Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 410 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
410.1.1
Νέρων ἐπὶ Ῥώμης κιθαρίζων ἐνίκησε. Κατὰ τῆς Νέρωνος τραπέζης κεραυνὸς ἔπεσεν. Ἐμπρησμοὶ γεγόνασι πολλοὶ ἐν Ῥώμῃ, πόλεις τε τῆς Ἀσίας κατέπεσον τρεῖς, Λαοδίκεια, Ἱεράπολις καὶ Κολοσσαί. Τὰ ὑπόλοιπα Ἰουδαίων εʹ ἀλλοφύλου Ἀγρίππα βʹ ἔτη Φίστος διάδοχος Φίλικος ὑπὸ Νέρωνος ἐπέμφθη, ἐφ' οὗ ὁ θεῖος Παῦλος, παρόντος καὶ Ἀγρίππα τοῦ βασιλέως Ἰουδαίων, ἀπολογησάμενος δέσμιος εἰς Ῥώμην ἐκπέμπεται. Φίστον Ἀλβῖνος διεδέξατο. Ἀλβῖνον Γέστιος Φλῶρος διεδέξατο. Ἰουδαῖοι Ῥωμαίων ἀπέστησαν ἐπὶ Γεστίου Φλώρου διὰ πλεονεξίαν αὐτοῦ ἄμετρον. ἐφ' οὓς ὁ Νέρων Οὐεσπασιανὸν ἐξέπεμψε στρατοπεδάρχην πολλὰ τῆς Ἰουδαίας ἀγανακτησάμενος. Σημειωτέον ἐκ τῶν ἀποστολικῶν ῥητῶν ὅτι δεύτερον ὁ θεῖος Παῦλος παρέστη τῷ Καίσαρι ἐν Ῥώμῃ. καὶ τὸ μὲν πρῶτον ὁ Νέρων ἠπιώτερόν πως διακείμενος κατὰ τοῦ Χριστιανῶν δόγματος, ἀκούσας αὐτοῦ τὴν ἀπο λογίαν ἀπέλυσεν, οἰκονομοῦντος τοῦ πνεύματος τελειωθῆναι τοῖς πᾶσι δι' αὐτοῦ τὸ κήρυγμα, ὡς αὐτός φησιν ἐν τῇ πρὸς Τιμόθεον βʹ ἐπιστολῇ, ὅτε δὴ καὶ τὸν Λουκᾶν γράφει συνεῖναι, ὃς τὰς τῶν ἀποστόλων πράξεις εἰς ταύτην περιέγραψε τὴν πρώτην ἀπολογίαν τοῦ Παύλου ἐλθεῖν, καὶ συνῆν αὐτῷ, ὡς ἔοικε, σιωπήσας τὸν περὶ τοῦ μαρτυρίου αὐτοῦ λόγον, καθ' ὃν οὐ παρῆν, δηλονότι τὸ δεύτερον τοῦ μακαρίου Παύλου ἐξ οἰκείας αἰτήσεως ἀναπεμφθέντος ἀπὸ Καισαρείας τῆς Παλαιστίνης ὑπὸ Φίστου πρὸς Νέρωνα καὶ τὸ δεύτερον παραστάντος αὐτῷ καὶ τελειωθέντος τῷ δι' αἵματος μαρτυρίῳ. ὅθεν Ἰουδαῖοι τῆς κατ' αὐτοῦ ἐπιβουλῆς τοῦ ἀνελεῖν αὐτὸν ἀστοχήσαντες ἐπὶ τὴν ἀναίρεσιν Ἰακώβου τοῦ ἀδελφοθέου τρέπον ται· περὶ ἧς Ἡγήσιππος ἀξιόλογος μαθητὴς τῶν ἀποστόλων τάδε φησὶν ἐν εʹ ὑπομνήματι· 411 Ἡγησίππου μαθητοῦ τῶν ἀποστόλων ἐκ τοῦ εʹ ὑπομνήματος περὶ τοῦ ἁγίου Ἰακώβου τοῦ ἀδελφοθέου Διαδέχεται τὴν ἐκκλησίαν μετὰ τῶν ἀποστόλων ὁ ἀδελφὸς τοῦ κυρίου Ἰάκωβος, ὁ ὀνομασθεὶς ὑπὸ πάντων δίκαιος ἀπὸ τῶν τοῦ Χριστοῦ χρό νων μέχρι καὶ ἡμῶν, ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο. οὗτος δὲ ἐκ κοιλίας μητρὸς αὐτοῦ ἅγιος ἦν. οἶνον καὶ σίκερα οὐκ ἔπιε, καὶ ἔμψυχον οὐκ ἔφαγε, καὶ ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἔλαιον οὐκ ἠλείψατο καὶ βα λανείῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι· οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ σινδόνας. καὶ μόνος εἰσήρχετο εἰς τὸν ναόν, ηὑρίσκετό τε κείμενος ἐπὶ τοῖς γόνασι καὶ αἰτούμενος ὑπὲρ τοῦ λαοῦ ἄφεσιν, ὡς ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου διὰ τὸ ἀεὶ κάμπτειν ἐπὶ γόνυ προσκυνοῦντα τῷ θεῷ καὶ αἰτεῖσθαι ἄφεσιν τῷ λαῷ. διά γε τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ ἐκαλεῖτο δίκαιος καὶ ὀβλίας, ὅ ἐστι περιοχὴ τοῦ λαοῦ, δικαιοσύνη, ὡς οἱ προφῆται δηλοῦσι περὶ αὐτοῦ. Τινὲς οὖν τῶν ἑπτὰ αἱρέσεων τῶν ἐν τῷ λόγῳ προγεγραμμένων μοι ἐν τοῖς ὑπομνήμασιν ἐπυνθάνοντο αὐτῷ, τίς ἡ θύρα τοῦ Ἰησοῦ, καὶ ἔλεγε τοῦτον εἶναι τὸν σωτῆρα· ἐξ ὧν τινες ἐπίστευον ὅτι Ἰησοῦς ἐστιν ὁ Χρι στός· αἱ δὲ αἱρέσεις αἱ προειρημέναι οὐκ ἐπίστευον οὔτε ἀνάστασιν οὔτε ἐρχόμενον ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὅσοι δὲ καὶ ἐπίστευσαν, διὰ Ἰάκωβον. Πολλῶν οὖν καὶ τῶν ἀρχόντων πιστευόντων, ἦν θόρυβος τῶν Ἰουδαίων καὶ Φαρισαίων καὶ γραμματέων λεγόντων ὅτι κινδυνεύει πᾶς ὁ λαὸς Ἰησοῦν τὸν Χριστὸν προσδοκᾶν. ἔλεγον οὖν συνελθόντες τῷ Ἰακώβῳ· παρακαλοῦμέν σε, ἐπίσχες τὸν λαόν, ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν, ὡς αὐτοῦ ὄντος τοῦ Χριστοῦ. παρακαλοῦμέν σε πεῖσαι τοὺς ἐλθόντας πάντας εἰς τὴν ἡμέραν τοῦ πάσχα περὶ Ἰησοῦ. σοὶ γὰρ πάντες πειθόμεθα· ἡμεῖς γὰρ μαρτυροῦμέν σοι καὶ πᾶς ὁ λαὸς ὅτι δίκαιος εἶ καὶ ὅτι πρόσωπον οὐ λαμ 412 βάνεις. πεῖσον οὖν σὺ τὸν ὄχλον περὶ Ἰησοῦ μὴ πλανᾶσθαι· καὶ γὰρ πᾶς ὁ λαὸς καὶ πάντες ἡμεῖς πειθόμεθά σοι. στῆθι οὖν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, ἵνα ἄνωθεν ᾖς καὶ ᾖ εὐάκουστά σου τὰ ῥήματα παντὶ τῷ λαῷ. διὰ γὰρ τὸ πάσχα συνεληλύθασι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν ἐθνῶν. Ἔστησαν οὖν οἱ προειρημένοι γραμματεῖς καὶ Φαρισαῖοι τὸν Ἰάκωβον ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ ἔκραξαν αὐτῷ καὶ εἶπον· δίκαιε, ᾧ πάντες πείθεσθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρω θέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ Ἰησοῦ. καὶ ἀπεκρίνατο φωνῇ μεγάλῃ· τί με ἐρωτᾶτε περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ αὐτὸς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ; καὶ πολλῶν πληροφορηθέντων καὶ δοξαζόντων ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου καὶ λεγόντων· ὡσαννὰ τῷ υἱῷ Δαβίδ, τὸ ἔμπαλιν οἱ αὐτοὶ γραμματεῖς καὶ Φαρισαῖοι πρὸς ἀλλήλους ἔλεγον· κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες τῷ Ἰησοῦ. ἀλλ' ἀναβάντες καταβάλωμεν αὐτόν, ἵνα φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ. καὶ ἔκραξαν λέγοντες· ὢ ὤ, καὶ ὁ δίκαιος ἐπλανήθη· καὶ ἐπλήρωσαν τὴν γραφὴν τὴν ἐν τῷ Ἡσαΐᾳ γεγραμμένην· ἄρωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται. Ἀναβάντες