Εὐήν, ἀφ' οὗ Γυμνοσοφισταί. Οὗτοι πάντες ἐκ τοῦ Σὴμ κατάγονται, ὧν ἡ κατοικία ἐστὶ κατὰ μῆκος μὲν ἀπὸ Βάκτρων καὶ Ἰνδικῆς ἕως Ῥινοκουρούρων τῆς ὁριζούσης Συρίαν 50 καὶ Αἴγυπτον καὶ τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ στόματος τοῦ κατὰ Ἀρσι νόην τῆς Ἰνδικῆς, κατὰ πλάτος δὲ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς. τὰ δὲ ὀνόματα τῶν χωρῶν ταῦτα· Περσὶς καὶ τὰ ἐν αὐτῇ ἔθνη, Βακτριανή, Ὑρκανία, Βαβυλωνία, Κοδρυαλία, Ἀσσυρία, Μεσοποταμία, εὐδαίμων Ἀραβία, κοίλη Συρία, Κομμαγηνὴ καὶ ἡ φυσικὴ Περσίς. τὰ δὲ ἐξ αὐτῶν γενόμενα ἔθνη ταῦτα· Ἑβραῖοι, Ἰουδαῖοι, Πέρσαι, Μῆδοι, Μαγαρδοί, Πάρθοι, Γερμανοί, Ἐλυμαῖοι, Κοσαῖοι, Ἄραβες ἀρχαῖοι, Κεδρούσιοι, Σκύθαι, Γυμνοσοφισταί. οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα Ἰουδαῖοι, Πέρσαι, Μῆδοι, Χαλδαῖοι, Ἰνδοί, Ἀσσύριοι. ταῦτα τὰ κεʹἔθνη τοῦ Σὴμ σὺν ταῖς χώραις καὶ ὁρίοις αὐτῶν. Ἐκ τοῦ Χὰμ τοῦ δευτέρου υἱοῦ Νῶε ἔθνη λβʹ οὕτως Υἱοὶ Χὰμ δευτέρου υἱοῦ Νῶε αʹ Χούς, ἐξ οὗ Αἰθίοπες. βʹ Μεστραίμ, ἐξ οὗ Αἰγύπτιοι. γʹ Φούδ, ἐξ οὗ Τρωγλοδύται. δʹ Χαναάμ, ἐξ οὗ Χαναναῖοι. Οὗτοι ἔφυγον ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ καὶ κατῴκησαν Τρίπο λιν τῆς Ἀφρικῆς, ὡς οὖσαν ἐν τῷ κλήρῳ τοῦ Χάμ. Υἱοὶ Χοὺς τοῦ Αἰθίοπος τοῦ πρώτου υἱοῦ Χάμ εʹ Σαβάτ, ἐξ οὗ Σαβάτ. ςʹ Εὐιλάτ, ἐξ οὗ Γαγγινοί. ζʹ Σεβατά, ἐξ οὗ Σαβῖνοι. 51 ηʹ Ῥεγμά, ἐξ οὗ Ἰχθυοφάγοι. θʹ Σεβακαθά, ἐξ οὗ*** Υἱοὶ Ῥεγμά ιʹ Σαβά, ἐξ οὗ Μαρμαρῖται. ιαʹ Ἰουδαδάν, ἐξ οὗ Φοίνικες. ιβʹ Νεβρώδ, ἐξ οὗ γίγαντες. ιγʹ Λουδιείδ, ἐξ οὗ*** ιδʹ Νεμεστιείμ, ἐξ ὧν*** ιεʹ Λαβιείμ, ἐξ ὧν***
40.4.1
Νεφθαβιείμ, ἐξ ὧν*** ιζʹ Πατροσονιείμ, ἐξ ὧν*** ιηʹ Χασλονιείμ, ἐξ ὧν*** ιθʹ Φυλιστιείμ, ἐξ ὧν*** κʹ Καφθονιείμ, ἐξ ὧν*** Υἱοὶ Χαναάν, ὧν πρωτότοκος Σιδών
40.5.1
Σιδών, ἐξ οὗ Σιδώνιοι. κβʹ Χατταῖος, ἐξ οὗ*** κγʹ Ἰεβουσαῖος, ἐξ οὗ Ἰεβουσαῖοι.

Intertext edge

Open linked passage

Note