οὖν κατέβαλον τὸν δίκαιον, καὶ ἤρξαντο λιθάζειν αὐτόν. ἐν ᾗ καταβληθεὶς οὐκ ἀπέθανεν, ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα λέγων· παρακαλῷ κύριε θεὲ πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. οὕτως δὲ καταλιθοβολούντων αὐτὸν εἷς τῶν ἱερέων τῶν υἱῶν Ῥηχάβ, υἱοῦ Ῥαχαείμ, τῶν μαρτυρουμένων ὑπὸ Ἱερεμίου, ἔκραξε λέγων· παύσασθε, τί ποιεῖτε; εὔχεται ὑπὲρ ἡμῶν ὁ δίκαιος. καὶ λαβών τις ἀπ' αὐτῶν εἷς τῶν γναφέων τὸ ξύλον, ἐν ᾧ ἀποπιέζει τὰ ἱμάτια, ἤνεγκε κατὰ τῆς κεφαλῆς τοῦ δικαίου. καὶ οὕτως ἐμαρτύρησε· καὶ ἔθαψαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ ναῷ, καὶ ἐπ' αὐτοῦ στήλη μένει παρὰ τῷ ναῷ. μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησι γεγένηται, ὅτι Ἰησοῦς ὁ Χριστός ἐστι. καὶ εὐθὺς Οὐεσπασιανὸς πολιορκεῖ αὐτούς. 413 Ταῦτα μὲν Ἡγήσιππος τῶν τοῦ καθ' ἡμᾶς ὀρθοῦ λόγου ἀξιόπιστος συγγραφεὺς ὀρθῶς ἱστορεῖ, ᾧ καὶ Ἰώσηππος οὐκ ἀπᾴδοντα συμφωνεῖ γράφων ταύτην γενέσθαι τὴν αἰτίαν τῆς κατὰ Οὐεσπασιανὸν ἁλώσεως Ἰουδαίων. Ἰωσήππου περὶ τῶν αὐτῶν Ταῦτα δὲ συμβέβηκεν Ἰουδαίοις κατ' ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὃς ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον αὐ τὸν ὄντα Ἰουδαῖοι ἀπέκτειναν. Ὁ δὲ νεώτερος Ἄνανος, ὃν τὴν ἀρχιερωσύνην εἴπαμεν παρειληφέναι, θρασὺς ἦν τὸν τρόπον καὶ τολμητὴς διαφερόντως. αἵρεσιν δὲ μετῄει τὴν Σαδδουκαίων, οἵπερ εἰσὶ περὶ τὰς κρίσεις ὠμοὶ παρὰ πάντας τοὺς Ἰουδαίους, καθὼς ἤδη δεδηλώκαμεν. ἅτε δὴ τοιοῦτος ὢν ὁ Ἄνανος, νομίσας ἔχειν καιρὸν ἐπιτήδειον διὰ τὸ τεθνάναι μὲν Φίστον, Ἀλβῖνον δὲ ἔτι κατὰ τὴν ὁδὸν ὑπάρχειν καθίζει συνέδριον κριτῶν καὶ παραγαγὼν εἰς αὐτὸ τὸν ἀδελφὸν Ἰησοῦ τοῦ Χριστοῦ λεγόμενον, Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους, ὡς κατὰ παρανομησάντων κατηγορίαν ποιησάμενος, παραδέ δωκε καταλευσθησομένους. ὅσοι δὲ ἐδόκουν ἐπιεικέστατοι τῶν κατὰ τὴν πόλιν εἶναι καὶ τὰ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ πέμπουσι πρὸς τὸν βασιλέα κρύφα παρακαλοῦντες αὐτὸν ἐπιστεῖλαι τῷ Ἀνάνῳ μηκέτι τοιαῦτα πράττειν· μηδὲ γὰρ τὸ πρῶτον ὀρθῶς αὐτὸν πεποιηκέναι· τινὲς δὲ ἐκ τῶν κατὰ τὸν Ἀλβῖνον ὑπαντιάζουσιν ἀπὸ τῆς Ἀλεξανδρείας ὁδοιποροῦντι, καὶ διδάσκουσιν ὡς οὐκ ἐξὸν ἦν Ἀνάνῳ χωρὶς τῆς αὐτοῦ γνώμης καθίσαι συνέδριον. Ἀλβῖνος δὲ πεισθεὶς τοῖς λεγομένοις γράφει μετ' ὀργῆς τῷ Ἀνάνῳ λή ψεσθαι παρ' αὐτοῦ δίκας ἀπειλῶν. καὶ ὁ βασιλεὺς Ἀγρίππας διὰ τοῦτο τῆς ἀρχιερωσύνης ἀφελόμενος αὐτὸν ἄρξαντα μῆνας τρεῖς Ἰησοῦν τὸν Ἰδαμμαίου κατέστησε.